Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐκκλησίας [197]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐκκλησίας


000-00-00 Serial Number=0421623766
Commentaria in Isaiam Ante [Go Back]  
 [00314]  κἄντε τὰς πανταχοῦ γῆς καὶ θαλάττης ἐκκλησίας φῶμεν οἶκον θεοῦ τῷ θείῳ Παύλῳ πειθόμενοι·
 [01144]  Εἰρηκὼς γὰρ τὸ «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε» ἐπήγαγεν·
 [01654]  ἀλλὰ κατὰ τὸ ἰδίωμα τῆς θείας γραφῆς, ὥσπερ τὸ ἀνάθημα καὶ ἐπὶ τοῦ ἄγαν ἁγίου καὶ ἀφιερωμένου τῷ θεῷ τίθησι τὰ θεῖα λόγια καὶ μέντοι καὶ ἐπὶ τοῦ ἄγαν ἐναγοῦς καὶ βεβήλου ἀνάθημα γὰρ καλοῦμεν καὶ τὰ τῷ θεῷ προσφε ρόμενα καὶ τοὺς διά τινα παρανομίαν τῆς ἐκκλησίας ἐκβαλλομένους , οὕτως ἁγίους οὐ μόνον τοὺς ἀφιερωμένους τῷ θεῷ ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ἀφωρισμένους καλεῖ.
 [02229]  Καὶ ἡμεῖς προσευχόμενοι ὑπὲρ τῆς ἁγίας καὶ μόνης καὶ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φαμέν.
 [02639]  Νήσους δὲ τὰς ἐν μέσῳ τῆς θαλάττης ταύτης ἀνοικοδομηθείσας ἐκκλησίας καλεῖ καὶ δεχομένας μὲν τῆς θαλάττης τὰ κύματα, ἀβλαβεῖς δὲ φυλαττομένας κατὰ τὴν τοῦ κυρίου ὑπόσχεσιν·
 [03000]  Γυναῖκας καλεῖ τὰς τῶν ἐθνῶν πόλεις ἢ τὰς ἐν αὐταῖς ἐκκλησίας τὰς τῆς Ἱερουσαλὴμ θεωμένας τὴν ἐρημίαν, καὶ παρακελεύεται τὴν ἐκείνων ἀπιστίαν φυγεῖν·
 [03582]  Τοῦτο τὸ ὕδωρ διψῶσαν ἅπασαν ἄρδει τὴν οἰκουμένην, διαφερόντως δὲ τὴν Σιών, «ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἐκκλησίας».
 [03712]  Τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας Σιὼν καλεῖ, ὡς πολλάκις προαπε δείξαμεν.
 [03744]  καὶ γὰρ Ἰουδαίων καὶ Ἑλλήνων οἱ πάλαι τὰς ἐκκλησίας διώκοντες ταύτας δεδίασι καὶ πεφρίκασιν·
 [03842]  Καθάπερ γὰρ τῶν σκηνῶν οἱ πάσσαλοι ἐν τῇ γῇ κεκρυμμένοι τὴν στάσιν ταῖς σκηναῖς πραγματεύονται, οὕτως ἐκεῖνοι δεξάμενοι τοῦ βίου τὸ πέρας καὶ ἐν τῇ γῇ κεκρυμμένα τὰ σώματα ἔχοντες τὰς θείας ὑπερείδουσιν ἐκκλησίας·
 [03863]  Οὕτω τῆς ἐκκλησίας τὸ βέβαιον δείξας τῆς Ἰουδαίων πληθύος τὴν ἀπιστίαν ἐλέγχει·
 [03865]  Περὶ τῆς ἐκκλησίας ἔφη ὅτι «εἰς τὸν αἰῶνα οὐ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῇ»·
 [04003]  Ἔχει δὲ καὶ τούτους τῆς ἐκκλησίας ὁ σύλλογος.
 [04015]  Θηρία δὲ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας δαίμονας, ὧν ἀπηλλάχθαι τῆς ἐκκλησίας τὸν σύλλογον ἡ θεία πρόρρησις ἔφη.
 [04575]  Νήσους τὰς ἐκκλησίας καλεῖ ὡς τὰ τῶν διωκόντων κύματα δεχομένας καὶ ἐπὶ τῆς πέτρας ἐρηρεισμένας, ἄρχοντας δὲ προσαγορεύει τῆς ἀληθείας τοὺς κήρυκας ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους·
 [04921]  Οὗτοι μὲν οὖν τυφλώττουσι καὶ κ ωφεύουσι , πάντα δὲ τὰ ἔθνη τὸν οἰκεῖον ἐπέγνω θεὸν καὶ μία ἐκ πάντων ἐκκλησία συνέστη, καὶ ἐξ αὐτῶν τῶν ἐθνῶν τούτων εἰσὶ καὶ τῆς ἐκκλησίας οἱ ἄρχοντες.
 [05871]  Ταύτης τοίνυν τῆς ἐκ πάσης γῆς καὶ θαλάττης συνειλεγμένης ἐκκλησίας ἐγένοντο βασιλεῖς τιθηνοὶ καὶ οἱ ἄρχοντες τροφοί, οἱ μὲν ἀπαρχὰς οἱ δὲ δεκάτας προσφέροντες.
 [06418]  Οὕτω προθεσπίσας τὸ πάθος, τῆς ἐκκλησίας τῆς πάλαι στείρας τὴν πολυπαιδίαν προλέγει·
 [06453]  οὗτοι γὰρ ἐν τῇ γῇ κεκρυμμένοι καθάπερ οἱ πάσσαλοι κατέχουσι τὴν τῆς ἐκκλησίας σκηνὴν οἷόν τισι σχοινίοις τῇ διδασκαλίᾳ ταύτῃ προσηρμοσμένοι.
 [06457]  Ἐκληρονόμησε δὲ τὰ ἔθνη τῆς ἐκκλησίας τὸ σπέρμα·
 [06504]  Ταῦτα μὲν οὖν περὶ τῶν τῆς ἐκκλησίας ἡγεμόνων ἔφη, οὓς καὶ θεμέλια καὶ ἐπάλ ξεις καὶ πύλας ὠνόμασεν·
 [07060]  ὡς ἐν εἰκόνι δὲ ἐκ πλειόνων γεγραμμένῃ χρωμάτων καὶ τῆς ἀληθείας ἀκριβεστέρους δείκνυσι τοὺς τύπους, τὴν τῆς ἁγίας ἐκκλησίας λαμπρότητα·
 [07075]  Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς ἁγίας αὐτοῦ πεποίηκεν ἐκκλησίας·
 [07082]  τῆς γὰρ ἁγίας τοῦ θεοῦ ἐκκλησίας τὸ φῶς καὶ τὰ ἔθνη κατηύγασε καὶ βασιλεῖς πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν.
 [07149]  Τῆς δὲ τοῦ θεοῦ ἐκκλησίας αἱ πύλαι διὰ παντὸς ἀνεῴγασι τοὺς προσιόντας ὑποδεχόμεναι, αἳ καὶ τοὺς εὐσεβεῖς ὑποδέχονται βασιλέας ὑπὸ τῆς τῶν ἱερῶν ἀποστόλων ἀγομένους διδασκαλίας.
 [07189]  Οἱ γὰρ πνευματικοὶ τῆς ἐκκλησίας περίβολοι τοῖς πεπιστευκόσι σωτηρί αν πο ρίζουσιν, αἰνέσεως δὲ καὶ ὕμνων αἱ ταύτης πύλαι πεπλήρωνται.
 [07268]  Ἐξ ἀλλοφύλων γὰρ ἐθνῶν οἱ τῆς ἐκκλησίας διδάσκαλοι, οὓς καὶ ποιμένας καὶ ἀροτῆρας καὶ ἀμπελουργοὺς ὠνόμασεν.
