Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔδει [102]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔδει


000-00-00 Serial Number=0978636265
Commentaria in Isaiam Ante [Go Back]  
 [04339]  οὐ γὰρ ἐπὶ τούτοις ἔδει μέγα φρονῆσαι τὸν εὐσεβῆ βασιλέα οὐδὲ ταῦτα τοῖς ἀφιγμένοις ἐπιδεῖξαι ἀλλὰ τοῦ θεοῦ διδάξαι τὴν δύναμιν καὶ κηρύξαι τὰ μέγιστα θαύματα καὶ πρὸς τὴν ἀλήθειαν ποδηγῆσαι καὶ πρόφασιν διδασ καλίας τὴν πρεσβείαν ποιήσασθαι.
 [04364]  ἔδει τοίνυν αὐτὸν καὶ ὑπὲρ τῶν ἐγγόνων, ἐφ' ὧν ἔμελλεν ἔσεσθαι ἐκεῖνα τὰ σκυθρωπά, προσενεγκεῖν ἱκετείαν τῷ φιλανθρώπῳ δεσπότῃ.
 [04412]  ἔδει γὰρ αὐτοὺς συνιδεῖν ὅτι σ αφ ῶς ὁ προφητικὸς προηγόρευσε λόγος πᾶσιν ἀνθρώποις δῆλον ἔσεσθαι τοῦ θεοῦ τὸ σωτήριον, ἐκείνη δὲ ἡ ἀνάκλησις οὐ πᾶσιν ἐγένετο δήλη, ὁ δὲ σωτήριος σταυρὸς καὶ τὰ δεσποτικὰ πάθη καὶ αὐτὰς ἔφθασε τὰς τῆς οἰκουμένης ἐσχατιάς.
 [06335]  Ἡμαρτηκότες ἐξεπολεμήθημεν τῷ θεῷ, ἔδει δὲ ἡμᾶς παιδευθέντας οὕτω τυχεῖν τῆς εἰρήνης, ἀλλ' αὐτὸς εἰς ἑαυτὸν τὴν παιδείαν δεξάμενος τῆς εἰρήνης ἡμᾶς ἠξίωσεν.
 [06914]  Ἡνίκα γὰρ ἔδει φυλάττειν τὸν νόμον, ἀδεῶς τοῦτον παρέβαινον.
000-00-00 Serial Number=0209580123
De providentia orationes decem Ante [Go Back]  
 [00164]  Ἐπὶ δὲ τοῦ παρόντος πολλῶν ἐνδεεῖς ὄντας διὰ τὸ τῆς φύσεως θνητὸν καὶ ἐπίκηρον, ἔδει τοῦ χρόνου τὰ μέτρα γινώσκειν, ἵνα παραῤῥέοντα τοῦτον ἡμᾶς ὁρῶντες, ἡμῶν αὐτῶν ἐπιμελώμεθα, καὶ πρὸς τὴν ἀποδημίαν ἑτοίμους παρέχωμεν.
 [00471]  Ἐπειδὴ δὲ ἔδει τῷ φρουράρχῳ νῷ καὶ κατασκόπων, τά τε πο λέμια καὶ τὰ φίλια προορώντων, δέδωκε καὶ τούτους ὁ Ποιητὴς, καὶ οὐχ ἑνὶ ταύτην τὴν περιωπὴν ἐνεχεί ρισεν, ἀλλὰ δύο φύλακας ἔστησε, καὶ τῷ μὲν τὰ δεξιὰ, τῷ δὲ τὰ εὐώνυμα καραδοκεῖν καὶ περισκοπεῖν ἐνο μοθέτησεν.
 [00561]  τοὺς δὲ ἤδη τῆς γνώσεως ἀρξα μένους, καὶ τῶν μελῶν ἑκάστου τὴν χρείαν δεδιδαγ μένους, εὖ μάλα καὶ λίαν καλῶς τούτῳ τῷ διαζώματι κατεκόσμησεν, ὥσπερ ἐρυθριῶντας ἐφ' οἷς οὐκ ἔδει καλύπτουσα·
 [00578]  Βλέπε τοίνυν αὐτὰς, οὔτε πέρα τῆς χρείας ἐκτετα μένας, ἵνα μὴ φορτίον περιττὸν τῷ λοιπῷ γένωνται σώματι, οὔτε αὖ πάλιν ἐνδεέστερον ἢ ἔδει τὸ μῆ κος ἐχούσας, ἀλλὰ τοῖς ἔργοις ὧν χάριν ἐγένοντο ἀναλογοῦν δεξαμένας τὸ μέτρον.
