Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑτέρων [76]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑτέρων


000-00-00 Serial Number=0557555258
Commentaria in Isaiam Ante [Go Back]  
 [00003]  Εἰ μὲν τὴν ἐμαυτοῦ πτωχείαν ἐλογιζόμην, παρ' ἑτέρων ἠρανιζόμην τροφήν·
 [03870]  Ἐναντία τοίνυν ταῦτα ἐκείνοις, καὶ δῆλον ὡς περὶ ἄλλων μὲν ἐκεῖνα προείρηται, περὶ ἑτέρων δὲ ταῦτα προλέγει οὕτως.
 [04575]  Νήσους τὰς ἐκκλησίας καλεῖ ὡς τὰ τῶν διωκόντων κύματα δεχομένας καὶ ἐπὶ τῆς πέτρας ἐρηρεισμένας, ἄρχοντας δὲ προσαγορεύει τῆς ἀληθείας τοὺς κήρυκας ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους·
 [07703]  Καινὰ τοίνυν ἐστὶ τοῖς ἕτερα ἀνθ' ἑτέρων ὁρῶσιν·
000-00-00 Serial Number=0189192772
De incarnatione domini Ante [Go Back]  
 [00254]  ὡς δὲ πάλιν αὐτὸν τῶν παλαιῶν νομί μων ἀνέμνησε, «Γέγραπται, λέγων, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» καὶ ἐδίδαξεν ὅτι οὐκ ἀνέξεται ἑτέρῳ τινὶ τὸ θεῖον γέρας προσενεγκεῖν, καὶ ἑτέρων δὲ ὑπομέμνησε ῥημάτων τοῦ Θεοῦ καὶ διδαγμάτων διαγορευόντων μὴ πειράζειν τὸν τῶν ὅλων Θεὸν, ὁ μὲν ἀπέδρα, τῆς ἥττης τὴν αἰσχύνην οὐ φέρων, καὶ δειλιῶν, καὶ τρέμων, καὶ τῆς τυραννίδος ἐκβληθήσεσθαι προσδοκῶν.
000-00-00 Serial Number=0851836383
De providentia orationes decem Ante [Go Back]  
 [01507]  Ὅτι δὲ οἰκετῶν ἀρετὴν δεσποτῶν οὐ λυμαίνεται πονηρία, καὶ ἀφ' ἑτέρων παραδειγμάτων καταμαθεῖν εὐπετές.
 [01928]  Εἰ γὰρ τὸν ἥλιον, σῶμα ὄντα, ὁρατός [83.749] τε γάρ ἐστι, καὶ λύσιν ἐπιδέχεται, διὰ σωμάτων παριόντα νεκρῶν, καὶ ἰλύος δυσώδους, καὶ πολλῶν ἑτέρων δυσοσμίαν ἀφιέντων, οὐδὲν ἰσχύει μιᾶ ναι, πολλῷ μᾶλλον τοῦ ἡλίου τὸν Ποιητὴν, καὶ τὸν τῶν ἁπάντων ∆ημιουργὸν, τὸν ἀσώματον, τὸν ἀό ρατον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὡσαύτως ἔχοντα, οὐδὲν τῶν τοιούτων μολῦναι δύναται.
000-00-00 Serial Number=0128737092
De sancta trinitate Ante [Go Back]  
 [00156]  καὶ ὁ μὲν μονογενὴς τὸν μόνον γεννηθέντα σημαίνει, ὁ δὲ πρωτότοκος τὸν πρὸ ἑτέ ρων τεχθέντα, καὶ ἑτέρων τῷ τόκῳ πρωτεύοντα·
000-00-00 Serial Number=0691040337
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00154]  Ἄρχειν ἑτέρων πολλοὶ μὲν ἐθέλουσιν, ὀλίγοι δὲ ἴσασιν.
 [00183]  καὶ μάρτυρες οἱ πάλαι γενόμενοι, παρ' ἑτέρων μὲν οὐ δεξά μενοι νόμους, αὐτοὶ δὲ νόμους εὑρόντες καὶ τὴν λογικοῖς ἁρμόττουσαν πολιτείαν εἰσενεγκόντες.
 [00184]  Εἰ δέ τις πρὸς τῇ φύσει καὶ παιδείαν προσλάβοι καὶ τοῖς ἑτέρων πόνοις ἐπιμελῶς ἐν τραφείη, οἷόν τινα ὕλην προσφέρει τὴν παντοδαπῆ διδασκα λίαν τῇ φύσει.