 [07298]  Οὕτω ταῦτα προθεσπίσας μεταβάλλει τοῦ λόγου τὸ σχῆ μα καὶ ἐκ προσώπου τῆς ἐκκλησίας πρὸς τὸν εὐεργέτην βοᾷ·
 [07652]  ∆ρυμὸν τὰ ἔθνη καλεῖ διὰ τὴν προτέραν ἀ πιστίαν , ἐπαύλεις δὲ τὰς ἐκκλησίας καλεῖ, ποίμνια δὲ τοὺς ἐν ταύταις ἀθροι ζομένους λαούς.
 [07671]  αὐτίκα τοίνυν Ἰουδαίους οὐχ οὕτως ἡ σφετέρα δυσημερία λυπεῖ, ὅσον ἀνιᾶ τῆς ἐκκλησίας ἡ εὐπραξία.
 [07808]  Οὕτω δείξας τῶν Ἰουδαίων τὸν ὄλεθρον τὰς τῆς ἐκκλησίας ὠδῖνας θ εσπί ζει καὶ τὸν ἐν ἀκαρεῖ βλαστήσαντα νέον λαόν φησιν·
000-00-00 Serial Number=0520327091
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01464]  Καὶ γὰρ ἐπ' ἐκκλησίας λεγόντων ἡμῶν πολλάκις ἀκήκοεν ἡ σὴ θεοσέβεια, καὶ ἐν συλλόγοις ἑτέροις δογματικῶν ἡμῖν κινηθέντων λόγων, τοὺς παρ' ἡμῶν εἰρημένους ἐπήκουσε·
 [01728]  Καὶ τοῦτο οὐ νῦν μόνον πεποίηκεν, ἀλλὰ καὶ πέρυσι μετὰ δύο ἄνδρας τῶν τὴν Ἀπολιναρίου νόσον εἰσδεξαμένων ἐκεῖσε δραμόντας, καὶ συκοφαντίας καθ' ἡμῶν ὑφήναντας, ἀναστὰς ἐπ' ἐκκλησίας ἡμᾶς ἀνεθεμάτισε·
 [01842]  Τὰ γὰρ παρὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου τῆς μεγάλης Ῥώμης ἀρχι επισκόπου τοῦ κυρίου Λέοντος, τὰ πρὸς τὸν τῆς ὁσίας μνή μης Φλαβιανὸν καὶ πρὸς τοὺς ἄλλους τοὺς ἐν Ἐφέσῳ συν αθροισθέντας γραφέντα, ἄγαν συμφωνεῖ τοῖς παρ' ἡμῶν καὶ συγγραφεῖσι καὶ ἐπ' ἐκκλησίας κηρυχθεῖσιν ἀεί.
 [01847]  Συνέταξα δὲ τοῖσδε μου τοῖς γράμμασιν μίαν τῶν εἰς τὴν Ἔφεσον παρ' αὐτοῦ πεμφθεισῶν ἐπιστολῶν, ἵν' ἐντυχοῦσα ὑμῶν ἡ μεγαλο φυΐα, τῶν παρ' ἡμῶν πολλάκις ἐπ' ἐκκλησίας εἰρημένων ἀνα μνησθῇ, καὶ γνῷ τῶν δογμάτων τὴν συμφωνίαν, καὶ μισήσῃ τοὺς λαλοῦντας τὸ ψεῦδος, καὶ τοὺς τὴν καινὴν αἵρεσιν κατὰ τῶν ἀποστολικῶν συντεθεικότας δογμάτων.
000-00-00 Serial Number=0588413894
Eranistes Ante [Go Back]  
 [00666]  Ἐγὼ δὲ μαθεῖν ἐβουλόμην, ὅπως οἱ παλαιοὶ τῆς ἐκκλησίας διδάσκαλοι τό, Ὁ λόγος σὰρξ ἐγένετο, νενοήκασιν.
 [00671]  {ΟΡΘ.} Ἀξιόχρεως εἶναί σοι δοκεῖ Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ φανότατος τῆς Ἀλεξανδρέων ἐκκλησίας φωστήρ;
 [00704]  Ἀκούσατε τοίνυν Φλαβιανοῦ, ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐπὶ πλεῖστον σοφῶς ἐκίνησε τὰ πηδάλια, καὶ τοῦ ἀρειανικοῦ κλύδωνος κρείττους ἀπέφηνεν ἃς ἐκυβέρνησεν ἐκκλη σίας, τὸ εὐαγγελικὸν ῥητὸν ἑρμηνεύοντος.
 [00735]  Ἐπιδείξω δέ σοι τῶν πανευ φήμων τῆς ἐκκλησίας διδασκάλων τὸ περὶ τῆς θείας ἐνανθρωπήσεως φρόνημα, ἵνα γνῷς τίνα περὶ τῆς ληφθείσης ἐδόξασαν φύσεως.
 [02519]  Ταῦτα ὁ λόγος σὰρξ γενόμενος ἔλεγε, καὶ ἄνθρωπος Ἰησοῦς Χριστὸς ὁ κύριος τῆς δόξης ἐδίδασκε, πρὸς τὴν τῆς ἐκκλησίας
 [03038]  ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
 [03129]  {ΟΡΘ.} Μάλιστα μὲν ἐχρῆν τοῖς τῆς ἐκκλησίας διδασκάλοις ἀκολου θεῖν.
000-00-00 Serial Number=0229063153
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00674]  σχῆμα μὲν χριστιανικὸν καὶ ὄνομα περικείμενοι, καὶ ἐκκλησίας οἰκοδομοῦντες, καὶ θείας Γραφὰς πεπλανημένοις προβάτοις ἀναγι νώσκοντες, καὶ νέμοντες κακῶς τοὺς πειθομένους, καὶ ἑταῖροι τοῦ νυμφίου νομιζόμενοι, ἐπίβουλοι δὲ ὄντες καὶ ὀλέθριοι, καὶ δηλητήρια τοῖς προβάτοις ἀντὶ τῆς τροφίμου πόας ὀρέγοντες.
 [00846]  Εἰ δέ τις βούλοιτο οἴκους τῆς νύμφης, καὶ τὰς ἁπανταχοῦ γῆς καὶ θαλάσσης ἐκκλησίας καλεῖν, οὐ διαμαρτήσεται τῆς ἀληθείας·
 [00879]  Καὶ ἔοικεν ἐνταῦθα τὰς τῶν αἱρετικῶν ἐκκλησίας θυγατέρας καλεῖν, διὰ τὴν αὐτοῦ κλῆσιν, καὶ οὐ διὰ τὴν ἐκείνων προαίρεσιν.
000-00-00 Serial Number=0959886372
Graecarum affectionum curatio Ante [Go Back]  
 [01690]  Καὶ ἔστιν ἰδεῖν ταῦτα εἰδότας τὰ δόγματα οὐ μόνους γε τῆς ἐκκλησίας τοὺς διδασκάλους, ἀλλὰ καὶ σκυτο τόμους καὶ χαλκοτύπους καὶ ταλασιουργοὺς καὶ τοὺς ἄλλους ἀποχειροβιώτους·
 [02621]  Ἐν δέ τισι πόλεσι καὶ τὰς ἐκκλησίας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων πεπληρωμένας ἐνέπρησαν·
 [02622]  καὶ κατ' αὐτήν γε τὴν τοῦ σωτηρίου πάθους ἡμέραν, ἐν ᾗ καὶ τοῦ πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως τὴν μνήμην πανηγυ ρίζομεν, ἁπάσας τὰς ἐν τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσαν ἐκκλησίας.
 [02639]  Τί δήποτε δὲ μὴ τοὺς παλαιοὺς τῆς ἐκκλησίας ἐνθυ μεῖσθε πολέμους;
 [02999]  Ἢ οὐχ ὁρᾶτε τῆς ἐκκλησίας τὸ ὕψος καὶ ἅπαν τας ὑποκύπτοντας καὶ ταύτῃ τὸ σέβας προσφέροντας, καὶ τοὺς μὲν πλείστους ἐθελοντάς, τοὺς δὲ ἀντιλέγοντας καὶ παρὰ γνώμην δουλεύοντας;
000-00-00 Serial Number=0246603727
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02668]  Θεῖον δὲ νεὼν τὰς ἐκκλησίας καλεῖ.
