Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπανελθεῖν [45]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπανελθεῖν


000-00-00 Serial Number=0343055308
Commentaria in Isaiam Ante [Go Back]  
 [01745]  ἐν τῷ πρώτῳ γὰρ ἔτει τῆς βασιλείας ὁ Κῦρος ἐπανελθεῖν τῶν Ἰουδαίων τοὺς δορυαλώτους ἐκέλευσεν·
 [04903]  ὁ γὰρ Κῦρος αὐτοῖς ἐπανελθεῖν εἰς τὴν Ἰουδαίαν ἐκέλευσεν.
000-00-00 Serial Number=0223805904
De providentia orationes decem Ante [Go Back]  
 [01171]  ἐπανελθεῖν οὖν ὅθεν ἐξέβην καιρός.
 [02076]  Τοῦ δὲ χρέους ἐκτιθέντος, προσήκει τοὺς τούτου χάριν καθειργμένους τῆς εἱρκτῆς ἀπαλλαγῆναι, καὶ τὴν προτέραν ἐλευθερίαν ἀπολαβεῖν, καὶ εἰς τὸ πατρῷον χωρίον ἐπανελθεῖν.
000-00-00 Serial Number=0074657142
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00322]  Μαθὼν γὰρ παρὰ τοῦ λαμπροτάτου Εὐρυκιανοῦ, ὅτι τοῦ ἀνδρὸς εἰς τὴν τῆς οἰκίας ποικιλίαν τὸ μέγεθος δεῖται τὸ σόν, εὐθὺς αὐτὸν πέπομφα τῇ σοφίᾳ τῇ σῇ, ὥστε τοῖς ἀρίστοις τῶν ὁμο τέχνων ἐγχειρίσαι τοὖργον καὶ τὴν ταχίστην ἐπανελθεῖν ὡς ἡμᾶς.
000-00-00 Serial Number=0980294347
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00841]  ∆έκα δὲ διεληλυθότων μηνῶν, μαθοῦσα τὸν πατέρα ζῆν ἔτι καὶ ἄρχειν ἐν τῇ ∆ύσει, ἐπεθύμησεν εἰκότως πρὸς ἐκεῖνον ἐπανελθεῖν·
 [01837]  Προσήκει δὲ τοὺς πλεῖον ἀλγοῦντας πλείονα σπουδήν τε καὶ προθυμίαν εἰσενεγκεῖν, ὥστε τὰ δυσσεβῶς καὶ παρανόμως γεγενημένα λύσιν λαβεῖν, τὸ δὲ διασπασθῆναι κινδυνεῦον σῶμα τῆς Ἐκκλησίας εἰς τὴν προτέραν συμφωνίαν ἐπανελθεῖν.
000-00-00 Serial Number=0076309979
Eranistes Ante [Go Back]  
 [03453]  Ἐπιδείκνυσι γὰρ ὅπως τε συνελθεῖν τὰ ὀστέα προσέταξεν ὁ θεός, καὶ ὅπως τούτων ἕκαστον τὴν οἰκείαν ἀπέλαβεν ἁρμονίαν, καὶ ἔφυσε νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, καὶ τὰς μεταξὺ τούτων ὑπεστρωμένας σάρκας, καὶ τὸ δέρμα τούτων ἁπάντων τὸ κάλυμμα, καὶ τότε τὰς ψυχὰς ἐπανελθεῖν πρὸς τὰ οἰκεῖα παρηγγύησε σώματα.
000-00-00 Serial Number=0786981344
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01045]  Ἀλλὰ γὰρ καιρὸς ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν.
000-00-00 Serial Number=0346312463
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00409]  Κατελθὼν δὲ ὁ Χριστὸς, τὰ μὲν ἄνωθεν κατ ενηνεγμένα ἐπανελθεῖν ἄνω παρασκευάσει, τὰ δὲ τούτοις ἐπιβουλεύσαντα παραδώσει κολάσει.
