Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιθυμίας [35]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιθυμίας


000-00-00 Serial Number=0992831707
De providentia orationes decem Ante [Go Back]  
 [01387]  Ὡς δὲ τῇ ὕλῃ τῆς θεωρίας ἔνδοθεν τῆς ἐπιθυμίας ἡ φλὸξ εἰς ὕψος ἠγείρετο, καὶ ὁ λογισμὸς παραυτίκα τὸν σπινθῆρα μὴ κατασβέσας, μεγίστην ὕστερον τὴν πυρὰν γενομένην οὐκέτι ἴσχυε σβέσαι, τηνικαῦτα σύμμαχον τὴν ἀναίδειαν ἐκείνη λα βοῦσα, σαγηνεύειν λόγοις ἐπειράθη τὸν νέον.
 [01391]  Ἀλλ' ἀντέταξε τὸν λογισμὸν καὶ δουλείᾳ, καὶ δεσποτείᾳ, καὶ βίου μεταβολῇ, καὶ ἐπιθυμίας ὁρμῇ, καὶ ἡλικίᾳ πυρπολουμένῃ, καὶ λό γοις πιθανοῖς καὶ κωτίλοις δούλῳ παρὰ δεσποί νης προσφερομένοις, καὶ κατηγόρων ἐρημίᾳ, καὶ προσδοκωμένῃ συκοφαντίᾳ, καὶ μυρίαις ἐντεῦθεν συμφοραῖς φυομέναις.
 [01393]  Καὶ τῇ πρε σβυτέρᾳ ὁ νέος, καὶ τῇ δεσποίνῃ δοῦλος, καὶ τῇ ἀνδρὶ συνεζευγμένῃ, καὶ τὴν ἐπιθυμίαν ἐννόμως ἀναπιμπλάναι δυναμένῃ, ὁ γάμου ζυγὸν οὐδέπω δεξάμενος, ἀλλὰ σφοδρὰς δεχόμε νος τῆς ἐπιθυμίας τὰς προσβολὰς, περὶ σωφροσύ νης προσφέρει παραίνεσιν.
 [01410]  μὴ τὰς ἀνδραποδώδεις ἐπιθυμίας κυρίας τῆς ψυχῆς ἀποφήνῃς, μηδὲ ἐναλλάξῃς τὴν τάξιν, μηδὲ ἀφέλῃ τὴν ἡγεμονίαν τῶν λογισμῶν, μηδὲ τὰς ἡνίας ἐγ χειρίσῃς τοῖς πάθεσιν.
 [01719]  ∆υ σχεραίνουσα πολλάκις ταῖς τῆς σαρκὸς ἀνάγκαις ὑπήκουσα, καὶ ἀδημονοῦσα καὶ λίαν ἀλγοῦσα τὰς ταύτης ἐπιθυμίας θεραπεύειν ἠναγκαζόμην.
000-00-00 Serial Number=0343751609
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02617]  Τὴν γὰρ τῆς αἰσχρᾶς ἐπιθυμίας δουλείαν ἀσπα σαμένη, καὶ τὴν ἀνδραποδώδη κολακείαν προσενεγκοῦσα τῷ σώφρονι, εἶτα μὴ δελεάσασα, μηδὲ ταῖς τῆς ἡδυπαθείας περι πείρασα πάγαις, ἀλλοτρίας εὐνῆς ἀπεκάλει λῃστὴν τῆς σωφρο σύνης τὸν ἐραστήν.
 [02833]  Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας .
000-00-00 Serial Number=0444495320
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01768]  χρεία γὰρ ἡμῖν οὐ μόνον τῶν θερ μαινόντων ἡμᾶς, καὶ πυρσευόντων ἐν ἡμῖν τὴν περὶ τὸν Θεὸν ἀγάπην, ἀλλὰ καὶ τῶν διαψυχόντων τὰς ἀκολάστους ἐπιθυμίας·
000-00-00 Serial Number=0869253933
Graecarum affectionum curatio Ante [Go Back]  
 [01719]  Ὁ δέ γε θυμὸς ξυνεργὸς ἐδόθη τῷ λογισμῷ, ἵνα τῆς ἐπιθυμίας κωλύῃ τὴν ἀμετρίαν.
 [01723]  Καὶ γὰρ ἡ ἐπι θυμία τοῦ θυμοῦ παύει τὴν ἀμετρίαν, καὶ ὁ θυμὸς αὖ πάλιν κολάζει τῆς ἐπιθυμίας τὴν ἀπληστίαν.
 [01725]  ἢν δὲ οὗτος, ἢ τῷ χαλαρῷ καὶ λείῳ τῆς ἐπιθυμίας καταθελχθεὶς ἢ τῷ θυμῷ ᾄττοντι παρὰ καιρὸν ξυνεξορμήσας, χαυνοτέρας ἢ προσῆκε τὰς ἡνίας ἐάσῃ, οἱ μὲν ἀτάκτως καθάπερ ἵπποι θέουσιν ἐνδακόντες τὸν χαλινόν, ὁ δὲ συρόμενος φέρεται, καταγέλαστός τε καὶ ἐπ
 [02706]  Καὶ οἰκήσεων καὶ ξυμποσίων καὶ γυμνασίων κοινωνοῦντες ἀλλήλοις, ὑπ' ἀνάγκης καὶ τῆς ἐμφύ [9.49] του ἐπιθυμίας ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν.