000-00-00 Serial Number=0636390626
Historia ecclesiastica Ante [Go Back]  
 [00085]  [5] Τῶν ἀνοσιουργῶν ἐκείνων καὶ δυσσεβῶν καταλυθέντων τυράν νων, Μαξεντίου φημὶ καὶ Μαξιμίνου καὶ Λικιννίου, κατηυνάσθη τῆς ἐκκλησίας ἡ ζάλη, ἣν οἱ ἀλάστορες ἐκεῖνοι καθάπερ τινὲς καταιγίδες ἐκίνησαν, καὶ γαλήνης λοιπὸν ἀπήλαυε σταθερᾶς, τῶν στρεβλῶν παυσαμένων ἀνέμων.
 [00087]  νόμους γὰρ ἔγραψε, θύειν μὲν εἰδώλοις ἀπείργων, δο μᾶσθαι δὲ τὰς ἐκκλησίας παρεγγυῶν·
 [00089]  τότε δὴ οἱ μὲν τὰς καταλυθείσας ἐκκλησίας ἀνήγειρον, οἱ δὲ ἑτέρας εὐρυτέρας ἀνῳ κοδόμουν καὶ λαμπροτέρας.
 [00110]  Κατὰ τοῦτον δὲ τὸν χρόνον τῆς μὲν Ῥωμαίων ἐκκλησίας Σίλ βεστρος κατεῖχε τὰς ἡνίας, Μιλτιάδην διαδεξάμενος ὃς μετὰ Μαρκελ λῖνον τὸν ἐν τῷ διωγμῷ διαπρέψαντα τὴν τῆς ἀρχιερωσύνης χειρο τονίαν ἐδέξατο·
 [00125]  οἱ δὲ τὴν ἐκείνου χριστεμπορίαν θεωροῦντες οὐκ ἔτι τῆς ἐκκλησίας ὑποχείριοι μένειν ἐκαρτέρησαν, ἀλλ' ἑαυτοῖς σπήλαια λῃστῶν οἰκοδομήσαντες ἀδιαλείπτους ἐν αὐτοῖς ποιοῦνται συνόδους, νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐν ταῖς κατὰ Χριστοῦ καὶ ἡμῶν διαβολαῖς ἀσκού μενοι.
 [00130]  ἡμεῖς μὲν οὖν ἃ καὶ τῷ βίῳ αὐτῶν καὶ τῇ ἀνοσίῳ ἐπιχειρήσει πρέπει διὰ τὸ λανθάνειν βραδέως ἐπιστή σαντες, παμψηφὶ τῆς προσκυνούσης Χριστοῦ τὴν θεότητα ἐκκλησίας ἐξηλάσαμεν.
 [00216]  αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε , οὐκ ἀγνοοῦντες ὅτι ἡ ἔναγχος ἐπανα στᾶσα τῇ ἐκκλησιαστικῇ εὐσεβείᾳ διδασκαλία Ἐβίωνός ἐστι καὶ Ἀρ [18] τεμᾶ, καὶ ζῆλος τοῦ κατὰ Ἀντιόχειαν Παύλου τοῦ Σαμοσατέως, συνόδῳ καὶ κρίσει τῶν ἁπανταχοῦ ἐπισκόπων ἀποκηρυχθέντος τῆς ἐκκλησίας·
 [00270]  ταῦτα διδάσκομεν, ταῦτα κηρύττομεν, ταῦτα τῆς ἐκκλησίας τὰ ἀποστολικὰ δόγματα, ὑπὲρ ὧν καὶ ἀποθνήσκομεν, τῶν ἐξόμνυσθαι αὐτὰ βιαζομένων ἧττον πεφρον τικότες, εἰ καὶ διὰ βασάνων ἀναγκάζουσι, τὴν ἐν αὐτοῖς ἐλπίδα μὴ ἀποστρεφόμενοι.
 [00271]  ὧν ἐναντίοι γενόμενοι οἱ ἀμφὶ τὸν Ἄρειον καὶ Ἀχιλλᾶν καὶ οἱ τῆς ἀληθείας σὺν αὐτοῖς πολέμιοι ἀπεώσθησαν τῆς ἐκκλησίας, ἀλλότριοι γενόμενοι τῆς εὐσεβοῦς ἡμῶν διδασκαλίας, κατὰ τὸν μακάριον Παῦλον λέγοντα·
 [00284]  Συνῳδὰ τούτοις ἐπέστειλε καὶ Φιλογονίῳ τῷ τῆς Ἀντιοχέων ἐκκλησίας προέδρῳ καὶ Εὐσταθίῳ τῷ τηνικαῦτα τὴν Βέροιαν ἰθύνειν πεπιστευμένῳ καὶ τοῖς ἄλλοις ὅσοι τῶν ἀποστολικῶν ἦσαν δογμάτων συνήγοροι.
 [00345]  οὐ γὰρ ἀλλόφυλοι καὶ πολέμιοι, καθάπερ πάλαι, τὰς ἐκκλησίας ἐπολιόρκουν, ἀλλ' ὁμόφυλοι καὶ ὁμορρόφιοι καὶ ὁμοτράπεζοι κατ' ἀλλήλων ἀντὶ δοράτων ἐκίνουν τὰς γλώσσας·
 [00370]  παραυτίκα δὲ πρῶτος ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων ἐκκλησίας τὴν προεδρίαν λαχών (Φιλογόνιος γὰρ, οὗ πρόσθεν ἐμνήσθην, εἰς τὸν ἀμείνω μεταβεβήκει βίον, τοῦτον δὲ ἄκοντα ποιμαίνειν ἀντ' ἐκείνου τὴν ἐκκλησίαν ἐκείνην ψήφῳ κοινῇ κατηνάγ κασαν ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ πᾶς ὁ λαὸς ὁ φιλόχριστος), οὗτος τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν βασιλέως ἐστεφάνωσε κεφαλὴν καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψατο.
 [00443]  ὡς τούτοις μὲν μηδεμίαν ἐξουσίαν εἶναι τοὺς ἀρεσκο μένους αὐτοῖς προχειρίζεσθαι ἢ ὑποβάλλειν ὄνομα ἢ ὅλως ποιεῖν τι χωρὶς τῆς γνώμης τοῦ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐπισκόπου τῶν ὑπὸ Ἀλέξανδρον·
 [00462]  Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας ὅση τῆς θείας δυνά μεως πέφυκε χάρις, τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπόν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας πλήθεσι πίστις μία καὶ εἰλικρινὴς ἀγάπη ὁμογνώμων τε περὶ τὸν παγκρατῆ θεὸν εὐσέβεια τηρῆται.
 [00545]  Καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν τεθέντα δεκτὸν εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρῆσθαι φωναῖς, δι' ἃς σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσις καὶ ἀκαταστασία τῆς ἐκκλησίας.
 [00572]  εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινεν ὁ βασιλεὺς εἰ τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας ἔχοι.
 [00573]  αὐτός τε οὖν ὤμοσε πιστεύειν ὀρθῶς καὶ ἔγγραφον ἐπιδέδωκε πίστεως, κρύψας μὲν ἐφ' οἷς ἐξεβλήθη τῆς ἐκκλησίας ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ὑποκρινόμενος δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις.
 [00586]  εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου (οἶδα δὲ ὅτι φείδῃ), ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου καὶ ἆρον Ἄρειον, ἵνα μὴ εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέβεια νομισθῇ ὡς εὐσέ βεια.