 [01980]  Πυθαγόρας, μὲν γὰρ καὶ Πλάτων, καὶ Πλωτῖνος, καὶ οἱ τῆς ἐκεί νου συμμορίας, ἀθανάτους εἶναι συνομολογήσαντες τὰς ψυχὰς, προϋπάρχειν ταύτας ἔφασαν τῶν σωμά των, καὶ δῆμον εἶναί τινα ψυχῶν ἀναρίθμων, καὶ τὰς πλημμελούσας εἰς σώματα καταπέμπεσθαι, ὥστε τῇ τοιᾷδε καθαρθείσας παιδείᾳ, πάλιν ἐπανελθεῖν εἰς τὸν ἴδιον χῶρον·
000-00-00 Serial Number=0531783462
Historia ecclesiastica Ante [Go Back]  
 [00918]  εἰς δὲ τὴν Ἀλεξάνδρειαν ἐπανελθεῖν τὸν μέγαν προσέταξεν Ἀθανάσιον, καὶ ταῦτα Εὐσεβίου παρόντος καὶ τἀναντία πείθειν ἐπιχειροῦντος.
 [01230]  τότε δὲ ὁ Κωνστάντιος, τὰ κατὰ τῶν ἐπι σκόπων τυρευόμενα τῇ πείρᾳ μεμαθηκώς, ἐπέστειλεν Ἀθανασίῳ τῷ [122] μεγάλῳ καὶ ἅπαξ καὶ δὶς καὶ μέντοι καὶ τρίς, προτρέπων ἐκ τῆς Ἑσπέρας ἐπανελθεῖν.
 [01428]  οὗ δὴ χάριν ἐπικαμφθεὶς προσέταξε μὲν τὸν πάντα ἄριστον ἐκεῖνον ἐπανελθεῖν, κοινῇ δὲ ἀμφοτέρους τὴν ἐκκλησίαν ἰθύνειν.
 [01482]  διὸ δὴ πάλιν, ἐνδοξότατε αὐτοκράτορ, δεόμεθα ἵνα πρὸ τῆς δεινότητος τοῦ χειμῶνος, εἰ ἀρέσκει τῇ σῇ φιλανθρωπίᾳ, εἰς τὰς ἐκκλησίας τὰς ἡμετέρας ἐπανελθεῖν κελεύσῃς, ὅπως δυνηθῶμεν τῷ παντοκράτορι θεῷ καὶ τῷ Χριστῷ τῷ υἱῷ αὐτοῦ, τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν, ὑπὲρ τῆς καταστάσεως τοῦ κράτους σου ἅμα μετὰ τῶν λαῶν, καθὼς ἐποιήσαμεν καὶ ποιοῦμεν, μεγίστας ἱκεσίας προσενεγκεῖν.
 [01865]  Ταῦτα δὲ Ἰουλιανὸς σαφῶς ἐπιστάμενος τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν, εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας εἰς τὰς οἰκείας ἐπανελθεῖν ἐκκλησίας προσέταξε.
 [02303]  [212] Παραυτίκα δὲ τῆς ὑπ' αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον.
 [02593]  ἐπειδὴ δὲ τοῦ κλύδωνος παυσαμένου καὶ καθαρᾶς γενομένης γαλήνης ἐπανελθεῖν προσετά χθησαν, προὔπεμψαν αὐτοὺς ἅπαντες ὀλοφυρόμενοι καὶ δακρύοντες, οὐχ ἥκιστα δὲ ὁ τῆς ἐκκλησίας ἡγούμενος, τῆς ἐκείνων γεωργίας ἐστερημένος.
 [02671]  οὕτω δείσας ὁ Λούκιος τὸν τῆς πό λεως θόρυβον ἐπανελθεῖν τοῖς θεσπεσίοις ἀνδράσιν ἐπέτρεψεν εἰς τὰ σπήλαια.
 [03024]  νόμον γὰρ ἔγραψε, καὶ τοὺς ἐληλαμένους ποιμένας ἐπανελθεῖν κελεύων καὶ τοῖς σφετέροις ἀποδοθῆναι ποιμνίοις, καὶ τοὺς θείους οἴκους παραδοθῆναι τοῖς τὴν ∆αμάσου κοινωνίαν προαιρουμένοις.
