Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐκεῖνος [356]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐκεῖνος


000-00-00 Serial Number=0564849675
Commentaria in Isaiam Ante [Go Back]  
 [00634]  ἐκεῖνος γὰρ καὶ τὸ ἀνιαρὸν ἐκεῖνο δρᾶμα τῆς τὸν υἱὸν διὰ λιμὸν καταφαγούσης συνέγραψεν.
 [00749]  ὁ μονο γενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγή σατο.».
 [01398]  Καὶ ποῦ ὁ βασιλεὺς τῆς πόλεως Σεφαρίμ, Αἰνὰ καὶ Γαυά;» Ταῦτα μὲν οὖν ἐκεῖνος τῷ βασιλεῖ γεγράφηκεν Ἐζεκίᾳ·
 [01404]  Νομίσας γὰρ ὁ ἀλαζὼν ἐκεῖνος καὶ δυσσεβὴς τοῖς ἄλλοις θεοῖς ἐοικέναι τῆς Ἱερουσαλὴμ τὸν θεόν, τοῖς μανικοῖς τούτοις κέχρηται λόγοις, καὶ τῷ Ἐζεκίᾳ δὲ γέγραφεν·
 [02311]  Οὐκ ἠνεσχόμην φησὶ τῶν τοῦ ∆ανιὴλ συμβολῶν ἐκεῖνος γὰρ ἔλεγε τῷ Ναβουχοδονόσορ·
 [02988]  Ἀλλ' ἐκεῖνος ἐν τῇ Ἱερουσαλὴμ τοῦτο δέδρακε μόνῃ, ὁ δέ γε δεσπότης Χριστὸς τὴν οἰκουμένην τῆς τῶν εἰδώλων ἠλευθέρωσε πλάνης.
 [03209]  καὶ γὰρ ἐκεῖνος ἀπόνως ἐλπίσας ἀνά στ ατον ποιήσειν τὴν Ἱερουσαλὴμ οὐ μόνον οὐ δέδρακεν ἅπερ ἤλπισεν ἀλλὰ καὶ
 [03262]  Εἰ δὲ ἐκεῖνος οἶδεν ὁ διαπλά στης, πόσῳ μᾶλλον ἐγὼ τοῦ κεραμέως ὁ ποιητής.
 [03560]  ἐκεῖνος γὰρ αὐτὸν ἀφύκτοις κακοῖς περιέλαβεν.
 [04024]  Ἄλυπος γὰρ ὁ βίος ἐκεῖνος, φροντίδων ἀπηλ λαγμένος, ζάλην οὐδεμίαν δεχόμενος, ἀλλ' ἑορτὴν ἔχων διηνεκῆ καὶ πανήγυριν.
 [04229]  οἰκιστὴς γὰρ ἐκεῖνος τῆς πόλεως καὶ γνήσιος θεράπων ἐμός.
 [04321]  τοσαῦτα γὰρ αὕτη δύναται |147 a| ὅσα ἂν ἐκεῖνος βούληται.
 [05714]  Οὐ γὰρ ἄλλος υἱὸς ἐκεῖνος καὶ ἄλλος οὗτος ἀλλ' ὁ αὐτός ἐστιν υἱὸς ὡς θεὸς καὶ λαμβάνει τὸ εἶναι υἱὸς ὡς ἄνθρωπος.
 [05781]  Ἰουδαίους γὰρ ἐκεῖνος ἐκ Βαβυλῶνος ἐπανήγαγεν, οὐ τὰ ἔθνη τῆς πλάνης ἀπήλλαξεν οὐδὲ τὴν καινὴν τοῖς ἔθνεσι προσενήνοχε διαθήκην.
 [06092]  καὶ γὰρ ἐκεῖνος ἔλεγεν·
 [07184]  ἐκεῖνος γὰρ ὁ βίος ἀδικίας ἐλεύθερος, ἐκεῖνος τῇ ἄκρᾳ δικαιοσύνῃ κοσμεῖται, ἐκεῖνος ἀληθῶς ἀταλαίπωρος καὶ φροντίδων ἀπηλλαγμένος.
 [07196]  ἐκεῖνος γὰρ οὔτε σελήνης οὔτε ἡλίου χρῄζει·
 [07203]  ἐκεῖνος γὰρ ἔχει τῆς γνώμης τὸ ἄτρεπτον, ἐκεῖνος τῇ αἰωνίῳ δικαιοσύνῃ κεκόσμηται, ἐκεῖνος ἁμαρτίας ἐλεύθερος, ἐκεῖνος οὐκ ἔχει ἄωρον οὐδὲ πρεσβύτην ἀλλὰ ζωὴν ἀτελεύτητον, ἐν ἐκείνῳ κληρονομοῦσι τὴν γῆν τῶν ζώντων οἱ ἄξιοι.