 [00605]  Ἐπειδὴ δὲ ἔδει καὶ ἵππων καὶ ἡμιόνων τῷδε τῷ ζεύγει, φέρειν δὲ τούτους οὐκ ἴσχυεν ἡ ῥοώδης οὐσία, μηχανᾶται καὶ τοῦτο σοφῶς, ταῖς χερσὶ πάλιν χρησάμενος ὑπουργοῖς, ὁ τοῦ πλοίου κυβερνήτης·
 [00607]  Ἐπειδὴ δὲ ἔδει καὶ ἡνίας ἔχειν τὸ σκάφος, τὰ πηδάλια ταύτας μιμεῖται, καὶ τῶν οἰάκων ἐπειλημμένος ὁ κυβερνήτης, οἷά τις ἡνίοχος, καθάπερ ἴτυν ἅρματος τὴν πρύμναν ἔχων, μεταφέρει ῥᾳδίως τῇδε κἀκεῖσε τὸ σκάφος·
 [01123]  Καὶ μὴν ἔδει τὸν βίον θαυμάζειν τοὺς τῷ θανάτῳ μεμφομένους, ἢ τὸν θάνατον εὐ φημεῖν τοὺς τὸν βίον αἰτιωμένους.
 [01226]  Καὶ μὴν ἔδει κἀντεῦθεν τὴν τοῦ Θεοῦ πρόνοιαν κατιδεῖν, καὶ τὴν τῆς οἰκονο μίας ἰσότητα θεωρῆσαι.
 [01433]  Συμβουλὴν μὲν γὰρ, ἣν ἔδει, προσήνεγκε·
 [01953]  ἔδει δὲ τῇ φυλακῇ τοῦ νόμου, τὴν νίκην ἀποδοῦναι τὴν φύσιν.
 [02149]  οὐ γὰρ ἔδει τὸν νό μον ποιήσασθαι πρόμαχον τοὺς προφανῶς παραβεβη κότας τὸν νόμον·
 [02153]  Εἶτα πολ λὴν ἄγοντες ἀβελτηρίαν, καὶ τὸ διάφορον ὁρᾷν οὐκ ἐθέλοντες, τῇ πείρᾳ σωφρονεῖν ἐδιδάχθησαν, καὶ παιδευθέντες ἀνένηψαν, καὶ τῆς ἀγνοίας τὴν μέθην ἐξέβαλον, καὶ πέμπουσιν ὡς ἔδει τὴν κιβωτὸν τοῖς οἰκείοις θεραπευταῖς, καὶ ἀναθήμασι τετιμηκότες τὰς παιδείας κηρύττουσι, καὶ τοὺς ὑποδεχομένους αὐτὴν διδάσκουσι τῆς ἐπανόδου τὸν τρόπον.
000-00-00 Serial Number=0377283216
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00480]  ἀλλ' ἡνίκα ἔδει λοιπὸν νυμφίον ἰδεῖν, τηνικαῦτα αὐτῷ προσέταξεν ὁ τῶν ὅλων Θεὸς ἱερουργῆσαι τοῦτον καὶ θυσίαν προσενεγκεῖν.
000-00-00 Serial Number=0480069935
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00571]  Στένω δὲ καὶ ὀδύρομαι γράφειν κατὰ ἀνδρὸς βιαζόμενος, οὗ συσκιάζειν ἔδει τὰ πλημμελήματα διὰ τὴν τῆς ἱερωσύνης προσηγορίαν.
 [01003]  ∆οῦλε ἀργὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τὸν τραπεζίτην, κἀγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό .
 [01277]  Ὁ δὲ θεοφιλέστατος ἐπίσκοπος ∆ιόσκορος γέγραφεν ἡμῖν ἐπιστολήν, ἣν οὐκ ἔδει γράψαι τὸν παρὰ τοῦ τῶν ὅλων Θεοῦ μεμαθηκότα ἀκοὴν ματαίαν οὐ παραδέχεσθαι.
