Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιμέλειαν [59]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιμέλειαν


000-00-00 Serial Number=0722562969
Commentaria in Isaiam Ante [Go Back]  
 [00458]  Ἐνταῦθα δοκεῖ μοι κατηγορεῖν μὲν τῶν ἱερέων καὶ διδασκάλων, τὸν δὲ λαὸν διδάσκειν, ὡς οὐ διὰ τὴν τῶν ψυχῶν ἐπιμέλειαν ἀποτρέπουσιν αὐτοὺς προσέχειν τῷ θείῳ κηρύγματι ἀλλὰ διὰ τὰς προσφερομένας αὐτοῖς ἀπαρχὰς καὶ δεκάτας ἃς ἀνάγκην ἐπιτιθέντες εἰσέπραττον.
 [07605]  ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου, δηλοῖ μὲν τὴν ἐν παντὶ τῷ χρόνῳ γεγενημένην αὐτῶν ἐπιμέλειαν, αἰνίττεται δὲ καὶ τοῦ σταυροῦ τὸ σωτήριον πάθος, ἐν ᾧ τὰς χεῖρας ἐξέτεινεν.
000-00-00 Serial Number=0312455773
De providentia orationes decem Ante [Go Back]  
 [00121]  Τοῦ μὲν γὰρ χειμῶνος λήγοντος, καὶ τοῦ ἔαρος ὑπολάμποντος, ἡνίκα πλείους τῶν ἀνθρώπων οἱ περὶ τὴν ἐργασίαν πόνοι, ὁδοιπορίαι τε καὶ ἐκδημίαι, καὶ ἀπὸ λιμένων ἀναγωγαὶ, καὶ θάλαττα ἐστορεσμένη, καὶ τῆς χειμερινῆς ἀπηλλαγ μένη τραχύτητος, καὶ ἡ γῆ τοῖς ληΐοις κομῶσα τὸν γηπόνον εἰς ἐπιμέλειαν καλεῖ, καὶ τὰ φυτὰ τὸν φυ τουργὸν εἰς τομὴν καὶ κάθαρσιν καὶ ἀρδείαν, καὶ
 [00122]  [83.568] τὴν διὰ σκαπάνης ἐπιμέλειαν, τηνικαῦτα δανείζεται παρὰ τῆς νυκτὸς ἡ ἡμέρα, αὔξουσα τοῖς ἀνθρώποις τὸν τῆς ἐργασίας καιρόν·
 [00366]  Σὺ δὲ ταῦτα βλέπων, καὶ τούτων ἀπολαύων, οὐδ' ὑμνεῖν ἐθέλεις τὸν τούτων αἴτιόν σοι γεγενημένον, ἀλλ' ἀμέλειαν κατηγορεῖς τοῦ πᾶσαν ἐπιμέλειαν ὧν πεποίηκε ποιουμένου.
 [00884]  Ἀλλὰ καὶ τού των ἁπάντων ἀπολαύοντες, λυττῶσι καὶ μεμήνασι, καὶ τὴν πολλὴν ἐπιμέλειαν ἀμέλειαν ὀνομάζουσι, καὶ τὸν πλοῦτον ἡμῖν καὶ τὴν πενίαν εἰς μέσον προβάλ λονται, καὶ τῆς ἀνωμαλίας τοῦ βίου κατηγοροῦσι.
 [01347]  ∆ίκαιος μὲν γὰρ, φησὶν, ὑπάρχεις, πλείονα τῶν εὐσεβῶν ποιούμενος ἐπιμέλειαν, καὶ τὸν σὸν μὲν εὔνουν οἰκέτην, ἐμὸν δὲ χρηστὸν δεσπότην, πάσης ἀξιῶν θεραπείας.
 [01376]  Καὶ περὶ τοὺς τετιμηκότας εὐγνώμων γινόμενος, τῶν ἰθυνομένων ἐποιεῖτο τὴν προσήκουσαν ἐπιμέλειαν.