 [00593]  ὁ δὲ μακαρίτης Ἀλέξανδρος χαιρούσης τῆς ἐκκλησίας τὴν σύναξιν ἐπετέ λεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ, σὺν πᾶσι τοῖς ἀδελφοῖς εὐχόμενος καὶ δοξάζων μεγάλως τὸν θεόν, οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο·
 [00611]  Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ σωτῆρος θεοῦ συν αιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκ κλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατα σκευασθῆναι πλείους.
 [00613]  πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύ σειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.
 [00617]  οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας.
 [00622]  δηλοῖ δὲ ταῦτα σαφέ στερον ἡ ἐπιστολὴ ἣν πρὸς τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης ἐπέστειλεν.
 [00720]  καὶ τούτου δὲ τελευτήσαντος (ἐνιαυτὸν γὰρ καὶ μῆνας ὀλίγους μετὰ τὴν χειροτονίαν ἐβίω), Φλακίτῳ τῆς ἐκκλησίας ἐκείνης τὴν προεδρίαν παρέδοσαν.
 [00743]  ὁ δὲ Φρουμέντιος τὴν περὶ τὰ θεῖα σπουδὴν τῆς τῶν γεγεννηκότων προτετίμηκε θέας καὶ τὴν Ἀλεξάνδρου κατα λαβὼν πόλιν τὸν τῆς ἐκκλησίας ἐδίδαξε πρόεδρον, ὡς Ἰνδοὶ λίαν ποθοῦσι τὸ νοερὸν εἰσδέξασθαι φῶς.
 [00744]  Ἀθανάσιος δὲ τηνικαῦτα τῆς ἐκκλησίας ἐκείνης κατεῖχε τοὺς οἴακας·
 [00819]  Ὁ μὲν οὖν πανεύφημος βασιλεὺς τὰς ἀποστολικὰς φροντίδας ἐν τῇ ψυχῇ περιέφερεν, οἱ δὲ τῆς ἱερωσύνης ἠξιωμένοι οὐ μόνον οἰκο δομεῖν οὐκ ἐβούλοντο, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐκκλησίας ἀνορύττειν ἐπεχείρουν θεμέλια.
 [00824]  Ἀλεξάνδρου τοῦ θαυμασίου πρεσβύτου, ὃς τὴν Ἀρείου κατηγωνί σατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασιν ἐν τραφείς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος [81] ἀξιάγαστος.
 [00827]  ταύτην αὐτοῦ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν τῇ πείρᾳ μεμαθηκότες οἱ τῷ μονογενεῖ θεῷ πολεμεῖν ἐγνωκότες, καὶ γνόντες τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐγχειρισθέντα τοὺς οἴακας, κατάλυσιν τῆς σφετέρας δυσ σεβείας ὑπέλαβον τὴν ἐκείνου ἡγεμονίαν.
 [01001]  Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων.
 [01028]  Τούτοις καὶ τοῖς τοιούτοις λόγοις τὴν κουφοτάτην αὐτοῦ πολι ορκήσαντες γνώμην, ἔπεισαν αὐτὸν ἐξελάσαι τῆς ἐκκλησίας τὸν Ἀθανάσιον·
 [01041]  πολλὰ γὰρ καὶ ἕτερα τῆς ἐκκλησίας παθήματα τῆς συνοδικῆς θεραπείας ἐδεῖτο.
 [01063]  Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα ἀπό τε Ῥώμης καὶ Σπανίων καὶ Γαλλίων, Ἰταλίας, Καμπανίας, Καλαβρίας, Ἀφρικῆς, Σαρδανίας, Παννονίας, Μυσίας, ∆ακίας, ∆αρδα νίας, ἄλλης ∆ακίας, Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, Ἠπείρων, Θρᾴκης, Ῥοδόπης, Ἀσίας, Καρίας, Βιθυνίας, Ἑλλησπόντου, Φρυγίας,Πισιδίας, Καππαδοκίας, Πόντου, Κιλικίας, Φρυγίας ἄλλης, Παμφυ λίας, Λυδίας, νήσων Κυκλάδων, Αἰγύπτου, Θηβαΐδος, Λιβύης, Γα λατίας, Παλαιστίνης, Ἀραβίας, τοῖς πανταχοῦ ἐπισκόποις καὶ συλ λειτουργοῖς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.
 [01127]  Ἐπεὶ οὖν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδικήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰς περὶ τῶν πλαστῶν ἐπιστολῶν συσκευάς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρ θένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν δυσώ νυμον Ἀρειανὴν αἵρεσιν δι' αὐτῶν, τούτου γοῦν ἕνεκεν τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργούς, Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶν τὸν Γάζης καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ, ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα, γράψαντες καὶ [111] εἰς τὴν ἑκάστου παροικίαν ὥστε γιγνώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελ θόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ Χριστιανοὺς μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρ' αὐτῶν γράμματα μήτε γράφειν πρὸς αὐτούς.
 [01130]  τοὺς γὰρ χωρίζοντας τῆς τοῦ πατρὸς οὐσίας καὶ θεότητος τὸν υἱὸν καὶ ἀπαλλοτριοῦντας τὸν λόγον ἀπὸ τοῦ πατρὸς χωρίζεσθαι ἀπὸ τῆς καθολικῆς ἐκκλησίας προσήκει καὶ ἀλ λοτρίους εἶναι τοῦ Χριστιανῶν ὀνόματος.
 [01199]  Στέφανος δὲ (αὐτὸς γὰρ τῆς Ἀντιοχέων ἐκκλησίας κατέχων τοὺς οἴακας ὑποβρύχιον ἐποίει τὸ σκάφος) εἶχε μὲν καὶ ἄλλους τῶν τυραν νικῶν συνεργοὺς τολμημάτων, οἷς χρώμενος τοὺς τῶν ὀρθῶν ἀντε χομένους δογμάτων παντοδαπαῖς περιέβαλλε συμφοραῖς.
 [01238]  τοῦ δὲ βασιλέως ὑποσχομένου δώσειν ὅπερ ἂν αἰτήσοι προθύμως, δεῖσθαι ἔφη καὶ τοὺς ἐν Ἀντιοχείᾳ τοῖς τὰς ἐκκλησίας κατέχουσι κοινωνεῖν οὐ βουλο μένους εὐκτηρίου νεώ, καὶ δίκαιον ἕνα καὶ τούτοις τῶν οἴκων παρα σχεθῆναι τῶν θείων.
 [01239]  ἐπειδὴ δὲ ἐπένευσε βασιλεὺς ὀρθὴν εἶναι καὶ [123] δικαίαν ἐπιψηφίσας τὴν αἴτησιν, ἀντεῖπον οἱ τῆς αἱρετικῆς φάλαγγος προστατεύοντες, μηδετέροις χρῆναι παρασχεθῆναι τὰς ἐκκλησίας εἰπόντες.
 [01253]  καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε στήσας [124] τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἐξελθόντας ἀπὸ τῆς ἐκκλησίας παρελθεῖν αὐτούς.
 [01390]  βούλομαι γάρ σε ἀσπασά μενον τὴν πρὸς τὰς ἐκκλησίας κοινωνίαν πάλιν εἰς τὴν Ῥώμην ἀπο στεῖλαι.
 [01414]  τὰς ἐκκλησίας τῆς οἰκουμένης ἠρήμωσας, καὶ ὡς κατα δίκῳ ἐλεημοσύνην μοι προσφέρεις;
 [01442]  ἔφασκον δὲ μὴ χρῆναι δυοῖν ἕνεκα λέξεων, καὶ τούτων ἀγράφων, διασπασθῆναι τῆς ἐκκλησίας τὸ σῶμα, ἀλλ' εἰπεῖν μὲν ὅμοιον τῷ γεγεννηκότι τὸν υἱὸν κατὰ πάντα, τὸ δὲ τῆς οὐσίας παραλιπεῖν ὡς ἄγραφον ὄνομα.
 [01449]  εἰς γὰρ Ἀρίμηνον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται.
 [01454]  ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνε γνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράττετο ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευ ρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν.