 [01637]  Ἵνα δὲ καὶ ὑπὲρ τοῦ θεοφιλεστάτου ἐπισκόπου τοῦ κυρίου ∆όμνου ἀπολογήσωμαι, τί ἔδει πρᾶξαι τὸν οὕτω φανερῶς πολεμούμενον, καὶ θεώμενον τοὺς ψήφῳ συνοδικῇ καθαιρουμένους εἰς ἑτέραν διοίκησιν πεμπομένους, καὶ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἱερωσύνην ἀπολαμβάνον τας, καὶ τὰ σεπτὰ καὶ θεῖα παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας γελώμενά τε καὶ κωμῳδούμενα;
 [02517]  Εἰ μὲν γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα μόνον ἐξήμαρτεν, ἔδει τοῦτο μόνον ἀπο λαῦσαι τῆς θεραπείας.
000-00-00 Serial Number=0791521788
Eranistes Ante [Go Back]  
 [00768]  Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη, πλάστης δὲ αὐτοῦ ὁ θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιούμενον εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ πεπλασμένον ἄνθρωπον, τὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα.
 [00786]  Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, καὶ ἀπέβαλον τὴν ζωήν, οὕτως ἔδει καὶ δι' ὑπακοῆς ἑνὸς ἀνθρώπου τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου, δικαιωθῆναι πολλοὺς καὶ ἀπολαβεῖν τὴν σωτηρίαν.
 [01378]  ἔδει λόγῳ καὶ δίχα πόνου πάντα τεκταίνειν·
000-00-00 Serial Number=0685230196
Graecarum affectionum curatio Ante [Go Back]  
 [00009]  τῇ διδασκαλίᾳ γὰρ εἶναι τοῦ τον ὑπείληφα πρόσφορον, ἄλλως τε καὶ ταῖς Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων χρώμενον μαρτυρίαις ἔδει καὶ τοὺς λόγους μὴ παντάπασιν ἀπᾴδοντας ξυναρμόσαι, ἀλλ' ἔχοντάς τινα πρὸς ἐκεί νας ἐμφέρειαν.
 [00019]  p.10 Ἐπειδὴ δὲ καὶ τῶν θυσιῶν ἔδει δεῖξαι τὸ περιττόν, ἡ ἑβδόμη διάλεξις τοῦτον περιέχει τὸν λόγον, φιλοσόφοις μὲν λόγοις τῶν θυσιῶν τῶν Ἑλληνικῶν κατηγοροῦσα, προφητικοῖς δὲ τὸ νηπιῶ δες τῆς Ἰουδαίων νομοθεσίας ἐπιδεικνῦσα.
 [00023]  p.13 Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγό ρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώ πων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ ∆ωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδό μενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθε σπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, p.14 Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει.
 [00540]  Γυμνὴν γὰρ ἔδει ξεν, ἣν εἶχε περὶ τῶνδε τῶν ὀνομάτων διαφοράν, μονονουχὶ λέ γων·
 [02023]  Νῦν δὲ οἱ μὲν ἄοπλοι, οἱ δὲ ὁπλισθέντες κρατοῦσιν, ἔνθα οὐ θεὸν ἔδει ὑπὲρ τῶν ἀπολέμων αὐτὸν μάχεσθαι·
 [02305]  [8.12] Εἰ δὲ καὶ πάντες ἄνθρωποι τούτοις προσέπταιον, ἀλλ' οὖν Ἕλληνας μόνους νεμεσᾶν τοῖς οὕτω δρωμένοις οὐκ ἔδει·
 [02708]  ἀλλ' ἔδει γε τῶν ἐκείνου λόγων ἀναμνησθῆναι, ὅτι φίλος μὲν ὁ ἀνὴρ, φίλη δὲ ἡ ἀλήθεια·
 [03824]  Πᾶν γὰρ τοὐναντίον ἔδει ποιεῖν·
000-00-00 Serial Number=0457413077
Historia ecclesiastica Ante [Go Back]  
 [01127]  Ἐπεὶ οὖν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδικήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰς περὶ τῶν πλαστῶν ἐπιστολῶν συσκευάς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρ θένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν δυσώ νυμον Ἀρειανὴν αἵρεσιν δι' αὐτῶν, τούτου γοῦν ἕνεκεν τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργούς, Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶν τὸν Γάζης καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ, ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα, γράψαντες καὶ [111] εἰς τὴν ἑκάστου παροικίαν ὥστε γιγνώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελ θόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ Χριστιανοὺς μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρ' αὐτῶν γράμματα μήτε γράφειν πρὸς αὐτούς.