 [03897]  ἀλλ' ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ τῆς σαρκὸς πρόνοιαν [12.55] μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
 [03900]  Ἐπέδειξε δὲ καί, [12.56] ὅπως ἄρχεταί τε καὶ αὔξεται τῆς ἐπιθυμίας τὸ πάθος·
000-00-00 Serial Number=0851508856
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02609]  Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ [83.525] Χριστοῦ.
000-00-00 Serial Number=0822651803
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03561]  ∆ιὸ καὶ ζωννύναι τὰς ὀσφύας κελευό μεθα, ἵνα τῆς ἐπιθυμίας ἀναστέλλωμέν τε καὶ ἀνα χαιτίζωμεν τὰς ὁρμάς.
000-00-00 Serial Number=0092999816
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00766]  Ἐπειδὴ γὰρ τὰς ὑπο γαστρίους ὀρέξεις οἱ νεφροὶ διεγείρουσιν, ἐντεῦθεν δὲ λοιπὸν κινοῦνται τῆς ἐπιθυμίας οἱ λογισμοὶ, νε φροὺς τροπικῶς τοὺς λογισμοὺς προσηγόρευσεν.
 [00967]  Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, διδάσκουσα ἡμᾶς ἵν' ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, καὶ τὰ ἑξῆς.
 [04394]  Ἐξ ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύ πτειν εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας.
000-00-00 Serial Number=0918125212
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04359]  Οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν.
000-00-00 Serial Number=0971740723
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01872]  Τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ ∆εσπότης πληροῖ·
 [03536]  διαμαρτήσονται δὲ τῶν βουλευμά των, καὶ τῆς ἐπιθυμίας οὐκ ἀπολαύσουσιν.
 [04158]  μερίζουσι γὰρ ταύτην, οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτι κῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους, καὶ φθόνους, καὶ δόλους, καὶ τὰς τῶν πλησίων ἐπιβουλάς.
 [06365]  Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ.
 [06367]  Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου.
 [06369]  Τῆς ἐμῆς, φησὶν, ἐφιεμένῳ σφαγῆς μὴ δῷς τὴν τῆς ἐπιθυμίας ἀπόλαυσιν.
000-00-00 Serial Number=0911419094
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [03968]  Ἅδῃ γὰρ καὶ θανάτῳ παραπλησίως κόρον λαβεῖν οὐκ ἐθέλει, καὶ πάντας ἀνθρώπους ὑφ' ἑαυτὸν ποιούμενος, οὐκ ἐμ πίπλησι τῆς ἐπιθυμίας τὴν δυναστείαν.
000-00-00 Serial Number=0728309274
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00631]  ὥσπερ γὰρ ὁ ὁρῶν γυναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ' ὅταν ἡ γνῶσις ἐξυπνίσῃ τὸ τῆς ἐπιθυμίας πάθος, οὐδ' οὕτω πόρνος ἐστίν, ἀλλ' ὅταν συγκατατίθεται τῷ πά θει ἡ προαίρεσις, τότε ἐστὶ πόρνος ἢ κατὰ τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτω καὶ τῶν ἀγαθῶν καὶ κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐτοὺς εἶναι ἢ κακούς, ἀλλ' ἡ προαίρεσις ἡ κατὰ προτίμησιν τὸ δοκοῦν αἱρησαμένη.
000-00-00 Serial Number=0557362854
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01662]  ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου, ὑπερίσχυσας ὑπὲρ εὐλογίας ὀρέων μονί [98] μων καὶ ἐπιθυμίας θινῶν αἰωνίων ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν .
 [01672]  ὑπερίσχυσας, γάρ φησιν, ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπιθυμίας θινῶν αἰωνίων·
 [02637]  λέγει δὲ ὅτι θεασάμενός σε τῷ τῶν θυσίων αἵματι χαίρουσαν, συνεχώρησά σοι τῆς τοιαύτης ἀπολαύειν ἐπιθυμίας.
 [02912]  ἀλλ' εἰ τοῦτο ἁπλῶς οὕτως διηγόρευσεν, οὐκ ἂν ἐκράτησαν τῆς ἐπιθυμίας οἱ ἄνδρες·
000-00-00 Serial Number=0668529749
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01374]  ∆ῆλος δέ ἐστι καὶ σφοδρότερον [ἢ] κατὰ φύσιν ἐσχηκὼς τῆς ἐπιθυμίας τὸ πάθος.
 [01436]  Ἐκεῖνο μὲν γὰρ ἐπιθυμίας ἦν σφοδροτάτης κάρον ἐργασαμένης τῷ λογισμῷ·
 [01818]  ἀλλ' εὐσεβεῖ λογισμῷ τῆς ἐπιθυμίας ἐκράτησεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»