 [01462]  Ἵν' οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ τα ραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προ ειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι·
 [01482]  διὸ δὴ πάλιν, ἐνδοξότατε αὐτοκράτορ, δεόμεθα ἵνα πρὸ τῆς δεινότητος τοῦ χειμῶνος, εἰ ἀρέσκει τῇ σῇ φιλανθρωπίᾳ, εἰς τὰς ἐκκλησίας τὰς ἡμετέρας ἐπανελθεῖν κελεύσῃς, ὅπως δυνηθῶμεν τῷ παντοκράτορι θεῷ καὶ τῷ Χριστῷ τῷ υἱῷ αὐτοῦ, τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν, ὑπὲρ τῆς καταστάσεως τοῦ κράτους σου ἅμα μετὰ τῶν λαῶν, καθὼς ἐποιήσαμεν καὶ ποιοῦμεν, μεγίστας ἱκεσίας προσενεγκεῖν.
 [01496]  ἐξῆρχε δὲ τῶν γεγραφότων ∆άμασος, τῆς μὲν Ῥωμαίων ἐκκλησίας μετὰ Λιβέριον τὴν προεδρίαν λαχών, παμπόλλοις δὲ ἀρετῆς κοσμούμενος εἴδεσιν.
 [01551]  ἀλλὰ Φλαβιανὸς καὶ ∆ιόδωρος, τὴν μὲν ἀσκητικὴν ἀσπαζόμενοι πολιτείαν, προφανῶς δὲ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλάς, ἄνδρα φήσαντες πονηροῖς μὲν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι·
 [01559]  οἱ δὲ καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες τὸ κελευόμενον ἔδρων, [155] καὶ τοὺς συνεραστὰς εἰς τὰς ἐκκλησίας συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν δεσπότην παρεγγυῶντες.
 [01572]  τῆσδε τῆς ἐκκλησίας προστατεύων Εὐδόξιος, εἶτα Λεόν τιον τεθνηκέναι μαθών, κατέλαβε μὲν τὴν Ἀντιόχειαν, ἥρπασε δὲ [156] τὴν προεδρίαν, συὸς ἀγρίου δίκην λυμαινόμενος τὸν ἀμπελῶνα τὸν θεῖον.
 [01574]  κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀγκύρας μὲν τῆς Γαλατῶν μητροπόλεως Βασίλειος κατεῖχε τὰ τῆς ἐκκλησίας πηδάλια, Μάρκελλον διαδεξάμενος, Εὐστάθιος δὲ Σεβαστείας ἡγεῖτο, ἣ τῆς Ἀρμενίας ἐπρώτευεν.
 [01578]  Ταῦτα μαθὼν ὁ Κωνστάντιος Ἀντιοχεῦσι μὲν ἐπέστειλεν ὡς οὐκ αὐτὸς Εὐδοξίῳ τὴν τῆς ἐκκλησίας ἐκείνης ἐπέτρεψε προεδρίαν (τοῦτο γὰρ ἐκεῖνος ἐθρύλησεν)·
 [01583]  τοῦτο μεμαθηκότες οἱ συνελθόν τες καὶ κομιδῇ δείσαντες, εἰς τὰς οἰκείας ἐκκλησίας ἀνέστρεψαν.
 [01625]  Λεοντίου γὰρ δὴ τετελευτηκότος καὶ Εὐδοξίου τῆς Ἀντιοχέων ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων·
 [01651]  τότε τῆς μὲν Κωνσταντινου πολιτῶν ἐκκλησίας ὁ Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον, τῆς δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσας ἀντ' ἐκείνου κατέστησε τὸν Εὐ νόμιον.
 [01659]  καθῃρέθη γὰρ τῆς διακονίας καὶ ἠλλοτριώθη τῆς ἐκκλησίας·
 [01668]  ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ προσκαρτερήσαντες ἡμεῖς οὐκ ἐδυσωποῦμεν αὐτοὺς ἀκολουθεῖν ταῖς περὶ τοῦ προειρημένου ἀνδρὸς ἀποφάσεσι, τὸν κανόνα τῆς ἐκκλησίας τιμιώτερον ἡγούμενοι τῆς φιλίας τῶν ἀνδρῶν, ὡρίσαμεν κατ' αὐτῶν ἀκοινωνησίαν, χρόνον εἰς τοῦτο διδόντες αὐτοῖς μῆνας ὅλους ἓξ πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν καὶ πρὸς ἐπιθυμίαν ἑνώ σεως καὶ συμφωνίας τῆς πρὸς τὴν σύνοδον·
 [01669]  ἐὰν εἴσω τῆς δοθείσης αὐτοῖς προθεσμίας ἐπιστρέψαντες ἕλωνται τὴν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ὁμόνοιαν καὶ συνθῶνται τοῖς περὶ αὐτοῦ ὁρισθεῖσι, δεκτοὺς αὐτοὺς εἶναι τῆς ἐκκλησίας ἐδοκιμάσαμεν καὶ ταῖς συνόδοις καὶ τὴν οἰ κείαν παρρησίαν καὶ ἀγάπην πρὸς ἡμᾶς ἀπολαμβάνειν.
 [01670]  εἰ δὲ ἐπιμένοιεν ἀμεταμέλητα τολμῶντες καὶ φιλίαν ἀνθρώπων τῶν κανόνων τῆς ἐκκλησίας καὶ τῆς πρὸς ἡμᾶς συμφωνίας προτιμήσαντες, τότε ἀλλο τρίους αὐτοὺς ἡγούμεθα τῆς ἐπισκοπικῆς ἀξίας.
 [01673]  ἅπερ εὐχόμεθά σε διαφυλάττοντα χάριτι Χριστοῦ εἰρη νικῶς καὶ ἐνθέσμως κυβερνᾶν τὰς ὑπὸ σὲ ἐκκλησίας.
 [01685]  ὁ δὲ τούτοις καὶ τοῖς τοι ούτοις ὑπαχθεὶς λόγοις ἐν τοῖς τῆς ἐκκλησίας συλλόγοις τὴν βλα σφημίαν ἐγύμνωσεν.
 [01736]  τοῦτον ὑποτοπήσαντες οἱ τῆς Ἀρείου συμμορίας ὁμόφρονα εἶναι καὶ κοινωνὸν τῶν δογμάτων, ἐξῄ τησαν τὸν Κωνστάντιον τούτῳ τῆς Ἀντιοχέων ἐκκλησίας παραδοῦναι τὰς ἡνίας.
 [01742]  ὑπήντησαν δὲ καὶ οἱ ἄλλοι τῆς ἐκκλησίας χοροὶ καὶ ἅπαν τὸ τῆς πόλεως πλῆθος·
 [01761]  ἡ μὲν οὖν τῆς ἐκκλησίας διαίρεσις τοῦτον τὸν τρόπον ἐγένετο.
 [01865]  Ταῦτα δὲ Ἰουλιανὸς σαφῶς ἐπιστάμενος τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν, εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας εἰς τὰς οἰκείας ἐπανελθεῖν ἐκκλησίας προσέταξε.
 [01869]  [180] οὗτοι σὺν τοῖς ἄλλοις ὁμόφροσι κατὰ ταὐτὸν γενόμενοι χρῆναι τὰς ἐκκλησίας ἔλεγον εἰς μίαν συναγαγεῖν συμφωνίαν.
 [01871]  Καὶ γὰρ ἐν Ἀντιοχείᾳ διχῆ τὸ ὑγιαῖνον σῶμα τῆς ἐκκλησίας διῄρητο·
 [01885]  ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐγχειρισθεὶς τὰ πηδάλια, πάντα πόρον κινήσας καὶ πᾶσαν ὑπὲρ τῆς ὁμονοίας εἰσενεγκὼν σπουδήν τε καὶ προθυμίαν, τὸ κεχωρισμένον μέλος τῷ λοιπῷ τῆς ἐκκλησίας συνήρμοσε σώματι.