 [01509]  οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ὑπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμήνῳ συναχθέντων, ὁπότε συνέστηκε μήτε τὸν Ῥωμαίων ἐπίσκοπον, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Οὐικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων, ὁπότε μάλιστα, καθὰ προειρήκαμεν, αὐτοὶ οὗτοι οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οἱ αὐτοὶ καλλίονι γνώμῃ χρησάμενοι ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.
 [02132]  ἔδει δὲ αὐτὸν σκοπῆσαι λόγοις ἐντεθραμμένον, ὡς ἥκιστα δόξῃ λυ μαίνεται προσηγορίας ἐναλλαγή.
 [02823]  τοῦτό με δρᾶν ἔδει.
 [02886]  ὁ δὲ ἀπήγγειλεν ἥνπερ ἔδει τὸν εὐσεβείᾳ συντεθραμμένον.
 [03166]  ἡμῖν δὲ μακρᾶς μὲν ἔδει σχολῆς καὶ πολλοῦ χρόνου καὶ πόνου πρὸς τὴν τῶν ἐκκλησιῶν ἐπανόρθωσιν, ἵν' ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας ταῖς κατὰ μικρὸν ἐπι μελείαις τὸ σῶμα τῆς ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς εὐσεβείας ὑγίειαν ἐπαναγάγωμεν.
 [03414]  οὐκ ἔδει γάρ, ἔφη, ἐμοῦ πλημμελήσαντος, γυ ναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν, κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλί σαι.
000-00-00 Serial Number=0968440115
Historia religiosa Ante [Go Back]  
 [00094]  Ἐντεῦθεν ἡ πρὸς τὸν θεὸν αὐτῷ παρρησία καθ' ἑκάστην ηὔξετο τὴν ἡμέραν καί, αἰτῶν ἃ τὸν θεὸν αἰτεῖν ἔδει, παραυτίκα ἐλάμβανεν.
 [00440]  Ἐπειδὴ δὲ ἔδει πλείονας τῆς ὠφελείας ταύτης μεταλαχεῖν, ἕτερον πόρρωθεν οἰκοδομηθῆναι καταγώγιον παρεγγυήσας, ἐν ἐκείνῳ διάγειν τοὺς βουλομένους ἐκέλευεν.
 [00442]  Ὁ δὲ θεῖος ἐκεῖνος Ἀγαπητὸς παιδοτριβηθεὶς ὡς ἔδει, καὶ γυμνασάμενος καὶ τὴν ἀθλητικὴν ταύτην ἄριστα παι δευθεὶς ἐπανῆκεν, ὡς ἔφην, καὶ ἃ παρὰ τῆς θείας ἐκείνης ψυχῆς ἐδέξατο, κατέσπειρε σπέρματα.
 [00710]  [5.2] ∆ιανείμας δὲ ταῦτα κατὰ τὸν θεῖον νόμον οἷς ἔδει καὶ πάσης ἑαυτὸν φροντίδος γηΐνης ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνων ἐδέξατο φροντίδα, τὴν τοῦ καλέσαντος θεραπείαν καὶ ταύτην ἀνελίττων ἐν τῇ ψυχῇ διετέλει νύκτωρ τε καὶ μεθ' ἡμέραν σκοπούμενος καὶ διερευνώμενος ὅπως ταύτην αὐξήσειε.
 [00721]  εἰ δέ τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ τὸν κατακείμενον ἔβαλλεν ὡς πλείονα ἢ ἔδει τῷ σώματι τὴν θεραπείαν προσφέροντα.
 [00935]  Εἰ δὲ λέγεις ὅτι δραμεῖν ἔδει καὶ ὕδωρ φέρειν καὶ διαθέειν ἄνω καὶ κάτω καὶ τὴν φλόγα σβεννύναι, μὴ μέμφου μοι, βασιλεῦ, τοῦτο αὐτὸ ποιοῦντι.
