Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐντευξομένους [14]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐντευξομένους


000-00-00 Serial Number=0577012360
Commentaria in Isaiam Ante [Go Back]  
 [04025]  Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0418174982
De providentia orationes decem Ante [Go Back]  
 [00066]  Ἀλλὰ γὰρ ἴσως μέλλων ὁ λόγος, καὶ σχολαιότερον ὁδεύων, ἀποκναίσει καὶ τοὺς νῦν ἀκροωμένους, καὶ τοὺς ὕστε ρον ἐντευξομένους.
000-00-00 Serial Number=0552829206
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00309]  τοσοῦτον τοὺς ἐντευξομένους παρα καλέσαντες, μὴ κλοπὴν ἡμῶν κατηγορεῖν, εἴ τι τοῖς πατράσιν εἰρημένον ἐν ταῖς ἡμετέραις εὕροιεν ἑρμη νείαις.
000-00-00 Serial Number=0111940265
Graecarum affectionum curatio Ante [Go Back]  
 [02087]  Ἐγὼ δέ, εἰ μὴ τῷ μήκει τοῦ λόγου [6.90] καὶ ὑμᾶς καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους ἀποκναίσειν ἐτό παζον, καὶ αὐτὰς ἂν ὑμῖν τῶν θεσπεσίων προφητῶν τὰς προρ ρήσεις παρέθηκα, ἵνα ἀκριβέστερον διὰ τῶν πραγμάτων ἐμάθετε τὴν τῶν ῥημάτων ἀλήθειαν·
000-00-00 Serial Number=0732885897
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00033]  Παρακαλῶ δὲ τοὺς ἐντευξομένους, ἕκαστον τῶν αἱρετικῶν δογμάτων τῇ τῆς ἀληθείας παρεξετάσαι διδασκαλίᾳ·
 [03046]  Παρακαλῶ τοίνυν τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ, ἑκάστῳ τῶν πονηρῶν ἐκείνων δογμάτων παραθεῖναι τὰ θεῖα, καὶ τῇ παρ
000-00-00 Serial Number=0412712574
Historia ecclesiastica Ante [Go Back]  
 [03455]  Πολλὰ δὲ καὶ ἄλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων (καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι καὶ ἀντιγράφων ἐτύγχανε καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνε δήσατο στέφανον), ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μη κύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ.
 [03767]  Ἐγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι.
000-00-00 Serial Number=0432741821
Historia religiosa Ante [Go Back]  
 [00064]  p.10 Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τῇδε τῇ φιλοθέῳ ἱστορίᾳ ἢ ἀσκητικῇ πολιτείᾳ ὡς γὰρ βούλεταί τις καλείτω τὸ σύγγραμμα μὴ ἀπιστεῖν τοῖς λεγομένοις, εἴ τι ὑπὲρ τὴν ἑαυτῶν ἀκούοιεν δύναμιν, μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων μετρεῖν ἀρετήν, ἀλλ' εἰδέναι σαφῶς ὡς ταῖς τῶν εὐσεβῶν γνώμαις μετρεῖν εἴωθεν ὁ θεὸς τοῦ παναγίου πνεύματος τὰ χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ μείζονα δίδωσιν.
 [02402]  Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τοῖς ἑτέρων πόνοις ἀπόνως ἐντρυ φῶντας προσευχῇ τοὺς πόνους ἀμείψασθαι.
000-00-00 Serial Number=0131626248
Interpretatio in Danielem Ante [Go Back]  
 [01153]  Καὶ ἵνα μὴ πάσας τὰς περὶ αὐτοῦ προφητείας παραγα γὼν ἀποκνήσω τῷ μήκει, τούς τε νῦν ἀκούοντας, καὶ τοὺς εἰς ὕστερον τούτοις ἐντευξομένους εἰς ἐκεῖνα παραπέμψας, τοὺς γνῶναι τὸν τῦφον αὐτοῦ καὶ τὴν ὠμότητα βουλομένους, ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον.
000-00-00 Serial Number=0945556462
Interpretatio in Ezechielem Ante [Go Back]  
 [06371]  Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς! Ἐνταῦθα τοίνυν τὸν λόγον στήσαντες, τοὺς ἐντευξομένους τῇδε τῇ βίβλῳ παρακαλέσομεν, εἰ μὲν εὕροιέν τι τῆς προθυμίας ἐν τοῖς ἑρμηνευθεῖσιν ἐπάξιον, τὸν τῶν ἁπάντων ὑμνῆσαι ∆εσπότην, τὸν ἐπ' εὐεργεσίᾳ κοινῇ δεδωκότα τῶν κεκρυμμένων τὴν ἀποκάλυψιν·
000-00-00 Serial Number=0209515333
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00666]  Ἡμεῖς δὲ ἐνταῦθα διαναπαύσαντες, παρακαλοῦμεν τοὺς ἐντευξομένους τῇ βίβλῳ, φυγεῖν μὲν τὴν τῶν δαιμόνων ἀπάτην, διὰ πάντων δὲ τὸν Θεὸν θεραπεῦσαι.
 [05302]  Τοὺς δέ γε ἐντευξομένους παρακαλῶ, δέξασθαι μὲν τὰ εὖ καὶ καλῶς εἰρημένα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»