 [07255]  Ἐκ τούτων ὁ μέγας ἐκεῖνος Συμεὼν ὁ καὶ χρηματισθεὶς τοῦ «μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν χριστὸν κυρίου», ἐκ τούτων ἡ προφῆτις Ἄννα καὶ ἕτερ οι ἦσαν πολλοὶ τὴν μὲν Ἰουδαίων παρανομίαν θρηνοῦντες τὴν δὲ τοῦ θεοῦ σωτηρίαν προσ μένοντες·
000-00-00 Serial Number=0007885695
De incarnatione domini Ante [Go Back]  
 [00053]  Ἁρμόδιος τοίνυν ὁ κόσμος ἐκεῖνος ἦν τῷ τότε καιρῷ, καὶ οὐ μόνον τοῖς μόνοις οὖσιν, ἀλλὰ καὶ παιδίοις ἀρτιγενέσιν συμ βαίνων.
 [00118]  ἕτερος γὰρ κατὰ τὴν ὑπόστασιν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ἕτερος ἐκεῖνος οὗ ἐν μορφῇ ὑπάρ [75.1432] χει·
 [00167]  ὅτι καθάπερ τῷ προπάτορι Ἀδὰμ, καὶ τῆς ἀρᾶς ἐκοι νωνήσαμεν, καὶ γεγόναμεν ἅπαντες ὑπὸ τὸν θάνατον ὥσπερ ἐκεῖνος, οὕτω τοῦ Σωτῆρος Χριστοῦ καὶ τὴν νίκην οἰκειούμεθα, καὶ τῆς δόξης συμμεθέξομεν, καὶ τῆς βασιλείας συναπολαυσόμεθα.
 [00530]  τιμωρίαν], ἤκουσεν ἐκεῖνος·
 [00645]  καὶ γὰρ ἐκεῖνος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε.
000-00-00 Serial Number=0624029100
De providentia orationes decem Ante [Go Back]  
 [00749]  Καὶ ἐκεῖνος μὲν γὰρ πλέκει τὰ θήρατρα, οὐχ ὑπὸ λόγου τὴν τέχνην δεδιδαγμένος, ἀλλὰ τὴν φύσιν ἔχων διδάσκαλον.
 [00830]  Εἶτα ἐκεῖνος ἐπελθὼν, τοῖς ἀπὸ τῆς τέ χνης ὅπλοις συνεργοῖς κεχρημένος, εὐπετῶς μάλα καὶ ῥᾳδίως λαμβάνει τὴν θήραν.
 [01041]  Ἃ γὰρ ἐκεῖνος ὡς ἄχρηστα ἔχει, ταῦτα διὰ τῆς τέχνης αὕτη μεταποιοῦσα, ἀναγ καῖα δείκνυσι, καὶ πρὸς πᾶσαν ἐπιτήδεια χρείαν.
 [01072]  Καὶ τοσ αύτης πανταχόθεν θεραπείας προσφερομένης, οὐδὲν ἧττον ἐκεῖνος ἀλγύνεται, γυμνούμενος, περι στρεφόμενος, τῇ κινήσει τῶν χειρῶν τὴν κεκρυμ μένην σημαίνων πυράν.
 [01338]  Τοῦτο γὰρ καὶ ὁ πιστὸς ἐκεῖνος οἰκέτης ᾔτησεν ἱκε τεύων, οὐκ εἶδος, οὐ μέγεθος, οὐ παρειῶν ἄνθος, οὐκ ὀφθαλμῶν κάλλος, οὐκ ὀφρύων εὐθέτους γραμ μὰς, οὐ γένους περιφάνειαν, οὐ πλούτου περιουσίαν, ἀλλὰ φιλόξενον γνώμην, ἤπιον τρόπον, φθέγμα πρᾶον καὶ μέτριον, ἦθος ἐπιεικὲς καὶ φιλάνθρωπον, ἄξιον τῆς δεσποτικῆς οἰκίας, τῆς πᾶσι ξένοις ἠνεῳγμένης, τῆς εἴδη ποικίλα δεχομένης, καὶ πᾶσι προσφερούσης τὰ πρόσφορα.
 [01426]  Τοιαῦτα ὁ δοῦλος ἐκεῖνος πρὸς τὴν πονηρὰν δέσποιναν ἐκείνην διέξεισι·
 [01429]  Οὐ γὰρ ᾐσχύ νετο, καθάπερ Ἀδὰμ μετὰ τὴν παράβασιν, ἀλλ' ἢν εἶχεν ἐκεῖνος πρὸ τῆς παραβάσεως διάθεσιν περὶ τὴν γύμνωσιν τοῦ σώματος, ταύτην ἔχων οὗτος ἐξελήλυθε.
 [01442]  Ἐπειδὴ τοίνυν τὰ πλεῖστα τῶν τῆς ψυχῆς κινημάτων ἐν τοῖς προσώποις παραδηλοῦται, ὁ θαυμάσιος ἐκεῖνος ἀθλητὴς, οἷόν τισιν ἀγγέλοις τῆς ψυχῆς χρώμενος τοῖς προσώποις, τοὺς ἀθυμοῦντας διετέλει ψυχαγωγῶν.