 [01216]  Ὡς δὲ πολλοὺς περὶ φιλοσοφίας ἐκινήσαμεν λόγους ἐγὼ μὲν γὰρ ἐπυνθανόμην, αὐτὸς δὲ ἡμῖν ἀνέπτυσσε τὰ ζητούμενα καὶ ἔδει λοιπὸν ἐπανιέναι οἴκαδε, ἱκέτευον αὐτὸν δοῦναι τὰ τῆς εὐλογίας ἐφόδια.
 [01421]  [14.4] Φασὶ δὲ καὶ τὸν τῆς κώμης ἐκείνης δεσπότην ἀφικό μενόν ποτε Λητόϊος δὲ οὗτος ἦν, τῆς μὲν Ἀντιοχέων βουλῆς τὰ πρωτεῖα ἔχων, δυσσεβείας δὲ κατεχόμενος ζόφῳ σφοδρότερον ἢ ἔδει τοὺς γηπόνους εἰσπράττεσθαι τοὺς καρποὺς, τὸν δὲ θεῖον ἐκεῖνον ἄνθρωπον περὶ φιλαν θρωπίας εἰσηγεῖσθαί τε καὶ παραινεῖν καὶ τοὺς περὶ ἐλέου καὶ οἴκτου διεξιέναι λόγους, τὸν δὲ μεῖναι μὲν ἀμείλικτον, τῇ πείρᾳ δὲ γνῶναι τῆς ἀπειθείας τὴν βλάβην·
 [01422]  ἐπειδὴ γὰρ ἀπαίρειν ἔδει καὶ τὸ ζεῦγος ἦν εὐτρεπὲς καὶ καθίσας ἐκέλευε τῷ ἡνιόχῳ παροτρῦναι τὰς ἡμιόνους, αἱ μὲν εἷλκον παντὶ σθένει βιαζόμεναι καὶ ἕλκειν τὸν ῥυμὸν ἐπειγόμεναι, οἱ δὲ τροχοὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοις ἐῴκεσαν.
 [02132]  Ἐπειδὴ δὲ καὶ δέρμα τῷ σκέλει προσήρμοστο, ὡς ἂν μὴ λωβηθείη ὑπὸ τοῦ σιδήρου τὸ σῶμα, καὶ ἔδει καὶ τοῦτο συνερραμμένον γὰρ ἦν διαρραγῆναι, πλείους ἢ εἴκοσι μεγίστους κόρεις ἔφασαν ἐν ἐκείνῳ κατιδεῖν ἐμφωλεύοντας.
 [02263]  Πολλοῖς δὲ καὶ ἐπιβιοὺς θαύμασί τε καὶ πόνοις ἡλίου τε φλοξὶ καὶ χειμερίοις κρυμοῖς καὶ ἀνέμων σφοδραῖς ἐμβολαῖς καὶ τῇ τῆς ἀνθρωπίνης φύσεως ἀσθενείᾳ μόνος τῶν πώποτε μείνας ἀκαταγώ νιστος, ἐπειδὴ λοιπὸν αὐτὸν ἔδει συνεῖναι Χριστῷ καὶ τοὺς τῶν ἀμετρήτων ἀγώνων στεφάνους κομίσασθαι, τὸ μὲν ἄνθρωπος εἶναι τῷ θανάτῳ τοῖς οὐ πιστεύουσιν ἐβεβαίωσεν, ἔμεινε δὲ καὶ μετὰ τελευτὴν ἀκλινής, καὶ τὸν μὲν οὐρανὸν ἡ ψυχὴ κατειλήφει, τὸ δὲ σῶμα πεσεῖν οὐδ' οὕτως ἠνείχετο, ἀλλ' ὄρθιον ἐν τῷ τῶν ἀγωνισμάτων εἱστήκει τόπῳ, ὥσπερ ἀήττητος ἀθλητὴς μηδενὶ τῶν μελῶν μέρει τῇ γῇ προσψαῦσαι φιλονεικῶν.