000-00-00 Serial Number=0572477400
Historia religiosa Ante [Go Back]  
 [00387]  [2.21] Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν ἀσκη τικὴν λοιπὸν ἐδοκίμασε καλύβην ἐπανελθεῖν.
 [01145]  τετρακισχιλίους δὲ καὶ μυρίους ὑπὲρ ἀμφοτέρων δεξάμενοι χρυσοῦς, οὕτως ἐπέτρεψαν ἐπανελθεῖν ὅποι βούλοιντο.
000-00-00 Serial Number=0096574783
Interpretatio in Danielem Ante [Go Back]  
 [00257]  ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἐπανελθεῖν ὁ Κῦρος εἰς τὴν Ἰουδαίαν τοὺς βουλομένους Ἰουδαίους προσέταξε, καὶ τὸν θεῖον ἀνήγειρε νεὼν, παρ' αὐτοῦ τοῦ μακαρίου ∆ανιὴλ τὴν Ἡσαΐου τοῦ προφήτου πρόῤῥησιν διδαχθείς·
000-00-00 Serial Number=0273245037
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02061]  οὕτω καὶ σοῦ πᾶσαν ἀφελόμενος τὴν εὐπρέπειαν, εἰς τὸ πρότερον εἶδος ἐπανελθεῖν παρασκευάσω.
 [04552]  Ἀλλὰ καιρὸς πάλιν ἐπὶ τὴν ἱστορίαν ἐπανελθεῖν·
 [04821]  οὕτως εἴ τις παρανομίᾳ συντραφεὶς εἰς τὴν τῆς ἀρετῆς ὁδὸν ἐπανελθεῖν ἐθελήσειεν, ἀπαλλαγήσεται πάντως τῆς τοῖς παρανόμοις τιμωρίας ἀφωρισμένης.
 [05384]  οἱ γὰρ ἐπανελθεῖν βου ληθέντες ἔτυχον τῆς ἐπανόδου·
 [05507]  ∆ιὸ τῷ προφήτῃ παρακελεύεται παρεγ γυῆσαι ταῖς ὁπουδήποτε οὔσαις ἐπανελθεῖν ψυ χαῖς, καὶ τῶν οἰκείων σωμάτων ἀπολαβεῖν τὴν ἐνοί κησιν.
 [05834]  οἱ δὲ τοῖς θείοις νό μοις ἀντιτείνειν εἰωθότες, ἐπανελθεῖν οὐκ ἠθέλησαν, ἀλλ' οἱ πλείους τῆς πατρῴας γῆς τὴν ξένην προείλοντο.
000-00-00 Serial Number=0433847070
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00381]  Μετὰ ταῦτα δὲ γινώσκει, ὡς πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη, πρὸς τὸν ἄνδρα τὸν πρότερον ἐπανελθεῖν οὐ δυνήσεται, τοῦ νό μου τοῦτο κωλύοντος·
 [02923]  Εἶτα παρακελεύεται αὐτῇ ἀναστρέψαι, καὶ εἰς τὰς οἰκείας πόλεις ἐπανελθεῖν, καὶ μὴ καταλιπεῖν τὸ πένθος.
000-00-00 Serial Number=0067702591
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01781]  Πάντα γὰρ ἐφορῶν καὶ πρυτανεύων ὁ τῶν ὅλων Θεὸς τῶν ἐφορωμένων ἐπήκουσε, καὶ τὴν τῆς ἐλευθερίας ἐξενήνοχε ψῆφον, ὥστε τοὺς πεπεδη μένους ἀντὶ τῶν ἀνῃρημένων ἐπανελθεῖν, καὶ τὴν πόλιν τὴν πατρῴαν οἰκοδομῆσαι, καὶ συνήθως ἐν ἐκείνῃ τὴν κατὰ τὸν νόμον λατρείαν προσενεγκεῖν τῷ Θεῷ.
 [05353]  Ἅπαντας μὲν ὁ Κύρος βασιλεύσας ἐπανελθεῖν Ἰουδαίους προσέταξε, μοχθηρὰν δὲ οἱ πλείους ἔχοντες γνώμην, καὶ εἰς ἅπαντα τοῖς θείοις ἀντιτείνοντες νόμοις, ἐπανελθεῖν οὐκ ἠθέλησαν.