 [01447]  «Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;» Τῶν δὲ φησάντων ὀνεί ρους ἑωρακέναι, καὶ τῇ τῆς ἑρμηνείας ἀγνοίᾳ κυ κᾶσθαι τὸν λογισμὸν, οὐκ ἐθρήνησεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῶν ὀνείρων ἀκούσας, οὐδὲ ὠλοφύρατο τῶν οἰκείων ἀναμνησθεὶς συμφορῶν, οὐδὲ ἀφῆκε δάκρυον ἀγεννὲς, οὐδὲ ἀνῴμωξε, καὶ τῶν παθῶν τὴν τραγ ωδίαν εἰς μέσον παρήγαγε·
 [01457]  Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν ὁ γενναῖος ἐκεῖνος ἀνὴρ, ἀλλά φησι πρὸς αὐτούς·
 [01806]  καὶ τούτων πλέον οὐδὲν ἐκεῖνος ἰσχύει ποιεῖν·
 [01865]  Ταῦτα δὲ πάντα διέξεισιν ὁ θεῖος ἐκεῖνος ἀνὴρ, πεῖσαι βουλόμενος ἅπαντας, καὶ χαλινοῦν τοῦ νοῦ τὴν ἀπληστίαν, ἵνα μὴ τῶν ἀδυνάτων κατατολμᾷ, καὶ ἀναμένειν τὴν ἐσομέ νην ἐν τῷ μέλλοντι βίῳ τῶν πραγμάτων ἀκριβῆ κα τανόησιν.
 [01922]  Οὐ γὰρ ἠθέλησεν ἐξουσίᾳ μόνῃ τὴν ἐλευθερίαν ἡμῖν χαρί σασθαι, οὐδὲ ἔλεον μόνον ὁπλίσαι κατὰ τοῦ ἐξανδρα ποδίσαντος τῶν ἀνθρώπων τὴν φύσιν, ἵνα μὴ ἄδικον ἐκεῖνος προσαγορεύῃ τὸν ἔλεον, ἀλλὰ μηχανᾶται πόρον καὶ φιλανθρωπίας γέμοντα, καὶ δικαιοσύνῃ κεκοσμημένον.
 [02048]  εἰ δὲ μη δὲν εὑρίσκεις, ὧν ὁ θεῖος ἀπαγορεύει νόμος, πάντα δὲ μᾶλλον, ὅσα ἐκεῖνος διαγορεύει, οὐκ ἐῶ σε κατέχειν ὃ μὴ θέμις κατέχειν.
 [02056]  Πάντων ἐκεῖνος τῶν τοῦ παραδείσου φυτῶν [83.760] τὴν ἐξουσίαν λαβὼν, οὐκ ἠρκέσθη τοῖς δοθεῖσιν, οὐ δὲ ἀπέχρησεν αὐτῷ ἡ ἀφθονίας ἁπάντων ἀπό λαυσις·
 [02156]  Ὁ δὲ ἐκείνου παῖς, Βαλτάσαρ φημὶ, ταῖς πατρῴαις οὐ παιδευθεὶς συμφοραῖς, οὐδὲ σκοπήσας ὁποίας ἐκεῖνος δίκας τῆς ἀλαζονείας ἐξέτισε, καὶ ταῦτα ὡς ἐνόμισε τὰ θεῖα σκεύη τετιμηκὼς, φέρει μὲν εἰς μέσον τὰ ἅπαξ ἀφιερωθέντα Θεῷ, πίνει δὲ ἀπὸ τούτων ὁ ἀλιτήριος, προσφέρει δὲ καὶ τοῖς συμπόταις τὰ ἄψαυστα.
 [02173]  Ὡς γὰρ εἶδεν ἐκεῖνος τὰ τρία μειράκια, τὴν μὲν βασιλικὴν νομοθεσίαν μὴ τελέ σαντα, τῆς δὲ φοβερᾶς ἐκείνης πυρᾶς ὡς ἀθυρμά των καταφρονήσαντα, καὶ ἐπὶ τῶν ἀνθράκων ἐκεί νων ὡς ἐπὶ ῥόδων βαδίζοντα, καὶ τοὺς τοιαύτῃ φλογὶ παραδεδομένους τὸν Θεὸν ἀνυμνοῦντας, ἐκπλήττε ται μὲν τὸ θαῦμα, καταπλήττεται δὲ τὸν τοῦ θαύματος ποιητὴν, κελεύει δὲ πᾶσι τὸν τούτων Θεὸν προσκυνεῖν, καὶ ὕψιστον αὐτὸν ὀνομάζει, καὶ τῶν ἁπάντων Θεὸν καὶ βασιλέα καλεῖ.
000-00-00 Serial Number=0877344489
De sancta trinitate Ante [Go Back]  
 [00061]  Καὶ οὔτε ἐκεῖνος τὸ ἦν, οὔτε οὗτος τὸ ὢν καὶ ὑπάρχων, ἐᾷ·
 [00634]  Ἐκείνη σου ἡ μερὶς, ἐκεῖνος ὁ κλῆρος, ἡμῶν δὲ μερὶς Κύριος, ᾧ ἀκολουθοῦντες, τὴν ὀρθὴν [75.1189] ὁδὸν οὐ καταλείψομεν·
000-00-00 Serial Number=0999661505
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00409]  Λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ ὕπνος ὁ φοβερὸς ἐκεῖνος γεγένηται θάνατος, καὶ ἀνάστασιν περιμένομεν ἅπαντες οἱ τῆς πίστεως τὴν ἀκτῖνα δεξάμενοι.