000-00-00 Serial Number=0390131950
Interpretatio in Danielem Ante [Go Back]  
 [00058]  Καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας τὸν Ναβουχοδονόσορ αἰδεσθῆναι τὸν [81.1264] δυσσεβῆ, τὸν θηριώδη, τὸν βάρβαρον, τὸν τῶν θείων ἀμύητον, βοῶντα περὶ τοῦ ∆ανιὴλ, καὶ λέγοντα·
 [00586]  τετάρτη δὲ ἡ Ῥωμαίων, τουτ έστιν ὁ σίδηρος Εἰ δὲ καὶ ὅλως ἀσαφέστερα αὐ τοῖς ἔδοξεν εἶναι ἐκεῖνα, ἀπὸ γοῦν τοῦ τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρόῤῥησιν·
 [02229]  ἔδει γὰρ αὐτοὺς συνιδεῖν, πρῶτον μὲν, ὅτι τὸ τρίτον θη ρίον τέσσαρας εἶχε κεφαλὰς, ὃ σαφῶς ἐδήλου τὴν γεγενημένην μετὰ τὴν τοῦ Ἀλεξάνδρου τελευτὴν τῆς βασιλείας εἰς τέσσαρα μέρη διαίρεσιν·
 [02230]  ἔπειτα δὲ προσέχειν ἔδει, ὅτι καὶ τὸ τέταρτον θηρίον δέκα κατὰ ταὐτὸν κέρατα ἔσχεν, καὶ τὸ μικρὸν κέρας τρεῖς ἐκριζῶσαι τῶν πρὸ αὐτοῦ·
 [02232]  Καὶ ἵνα τὰ ἄλλα καταλιπὼν ἐπὶ τὸ τέλος ἔλθω, ἔδει καὶ τοῦτο συνιδεῖν, ὅτι μετὰ τοῦ τετάρτου θη ρίου τὴν ἀναίρεσιν τοῖς ἁγίοις τοῦ Ὑψίστου τὴν βασιλείαν ἔφη δοθήσεσθαι.
000-00-00 Serial Number=0948237598
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00031]  καὶ ἀναγκαίως ἔδει συνεσκιᾶσθαι τὴν προφητείαν, ἵνα μὴ τῷ φθόνῳ συνήθως δουλεύοντες Ἰουδαῖοι, καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπιβουλεύειν τολμῶντες, τὰς ταῦτα σημαινούσας ἀφανίσωσι βί βλους.
 [00925]  ἔδει δὲ, φησὶν, αὐτοὺς γνῶναι, ὅτι Ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ οὐ κρατήσει.
 [01568]  Τοῦ ἀποκτεῖναι, φησὶ, ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περι ποιήσασθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀπο φθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέ γματα.
 [01794]  Ἐπειδὴ δὲ ἔδει καὶ ὅρκον ἐντε θῆναι τῷ γραμματείῳ, οὐδὲ τοῦτο ποιῆσαι παρῃτη σάμην·
 [01912]  Τῶν ὑπηκόων σου, φησὶ, πόλεων ἡ σὴ παρανομία τριπλασίων ἐστὶ, καὶ ἣν ἔδει διδάσκαλον τῆς εὐσε βείας γενέσθαι, αὕτη πάσης ἀσεβείας ἀρχέτυπον ἀπεφάνθη.
 [02421]  καὶ μὴν ἔδει ὑμᾶς καθ' ὑμῶν αὐτῶν τὴν κατηγορίαν ποιεῖσθαι, ὅτι τοιαύτην ὁρῶντες παρὰ τῷ κριτῇ δικαιοσύνην προαι ρεῖσθε τὴν ἀδικίαν.
 [03183]  Ἀφορμὴν, φησὶ, κέρδους ἐποιοῦντο οἱ ἄρ χειν λαχόντες τὰς ἀδίκους σφαγὰς, καὶ οὓς ἔδει τῶν ἀδικουμένων εἶναι προμάχους, οὗτοι τῆς τῶν ἀδι κούντων ἐγένοντο μοίρας.
 [04836]  Καὶ μὴν ἔδει συνιδεῖν
 [05852]  Οὓς ἔδει συνιδεῖν, πρῶτον μὲν, ὅτι τῇ ἐκ Βαβυλῶνος ἀνακλήσει ἡ τούτου προφητεία συνέζευκται·
000-00-00 Serial Number=0741877198
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02323]  ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὅτι οὐ βασιλεὺς ἦν ἐκεῖνος, ἀλλὰ δημαγωγός·
 [02917]  ἀντὶ τοῦ, ἐπισημήνασθαι ἔδει, τίνας μὲν ἐκ τῆς παρανομίας ἐδρέψω καρποὺς, ποίων δέ σοι ἀγαθῶν μεταμέλεια γεγένηται πρόξενος.