 [06983]  Αὐτὸς μὲν γὰρ διὰ τοῦ Κύρου πᾶσιν ἐπανελθεῖν παρεγγύησεν, οἱ δὲ ἀντίτυπον ἐσχηκότες γνώμην, τὴν ἀλλοτρίαν ἀντὶ τῆς πατρίδος προείλοντο.
 [07051]  Ἐκδειματωθέντες γὰρ τῷ δέει τῶν ἀναιρεθέντων ἕτεροι πάλιν ἐπανελθεῖν οὐ τολμῶσιν.
000-00-00 Serial Number=0256651163
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00041]  οὐ γὰρ μόνον μετὰ τὸν Ἰωσίαν, καὶ τὸν Ἰωακεὶμ, καὶ τὸν Ἰεχονίαν, καὶ τὸν Σεδεκίαν, ἀλλὰ καὶ μετὰ τὸν ἐν Βα βυλῶνι τῆς αἰχμαλωσίας χρόνον, καὶ μετὰ Κῦρον τὸν πρῶτον Περσῶν βασιλεύσαντα, ὃς τὸν Ἰσραηλίτην λαὸν ἐπανελθεῖν παρηγγύησε, καὶ μετὰ Καμβύ σην τὸν ἐκείνου παῖδα ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου, τοῦ Ζοροβάβελ ἤδη τὸν θεῖον οἰκοδομοῦντος νεὼν, τὴν προφητείαν ἐποιήσαντο·
 [01895]  Πῶς γὰρ οἵ γε καὶ ἐξ αὐτῆς ἐκδειματωθέντες τῆς φήμης εἰς τὴν Αἴγυπτον ἐπανελθεῖν ἐπειράθητε;
 [02764]  ἐλεήμων γὰρ εἶ καὶ οἰκτίρμων, μα κρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κα κίαις), τὴν φυγὴν ἐκείνην ἐποιησάμην, εἶτα κλύδωνι καὶ κήτει παραδοθεὶς, ἱκέτευσα πάλιν ἐπανελθεῖν εἰς ζωήν·
 [03154]  ἐπὶ πλεῖστον δὲ οἰκῆσαι τὴν Βαβυλῶνα, μετὰ χρόνον τῆς ἐλευθερίας τυχεῖν, καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανελθεῖν.
 [04905]  Ταύτας ἔχοντες τὰς ἐπαγγελίας, μὴ μόνον ὑμεῖς οἱ ἤδη ἐπανελθόντες θαῤῥεῖτε, ἀλλὰ καὶ οἱ ἔτι τὴν Βαβυ λῶνα κατὰ γνώμην οἰκοῦντες (ἐπιτραπέντες γὰρ ἐπανελθεῖν, ἀνεβάλεσθε)·
 [04985]  Ἀλλ' ἐπὶ τὴν ἑρμη νείαν ἐπανελθεῖν καιρός.
000-00-00 Serial Number=0105760038
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01133]  εἰ, γάρ φησι, [70] μὴ ἕλοιτο ἐνταῦθα ἐλθεῖν ἡ μνηστευομένη κόρη, ἀλλὰ πρὸς αὐτὴν ἀπελθεῖν τὸν μνηστῆρα κελεύει, προστάττεις τὸν υἱὸν εἰς ἐκεῖνο τὸ ἔθ νος ἐπανελθεῖν;
 [05391]  καὶ ταῦτα εἴρηκε πολλάκις ὑπὸ τῆς κηδεστρίας παρακληθεῖσα πρὸς τοὺς γεγεννηκότας ἐπανελθεῖν·
000-00-00 Serial Number=0248069644
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00053]  Οὕτω δὲ πιστῶς τῆς εὐλογίας ἐπήκουσεν, ὡς πᾶσαν ἀποῤ ῥίψαι ἀχθηδόνα, καὶ μετὰ θάρσους ἐπανελθεῖν πρὸς τὸν ἄνδρα, καὶ παραυτίκα συνελθεῖν, καὶ κυῆσαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»