Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐφόδιον [11]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐφόδιον


000-00-00 Serial Number=0387467384
De providentia orationes decem Ante [Go Back]  
 [00214]  Ἵνα δὲ μή τις τῶν τὴν σελήνην ὅρον τῇ Προνοίᾳ τεθεικότων, καὶ μέχρι ταύ της αὐτὴν διήκειν εἰρηκότων, καὶ λίαν αὐτὴν σμι κρολόγον ἀποφηναμένων, ἐφόδιον εἰς βλασφημίαν λάβῃ τῶν λόγων τὴν συμμετρίαν, δεῦρο δή σε πάλιν, ὦ φιλότης, ἐκεῖθεν διὰ τοῦ ἀέρος ἐπὶ τὴν γῆν κατα βιβάσωμεν, καὶ κατὰ βραχύ σε πάλιν καθάπερ τῇ προτεραίᾳ ποδηγήσαντες, ὑποδείξωμεν καὶ ἐν τοῖς βραχυτάτοις τῆς κτίσεως μορίοις φαινομένην ταύτην καὶ δεικνυμένην τοῖς προσέχειν ἐθέλουσι, καὶ ἁπα ξαπλῶς τοῖς γεννητὴν λαχοῦσι φύσιν, κοινῇ καὶ ἰδίᾳ συμπαρομαρτοῦσαν ἀεί.
 [00886]  Τί δήποτε, φασὶ, πλουτοῦσι μὲν τῶν ἀνθρώπων οἱ πονηρότατοι, καὶ μυρίοις πάντοθεν ἀγαθοῖς πε [83.645] ριῤῥέονται, καὶ ἐξ οὐρίων τὸν βίον ὁδεύουσι, καὶ λαμβάνουσιν ἀδικίας ἐφόδιον τοῦ πλούτου τὰ ῥεύ ματα;
 [01446]  Ἄνθρωπος τοσαύταις περικλυζόμενος συμφοραῖς, ἀπόγονος μὲν τοῦ Ἀβρα ὰμ, ἔκγονος δὲ τοῦ Ἰσαὰκ, υἱὸς δὲ τοῦ Ἰακὼβ, πάντων αὐτῶν προσφιλέστατος, φωτὸς δίκην ὁρώ μενος, ἀφορμὴ θυμηδίας ὑπάρχων, εἰς δουλείαν μετα πεσὼν, καὶ ταύτην ὑπομείνας τὴν συμφορὰν, οὐ βαρβάρων τινῶν ἀγρίων δορυάλωτον εἰληχότων, ἀλλὰ ἀδελφῶν φθόνῳ δεδουλευκότων, καὶ οὐδὲ ἀδικίαν τινὰ δεικνύντων, ἀλλὰ τοὺς ὀνείρους ἐφόδιον εἰς δυσμέ νειαν εἰληφότων, οὐδὲν τούτων εἰς διάνοιαν λαμ βάνων, οὐδὲ τὰ μετὰ τὴν δουλείαν συμβεβηκότα, καὶ τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας, καὶ τὴν μετὰ νίκην καταδίκην, καὶ τὴν ἀντὶ στεφάνων τιμωρίαν, καὶ ἀντὶ ἀναῤῥήσεων δεσμωτήριον, προσ ῄει τοὺς ἄλλους ἀθυμοῦντας παρηγορῶν, καὶ τῶν συν δεσμωτῶν ἐπυνθάνετο, λέγων·
 [01621]  Οὐδὲ γὰρ διὰ τοῦτο δέδωκε τοῖς ἀνθρώποις τὸν πλοῦ τον ὁ τῶν ὅλων Πρύτανις, ἵν' εἰς ἀκολασίαν αὐτὸν δαπανήσωσι, καὶ πονηρίας ἐφόδιον γένηται·
000-00-00 Serial Number=0446465671
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00032]  οὗ δὴ ἕνεκεν οἱ κατὰ τὴν ὁσιότητα ταῖς ἐλπίσιν ἐκείναις τρεφόμενοι ὑπερο ρῶσι μὲν τῶν παρόντων, τὰ δὲ πλεῖστα τῶν ὄντων εἰς ἐκείνην παραπέμπουσι τὴν ζωήν, ἵν' ἔχωσιν ἀποδημοῦντες ἐφόδιον.
000-00-00 Serial Number=0776489854
Historia ecclesiastica Ante [Go Back]  
 [00698]  ἀλλὰ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφόδιον ἐξαπάτης εὑρόντες, ἀνεπάλαισάν τε καὶ τὴν προτέραν δυναστείαν ἀπέλαβον.
 [01898]  χαλεπαίνοντες δὲ οἱ τῆς ἀσεβείας ἐργάται καὶ θρασύτητος ἐφόδιον ἔχοντες τὴν ἀπὸ [182] τοῦ κρατοῦντος αὐτοῖς προσγενομένην παρρησίαν, πληγὰς αὐτοῖς ἀνηκέστους ἐπέφερον.
000-00-00 Serial Number=0452860177
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04549]  ἐφόδιον εἰς τυ ραννίδα λαμβάνοντες, καθάπερ τινὰ ἀρδείαν, τὴν παρ' ἐμοῦ χορηγηθεῖσαν αὐτοῖς τιμήν.
000-00-00 Serial Number=0861920595
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02825]  ἵνα μὴ ἐφόδιον ἀγνοίας ἡ ἁπλό της γενομένη, πολλὴν τὴν βλάβην ἐργάσηται·
000-00-00 Serial Number=0007725179
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00968]  Οὐκ ὄλεθρον ὑπομεῖναι τοὺς παρανό μους ἱκετεύει, ἀλλὰ μὴ δυναστεύειν, καὶ τὴν ἐξου σίαν ἐφόδιον ἔχειν εἰς ἀδικίαν.
 [06723]  Οἱ γὰρ οὕτως σε, φησὶ, βλασφημοῦν τες, καὶ ἀδικίᾳ καὶ πονηρίᾳ συζῶντες, ἐξ οὐρίων φέρονται, καὶ παρὰ σοῦ δεξάμενοι τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ἐφόδιον ἔχουσι τῆς ἀδικίας τὴν εὐπρα ξίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»