 [01982]  καὶ τά τε ἱερὰ σκεύη τοῖς βασιλικοῖς ταμιείοις ὁ τύραννος παραδοθῆναι προσέταξε καὶ τῆς μεγάλης ἐκκλησίας, ἣν Κωνσταντῖνος ἐδείματο, καθηλώσας τὰς θύρας ἄβατον τοῖς εἰς αὐτὴν ἀθροιζομένοις ἀπέφηνεν.
 [02303]  [212] Παραυτίκα δὲ τῆς ὑπ' αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον.
 [02310]  θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ [213] κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο λογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.
 [02316]  καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν, συνελθόν τες ὡς προεῖπον ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, τὴν μὲν Ἀρειανὴν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμο λόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβε σθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν.
 [02479]  αὐτὸς γὰρ ἔτι τῆς ἐκκλησίας Κωνσταντινουπόλεως κατεῖχε τοὺς οἴακας, οὐκ ἰθύνων ἀλλὰ βαπτίζων τὸ σκάφος.
 [02490]  Οὗτος γὰρ πολλὰς τῶν ἐκκλησιῶν ἐρήμους εἶναι ποιμένων μαθών, στρατιωτικὸν ἀμπεχόμενος σχῆμα καὶ τιάρᾳ καλύπτων τὴν κεφαλήν, καὶ τὴν Συρίαν περιῄει καὶ τὴν Φοινίκην καὶ τὴν Παλαι στίνην, πρεσβυτέρους χειροτονῶν καὶ διακόνους καὶ τὰ ἄλλα τάγματα τῆς ἐκκλησίας ἀναπληρῶν·
 [02593]  ἐπειδὴ δὲ τοῦ κλύδωνος παυσαμένου καὶ καθαρᾶς γενομένης γαλήνης ἐπανελθεῖν προσετά χθησαν, προὔπεμψαν αὐτοὺς ἅπαντες ὀλοφυρόμενοι καὶ δακρύοντες, οὐχ ἥκιστα δὲ ὁ τῆς ἐκκλησίας ἡγούμενος, τῆς ἐκείνων γεωργίας ἐστερημένος.
 [02594]  ἐπειδὴ δὲ τὴν ἐνεγκοῦσαν κατέλαβον, ὁ μὲν θεῖος Εὐ λόγιος, Βάρσου τοῦ μεγάλου μεταστάντος εἰς τὸν ἄλυπον βίον, τῆς ὑπ' ἐκείνου κυβερνωμένης ἐκκλησίας ἐπιστεύθη τοὺς οἴακας·
 [02602]  ὁ μέντοι ὕπαρχος εἰς τὴν Καισάρειαν ἀφικόμενος καὶ Βασίλειον τὸν μέγαν μεταπεμψά μενος, τιμῆς τε ἠξίωσε καὶ λόγοις πρὸς αὐτὸν ἠπίοις ἐχρήσατο, εἶξαί τε τῷ καιρῷ παραινῶν καὶ μὴ προέσθαι τοσαύτας ἐκκλησίας δι' ὀλίγην δογμάτων ἀκρίβειαν·
 [02644]  Ἐπειδὴ δὲ τοῖς ἀρχιερατικοῖς αὐτὸν ἐνίδρυσαν θώκοις, εὐθὺς ὁ τοῦ ἔθνους ἡγούμενος, τὸν Ἑλληνικὸν καὶ Ἰουδαϊκὸν ὅμιλον συναθροίσας, τοὺς τῆς ἐκκλησίας ἐκύκλωσε περιβόλους ἐξιέναι τῷ Πέτρῳ [247] παρεγγυῶν·
 [02647]  τῆς γὰρ τῶν εἰδώλων θεραπείας ἐξήρτητο, καὶ λαμπροτάτην ὑπελάμβανεν ἑορτὴν τῆς ἐκκλησίας τὴν ζάλην.
 [02649]  Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Εὐζώϊος ἀπὸ Ἀντιοχείας Λού κιον ἄγων ἀφίκετο καὶ τὰς ἐκκλησίας ἐκείνῳ παρέδωκεν, οὗ τῆς δυσσεβείας καὶ παρανομίας καὶ τὰ Σαμόσατα πεῖραν ἔλαβε.
 [02675]  Ὁ τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος, ἐθνικὸς ὢν τὴν αἵρεσιν καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούμενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελετήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμᾷ κατὰ τῆς ἐκκλησίας ὡς ὑποτάξαι βαρβάρους ἐπειγόμενος.
 [02694]  οἱ δὲ πάλιν καὶ τοῦτο πρὸς ἀταξίαν ἡγησάμενοι καὶ τὰ παρῳχηκότα εὐπρεπῆ μᾶλλον ἤπερ ἄθεσμα λογισάμενοι, ἐξ αὐτῶν ἕνα γνωριμώτατον ἐν αἰσχρότητι, ὁμοῦ τὴν ἐσθῆτα καὶ τὴν αἰδῶ γυμνωσάμενον ὡς ἡ φύσις ἔχει σχήματος, τῷ [252] τῆς ἐκκλησίας ἐπιβιβάσαντες θρόνῳ δημηγόρον αἰσχρὸν κατὰ Χριστοῦ προσηγόρευσαν.
 [02696]  Τούτων δὲ οὕτως ἐχόντων κἀμοῦ τῆς ἐκκλησίας ὑπαναχωρήσαν τος (πῶς γὰρ οὐχί, ὅπου στρατιωτῶν ἔφοδοι, ὅπου δῆμος πρὸς ἀτα ξίαν ἀργυρώνητος, ὅπου φιλοτιμίαι χρημάτων καὶ ἐθνικῶν πλήθη μετὰ μεγίστων ὑποσχέσεων;) ἡμέτερος δῆθεν ἀποστέλλεται διάδοχος, χρυσίῳ τὴν ἐπισκοπὴν ὡς ἀξίωμα κοσμικὸν ἡγησάμενος, Λούκιός τις, λύκου τὴν πονηρίαν καὶ τὰς πράξεις ἔχειν ἐσπουδακώς, οὐκ ἐπισκόπων ὀρθοδόξων συνόδῳ, οὐ ψήφῳ κληρικῶν ἀληθινῶν, οὐκ αἰτήσει λαῶν, ὡς οἱ τῆς ἐκκλησίας διαγορεύουσι θεσμοί.
 [02699]  Ἀναλογίσασθαι τοίνυν ἐκ τούτου τὸν ὑμέτερον ζῆλον προσήκει, ὃν διεγερθῆναι πρὸς ἐκδικίαν τῶν γενομένων παρακαλῶ, οἷα καὶ ἡλίκα τὰ πλημμεληθέντα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, τοιούτου τυράννου τοῦ προειρημένου καθ' ἡμῶν ἐπαναστάντος.
 [02739]  πολλοὶ γὰρ τῶν κλαι όντων ἁρπαζόμενοι καὶ φυλακιζόμενοι πρότερον, εἶτ' αἰκιζόμενοι, ξεόμενοι, βασανιζόμενοι, τοῖς Φεννησίοις καὶ Προκονησίοις παρεδί δοντο μετάλλοις, ἄνθρωποι τῆς ἐκκλησίας δι' ἔνθεον ζῆλον ὑπέρμα χοι.
 [02762]  ἰδοὺ γὰρ πάλιν κλη ρικοὺς τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀντιοχείᾳ διατρίβοντας ἅμα σπου δαίοις μονάζουσι τὰ τῆς δραματουργίας αὐτῶν διαμαρτύρασθαι προθεμένους, βασιλικὰς ἠχήσαντες κατ' αὐτῶν ἀκοάς, τὴν Νεοκαι σάρειαν τοῦ Πόντου οἰκεῖν παρεσκεύασαν, οἳ τάχα καὶ τοῦ ζῆν ἐστε ρήθησαν διὰ τὴν τῶν τόπων ἀγριότητα.
 [02993]  Περὶ τῆς ἐκκλησίας τῶν Γότθων.
