Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπειράθησαν [28]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπειράθησαν


000-00-00 Serial Number=0064021587
Commentaria in Isaiam Ante [Go Back]  
 [01290]  Ἐπιτείχισμα κατασκευάσαι κατὰ τῆς Ἱερουσαλὴμ ἐπειράθησαν, σαθρὰν καὶ πλίνθοις πεπτωκυίαις ἴσην τὴν ἐκείνων ὀνομάζοντες βασιλείαν.
000-00-00 Serial Number=0903619468
De providentia orationes decem Ante [Go Back]  
 [01820]  ὧν τὴν χρείαν καὶ τὴν ἐνέργειαν, πολλοὶ μὲν τῶν περὶ ταῦτα δεινῶν διεξελ θεῖν ἐπειράθησαν, ἡττηθέντες δὲ τῆς τοῦ ∆ημιουρ γοῦ σοφίας, εἰς ὑμνῳδίαν τὸν λόγον ἐπέραναν·
000-00-00 Serial Number=0444579244
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01144]  Οἱ γὰρ τὴν Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνητος καὶ τῶν ἄλλων δοκητῶν αἵρεσιν ἐπὶ τοῦ παρόντος ἀνανεούμενοι, δυσχεραί νοντες ὅτι τὴν αἵρεσιν αὐτῶν ἄντικρυς στηλιτεύομεν, ἐξ απατῆσαι τὰς βασιλικὰς ἐπειράθησαν ἀκοάς, αἱρετικοὺς ἡμᾶς ἀποκαλοῦντες, καὶ εἰς δύο μερίζειν υἱοὺς συκοφαντοῦντες τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον.
 [02505]  Οὗτοι δὲ τὸν Ἀπολινάριον, καὶ μέντοι καὶ Ἄρειον καὶ Εὐνόμιον ὑπερβῆναι τῇ ἀσεβείᾳ φιλονεικήσαντες, τὴν ὑπὸ Βαλεντίνου καὶ Βαρδησάνου πάλαι σπαρεῖσαν αἵρεσιν, εἶτα πρόρριζον ὑπὸ τῶν ἀρίστων ἀνασπασθεῖσαν γεωργῶν, φυτεῦσαι νῦν ἐπειράθησαν.
000-00-00 Serial Number=0829939663
Graecarum affectionum curatio Ante [Go Back]  
 [02152]  Εἰ γὰρ καὶ τούτων οὕτω πρυτανευθέντων, ἐπειράθησαν τοῦτο δρᾶσαι πολλάκις, τί οὐκ ἂν ἐτόλμησαν, εἰ τὴν εὐαγγελι κὴν αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς φιλοσοφίαν ἐνομοθέτησεν;
000-00-00 Serial Number=0086639166
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00750]  Καὶ πρῶτον μὲν εἰσ ηγήσεσι καὶ συμβουλαῖς ἐπειράθησαν τῆς κακοδοξίας μεταθεῖναι τὸν Παῦλον.
 [00754]  ἀλλὰ πρῶτον μὲν ἐπειράθησαν ἰατρεῦσαι γράμμασι τὴν νόσον·
 [00892]  Ἀλλ' ὅμως καὶ τῶνδε τῶν λόγων ἀκούσαντες οἱ συνεληλυθότες εἰς τὴν Ῥώμην ἐπίσκοποι, ἐπειράθησαν πεῖσαι συνθέσθαι τοῖς ἄριστα δόξασιν.
000-00-00 Serial Number=0765698373
Historia ecclesiastica Ante [Go Back]  
 [01441]  ἐπειδὴ δὲ συνῆλθον, φενακίσαι μὲν ἐπειράθησαν οἱ τῆς Ἀρείου λώβης μετει ληχότες τῶν συναθροισθέντων τὸ πλῆθος, καὶ διαφερόντως τοὺς Ἑσπερίους ἁπλοῖς ἤθεσι κεχρημένους.
000-00-00 Serial Number=0318547606
Historia religiosa Ante [Go Back]  
 [01994]  Οὗτοι βραχὺν αὐτῷ συγγενόμενοι χρόνον φυγεῖν ἐπειράθησαν, τὴν παννύχιον στάσιν οὐκ ἐνεγκόντες.
000-00-00 Serial Number=0077419341
Interpretatio in Danielem Ante [Go Back]  
 [03117]  Μόνον οὖν τῶν δύο μέμνηται, δι' ὧν τῶν χαλεπῶν συμφορῶν ἐπειράθησαν Ἰουδαῖοι.
000-00-00 Serial Number=0986045837
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02550]  Καὶ οὗτοι γὰρ πονηρίᾳ συζῶντες, καὶ τοῖς τῆς μεταμελείας φαρμάκοις ἰαθῆναι μὴ βουληθέντες, ἐρωτᾷν ἐπειράθησαν τὸν ∆εσπότην, οὐχ ἵνα πάντως τὰ κεκελευσμένα πράξωσιν, ἀλλ' ἵνα μάθωσιν εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς οἱ θεῖοι χρησμοί.