 [00196]  Καὶ δι' ἑτέρων μὲν γραμμάτων τῇ σῆς ἁγιότητος προσήγαγον δεξιᾷ τὸν μεγαλοπρεπέστατον ἡμῶν υἱὸν Φίλιππον καὶ τῆς σῆς αὐτὸν ἀπολαῦσαι προμηθείας ἱκέτευσα·
000-00-00 Serial Number=0262614489
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00307]  Ἐγὼ δέ, ὡς οἶσθα, θεοφιλέστατε, καὶ παρ' ἑτέρων τὰ τοιαῦτα συλλέγειν ὀκνῶ·
 [00447]  πολ λοῖς δὲ ξένοις ἀνεπέτασε τὰς θύρας τῆς οἰκίας, τῆς ἑτέρων δὲ φιλανθρωπίας οὐκ ἤλπισεν ἐπιδεήσεσθαι.
 [00451]  καὶ τὸν φιλάνθρω πον ὑμνῆσαι ∆εσπότην, ὅτι τοῖς ἀλλοτρίοις ἡμᾶς σωφρονίζει παθήμασι, καὶ οὐχ ἡμᾶς εἰς ἑτέρων παρέπεμψεν οἰκιάς, ἀλλ' εἰς τὰς ἡμετέρας ἄλλους ἤγαγε θύρας·
 [00904]  Καὶ τοῦτο γνοίη μὲν ἄν τις καὶ ἐξ ἑτέρων πολλῶν·
 [01494]  Καὶ ἤδη σου τὴν ἁγιότητα δι' ἑτέρων ἐδίδαξα γραμμάτων, ὡς ἄντικρυς ἡμᾶς συκοφαντοῦσιν οἱ τῆς ἡμετέρας κατηγο ροῦντες διδασκαλίας·
 [01726]  Καὶ τοὺς μὲν ἀνδροφόνους, καὶ τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας συλήσαντας εὐνάς, οὐ πρότερον κατακρίνουσιν οἱ δικάζοντες, ἕως ἂν ἢ αὐτοὶ τὰς κατηγορίας ταῖς ὁμολογίαις κυρώσωσιν, ἢ παρ' ἑτέρων ἐναρ γῶς ἐλεγχθῶσιν.
 [01894]  Τοῦτο μέντοι εὖ ἴσθι, δέσποτα, ὡς καὶ ἑτέρων μοι πεμψάντων θεοφιλεστάτων ἐπισκόπων εὐλογίας οὐκ ἐδεξάμην·
 [02307]  Αὐτίκα νῦν τοῖς εὐσεβεστάτοις καὶ συνετωτάτοις συντετυχη κότες μονάζουσιν, οἳ παρὰ τῆς σῆς ὁσιότητος ἑτέρων εἵνεκα χρειῶν ἀπεστάλησαν, εὐθὺς δεδράκαμεν τὸ ποθούμενον, καὶ τὴν θεοφιλῆ σου περιπτυσσόμενοι κεφαλήν, παρακαλοῦμεν πρῶτον μὲν ἡμᾶς ἀνέχειν ταῖς προσευχαῖς, ἔπειτα δὲ καὶ γράμμασιν εὐφραίνειν.
 [02310]  Καὶ ἤδη δι' ἑτέρων γραμμάτων τὴν σὴν προσείπομεν θεοσέ βειαν, τοῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς ὑμετέροις τὴν ἐπιστο λὴν δεδωκότες·
000-00-00 Serial Number=0459940374
Eranistes Ante [Go Back]  
 [00417]  Ἐπειδὴ δὲ καὶ ἑτέρων ἀκοῦσαι ποθεῖς, ἄκουσον τοῦ ἀποστόλου λέγοντος·
 [00484]  καὶ αὖ πάλιν περὶ ἑτέρων·
 [00592]  καὶ γὰρ ὁ δεσπότης παρὰ τούτου μόνου τὴν τῆς εὐσεβείας ὁμολογίαν δεξάμενος, ἐβεβαίωσε ταύτην τῷ ἀοιδίμῳ μακαρισμῷ Ἐπειδὴ δὲ καὶ ἑτέρων τοῦτο κηρυττόντων ἀκοῦσαι ποθεῖς, ἄκουσον ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας Παύλου καὶ Βαρνάβα δημηγορούντων.