 [01659]  τοὺς δὲ τῇ ἀρετῇ κομῶντας, καὶ ἀλσοκόμους τοῦ θείου τούτου παραδείσου γιγνομένους, καὶ πολὺν μὲν ἱδρῶτα, πολὺν δὲ πόνον εἰς τὴν τῶν φυτῶν τούτων εἰσφέροντας ἐπιμέλειαν, μόνους ἄκαρπον ἔχειν τὸν πόνον, καὶ ἀγέραστον τὸν ἱδρῶτα;
 [02140]  Καὶ καθάπερ εἰς τοῦδε τοῦ ἔθνους ἐπιμέλειαν, νῦν μὲν ἐξελέξατο τὸν Μωϋσῆν, νῦν δὲ τὸν Ἰησοῦν, καὶ πάλιν τὸν Σαμουὴλ, ἄλλοτε δὲ ἄλλον τῶν προφητῶν, καὶ δι' ἑνὸς ἀνθρώπου φιλοσοφίαν ἀσκοῦντος, ἅπαντας εὐηργέτει τοὺς ὁμοφύλους·
000-00-00 Serial Number=0752188981
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00338]  Πολλῶν [γὰ]ρ τὸ ἔ[θνος] τῶν Ἰσαύρων κατηγορούντων, ὡς ἐρῶσι χρημάτων καὶ φιλόχρυσοι καὶ τοῦ πλείονος ἐφιέμενοι, εὕρομεν τὸν λαμπρότατον Νέωνα, παρ' ἐκείνοις μὲν φύντα καὶ τραφέντα, τὸν πλεονεκτικὸν δὲ βδελυξάμενον βίον, μᾶλλον δὲ οὐ μόνον ἀδίκως τὴν χεῖρα προ τεῖναι μὴ ἀνασχόμενον, ἀλλ' οὐδὲ δικαίως κερδάναι προελόμε νον, τὰ δὲ οἰκεῖα προέμενον εἰς τὴν τῶν πόλεων ἐπιμέλειαν, καὶ παντὶ μὲν ἀδικουμένῳ τὴν ἀκοὴν ὑποσχόντα, ἀδίκοις δὲ καὶ συκοφάνταις ἀποκλείσαντα τὰς τοῦ δικαστηρίου κιγκλίδας.
000-00-00 Serial Number=0242254496
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00999]  Εἰ δὲ ἀλόγων προβάτων τοσαύτην ὁ θαυμάσιος ἀνὴρ ἐποιήσατο πρόνοιαν, καὶ ταύτην τῷ πεπιστευκότι τὴν ἀπολογίαν προσήνεγκεν, τί οὐ ποιητέον ἡμῖν, λογικὰ μὲν ἐγχειρισθεῖσιν πρόβατα, παρὰ δὲ τοῦ Θεοῦ τῶν ὅλων ταύτην δεξαμένοις τὴν ἐπιμέλειαν, καὶ λογιζομένοις ὅτι ὁ ∆εσπότης ὑπὲρ τούτων ἔδωκε τὴν ψυχήν;
 [02130]  Μετὰ μέντοι τοὺς ἐλέγχους, καὶ τῆς ἀληθείας τὸ κράτος, φυγεῖν ἡμῖν πρόκειται τὴν τῶν κοινῶν ἐπιμέλειαν, καὶ πρὸς τὴν τριπόθητον ἡμῖν ἡσυχίαν παλινδρομῆσαι.
