Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔμελλε [18]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔμελλε


000-00-00 Serial Number=0800307453
Commentaria in Isaiam Ante [Go Back]  
 [04257]  ∆ίδωσι δὲ αὐτῷ καὶ σημεῖον τῶν ἐπαγγελιῶν , ὃ πᾶσιν ἀνθρώποις ἔμελλε κατάδηλον ἔσεσθαι·
 [05307]  ἔμελλε γὰρ τῷ λαῷ τὴν ἐλευθερίαν παρέξ ειν οὐ λύτρα τινὰ κομιζόμενος ἀλλὰ προῖκα ταύτην δωρούμενος.
000-00-00 Serial Number=0267698884
De incarnatione domini Ante [Go Back]  
 [00027]  Ἐπειδὴ γὰρ ἔμελλε τοσούτοις ἀγαθοῖς ἐντρυφήσειν, καὶ τοσούτων ἄρχων ἀνηγορεύθη καὶ βασιλεὺς, ἵνα μὴ τῷ πλήθει τῶν δωρεῶν ὑπερμαζή σας, καὶ τῷ ὕψει τῆς ἡγεμονίας ἐπαρθεὶς κατα σκιρτήσῃ τοῦ κτίσαντος, καὶ μεγίστην ἐκ τῆς τυ ραννίδος ἀπενέγκηται βλάβην, κατὰ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον τὸν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα δι' ἀλαζονείαν, ἀναγκαίως ὁ σοφὸς τῶν ὅλων πρύτανις κωλύων αὐτοῦ τὸν ὄγκον τοῦ φρονήματος, Ἀδὰμ προσηγόρευσεν, ἵνα ἐκ τῆς προσηγορίας ἐν νοῶν τὴν συγγένειαν, καὶ τὰς ἀφορμὰς τῆς φύσεως λογιζόμενος, καὶ τὸν πρόγονον χοῦν πρὸ τῶν ὀφθαλ μῶν θεώμενος, ἑαυτὸν μὲν γνωρίζῃ, προσκυνῇ δὲ τὸν τοσαύτην εὐπρέπειαν αὐτῷ καὶ μεγαλοπρέπειαν δωρησάμενον·
000-00-00 Serial Number=0321029961
De providentia orationes decem Ante [Go Back]  
 [00860]  Οὕτω τοῦ μακαρίου Παύ λου τῶν ξύλων τὸν φάκελον τροφὴν προσφέροντος τῇ πυρᾷ, καὶ τὸ τοῦ ἀέρος κρυμῶδες κεραννύντος τῇ τοῦ πυρὸς ἐπικουρίᾳ, ὁ τοῖς ξύλοις ἐγκεκρυμμένος ἔχις ἔφυγε μὲν τὸ πῦρ ὡς ὀλέθριον, ἥψατο δὲ τῆς ἀποστολικῆς χειρὸς, ὥσπερ ἀμυνόμενος ὑπὲρ ὧν ἔμελλε πείσεσθαι·
 [02178]  Ἐπει δὴ δὲ ἔμελλε τὸ μέγα τῆς οἰκονομίας ἐπιτε λεῖσθαι μυστήριον, καὶ τὸ διὰ τῆς θείας ἐναν θρωπήσεως εἰς πᾶσαν τὴν οἰκουμένην κατασπείρε σθαι κήρυγμα, τηνικαῦτα λοιπὸν τοῦτο τὸ ἔθνος, ὃ ἐπ' εὐεργεσίᾳ τῶν ἐθνῶν ἁπάντων ἐξ ἀρχῆς ἐξελέ ξατο, εἰς πᾶσαν κατέσπειρε τὴν οἰκουμένην, ἵν' ἐθίσωσιν ἅπαντες ἀκούειν οἱ τῇ πολυθέῳ κατεχό μενοι πλάνῃ, ὡς εἷς ἐστι Θεὸς, οὐρανοῦ καὶ γῆς ποιητὴς, καὶ ῥᾷον τὸ κήρυγμα ἐντεῦθεν τοῖς θείοις ἀποστόλοις γένηται.