000-00-00 Serial Number=0423420906
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00053]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ πολυύμνητος, ἀνδρείᾳ τῇ προτεραίᾳ κατὰ τοῦ Αἰγυπτίου χρη σάμενος, εἶτα γνοὺς τῇ ὑστεραίᾳ κατάδηλον τὸν φόνον γεγε νημένον, ἀπέδρα, καὶ πολλῶν ὁδὸν ἐξήνυσεν ἡμερῶν, καὶ τὴν Μαδιανῖτιν κατέλαβε χώραν.
 [00336]  Καὶ γὰρ Σωκράτης ἐκεῖνος ὁ Σωφρονίσκου, τὴν τῆς συκοφαντίας ὑπομείνας γραφὴν καὶ τῆς τῶν κατηγόρων κατεφρόνει ψευδολογίας καὶ τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἐδείκνυ βοῶν·
 [00438]  φέρει γὰρ γενναίως τὴν συμφοράν, καὶ τὴν τῆς εὐπραξίας μεταβολὴν ἀφορμὴν ποιεῖται φιλοσοφίας, καὶ τῶν ὅλων τὸν Πρύτανιν ἀνυμνεῖ, καὶ τοῦτο συμφέρον ὑπείληφεν, ὅπερ ἐκεῖνος ἢ γενέσθαι προσέταξεν, ἢ γινόμενον οὐκ ἐκώλυ σεν.
 [00599]  Ὁποῖος μὲν οὖν ἐκεῖνος καὶ τίσιν ἐπιτηδεύμασιν ἐν τεθραμμένος, ἐγὼ μὲν οὐκ ἐρῶ, τὰ ἐμαυτῷ πρέποντα λογιζό μενος·
 [00816]  Οὐ γὰρ ἀπέθανεν ὁ πάντα ἄριστος ἐκεῖνος ἀνήρ, κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἀλλὰ καθεύδει ὕπνον τοῦ συνήθους μακρότερον.
 [00982]  Οὕτω καὶ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, ὁ πανεύφημος, ὁ τὰ πολυθρύλητα ἐκεῖνα θαυματουργήσας, τὴν τοῦ Ἰοθὸρ ἐδέξατο συμβουλήν, ἀνδρὸς ἔτι τῇ περὶ τὰ εἴδωλα πλάνῃ κατεχομένου.
 [01001]  Καὶ πάλιν, ὅτι Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἐὰν μὴ διαστείλῃ τῷ ἀνόμῳ, τοῦ ἀποστρέψαι τὸν ἄνομον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο θανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκ ζητήσω .
 [01774]  Ἔχει γὰρ ὁ πανάγιος θρόνος ἐκεῖνος τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν τὴν ἡγε μονίαν διὰ πολλά, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ὅτι αἱρετικῆς μεμένηκε δυσωδίας ἀμύητος, καὶ οὐδεὶς τἀναντία φρονῶν εἰς ἐκεῖνον ἐκάθισεν, ἀλλὰ τὴν ἀποστολικὴν χάριν ἀκήρατον διεφύλαξε.
 [02249]  Ἀλλ' ὅμως ὁ χαλεπὸς ἐκεῖνος καιρὸς τῶν μὲν τὴν προδοσίαν, τῶν δὲ τὴν δειλίαν διήλεγξεν·
 [02560]  Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλητος πεντάκις ἐξηλάθη τῆς ποίμνης, καὶ τὴν ὑπερ ορίαν οἰκεῖν ἠναγκάσθη.
 [02708]  Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ τὸν Χριστὸν οἶδε θεμέλιον, καὶ ταύτῃ τῇ προσηγορίᾳ λαμπρύνεται.
000-00-00 Serial Number=0467511356
Eranistes Ante [Go Back]  
 [00003]  Τοιοῦτος ἦν ἐκεῖνος Ἀλέξανδρος ὁ χαλκεύς, ὃς οὐδὲν ἔχων περίβλεπτον, οὐ λαμπρότητα γένους, οὐ δεινότητα λόγων, οὐ δημαγωγίαν, οὐ στρατηγίαν, οὐ τὰς ἐν πολέμοις ἀνδραγαθίας, μόνον δὲ βάναυσον τέχνην μεταχειρίζων, ἐκ μόνης τῆς κατὰ τοῦ θειοτάτου Παύλου μανίας ἐγένετο γνώριμος.
 [00279]  Ὁ μονογενής, γάρ φησιν, υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
 [00671]  {ΟΡΘ.} Ἀξιόχρεως εἶναί σοι δοκεῖ Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ φανότατος τῆς Ἀλεξανδρέων ἐκκλησίας φωστήρ;
 [00694]  Καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ' ἔστιν, ἐκεῖνος ὁ λόγος ὁ τὴν σάρκα λαβὼν οὗτος ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ' ἔστιν, ἐν σαρκὶ ἐσκήνωσεν ἀνθρωπείᾳ.