000-00-00 Serial Number=0031762540
Eranistes Ante [Go Back]  
 [01201]  {ΟΡΘ.} Εἰ δὲ φυτουργὸς ἦσθα, πᾶσιν ἂν τοῖς φυτοῖς τὴν αὐτὴν προσήνεγκας ἐπιμέλειαν, ἢ τῇ μὲν ῥοιᾷ τὴν αὐτῇ προσήκουσαν, τῇ δὲ συκῇ τὴν οἰκείαν, καὶ τῇ ὄχνῃ ὡσαύτως, καὶ τῇ μηλέᾳ, καὶ ταῖς ἡμε ρίσι τὰς καταλλήλους·
 [01204]  {ΟΡΘ.} Εἰ δὲ ναυπηγικὴν μετεχείριζες τέχνην, ἐθεάσω δὲ τὴν ἱστοδόκην νεουργίας δεομένην, τὴν τοῖς πηδαλίοις διαφέρουσαν ἐπιμέλειαν προσήνεγκας ἂν αὐτῇ, ἢ τὴν τῇ ἱστοδόκῃ προσήκουσαν;
000-00-00 Serial Number=0821624637
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02572]  Χρὴ γὰρ ἡμᾶς περινοστῆσαι, καὶ πᾶσαν τὴν ἁρμόττουσαν ἐπιμέλειαν προσενεγκεῖν.
000-00-00 Serial Number=0164379656
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01868]  Τεκμηριοῖ δὲ καὶ ταῦτα, καὶ τὰ ἐν τῷ ∆ανιὴλ εἰρη μένα, καὶ τὰ ὑπὸ τοῦ Κυρίου λεχθέντα, τινὰς μὲν τῶν ἀγγέλων ἐθνῶν προστατεύειν, τινὰς δὲ ἑνὸς ἑκά στου τῶν ἀνθρώπων πεπιστεῦσθαι τὴν ἐπιμέλειαν, ὥστε μὴ σίνεσθαι αὐτοὺς καὶ πημαίνειν τοὺς ἀλά στορας δαίμονας.
 [02033]  ἢ γὰρ οὐκ ἔχει δύναμιν πρὸς τὴν τῶν ὅλων ἐπιμέλειαν ἐξαρκοῦσαν, ἢ δυναμένη, ὀκνοῦσα δὲ τὰ καθ' ἡμᾶς ἀκυβέρνητα καταλέλοιπεν.
 [02926]  Τὴν γὰρ Ναυάτου θηριωδίαν βδελύτ τεται, καὶ κατηγορεῖ τῶν ποιμένων, ὅσοι ταύτην οὐκ ἐποιήσαντο τῶν προβάτων τὴν ἐπιμέλειαν.
000-00-00 Serial Number=0436590672
Historia ecclesiastica Ante [Go Back]  
 [00143]  οὐ γὰρ φύσει καὶ κατ' ἐξαίρετον τῶν ἄλλων υἱῶν ἔχοντά τι (οὔτε γὰρ φύσει υἱός τίς ἐστι τοῦ θεοῦ, φασίν, οὔτε τινὰ ἔχων ἰδιότητα πρὸς αὐτόν), ἀλλὰ καὶ αὐτὸν τρεπτῆς τυγχάνοντα φύσεως, διὰ τρόπων ἐπιμέλειαν καὶ ἄσκησιν μὴ τρεπόμενον ἐπὶ τὸ χεῖρον, ἐξελέξατο·
 [02834]  Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ·
 [03058]  ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων ἐνεχείρισε κύριος καὶ σὺ τῶν ἄλλων ἀναδέδεξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην·
 [03070]  Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὃς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώ μασι δὲ μᾶλλον οἰκείοις ἢ προγονικοῖς ἐλαμπρύνετο·
000-00-00 Serial Number=0406029403
Historia religiosa Ante [Go Back]  
 [00443]  Οὕτω δὲ περιφανὴς ἐγένετο καὶ περίβλεπτος, ὡς καὶ τῆς ἀρχιερατικῆς προεδρίας ἀξιωθῆναι καὶ ποιμενικὴν ἐγχειρισθῆναι κηδεμονίαν, καὶ τῆς οἰκείας πατρίδος ἐμπιστευθῆναι τὴν ἐπιμέλειαν.
 [00444]  [3.6] Εὐσέβιος δὲ ὁ θαυμάσιος, τῆς συναθροισθείσης προστα τεύων ἀγέλης, καὶ τοῦ διδασκάλου τὴν ἐπιμέλειαν ἀνεδέδεκτο, καὶ μόνος εἰς καιρὸν αὐτῷ φοιτᾶν καὶ πυνθάνεσθαι μή τι βούλοιτο ἠξιοῦτο.