 [03239]  Τῶν πραγμάτων, φησὶ, δειξαμένων τὴν τῆς ἐμῆς προφητείας ἀλήθειαν, τῶν δὲ ὑμετέρων προφητῶν τὴν ψευδολογίαν, ἔδει κρίναι δικαίως, καὶ τοὺς ψευδομένους ἀπαιτῆσαι δίκας, οὐ τὸν τὰ ἀληθῆ προμηνύσαντα.
000-00-00 Serial Number=0144588768
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [04451]  Ὃν γὰρ ἀγαπᾷν ἔδει κατὰ τοὺς τῆς φύσεως νόμους, τοῦτον ὡς δυσώδη νεκρὸν ἐμυσάττετο.
000-00-00 Serial Number=0023062944
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [05406]  Τὴν δὲ τῆς προφητείας ἀλήθειαν ἔδει ξεν ὁ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν καιρός·
000-00-00 Serial Number=0815313756
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02711]  Καὶ Ἰουδαίους ὑμνεῖν ἔδει τῆς Βαβυλωνίων ἐλευθερωθέντας δου λείας·
000-00-00 Serial Number=0093041301
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00258]  Ἐπειδὴ δὲ ἔδει τοὺς ἐλέους τετυχηκότας καὶ αὐτοὺς ἀντιδοῦναί τι τῷ σεσωκότι, εἰκότως ἐπήγαγε·
 [00566]  Τὸ δὲ πάντων ἀνιαρώτατον, ὅτι καθ' ὃν ἔδει καιρὸν θερίζειν τὸν Ἰούδαν τῶν θείων ἐπαγγελιῶν τοὺς καρποὺς, τότε τὸν ἀμητὸν ἀθέριστον καταλέλοιπεν·
 [02808]  Εἰ γὰρ οὐκ ἔδει, φησὶ, δέξασθαι τὴν τῶν ἁμαρτωλῶν μετάνοιαν, ἐχρῆν γοῦν οἶκτόν τινα λαβεῖν τοσούτων μυριάδων, οἷς διὰ τὸ νέον τῆς ἡλικίας, οὐ τῆς δεξιᾶς καὶ ἀρι στερᾶς χειρὸς ἡ γνῶσις ἐνετέθη.
000-00-00 Serial Number=0483918726
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01138]  Εἰ ἔδει τὸν Χριστὸν δι' ἑνὸς τῶν αὐτοῦ μαθη τῶν παραδοθῆναι, ἵνα ἡ γραφὴ πληρωθῇ, δῆλον ὅτι αἴτιός ἐστιν ὁ Χριστὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα·
000-00-00 Serial Number=0076606274
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00187]  ἔδει γὰρ καὶ ἐκ τοῦ καιροῦ καὶ μέντοι καὶ ἐκ τοῦ τρόπου τῆς δημιουργίας τὸ
 [00362]  ἔδει δὲ αὐτοὺς μὴ τούτων μόνον ἀκούειν τῶν λόγων, ἀλλὰ καὶ τῶν τὸ ἀπερίγραφον τοῦ Θεοῦ διδασκόντων·
 [00443]  πρὸς δὲ τούτοις, ἔδει τὸν δίκαιον ἀγωνοθέτην τοῖς τῆς ἀρετῆς ἀθληταῖς προθεῖναι τῆς νίκης τὰ ἆθλα·
 [00591]  ἔδει τοίνυν καὶ τὸν Ἀδὰμ πρῶτον δεξαμένον νόμον καὶ νόμον κουφότατον·
 [00705]  ἔδει δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Θεοῦ τῶν ὅλων λέγον τος·
 [00982]  ἔδει γὰρ κἂν τοῦτο δειχθῆναι τὸν τύπον.
 [01938]  εἰ γὰρ φαντασία ἦν τὸ παρ' αὐτοῦ δρώμενον, ἔδει κἀκείνους φαντάσαι, καὶ τὸν ὁμότεχνον διελέγξαι·
 [02004]  οὐκ ἐπει δὴ τοιούτων ἐδεῖτο σημείων ἡ ἀσώματος φύσις, ἀλλ' ὅτι διὰ τοῦ συμβό λου κἀκείνους ἔδει μαθεῖν τὴν τοῦ Θεοῦ κηδεμονίαν, καὶ ἡμᾶς τοὺς τὸν ἄμωμον ἀμνὸν θύοντας γνῶναι προδιαγραφέντα τὸν τύπον.