000-00-00 Serial Number=0069317698
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01070]  Καὶ ὅταν ἑτέρων ἀναγινωσκόντων τὰ θεῖα λόγια, ἢ περὶ Θεοῦ διαλεγομένων, σπουδαίως ἀκούωμεν, πάλιν διὰ τῶν ἄλλων θυρίδων ὁ νυμφίος παρακύπτει, καὶ τὸ οἰκεῖον ἡμῖν ὑποδείκνυσι κάλλος.
000-00-00 Serial Number=0824620783
Graecarum affectionum curatio Ante [Go Back]  
 [00902]  Καὶ οὐκ αἰσχύνονται τῆς μὲν ἀκολασίας κατηγοροῦντες καὶ τοὺς ταύτης ἐργάτας κολάζοντες, πάλιν δ' αὖ ταύτην γεραί [3.50] ροντες ὡς θεόν, καὶ νόμῳ μὲν τιμωροῦντες τοὺς ἑταιροῦντας καὶ τὰς πορνευομένας, τοὺς δὲ τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνὰς κατασφάττοντες, καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους ἀνασκολοπί ζοντες καὶ ἀποτυμπανίζοντες, τὰ δέ γε τούτων αἴτια τῶν ἁμαρτάδων, τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν καὶ τὴν μέθην, θεοὺς οὐρανίους προσαγορεύοντες καὶ θεῖον αὐτοῖς ἀπονέμοντες σέβας, καὶ τοὺς μὲν νόμους ἅπαντας διὰ τάδε τιθέντες τὰ πάθη, αὐτὰ δέ γε τὰ πάθη νόμῳ τιμᾶσθαι κελεύοντες, καὶ τὴν ἀρετὴν δι' ἑτέρων μὲν λόγων θαυμάζοντες, ἐν δέ γε τούτοις ὡς περιττὴν [3.51] ἐξελαύνοντες.
 [01704]  Φασὶ γὰρ αὐτοὺς ὀξέως φωρᾶν τὰς τῶν λόγων κλοπὰς καὶ ὀλίγα φθεγγομένους τοὺς προσδιαλε γομένους νικᾶν, καὶ ξυλλογιστικοὺς ἄγαν εἶναι καὶ διαλύειν ἱκανοὺς τὰ παρ' ἑτέρων πλεκόμενα καὶ παροιμίαις σοφωτάταις καὶ αἰνίγμασι κεχρῆσθαι, οὐκ ἐπειδὴ τοὺς Χρυσίππου καὶ Ἀρι στοτέλους ἀνέγνωσαν λαβυρίνθους, οὐδὲ ὅτι Σωκράτης αὐτοὺς καὶ Πλάτων τόδε τὸ εἶδος ἐπαιδευσάτην·
 [01865]  παρ' ὧν, οἶμαι, ὁ Πλάτων τὰς ἀφορμὰς κεκλοφώς, ἔφη τοὺς ἀνιάτως [6.32] διακειμένους εἰς ὠφέλειαν ἑτέρων παιδεύεσθαι.
 [01951]  τούτων γὰρ ἁπάντων καὶ ἑτέρων γε πολλαπλασιόνων ἕκαστος ἐνδεής.
 [01953]  Ὁ μὲν γὰρ γεωργὸς στέργει τὴν τάξιν ἣν ἔλαχε καὶ ὁ οἰκέτης ὡσαύτως καὶ μέντοι καὶ ὁ χειροτέχνης ἀγαπᾷ τὴν τέχνην καὶ τοὺς πόνους οἷς ξυγκεκλήρωται, ὑμεῖς δὲ τρυφῶντες καὶ ὑπερμαζῶντες καὶ διὰ τῆς ἑτέρων διακονίας παντοδαπῆς χλιδῆς ἀπολαύοντες, λόγοις [6.56] βλασφήμοις τὸν τούτων κατατοξεύετε χορηγόν·
000-00-00 Serial Number=0245906353
Historia ecclesiastica Ante [Go Back]  
 [00163]  εἰ γὰρ ἑτέρων πολλῶν ἡ γνῶσις, καὶ τούτου ἀσυγκρί τως κολοβωτέρων, κέκρυπται τὴν ἀνθρωπίνην κατάληψιν (οἷά ἐστι παρὰ Παύλῳ·
 [03736]  δύο δὲ διελη [346] λυθότων ἐτῶν, πρεσβευτὴς Ῥωμαίων ἀφίκετο περὶ ἑτέρων τινῶν πρεσβεύων πραγμάτων·
000-00-00 Serial Number=0607965171
Historia religiosa Ante [Go Back]  
 [00693]  Μετὰ δὲ ταῦτα καὶ ἐκεῖνος τὸ ἑτέρων ἡγεμονεύειν καταλιπὼν εἰς ταύτην σὺν τῷ Ἀββᾷ τὴν ἀγέλην ἀφίκετο καὶ χρόνον μὲν οὐ σμικρὸν ἐπεβίω, λαμπρῶς δὲ ἀγωνισάμενος καὶ ἀοίδιμος γενόμενος ὑπεξῆλθε τὸν βίον.