 [00768]  Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη, πλάστης δὲ αὐτοῦ ὁ θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιούμενον εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ πεπλασμένον ἄνθρωπον, τὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα.
 [00770]  Ἵνα μὴ ἄλλη πλάσις γένηται, μηδὲ ἄλλο τὸ σωζόμενον, ἀλλ' αὐτὸς ἐκεῖνος ἀνακεφαλαιωθῇ, τηρουμένης τῆς ὁμοιότητος.
 [01105]  {ΟΡΘ.} Ὁ ἄνθρωπος ἐκεῖνος, τὸ ζῷον λέγω, ἁπλοῦς ἐστιν ἢ σύν θετος;
 [01172]  {ΟΡΘ.} Οὐκοῦν ἐπειδὴ μίαν ἐκεῖνος εἶναι λέγει τῆς τριάδος ὑπό στασιν, ἐπιδείξομεν αὐτῷ τὴν θείαν γραφὴν τὰς τρεῖς ὑποστάσεις κη ρύττουσαν.
 [01280]  {ΟΡΘ.} Τύπος ἦν ἐκεῖνος τῆς ἀληθείας·
 [01282]  Οὗ δὴ χάριν ἐκεῖνος οὐκ ἦν μὲν φύσει θεός, ὠνομάσθη δὲ ὅμως θεός, ἵνα πληρώσῃ τὸν τύπον.
 [01404]  Καὶ γὰρ ἐκεῖνος ἐθνῶν ὑπῆρχεν ἀρχιερεύς·
 [01414]  Ἐμοῦ γὰρ εἰρηκότος ὡς καὶ αὐτὸ τὸ τοῦ μεσίτου ὄνομα τοῦ σωτῆρος ἡμῶν τὰς δύο φύσεις παραδηλοῖ, αὐτὸς ἔφησθα καὶ Μωϋσέα κεκλῆσ θαι μεσίτην, ἄνθρωπος δὲ μόνον ἐκεῖνος ἐτύγχανεν ὤν, οὐ θεὸς καὶ ἄνθρωπος.
 [01747]  {ΟΡΘ.} Ἀλλά γε ἐκεῖνος φαίη ἄν, ὡς κἀν τῇ παλαιᾷ πολλὰ οἰκονο μικῶς ἡ θεία λέγει γραφή.
 [01758]  {ΟΡΘ.} Ἀλλ' ἔροιτο ἂν ἐκεῖνος·
 [01778]  Ἀντιθείη δ' ἂν ἐκεῖνος, ὡς καὶ πρὸ τῆς ἐνανθρωπήσεως Ἰουδαίοις διαλεγόμενος ὁ θεὸς ἔφη·
 [02268]  ἐκεῖνος δὲ οὐκ εἶχεν ὅπερ ὑπῆρχεν ἐμόν.
 [02482]  Οὐκοῦν ἐπιγνῶμεν, τίς ἐκεῖνος ὁ ἀκούσας ἐστί, Κάθου ἐκ δεξιῶν μου·
 [02879]  εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν, εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς, εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.
 [03198]  Ταὐτὸ δὴ τοῦτο καὶ ὁ ἅγιος ἐκεῖνος πεποίηκεν ἄγγελος τῷ τοῦ προσώπου ὀνόματι τὸ σῶμα προσ αγορεύσας.
 [03911]  οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν.
000-00-00 Serial Number=0326634049
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01416]  Καθάπερ γὰρ ὑετὸς ἐπὶ πόκον ἀψοφητὶ κάτεισιν, οὕτως ὁ σωτήριος ἐκεῖνος τόκος πάντων ἀνθρώπων ἀγνοούντων ἐγένετο.