 [02893]  εἰ δὲ φύσει ἀκάθαρτα ἦν, ἔδει καὶ τὰ χαλκᾶ συντρίβεσθαι καὶ τὰ ξύλινα.
 [02989]  ἔδει δὲ καὶ ταῦτα παραπλησίας τοῖς ὀστρα κίνοις συντρίβεσθαι, εἴπερ ἄρα τῷ ὄντι ἀκάθαρτος ἦν ᾧ τόδε τὸ πάθος συνέβαινεν.
 [03019]  ἐδίδαξε δὲ καὶ τῶν θυσιῶν τὸν τρόπον, αἷς ἔδει τὸν ἀρχιερέα χρησάμενον τῶν ἀδύτων κατατολμῆσαι.
 [03028]  ἔδει δὲ αὐτοὺς ἐπιστῆσαι τὸν νοῦν, ὅτι καὶ τὸν ἀπολυόμενον τράγον ἑαυτῷ προσενεχθῆναι προσέταξε.
 [03361]  διδάσκει δὲ ἐν τοῖς ἑξῆς, τίνα μὲν ἔδει φέρειν τοῦ Καὰθ τὸν δῆμον, τίνα δὲ τὸν Γεδεών, τίνα δὲ τὸν Μεραρί.
 [03559]  Ἀρχὴν εἶχεν ὁ νόμος, ἔδει τοίνυν τῇ τῶν παραβαινόντων τιμωρίᾳ σωφρο νίζεσθαι τοὺς λοιπούς·
 [04759]  Πάμπολυ πλῆθος ἦν τὸ περιτεμνόμενον, καὶ συντόμως ἔδει περιτμηθῆναι, καὶ ἐπιτελέσαι τοῦ Πάσχα τὴν ἑορτήν.
 [04800]  [278] ἔδει δὲ καὶ ὡς ἀγριέλαιον ἐγκεντρισθῆναι εἰς τὴν καλλιέλαιον , ᾗ φησιν ὁ μακάριος Παῦλος.
 [04838]  ἔδει δὲ καὶ τοῦ Νῶε τὴν πρόρ ρησιν πέρας λαβεῖν.
 [04902]  ἔδει δὲ αὐτοὺς καὶ ἐν τῇ Βενιαμίτιδι φυλῇ κατοικεῖν·
 [05177]  ἔδει γὰρ τὸν τῆς τοιαύτης χάριτος ἀξιωθέντα, μὴ μόνον εὐσεβεῖν, ἀλλὰ καὶ ἄλλων γενέσθαι διδάσκαλον.
 [05235]  ἔδει γὰρ αὐτὸν συνιδεῖν, ὡς εἰκός, κύνα πρῶτον ἢ ὄνον συναντῆσαι, τὰ κατὰ τὸν νόμον ἀκάθαρτα.
 [05405]  ἔδει μὲν οὖν καὶ διὰ τὸν δεσπότην ἀνάγραπτον γενέσθαι τῆς Ῥοὺθ τὸ διήγημα·
000-00-00 Serial Number=0690084159
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00412]  Ἀλλ' ἔδει σκοπῆσαι τῶν πολεμούντων τὸν πόνον, καὶ ὡς εἰκὸς ἦν τινας τῷ πόνῳ τρυχομένους πιεσθῆναι δίψει, καὶ βιασθῆναι παραβῆναι τὸν ὅρον.
 [02487]  οὐ γὰρ ἔδει τοῦ Θεοῦ τοὺς ἱερέας τοῖς οὐκ οὖσι λα τρεύειν θεοῖς.
 [02548]  Οὐ γὰρ ἔδει τὸν τῆς θείας ἀκηκοότα φωνῆς ἀνθρωπίνῃ πιστεῦσαι τἀναντία λεγούσῃ, ἀλλ' ἀναμεῖναι τὸν προστεταχότα λῦσαι ὅπερ γενέσθαι προσέταξεν.
 [04118]  Οὐχ ὑμᾶς, φησὶν, ἔδει γνῶναι, ὡς θεόσδοτος ἡ τοῦ ∆αβὶδ βασιλεία, καὶ τέλος οὐ δεχο μένη κατὰ τὴν θείαν ὑπόσχεσιν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»