 [00876]  [8.3] Τοσοῦτον δὲ ἀναδεδεγμένος πόνον σύνοικον λαβεῖν οὐκ ἠνέσχετο πώποτε, ἀλλὰ τὴν αὐτουργίαν τῆς παρ' ἑτέρων αὐτῷ προσφερομένης θεραπείας προείλετο·
 [00883]  εἶτα λόγων ἑτέρων μεταξὺ γενομένων, ἀθυμεῖν ἔλεγε διχῇ μεριζομένου τοῦ λογισμοῦ.
 [01309]  τριάκοντα αὐτὴν ἔλεγον τῆς ἡμέρας ὄρνεις ἐσθίουσαν μὴ σβεννύναι κόρῳ τὴν ἔφεσιν, ἀλλ' ἔτι ἑτέρων ὀρέγεσθαι.
 [02402]  Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τοῖς ἑτέρων πόνοις ἀπόνως ἐντρυ φῶντας προσευχῇ τοὺς πόνους ἀμείψασθαι.
000-00-00 Serial Number=0581542134
Interpretatio in Danielem Ante [Go Back]  
 [00249]  Ἀλλ' ὅμως οὐ σμικρὰν καὶ οὗτος ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλε γέντων ἀμείνους εὑρὼν, κάλλει τε καὶ μεγέθει σώματος, σοφίᾳ τε καὶ συνέσει ψυχῆς, ῥυθμῷ τε λόγων καὶ πάσῃ λογικῇ ἐπιστήμῃ.
 [00295]  Πῶς γὰρ οὐκ ἄκρας παραπληξίας τὸ παρ' ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην;
 [00882]  Τὸ γὰρ πλῆθος τῶν συμφορῶν ἑτέρους ἡμᾶς ἀνθ' ἑτέρων εἰργάσατο, καὶ παραβάτας ὄντας τῶν σῶν ἐντολῶν, ἐν ὅλῃ σε καρ δίᾳ καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασε.
000-00-00 Serial Number=0669050992
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00006]  ἢ γὰρ παν τελῶς οὐχ ὁρῶσιν, ἢ ἕτερα βλέποντες ἀνθ' ἑτέρων, οὐ διακρίνουσι δικαίως τῶν ὁρωμένων τὴν φύσιν.
 [00010]  ἀχλύος δὲ τοιαύτης ἐπιπροσθούσης ταυτὸν ὑπομένει τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, ἢ παντελῶς οὐχ ὁρᾷ, τοῦ πάθους ἐπικρατήσαντος.
 [01475]  Οὕτω πάλιν δι' ἑτέρων λόγων τὰ αὐτὰ σημήνας, καὶ τοῖς κατηγοροῦσι τῶν προφητῶν, ὡς τὰ παρόντα μὲν οὐ προλεγόντων, τὰ δὲ μακροῖς ὕστερον χρόνοις ἐσόμενα ψευδῶς προαγορευόντων, ἀπειλήσας τὴν ταχεῖαν τῶν προφητευομένων ἀλήθειαν·
 [01647]  ∆ιὰ πλειόνων δὲ πάλιν ἑτέρων ταῦτά φησι·
 [01939]  Ὑπόχαλκον καλεῖται νόμισμα τὸ ἀδόκιμον, καὶ ὑλῶν ἑτέρων ἐπιμιξίαν δεξάμενον.
 [03273]  Ἐπειδὴ γὰρ τῶν μὲν ἐμῶν οὐκ ἠνείχετο νόμων, ἐμοὶ δὲ ἀνακειμένη ἑτέρων ἠράσθη, τῆς μὲν ἐμῆς αὐτὴν ἐγύμνωσα προνοίας, παρέδωκα δὲ αὐτὴν ἐκείνοις, οὓς τῆς ἐμῆς προείλετο κοινωνίας.
 [03904]  τούτους γὰρ συμμίκτους ἐκάλεσε, τοὺς ἐξ ἑτέρων [81.1081] μὲν ἐθνῶν ὁρμωμένους, σὺν αὐτοῖς δὲ οἰκεῖν αἱρου μένους.