 [01613]  καὶ ἐκεῖνος περὶ τοῦ νυμφίου φησίν·
 [01663]  Ζητήσωμεν δὲ τίς ἄρα ὁ εἷς ἐκεῖνος κόσμος ἐν τῷ τραχήλῳ περικείμενος καὶ τοὺς ἄλλους ὑπερέχων, καὶ μάθωμεν παρὰ τοῦ μακαρίου Παύλου, ὅτι Μένει πίστις, ἐλπὶς, ἀγάπη·
 [02683]  Καὶ καθάπερ ἐκεῖνος, μετὰ τὴν θείαν ἀπόφασιν, πάντων ἐκράτησεν·
000-00-00 Serial Number=0962583840
Graecarum affectionum curatio Ante [Go Back]  
 [00055]  [1.12] Οἱ δὲ τῶν Ἑλληνικῶν φιλοσόφων περιφανέστατοι, ὧν ἡ μνήμη παρὰ τοῖς ἐλλογίμοις μέχρι καὶ τήμερον πολυθρύλητος, Φερε κύδης ὁ Σύριος καὶ Πυθαγόρας ὁ Σάμιος καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Σόλων ὁ Ἀθηναῖος, καὶ μέντοι καὶ Πλάτων ἐκεῖνος, ὁ Ἀρίστωνος μὲν υἱός, Σωκράτους δὲ φοιτητής, εὐστομίᾳ δὲ πάν τας ἀποκρύψας, οὐκ ὤκνησαν ἕνεκα τοῦ τἀληθὲς ἐξευρεῖν καὶ Αἴγυπτον περινοστῆσαι καὶ Θήβας τὰς Αἰγυπτίας καὶ Σικελίαν καὶ Ἰταλίαν, καὶ ταῦτα οὐ μιᾶς βασιλείας τάδε τὸ τηνικαῦτα ἰθυνούσης τὰ ἔθνη, ἀλλὰ διαφόρων μὲν πολιτειῶν ἐν ταῖς πόλε σιν οὐσῶν, διαφόρων δὲ νόμων·
 [00181]  Καὶ γὰρ ὁ Πυθαγόρας ἐκεῖνος ὁ πολυθρύλητος, ὁ Μνη σάρχου μὲν υἱός, Φερεκύδου δὲ φοιτητής, ὁ τῆς Ἰταλικῆς αἱρέ σεως ἡγησάμενος, νόμον ἐτεθείκει τοῖς φοιτηταῖς πενταετῆ χρόνον σιγὴν ἄγειν καὶ μόνον ὑπέχειν τῷ λόγῳ τὰς ἀκοάς, ἵνα ἀναμφισβητήτως καὶ ἀδηρίτως δέχωνται τὰ λεγόμενα, πιστεύ οντες οὕτως ἔχειν καὶ μὴ πολυπραγμονοῦντες ὡς ἐνδοιάζοντες.
 [00275]  Ἀληθὴς ἄρα ὁ τραγικὸς λόγος ἐκεῖνος, ὃν ἐν [1.87] Φοινίσσαις εἴρηκεν Εὐριπίδης·
 [00444]  Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνος, οὕτω φησίν·
 [00719]  Εἰ δέ τῳ φίλον καὶ αὐτὴν διαγνῶναι τὴν ξύγκρισιν, εὑρήσει ταύτην ἐν τοῖς Εὐσεβίου τοῦ Παλαιστίνου ξυγγράμμασιν, Εὐαγγελικὴν δὲ προ παρασκευὴν τόνδε τὸν πόνον ἐκεῖνος ὠνόμασεν·
 [00807]  Οὐ γὰρ οἷα τὰ ποιήματα, τοιοῦτος ὁ ποιητής, οὐδὲ ἡλίκα ταῦτα, τηλικοῦτος ἐκεῖνος·
 [00811]  Εἰκότως οὖν ἄρα ὁ σοφὸς ἐκεῖνος ἀνὴρ ἔφησεν·
 [00942]  Καὶ γὰρ ἐκεῖνος ἐκείνους, καὶ οὗτος τούτους λοιβῇ καὶ [3.62] κνίσῃ χαίρειν ἀναφανδὸν ἰσχυρίσαντο.
 [00968]  Οὐκ ἦσαν οὖν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶ δαίμονες, ἀλλ' ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.
 [01075]  ὁ δέ γε Πλάτων ὁποῖα καὶ περὶ τῶνδε πεφρόνηκε, ῥᾷστα γνοίη τις ἂν ἐντυχών, οἷς ἐκεῖνος ἔγραψεν ἐν τῷ δεκάτῳ τῶν Νόμων·
 [01083]  [3.104] Τοιαῦτα μὲν οὖν ἐκεῖνος γέγραφεν·
 [01130]  Αἴτιον δὲ τῶν ὅλων οὐ τὴν γῆν μόνον, καθάπερ ἐκεῖνος, ἀλλὰ [4.8] καὶ τὸ πῦρ εἴρηκεν οὗτος.
 [01219]  Καὶ ῥᾷστον τῷ βουλο μένῳ τοῖς Ξενοφῶντος Ἀπομνημονεύμασιν ἐντυχεῖν καὶ γνῶναι σαφῶς, ὡς ταῦτά γε ἐκεῖνος περὶ τῶν πολυθρυλήτων φιλοσόφων γέγραφεν.
 [01223]  μάλα γὰρ ἐκεῖνος καὶ τὴν πολλὴν αὐτῶν ἄγνοιαν καὶ ἣν πρὸς ἀλλήλους ἐσχήκασιν ἐκωμῴδησε διαμάχην.