000-00-00 Serial Number=0232020617
Eranistes Ante [Go Back]  
 [00774]  Τί γὰρ καὶ εἰς αὐτὴν κατῄει, εἰ μηδὲν ἔμελλε λήψεσθαι παρ' αὐτῆς;
 [00896]  Τὸ μὲν γὰρ διὰ γυναικὸς παροδικὴν ἔμελλε τὴν ἔννοιαν τῆς γεννήσεως ὑποφαίνειν·
000-00-00 Serial Number=0973596990
Historia ecclesiastica Ante [Go Back]  
 [00626]  τὸ γὰρ γνώ ρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάν των ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀνα λάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει.
000-00-00 Serial Number=0262722850
Historia religiosa Ante [Go Back]  
 [00395]  Οὕτω τούτων τὸν θεὸν ἀντιβολούντων, πρὸ μιᾶς τῆς πανηγύρεως ἡμέρας καθ' ἣν ἔμελλε τοὺς λόγους ποιήσεσθαι ὁ τοῦ ψεύδους συνήγορος καὶ τῆς ἀληθείας πολέμιος, θεήλατον ἐδέξατο τὴν πληγὴν καί, μίαν μόνην ἀρρωστήσας ἡμέραν, ἔξω τοῦ καταλόγου τῶν ζώντων ἐγένετο, ἐκείνης ἀκούων, ὡς εἰκός, τῆς φωνῆς·
000-00-00 Serial Number=0041280329
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03578]  Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ ∆εσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύ σαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν·
000-00-00 Serial Number=0205302715
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [05034]  Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ σάρκα βλαστήσειν ὁ ∆εσπότης Χριστὸς, συνελη λύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ' ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε.
000-00-00 Serial Number=0901651084
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00572]  Τοῦ αὐτοῦ θεοῦ ἐστι ταῦτα πάντα, καὶ ἡ πρόρρησις τῶν λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν.
 [00573]  ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυεν ἃ ἔμελλε ποιεῖν·
 [00823]  Εἰ πεπλήρωτο ὁ οἶκος ἔνθα ὁ κύριος ἦν, ὁπηνίκα ὁ παράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγ κάσθησαν οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι' αὐτῆς καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι ὄχλοι οὐκ ἐπλήγησαν, τῆς ὀροφῆς λυομένης;
 [01016]  Ἐπειδὴ ἔμελλε διὰ τοῦ προφήτου Ἰεζεκιὴλκατ' ὀπτασίαν προζωγραφεῖσθαι τῶν νεκρῶν ἡ ἀνάστασις, μέλ λουσα γίνεσθαι ἐπὶ πραγμάτων διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου κατὰ τὸ εἰρημένον ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ οἱ ἀκούσαντες ζήσονται.
 [01049]  εἰ δὲ ἐξῆν, πῶς ὃ ἔμελλε μετὰ μικρὸν τοῖς πολ λοῖς ἐπιτρέπειν, ἀπηγόρευσε πρὸ μικροῦ ἐπὶ ταύτης;
 [01680]  καὶ ἐπειδὴ περὶ τῶν ἀποστόλων οὐδεμία γέγονεν ἀμφιβολία, εἰ ἄνθρωποι ἦσαν, περὶ δὲ τοῦ σωτῆρος ἔμελλε γίνεσθαι ἀμφιβολία, διὰ τοῦτο συχνότερον αὐτὸν τοῖς λοιποῖς ἀνθρώποις καὶ τὸ εὔξασθαι αὐτὸν ἡ θεία κατήγγειλε γραφή·
000-00-00 Serial Number=0184859395
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02978]  Καὶ νῦν δὲ αὐτὸν εἰς τὸ δεσμωτήριον ἔπεμψεν, τροφῆς αὐτὸν ὀλίγης ἄγαν μεταλαμβάνειν προστεταχὼς, ᾗ μόνον κωλύειν ἔμελλε τὴν ἐκ λιμοῦ τελευτήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»