 [04324]  ἀλλὰ τὰ μὲν αὐτὸς πρυτανεύει, τὰ δὲ γίνεσθαι συγχωρεῖ, νῦν μὲν τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, νῦν δὲ τοὺς ἀξίους δι' ἑτέρων κολάζεσθαι συγχωρῶν.
000-00-00 Serial Number=0819305182
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01819]  οὔτε γὰρ ὤνησά τινα, οὔτε ὠφέλειαν παρ' ἑτέρων ἐκομι σάμην·
 [04384]  ἃ γὰρ εἰς τὸν Ἰσραὴλ εἰργάσατο, ὑφ' ἑτέρων πείσεται.
000-00-00 Serial Number=0817700326
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00039]  Τοὺς δὲ ψαλμοὺς οὐχ ἅπαντας αὐτοῦ τινες ἔφασαν εἶναι τοῦ ∆αβὶδ, ἀλλὰ καὶ ἑτέρων.
 [00758]  Αὐτὴν κατ' αὐτὴν κριθῆναι τὴν παροῦσαν ὑπόθεσιν ἱκετεύω, καὶ μὴ ἑτέρων νῦν δοῦναι δίκας ἁμαρτημάτων.
 [00796]  Ταῖς οἰκείαις, φησὶν ἁλώσεται πάγαις, καὶ τῶν οἰκείων πόνων τὰ ἐπίχειρα δέξεται, καὶ θηρευθήσεται δι κτύοις, ἃ πρὸς ἄγραν ἑτέρων διέπηξεν.
000-00-00 Serial Number=0412541747
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00796]  Οἱ δὲ φρενῶν ἐστερη μένοι, καὶ τὸ λογικὸν ἀπολέσαντες, οὔτε συνιδεῖν ἐθέλουσιν, οὔτε μαθεῖν παρ' ἑτέρων ἀνέχονται.
 [03688]  Ἦσαν δὲ καὶ πάλαι παρὰ Ἰουδαίοις τοιοῦτοι πολλοὶ, ἐκ μὲν τῆς Ἀβραμιαίας οὐ βλα στήσαντες ῥίζης, ἐξ ἑτέρων δὲ προσελθόντες ἐθνῶν, προσήλυτοι προσαγορευόμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι.
 [06631]  Λέγει δὲ καὶ ταῦτα μεθ' ἑτέρων πολλῶν·
 [06800]  δύναμιν δὲ φοβερῶν, τὰς ἐπὶ τιμωρίᾳ ἑτέρων δειχθείσας μεγαλουργίας·
000-00-00 Serial Number=0045436919
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00015]  Εἰ δὲ καὶ τοῖς ἑτέρων ἐνθυμήμασί τις ἀκολουθεῖν ἡμᾶς φήσειε, καὶ οὕτως εὑρήσει τὸν δυνατὸν ἡμῖν ἔρανον συνεισφέρον τας.
 [02195]  Τοσ αύτη, φησὶ, φθορὰ τῶν ἐνοικούντων τὴν πόλιν γενή σεται, ὡς ἐνίας οἰκίας πάντας ἔχειν τοὺς ἐνοικοῦντας νεκροὺς, καὶ τοὺς πελάζοντας, ἢ γένει προσήκοντας, ἐξ ἑτέρων οἰκιῶν παραγινομένους τῶν τετελευτηκό των τὰ σώματα παραδιδόναι ταφῇ·
 [03483]  Ἀσσυρίους δὲ θηριωδῶς τούτοις προσενεχθέντας, καὶ ὠμότητι χρησαμένους, πολλὰς δι' ἑτέρων πάλιν εἰσεπράξατο δίκας.
 [04040]  Οὕτω διαμορφώσας ὁ μα κάριος προφήτης τοῦ λόγου τὸν χαρακτῆρα, καὶ σχηματίσας εἰς ἐρώτησιν καὶ ἀπόκρισιν, εἰς ἐπαπό ρησιν καὶ λύσιν τῶν ζητουμένων, καὶ δείξας τοῦ Θεοῦ τὸ δίκαιον, καὶ ὅπως Ἰουδαίους μὲν διὰ Βαβυλωνίων, [81.1825] καὶ Βαβυλωνίους δὲ δι' ἑτέρων εἰσπράττεται δίκας, εἰς ὑμνῳδίαν μεταβάλλει τὸν λόγον καὶ προσευχὴν, πάλιν ἐν προσχήματι προσευχῆς τὰ ἐσόμενα προθε σπίζων.