 [01811]  Καὶ γὰρ ἐκεῖνος τὰ τοιάδε γελῶν·
 [02276]  Ἐγὼ δέ, εἰ μὲν ἁπλοῖς ἐκεῖνος καὶ διαφανέσιν εἰώθει κεχρῆσθαι λόγοις, ὥσπερ δὴ καὶ ἄλλοι τῶν φιλοσόφων τινές, ἔφην ἂν αὐτὸν ὡς ἡδίω τὴν τῶν Μουσῶν προκεκρικέναι φωνήν·
 [02334]  Ἀλλὰ καὶ οὕτω γε φύντα, ὡς εἴρηται, καὶ σωθέντα γε καὶ τραφέντα καὶ ἐμπρησθέντα, τοῖς ἄλλοις θεοῖς κατέλεξαν καὶ τεμένη γε καθω σίωσαν καὶ καθιέρωσαν βωμούς, καὶ λοιβῇ καὶ κνίσῃ, πάλαι μὲν προφανῶς, νῦν δὲ ἴσως ἐν παραβύστῳ, γεραίρετε καὶ τὰ τούτου ἀγάλματα θείας ἀξιοῦτε τιμῆς καὶ τὸν ἐνειλημένον αὐτῷ θαυμάζετε δράκοντα καὶ ξύμβολον εἶναι τῆς ἰατρικῆς φατε, ὅτι καθάπερ ἐκεῖνος ἀποδύεται τὸ γῆρας, οὕτως ἡ ἰατρικὴ τῶν νόσων ἐλευθε [8.23] ροῖ.
 [02396]  [8.37] Εἰ δὲ μάντεις καὶ ἰατροὺς τοσαύτης ἔφησεν ἐκεῖνος ἀξιοῦσθαι [8.37] τιμῆς, τί ἂν εἴποι τις περὶ τῶν τοσαύτην ἐπιδειξαμένων ὑπὲρ εὐσεβείας ἀνδρείαν, οἷς τοὖργον οὐ μόνον ἀνδρείαν, ἀλλὰ καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ σοφίαν καὶ φρόνησιν μαρτυρεῖ;
 [02485]  οὐδέ γε Ἀνάξαρχος ἐκεῖνος, ὃς ὑπέροις πτισσόμενος σιδηροῖς ἔλεγεν, ὥς φασι, πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον·
 [02611]  [9.21] τὸν Πέτρον ἐκεῖνος καὶ τὸν Παῦλον ἀνεῖλεν, ἀλλ' οὐ ξυνανεῖλε τοῖς νομοθέταις τοὺς νόμους οὐκ Οὐεσπασιανός, οὐ Τίτος, οὐ ∆ομετιανός, καὶ ταῦτα πολλοῖς κατ' αὐτῶν καὶ παντοδαποῖς χρησάμενος μηχανήμασι·
 [02662]  Καὶ ἵνα μή τις ὑπολάβῃ με συκοφαντεῖν τὸν φιλόσοφον, ἀκούσατε, ὦ ἄνδρες, ὧν ἐκεῖνος νενομοθέτηκεν.
 [02749]  καὶ Κορινθίοις ἐπιστέλλων ἐκεῖνος πᾶσιν ἀνθρώποις τοὺς νόμους προσήνεγκεν·
 [02754]  ἐκεῖνος δὲ τῶν ἀνδρῶν ἁπάντων ἁπάσας εἶναι τὰς γυναῖκας κοινάς.
 [02764]  Καὶ διδάσκων, ὡς παρ' ἡμῶν ἐκεῖνος λαμβάνει τὰς [9.63] ἀφορμάς, ἐπήγαγεν·
 [02883]  καὶ αὐτὰς γὰρ [10.22] ἐκεῖνος παρέθηκε τῶν θεῶν τὰς φωνάς.
 [03332]  ἐκεῖνος γὰρ ἔφη·
 [03347]  τὸν γὰρ δὴ τῶν ὅλων Θεὸν οὕτω νοῶν ἐκεῖνος [11.17] τὴν βλασφημίαν ἐτόλμησεν.
 [03400]  Τῶν γάρ φησι δικα στῶν, ὅπερ ἔλεγον, πρῶτον μὲν ὁ Ῥαδάμανθυς ἐκεῖνος, ἂν τοιοῦ τόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔτε ὅστις οὔτε ὧντινων, ὅτι δὲ πονηρός τις·
 [03410]  Ἀλλ' ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱόν, ἐπειδάν σε ἐπιλαβόμενος ἐκεῖνος ἄγῃ, χασμήσει καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε καὶ σὺ ἐκεῖ·
 [03426]  Τὰς δὲ μετενσωμα τώσεις, ἃς ἐκ τῶν Πυθαγόρου δογμάτων ἐκεῖνος ὑφείλετο, παν τάπασιν, ὦ ἄνδρες, φευκτέον.
 [03579]  δικαστὰς δὲ ἐκεῖνος μὲν ἑτέρους εἰσήγαγε, τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδά μανθυν, ἄνδρας οὐδὲ πάντα ἐπαινουμένους, τοῦ δὲ Μίνω καὶ πολλὰ ἄττα κατηγοροῦσί τινες·
 [03592]  τὴν τῶν Ἱεροσολύμων ὁ δεσπότης Χριστὸς προεῖπε πολιορκίαν, καὶ ὡς ὁ νεὼς ἐκεῖνος ὁ περιβόητος ἄρδην καταλυθήσεται, καὶ ὡς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ τῶν ἐσταυ ρωκότων αὐτὸν κατασπαρήσεται γένος.
 [03690]  Οὐ γάρ τοι οὐρανὸν ἡμᾶς καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα δημιουργεῖν ἐκέλευσεν οὐδὲ ἁπλῆν ἔχειν καὶ ἀπερίγραφον φύσιν, ἀλλὰ μόνον ἐχθραίνειν, ἅπερ ἐκεῖνος μεμίσηκε, καὶ φιλεῖν, ἅπερ δὴ μάλα πεφίληκεν.