 [03026]  μετὰ Λιβέριον δὲ τὴν τῆς ἐκκλησίας παρειλήφει κηδεμονίαν.
 [03042]  χρόνῳ γὰρ ὕστερον τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν καὶ τὴν τῆς ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον·
 [03051]  δεῖξον δὴ οὖν τῶν δογμάτων τὴν συμφωνίαν καὶ λάβε τὰς ἐκκλησίας κατὰ τὸν νόμον.
 [03065]  ὁ δὲ στρατηγὸς κριτὴς τῶν εἰρημένων γενόμενος τῷ μεγάλῳ Μελετίῳ τὰς ἐκκλησίας παρέδωκεν, ὁ δὲ Παυλῖνος διέμεινε τῶν ἐξ ἀρχῆς ἀποκριθέντων προβάτων ἡγού μενος.
 [03069]  Ὁ δὲ θεῖος Μελέτιος ∆ιόδωρον ἐκεῖνον, οὗ καὶ πρόσθεν ἐμνήσθην, τὸν ἐν τῷ παγχαλέπῳ κλύδωνι ἀβάπτιστον τὸ τῆς ἐκκλησίας διασώ σαντα σκάφος, Ταρσῶν κατέστησε ποιμένα καὶ τὸ Κιλίκων αὐτῷ ἐνεχείρισεν ἔθνος.
 [03110]  ἐδόκει γὰρ ὁρᾶν τὸν θεῖον Μελέτιον, τῆς Ἀντιοχέων ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ περιτιθέντα βασιλικὴν καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν.
 [03160]  χθὲς γὰρ ὡς εἰπεῖν ἔτι καὶ πρώην οἱ μὲν τῶν τῆς ἐξορίας λυθέντες δεσμῶν εἰς τὰς ἑαυτῶν ἐκκλησίας διὰ μυρίων ἐπανήκασι θλίψεων, τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς ἐξορίαις ἐπανε κομίσθη τὰ λείψανα.
 [03166]  ἡμῖν δὲ μακρᾶς μὲν ἔδει σχολῆς καὶ πολλοῦ χρόνου καὶ πόνου πρὸς τὴν τῶν ἐκκλησιῶν ἐπανόρθωσιν, ἵν' ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας ταῖς κατὰ μικρὸν ἐπι μελείαις τὸ σῶμα τῆς ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς εὐσεβείας ὑγίειαν ἐπαναγάγωμεν.
 [03167]  καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦ μεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότητος καὶ τὰς ἐκκλησίας χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι, πλὴν ἀλλὰ βαρεῖς ἡμῖν οἱ λύκοι καὶ μετὰ τὸ τῆς μάνδρας ἐξωσθῆναι κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν ἐκκλη σιῶν βλάβην.
 [03169]  Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης θεοῦ βουλήσει συγκροτοῦντες καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως [291] γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν, εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατόν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσα σθαι.
 [03171]  ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμή κειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως πα ρασκευασάμενοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν μήτε προακούσαντες ὅλως πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα μήτε πρὸς παρασκευὴν μακροτέρας ἀπο δημίας ἐνδιδούσης καιρὸν μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοι νωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι καὶ τὰς παρ' αὐτῶν συγκατα θέσεις λαβεῖν), ἐπειδὴ ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τὴν τῶν πραγ μάτων ἐπανόρθωσιν καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπό δειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακόν, Εὐσέβιον [292] καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες·
 [03179]  οἷς ἀκολούθως τάς τε λοιπὰς ἐκκλησίας παρ' ἡμῖν οἰκονομεῖσθαι γινώσκετε καὶ τῶν ἐπισημοτάτων ἐκκλησιῶν ἀναδεδεῖχθαι τοὺς ἱερεῖς.
 [03180]  ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεο παγοῦς, ὡς ἂν εἴποι τις, ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος λέον τος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ , τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νε κτάριον ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ τῆς οἰκουμενικῆς συνόδου μετὰ κοινῆς ὁμονοίας, ὑπ' ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου παντός τε τοῦ κλήρου καὶ πάσης ἐπιψηφιζομένης τῆς πόλεως.
 [03181]  τῆς δὲ πρεσβυτάτης καὶ ὄντως ἀποστολικῆς ἐκκλησίας τῆς ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐν ᾗ πρώτῃ τὸ τίμιον τῶν Χριστιανῶν ἐχρημάτισεν ὄνομα, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Φλαβιανὸν οἵ τε τῆς ἐπαρχίας καὶ τῆς ἀνατολικῆς διοικήσεως συν [294] δραμόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς ἐκκλησίας ὥσπερ διὰ μιᾶς φωνῆς τὸν ἄνδρα τιμησάσης·
 [03186]  ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ , πάντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν ἡμῖν οὐ μεμέρισται , θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς ἐκκλησίας τηρήσομεν καὶ τῷ βήματι τοῦ κυρίου μετὰ παρρησίας παραστησόμεθα .
 [03197]  εἰ δ' ἔτι ἐκεῖνος ὁ ὄφις ὁ παλαιός, ἅπαξ καὶ δεύτερον καταδηχθείς, πρὸς ἰδίαν τιμωρίαν ἀναζῇ, ὅστις ἐκτὸς τῆς ἐκκλησίας ὑπάρχει, ὃς σφῆλαι τοῖς ἑαυτοῦ θανατηφόροις φαρμάκοις τινὰς ἀπίστους διαπειράζων οὐ παύεται, ταύτην ὥσπερ φθοράν τινα ἐκκλίνατε.
 [03206]  εἰ δέ τινας κουφοτέρους πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται ὅστις δή ποτε βούλεται τῷ κανόνι τῆς ἐκκλησίας ἀντιπαλαῖσαι.
 [03219]  Τοὺς δὲ ἀπὸ ἐκκλησιῶν εἰς ἑτέρας ἐκκλησίας μετελθόντας ἄχρι τοσούτου ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀλλοτρίους ἔχομεν, ἄχρις οὗ πρὸς αὐτὰς ἐπανέλθωσι τὰς πόλεις ἐν αἷς πρῶτον ἐχειροτονήθησαν.
 [03475]  ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς ἐκκλησίας ἡγεμονίαν λαβεῖν, ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορός, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν·
 [03492]  ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάζεσθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς ἐκκλησίας συνάψαι καὶ διαλῦσαι τὴν ἔριν καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν·
 [03501]  ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων ἐκκλησίας Ἰννοκέντιος, διαδεξάμενος Ἀναστάσιον,ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος·
 [03565]  Ὁ δὲ μέγας Ἰωάννης τοὺς τῆς ἐκκλησίας δεξάμενος οἴακας τάς τε παρά τινων γιγνομένας ἀδικίας σὺν παρρησίᾳ διήλεγχε, καὶ βασιλεῖ καὶ βασιλίδι παρῄνει τὰ πρόσφορα, καὶ τοὺς ἱερέας ἠξίου κατὰ τοὺς κειμένους πολιτεύεσθαι νόμους, τοὺς δὲ τούτους παραβαίνειν τολ μῶντας ἐπιβαίνειν τῶν ἀνακτόρων ἐκώλυεν, οὐ χρῆναι λέγων τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τὴν δὲ τῶν ἀληθινῶν ἱερέων μὴ ζηλοῦν βιοτήν.
 [03635]  τῶν δὲ πρὸς ἥλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς ἐκκλησίας οὐκ ἐμέρισαν σῶμα.
 [03640]  τῆς δὲ Ἱεροσολύμων ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον διαδεξάμενος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν.
 [03648]  ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι καὶ τὸ βραχύτατον τῶν Ἑλλήνων λείψανον ἔστενον καὶ ὠδύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς ἐκκλησίας εἰσβάλλοντας θάλασσαν.