 [05067]  Καὶ ταῦτα δὲ πάντα αἰνί γματά ἐστιν ἑτέρων πραγμάτων.
 [06297]  οὐ δέομαι γὰρ μαρτύρων ἑτέρων, ἀλλ' αὐτ όπτης εἰμὶ τῆς πονηρίας.
000-00-00 Serial Number=0331993103
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00949]  γνοὺς δὲ ὁ Ἰησοῦς τοῦ Ἰωάννου τὸν σκοπόν, ἐπὶ τῆς παρουσίας τῶν μαθητῶν Ἰωάννου ἐποίησε πολλὰ θαύματα, πείθων αὐτοὺς καὶ δι' αὐτῶν καὶ τὸν Ἰωάννην, ὡς αὐτὸς εἴη πεποιηκὼς καὶ τὰ ἐπ' ὀνόματι ἑτέρων φημιζόμενα θαύματα, ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς.
 [01894]  ὅτι δὲ κρατοῦντος τοῦ ἑλληνισμοῦ ἐγένοντο οἱ ἀφανισμοὶ πόλεών τε καὶ ἀγρῶν, μαρτυρεῖ ἡ ἐρημία τῶν τε Βαβυλωνίων καὶ Ἀσσυρίων καὶ τῆς Νινευὴ καὶ ἑτέρων ἐθνῶν πολλῶν.
 [02126]  Εἰ δίκαιός ἐστιν ὁ τὸν ἡμαρτηκότα ὑπὲρ ὧν ἥμαρτε τιμωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ τοσοῦτον λαὸν διὰ πταίσματα θανατώσας ἑτέρων;
000-00-00 Serial Number=0604099452
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00385]  ἄνθρωπος δὲ δεῖται μὲν ὕλης, δεῖται δὲ καὶ ὀργάνων καὶ βουλῆς καὶ ἐνθυμήσεων καὶ χρόνου καὶ πόνου καὶ τεχνῶν ἑτέρων εἰς τὴν τοῦ γενομένου κατασκευήν.
 [02649]  δηλοῖ δὲ τοὔνομα ἀρρωστίας ἢ χαλεπῶν τινων ἑτέρων ἀπαλλαγήν.
 [02910]  πολλάκις γὰρ ἕτερα δι' ἑτέρων διδάσκει, καὶ τοῦτο ῥᾴδιον ἐντεῦθεν καταμαθεῖν.
 [04510]  ἰστέον μέντοι καὶ τοῦτο, ὡς ἕτερα δι' ἑτέρων ὁ δεσπότης οἰκονομεῖ.
 [05068]  καὶ ἐγένετο ὡς ἀπέθνῃσ κεν ὁ κριτὴς καὶ ἀπέστρεφον καὶ διέφθειρον πά λιν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, τοῦ λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς .
000-00-00 Serial Number=0329955697
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00415]  Μετὰ γὰρ δὴ τὴν τοῦ μέλιτος γεῦ σιν, ἤκουσε τοῦ πατρὸς τὴν ἀρὰν, ἑτέρων ἀπαγγει λάντων.
 [01188]  [80.612] ὡς ἐπαμῦναι πειραθέντα τῇ κιβωτῷ, ἢ παντὸς τοῦ λαοῦ προστατεύουσα, τῆς ἑτέρων ἐπικουρίας οὐκ ἔχρῃζεν.
 [01599]  Καὶ [80.641] ἐνταῦθα τοίνυν ἡ ὑπόκρισις, οὐκ ἐπὶ κέρδει χρημά των, οὐκ ἐπὶ λύμῃ ἑτέρων, ἀλλ' ἐπὶ ζήλῳ προφή του καὶ βασιλέως εὐσεβοῦντος, ἐγένετο.
 [02211]  Τούτων δὲ ἕκαστος δεκά πηχυς ἦν, ὥστε θάτερον μὲν τῶν πτερῶν τοῖς τοί χοις πελάζειν, τὰς δὲ τῶν ἑτέρων ἀρχὰς ἀλλήλοις συνάπτεσθαι, καὶ συγκαλύπτειν τὴν κιβωτόν·
 [03199]  νῦν δὲ κριθίνους εἴκοσιν ἑκατὸν ἀνδράσι παρέθηκε, καὶ τούτους ὑφ' ἑτέρων προσ ενεχθέντας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»