 [00489]  Τότε τις τῶν καθημένων, συνήθης ὢν αὐτῷ διὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἄλλως δὲ ἀξιώματι λάμπων·
 [00613]  Τὸ μὲν γὰρ πᾶσαν εἰς ἑαυτόν τινα περιστῆσαι τὴν ἐπιμέλειαν, οὐκ ἄν, ὡς οἶμαι, φιλαυτίας διαφύγοι γραφήν.
 [00629]  Ταῦτα καὶ τὰ τοιαῦτα λέγων τὸν θεῖον κατεκήλησεν ἄνδρα καί, τὴν ἐθελούσιον ἐκείνην διορύξας εἱρκτήν, ἐξῆγέ τε καὶ ἀπῆγε καὶ τῶν θιασωτῶν παρεδίδου τὴν ἐπιμέλειαν.
 [00632]  Καὶ ὁ μέγας Εὐσέβιος τὴν μετὰ πλειόνων διαγωγὴν ἀπεστρέ φετο μέν, εἶξε δὲ ὅμως καί, τοῖς τῆς ἀγάπης δικτύοις ἁλούς, ἐδέχετο τῆς ποίμνης τὴν ἐπιμέλειαν καὶ ἦγε τὸν χορὸν οὐ πολλῶν λόγων εἰς διδασκαλίαν δεόμενος·
 [00958]  Ἡττωμένης δὲ καὶ ταύτης, ἠνιᾶτο μὲν ὁ βασιλεὺς, ὠλοφύρετο δὲ ὁ τῶν ἵππων πεπιστευμένος τὴν ἐπιμέλειαν.
 [01405]  ∆ιαλάμψας δὲ ἐν τῷ καθ' ἑαυτὸν βίῳ κώμης τινὸς ἐνεχειρίσθη τὴν ἐπιμέλειαν·
 [01533]  [17.7] Τοιούτοις δὲ πόνοις κατατήκων τὸ σῶμα ἄπληστον τοῖς ἄλλοις προσέφερεν ἐπιμέλειαν·
 [01559]  Οὗτος τοίνυν ἄλλοις τὰ πρῶτα τὴν οἰκείαν καταπιστεύσας ἐπιμέλειαν ἤγετο ᾗ ἂν ἐκεῖνοι ἦγον·
 [02257]  [26.27] Ἀλλ' ἐν τούτοις ὢν καὶ ταῦτα ἅπαντα δρῶν οὐδὲ τῆς τῶν ἁγίων ἐκκλησιῶν ἀμελεῖ προμηθείας, νῦν μὲν ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν Ἰουδαίων κατα λύων θρασύτητα, ἄλλοτε δὲ τὰς τῶν αἱρετικῶν συμμορίας σκεδαννύς, καί ποτε μὲν βασιλεῖ περὶ τούτων ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν θεῖον ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ αὐτοῖς τῶν ἐκκλησιῶν τοῖς ποιμέσι πλείονα ποιεῖσθαι τῶν ποιμνίων παρεγγυῶν τὴν ἐπιμέλειαν.
 [02555]  εὐεργεσίαν δὲ μεγίστην ἡγοῦμαι τῶν ἐμῶν προβάτων τὴν ἐπιμέλειαν, καὶ τὴν εἰς ἐκεῖνα κηδεμονίαν εἰς ἐμαυτὸν ἀναδέχομαι.
000-00-00 Serial Number=0076997876
Interpretatio in Danielem Ante [Go Back]  
 [00220]  Ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης, καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένῳ·
 [00617]  Πρῶτον μὲν οὖν διὰ τούτων αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν, ἔπειτα τῇ λήθῃ τοῦ ἐνυπνίου ἐλέγχει τὴν τῶν μάγων καὶ Χαλδαίων ψευ δολογίαν·
 [02923]  Οὐδεμίαν γὰρ, φησὶν, ἐπιμέλειαν ἐν πάσαις ταύταις ταῖς ἡμέραις τῷ σώματι προσενή νοχα, οὐκ ἀλοιφὴν ἔξωθεν, οὐ τροφὴν ἔνδοθεν.