 [03686]  ἐν Ἱεροσολύμοις δὲ μετὰ τὸν θαυμάσιον Ἰωάννην Πραΰλιος τὴν τῆς ἐκκλησίας ἐπιστεύθη κηδεμονίαν, ἀνὴρ τῷ ὄντι φερώνυμος.
 [03687]  ἐν Ἀντιοχείᾳ δὲ μετὰ τὸν θεῖον Ἀλέξανδρον Θεόδοτος, τῆς σωφροσύνης ὁ μαργαρίτης, τὴν τῆς ἐκκλησίας προεδρίαν παρέλαβε, πραότητι μὲν διαπρέπων, ἀκριβείᾳ δὲ βίου κοσμούμενος.
 [03697]  ἐκείνου δὲ ἀντιλέγοντος καὶ τοῦτο δράσειν ἥκιστα φάσκοντος, πάσας καταλύσειν τὰς ἐκκλησίας ἠπείλησε, καὶ μέντοι καὶ τέλος ἐπέθηκεν οἷς ἠπείλησε.
 [03698]  πρότερον γὰρ τὸν θεῖον ἄνδρα ἐκεῖνον ἀναιρεθῆναι κελεύσας, καταλυθῆναι τὰς ἐκκλησίας προσέταξεν.
 [03756]  ∆ιοκλητιανὸς δὲ ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ τὰς ἐν ἁπάσῃ τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσεν ἐκκλησίας·
 [03758]  καὶ τοὺς πολέμους δὲ τούτους προείρηκεν ὁ δεσπότης καὶ τὸ τῆς ἐκκλησίας ἀήττητον.
 [03762]  Κατ' ἐκεῖνον δὲ τὸν χρόνον καθ' ὃν ὁ θεῖος Θεόδοτος τὴν Ἀντιοχέων ἴθυνεν ἐκκλησίαν, Θεόδωρος ὁ Μοψουεστίας μὲν ἐπίσκοπος, πάσης δὲ ἐκκλησίας διδάσκαλος κατὰ πάσης φάλαγγος αἱρετικῆς ἀριστεύσας, τοῦ βίου τὸ τέλος ἐδέξατο.
000-00-00 Serial Number=0654713035
Historia religiosa Ante [Go Back]  
 [00332]  ∆ιὰ τοῦτο γάννυμαι, τὰς ὑπ' ἐκείνου πολεμηθείσας ἐκκλησίας γαυριώσας θεώμενος καὶ βλέπων τὸν ἀλιτήριον ὑπὸ τῶν ὑπ' αὐτοῦ τιμωμένων δαιμόνων οὐδεμιᾶς ἐπικουρίας τετυχηκότα.
 [00334]  [2.15] Ἐπειδὴ δὲ καὶ Οὐάλης, ὁ μετ' ἐκεῖνον τῆς ῥωμαϊκῆς ἡγεμονίας τὰς ἡνίας δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος τὴν ἀλήθειαν, τῆς Ἀρείου πλάνης τὴν ἀπάτην ἐδέξατο, τηνικαῦτα μείζων ἡ ζάλη κατὰ τῆς ἐκκλησίας ἠγείρετο, τῶν μὲν κυβερνητῶν πανταχόθεν ἐλαυνομένων, καταποντιστῶν δέ τινων καὶ πολεμίων ἀντεισαγομένων.
 [00345]  Ἔδραμεν ὁ θεῖος Ἀκάκιος, καὶ τὸν μέγαν Ἀστέριον ὡς προσετάχθη λαβὼν ἀφίκετο πρὸς τὸν μέγιστον τῆς ἐκκλησίας φωστῆρα, καὶ ἀσπασάμενος·
 [00549]  Ἀλλ' ὁ μέγας Μαρκιανὸς πολλοῖς μὲν πολλάκις χρησάμενος λόγοις ἐπειράθη τὸν πρεσβύτην Ἀβραάμην οὕτω γὰρ αὐτὸν οἱ ἐγχώριοι προσηγόρευον εἰς τὴν τῆς ἐκκλησίας μεταγαγεῖν συμφω νίαν.
 [00906]  Τούτου εἵνεκα οὐ μόνον αὐτοὺς ἁπάσης ἐκκλησίας ἐξήλασεν, ἀλλὰ καὶ ἐκ τῆς ὑπωρείας καὶ ἐκ τῆς ὄχθης τοῦ ποταμοῦ καὶ ἐκ τοῦ πολεμικοῦ γυμνασίου.
 [01448]  Ἐπειδὴ δὲ καὶ ὁ τῆς ἐκκλησίας ἀφίκετο πρόεδρος, ἤπειγεν αὐτὸν ὑποδέξασθαι τοῦ πρεσβυτέρου τὴν ζεύγλην·
000-00-00 Serial Number=0224196494
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05010]  ἡμεῖς δὲ ἀριθμῶν κρείττους κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίας.
000-00-00 Serial Number=0079894066
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02543]  ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.
 [02580]  Ἐπειδὴ δὲ ἐκκλησίας ἐμνημόνευσεν, ἀναγκαίως τὰ περὶ ταύτης ποιεῖ ται θεσπίσματα, καὶ τῶν ἐθνῶν ἁπάντων προαγο ρεύει τὴν κλῆσιν.
 [04665]  ὡς εἶναι δῆλον, ὅτι περὶ τῆς αὐτῆς εἴρηκεν ἐκκλησίας.
 [05178]  Βάρεις ἐλεφαντίνας, ἢ κατὰ τὸν Σύμμαχον καὶ τὸν Ἀκύλαν, ναοὺς ἐλεφαντί νους, τὰς περικαλλεῖς καὶ λαμπρὰς ἐκκλησίας, ἃς ἄρχοντες καὶ βασιλεῖς πανταχοῦ γῆς καὶ θαλάσσης ἐδείμαντο.
000-00-00 Serial Number=0507857502
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00217]  θυγατέρας δὲ τῆς Ἰου δαίας, τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας, ὡς ἀπὸ τῶν ἀποστόλων παγείσας, οἳ ἐξ Ἰουδαίων κατῆγον τὸ γένος.
 [05527]  μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μετα βαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει.
000-00-00 Serial Number=0176298738
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00017]  μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μετα βαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει.
 [00208]  τῆς ἐπου ρανίου ταύτης ἐκκλησίας καὶ ὁ μακάριος μέμνηται Παῦλος·
 [01212]  Καὶ τῶν αὐλῶν δὲ τὸ πλῆθος τὰς ἐκκλησίας δηλοῖ.
 [01586]  Πύλας αὐτοῦ, καὶ αὐλὰς αὐτοῦ, τὰς ἐκκλησίας καλεῖ.
000-00-00 Serial Number=0501480401
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01608]  ὀρθόδοξοι γάρ εἰσιν οἱ ἀπόστολοι προφῆταί τε καὶ μάρτυρες, ὧν τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι' ὧν τὰ θαύματα ἐκτελεῖται, του τέστι τῶν ὀρθοδόξων.
000-00-00 Serial Number=0971919298
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02979]  ὡς ὁ ἀμεταμέλητα πταίων τῆς ἐκκλησίας ἐκβάλλεται.
 [04683]  μηδεὶς οὖν νομιζέτω ἀνάξιον εἶναι τῆς ἐκκλησίας τῆς Ῥαὰβ τὸν τύπον·
 [04704]  καὶ ἡμῖν δὲ ἡ σωτηρία διὰ τῆς ἐκκλησίας προσγίνεται·
000-00-00 Serial Number=0910150945
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03964]  Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Χριστὸς, ὁ κατὰ σάρκα μὲν υἱὸς τοῦ ∆αβὶδ, ὡς Θεὸς δὲ, καὶ κύριος τοῦ ∆αβὶδ καὶ δεσπότης, τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην οἰκοδομήσειν ἐκκλησίας, οὐκ εἴασε τὸν ∆αβὶδ τὸν Ἰουδαϊκὸν οἰκοδομῆσαι νεών·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»