000-00-00 Serial Number=0391941249
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00646]  ὅτι διὰ τὸ δέος τῶν τε ἱππέων καὶ τοξο τῶν εἰς φυγὴν ἐτρέποντο πάντες, καὶ οἱ μὲν εἰς τὰ ὄρη, οἱ δὲ εἰς τὰ ἄλση θαῤῥεῖν ἐπειράθησαν·
 [03287]  Εἶτα διηγεῖται, ὡς ἀφ ίκοντο, καὶ μαθεῖν ἐπειράθησαν τὰ εἰρημένα τῷ βασιλεῖ, καὶ ὡς ἔπεισεν αὐτοὺς τὰ περὶ τοῦ δεσμω τηρίου διεξελθών.
000-00-00 Serial Number=0716430306
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01177]  ἀλλὰ τοὐναντίον ἠχθέσθησαν, καὶ παντοδαποῖς αὐτοὺς κακοῖς περιβαλεῖν ἐπειράθησαν.
 [02547]  Κορὲ μὲν γὰρ, καὶ ἡ τούτου συμμορία, ἐπειράθησαν τὴν ἱερω σύνην ἁρπάσαι.
 [03033]  Οὐ γὰρ μόνον κακοῦ τινος οὐκ ἐπειράθησαν παρ' ἐμοῦ, ἀλλὰ καὶ μυρίων ὅσων ἀπήλαυσαν ἀγαθῶν·
 [03433]  Οὐδὲν γὰρ ἡμῖν ἐγκαλεῖν ἔχοντες, καταλῦσαι παντελῶς ἐπειράθησαν.
 [03959]  Καθάπερ, φησὶ, μέλιτται κηρίον εὑροῦσαι τὴν τοῦ μέλιτος ἐκμυζῶσιν ἰκμάδα, οὕτως οὗτοι τὴν ἐνοῦσάν [80.1813] μοι γλυκύτητα τῆς εὐσεβείας ἀφελεῖν ἐπειράθησαν.
 [05500]  Καὶ τὸν εὐεργέτην ὑμνῶν, τὰς θείας ἀπαριθμεῖται χάριτας, ὅτι Ἄνωθεν καὶ ἐξ ἀρχῆς πολλοί μοι δυσμενεῖς ἐπανέστησαν, καὶ παντοδαποῖς με περιβαλεῖν κακοῖς ἐπειράθησαν·
000-00-00 Serial Number=0303937256
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02650]  Ἀλλὰ καὶ τούτων ἀκούσαντες οἱ ναῦται τῶν λόγων, οὐκ εὐθὺς τὸ κελευσθὲν ἔδρα σαν, ἀλλὰ ἀνέμειναν, παῦλάν τινα προσδοκῶντες ἔσεσθαι τῶν κακῶν, καὶ ταῖς κώπαις χρώμενοι [81.1729] καταχθῆναι πρὸς τὴν γῆν ἐπειράθησαν.
 [04580]  Καὶ δὴ καταπεισθέντες ὅσοι τοῖς προφητικοῖς ἐνετράφησαν λόγοις, καὶ τὴν προτεθε σπισμένην ἀνάκλησιν ᾔδεισαν, ἐπανῆλθον προθύμως, καὶ τὴν Ἱερουσαλὴμ οἰκήσαντες, ἐπειράθησαν οἰκο δομῆσαι τὸν θεῖον νεών·
000-00-00 Serial Number=0295994043
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00297]  Εἰ συγγνώμην ἡ ἀκούσιος ἔχει ἄγνοια, πῶς οἱ ἐξ ἀγνοίας τὸν Χριστὸν σταυρώσαντες Ἰουδαῖοι ἀνυποίστων δεινῶν ἐπειράθησαν;
 [01707]  Εἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς περὶ ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν αὐτῶν τῷ Χριστῷ ἀπειθοῦντες τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες εἰς πᾶσαν τὴν γῆν ἐλικμίσθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον, τὴν δὲ ἐν ἑκατέροις αὐτῶν συνίστη σιν ἄγνοιαν, ποτὲ μὲν λέγων ὁ κύριος πάτερ ἄφες αὐτοῖς·
000-00-00 Serial Number=0743590772
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00489]  εἰ γὰρ δῆλος ἦν αὐτῶν ἅπας ὁ πόρος ἐπειράθησαν μὲν ἄν τινες παρὰ τὰς τούτων ὄχθας ὁδεύοντες, τὸ τοῦ παραδείσου κατοπτεῦσαι χωρίον·
 [01378]  καὶ πρῶτον μὲν ἐπειράθησαν κακῶς αὐτὸν παρὰ τῷ πατρὶ διαθεῖναι, πολλαῖς κατ' αὐτοῦ λοιδορίαις χρησάμενοι·
 [01445]  δι' ὧν γὰρ ἐπειράθησαν κωλῦσαι τῶν ὀνείρων τὴν ἔκβασιν, διὰ τούτων ἐπιτέθεικε τοῖς ὀνείροις τὸ τέλος.
 [01881]  εἰ γὰρ καὶ τούτων οὕτω γεγενημένων ἀνεμιμνῄσ κοντο τῆς ἐν Αἰγύπτῳ τρυφῆς καὶ πολλάκις ἐπειράθησαν ἀναστρέψαι, τίς ἂν αὐτοὺς ἔπεισε καταλιπεῖν τὴν Αἴγυπτον μηδὲν παρ' αὐτῶν πε πονθότας δεινόν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»