 [03017]  ∆ιδασκόμεθα τοίνυν ἐκ τούτων, [81.1497] ὡς τῶν ἀγγέλων μὲν ἕκαστος τὴν ἑκάστου ἡμῶν ἐπιμέλειαν ἐγκεχείρισται, εἰς τὸ φρουρεῖν καὶ φυ λάττειν, καὶ τῶν τοῦ πονηροῦ δαίμονος ἐπιβουλῶν ἀπαλλάττειν·
 [03027]  Ὅ τε γὰρ τῶν Περσῶν ἄρχων, καὶ ὁ τῶν Ἑλλήνων ἄρχων, τουτέστιν, οἱ τὴν τούτων φυλα κήν τε καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι, ἀναγκαίως, ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι, ὧν τὴν κηδεμονίαν εἶχον, καὶ τοῦ Ἰσραὴλ δὲ τὴν παρανομίαν ὁρῶντες, ἐδυσχέραινον πλείονος αὐτοὺς βλέποντες ἀπολαύοντας προμηθείας.
 [03030]  Τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες, καὶ τὴν πολλὴν τοῦ Θεοῦ περὶ τὸν Ἰσραὴλ πρόνοιαν ὁρῶντες οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι, ἐδυσχέ ραινον θεώμενοι μάλιστα μετὰ νόμον, καὶ προφήτας, καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν, χεῖρον τῶν ὑπ' αὐτῶν ποιμαινομένων διακειμένους, καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς.
000-00-00 Serial Number=0513738453
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00477]  Οἱ μὲν γὰρ ἑνὸς ἔθνους τὴν ἐπιμέλειαν ἐπιστεύθησαν, ἐξ αὐτῶν ὁρμώμενοι, καὶ τὴν αὐτὴν φωνὴν ἔχοντες·
 [00499]  δώσω γάρ σοι ἰσχὺν ἀναλο γοῦσαν τῇ ἐκείνων ἀντιλογίᾳ, καὶ σύμμετρον τῷ πόνῳ παρέξω τὴν δύναμιν, καὶ πάσης πέτρας κρα ταιότερόν σου καταστήσω τὸ μέτωπον, ἵνα μήτε παροινούμενος, μήτε τυπτόμενος, μήτε ἄλλο τι τῶν δεινῶν ὑπομένων, φύγῃς τὴν τοῦ λόγου διακονίαν, καὶ τὴν τούτων ἐπιμέλειαν καταλίπῃς.
 [00576]  Ἀπόχρη δὲ ταῦτα καὶ ἡμᾶς εἰς σπουδὴν διεγεῖραι, καὶ παρασκευάσαι πᾶσαν ποιήσασθαι τῶν ἀδελφῶν ἐπιμέλειαν, καὶ μὴ λῆξαι πάντα καὶ λέγον τας πρὸς τὴν τούτων ὠφέλειαν καὶ πράττοντας, ἵνα καὶ τὴν ἠπειλημένην φύγωμεν τιμωρίαν, καὶ τῆς ἐπηγγελμένης τύχωμεν σωτηρίας, ἐν Χριστῷ Ἰη σοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00986]  διὰ δὲ τὴν αὐτῶν ἐπιμέλειαν κατεδεξάμην.
 [02323]  καὶ τούτων γὰρ κἀκείνων ∆εσπότης εἰμὶ, καὶ τὴν αὐτὴν ἁπάντων τὴν ἐπιμέλειαν ποιοῦμαι·
000-00-00 Serial Number=0292078733
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04073]  πλείονα γὰρ ποιεῖται τῶν ψυχῶν ἐπιμέλειαν·
000-00-00 Serial Number=0378871858
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00226]  Παρεγ γυᾷ τοίνυν ὁ προφητικὸς λόγος, ἡ τοῦ παναγίου Πνεύματος χάρις, τοῖς τὸ σωτήριον κήρυγμα πιστευ θεῖσι, περινοστεῖν καὶ διατρέχειν, καὶ τούς τε πύργους στηρίζειν τῇ διδασκαλίᾳ, τήν τε ἄλλην αὐτῆς δύναμιν βεβαιοῦν, πρὸς δὲ τούτοις καὶ διανεί μασθαι τὴν τῶν Ἐκκλησιῶν ἐπιμέλειαν·
 [00230]  ὥστε τοῦτον μὲν ταύτης, ἐκεῖνον δὲ ἐκείνης προμηθεῖσθαι τῆς Ἐκκλησίας, [80.1217] καὶ ἑκάστῃ ἐπιστῆναι τὸν γεωργοῦντα καὶ τὴν προσήκουσαν ποιούμενον ἐπιμέλειαν.
000-00-00 Serial Number=0790550590
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01133]  Λαὸν γὰρ ἡμᾶς οἰκεῖον καλεῖ, καὶ ὡς οἰκείοις προβάτοις προσφέρει τὴν ἐπιμέλειαν.
 [05531]  Οἱ τὰ κομῶντα θεώμενοι λήϊα, θαυμάζειν εἰώθασι τὴν γεωργῶν ἐπιμέλειαν, καὶ εὐλογοῦσι παριόντες τοὺς τὰ τοιαῦτα θερίζοντας·
000-00-00 Serial Number=0726840079
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02576]  οὗτος δὲ πάντων ἀνθρώπων ἐποιεῖ το τὴν ἐπιμέλειαν.
 [04623]  Εἶτα πάλιν αὐτοῖς παρακελεύεται σώφρονι χρήσασθαι λογισμῷ, καὶ πάντων προελέσθαι τοῦ θείου ναοῦ τὴν ἐπιμέλειαν, καὶ τὰς ἀμφιλαφεῖς καταλαβεῖν κορυφὰς, καὶ τὰ ἁρμόδια τῇ οἰκοδομίᾳ ξύλα τεμεῖν·
 [05534]  Ὁρῶντες γὰρ, φησὶν, αὐτῶν τὴν εὐσέβειαν σπουδαίαν, πᾶσαν αὐτῶν ποιήσονται ἐπιμέλειαν.
000-00-00 Serial Number=0841494560
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02150]  ὥσπερ γὰρ τοὺς λευΐτας, ἰσραηλίτας ὄντας, τῶν ἄλλων φυλῶν προτετίμηκε, καὶ εἰς τὴν θείαν ἀφώ ρισε λειτουργίαν, οὐ τῶν ἄλλων ἀμελῶν, ἀλλὰ διὰ τούτων τὴν ἐκείνων ποιούμενος ἐπιμέλειαν·
 [05423]  οὐ γὰρ εἰς τὴν σήν, φησί, πενίαν ἀπέβλεψεν, ἀλλ' εἰς τὸν νομοθέτην ὃς διηγόρευσε πᾶσαν ποιεῖσθαι τῶν χηρῶν ἐπιμέλειαν.
000-00-00 Serial Number=0414462268
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03132]  καὶ τὸ χρέος διὰ τὴν ἐκείνων ἐπιμέλειαν γε γενῆσθαι.
 [03139]  Ἧς τὴν ἐπιμέλειαν ἀμειβόμενος ὁ προφήτης, ἤρετο εἰ ἔστιν αὐτῇ λόγος λαλῆσαι πρὸς τὸν βασι λέα, ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως·
 [03285]  ∆ῆλον τοίνυν, ὡς ὁ Ἰσραὴλ ταῖς θεηλάτοις πληγαῖς ἐπαιδεύετο, ὡς μετὰ τοσαύτην ἐπιμέλειαν δυσσεβῶς πολιτευόμενος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»