 [03887]  ἐν τούτοις γὰρ δὴ ἐκεῖνος τὴν εὐδαιμονίαν ὡρίζετο.
 [04001]  [12.86] Οὐδὲ γὰρ εἴ τις ἄριστος ἰατρὸς ἐπιτάξοι τῷ κάμνοντι τῶν μὲν μεταλαβεῖν, τῶν δὲ μὴ μετασχεῖν παντελῶς, εἶτα ἐκεῖνος, ὀλίγον τῶν ἰατρικῶν ὑποθηκῶν φροντίσας, τῆς θεραπείας προτιμήσοι τὴν ἡδονὴν καὶ τὰ ἀπειρημένα φαγὼν ἢ πιὼν αὐξήσοι τὴν νόσον, τὸν ἰατρὸν ὡς ἐπίβουλον αἰτιώμεθα.
000-00-00 Serial Number=0852280855
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00077]  Ἔπειτα δὲ, τοὺς ἀποστόλους ἰδὼν ἀληθεῖς ὄντως καὶ θείας θαυμα τουργίας ἐπιτελοῦντας, καὶ τοῖς προσιοῦσι δωρουμέ νους τὴν χάριν τοῦ Πνεύματος, ἀξιῶν τὴν ἴσην παρ' αὐτῶν ἐξουσίαν λαβεῖν, ἐπειδὴ ὁ μέγας Πέτρος ἐφώ ρασεν αὐτοῦ τὴν παμπόνηρον γνώμην, καὶ τοῖς τῆς μετανοίας θεραπεῦσαι φαρμάκοις τὰ δυσίατα τῆς διανοίας προσέταξε τραύματα, εὐθὺς ἐκεῖνος πρὸς τὴν προτέραν ἐπανῆλθε κακοτεχνίαν, καὶ τὴν Σα μάρειαν καταλιπὼν, ὡς δεξαμένην τὰ σωτήρια σπέρματα, πρὸς τοὺς μηδέπω γεωργηθέντας ὑπὸ τῶν ἀποστόλων ἐξέδραμεν, ἵνα ταῖς μαγγανείαις ἐξαπατήσας τοὺς εὐχειρώτους, καὶ ταῖς οἰκείαις μυθολογίαις προσδήσας, δυσπαράδεκτα τῶν ἱερῶν ἀποστόλων ἀποφήνῃ τὰ δόγματα.
 [00386]  Προφέρουσι δὲ αὐτοῦ καὶ Εὐαγγέλιον, ὅπερ ἐκεῖνοι συντεθείκασιν ἐκεῖνος γὰρ εὐθὺς τὴν ἀγχόνην ἔλαβε τῆς προδοσίας μισθόν.
 [00705]  Εἴτε δὲ ἐκεῖνος, εἴτε ἄλλος συνέγραψε, τοιόνδε ἐν αὐτῷ διηγεῖται δι ήγημα.
 [00712]  Ὀλοφυρόμενον δὲ καὶ ποτνιώμενον ᾤκτειρεν ἐκεῖνος, καὶ χεῖρα ὤρεξεν εἰς μετάνοιαν.
 [00751]  Ἐπειδὴ δὲ ἠρνήθη προ φανῶς ἐκεῖνος μηδὲν τοιοῦτο πεφρονηκέναι, ἀλλὰ τοῖς ἀποστολικοῖς ἔφησεν ἀκολουθεῖν δόγμασιν, ὑμνή σαντες ἐπὶ τῇ συμφωνίᾳ τὸν ∆εσπότην, τὰ σφέτερα κατέλαβον ποίμνια.
 [00849]  Οἱ δὲ τῆς τούτου διδασκαλίας ἐξηρτημένοι, καλοῦνται μὲν ἀπὸ τούτου Μοντανισταὶ, καλοῦνται δὲ κατὰ Φρύγας ἀπὸ τοῦ ἔθνους, Πεπουζιανοὶ δὲ ἀπὸ τῆς κώμης, ἣν Ἱερουσαλὴμ ἐκεῖνος ὠνόμα σεν.
 [01034]  Ὑπαχθεὶς δὲ ἐκεῖνος, καὶ το πάσας εἶναι ὁμόφρονας, ἤμεσε τὸν ἰὸν, ὃν τέως κατ έκρυπτεν.
 [01127]  Ἀλλ' ἐκεῖνος μὲν οὐδὲν τῶν τῆς εὐσεβείας δογμάτων ἐκαινοτόμησεν·
 [01131]  Οὗ δὴ χάριν αὐτοῖς ὁ μέγας ἐκεῖνος Ἀθανάσιος πολεμῶν διετέλεσεν.
 [01195]  Ἀλλ' ὁ πάνσοφος ἐκεῖνος ἀνὴρ τὴν λανθάνουσαν ἐφώρασεν αἵρεσιν.
 [01401]  Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.
 [01479]  Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.
 [01633]  Καὶ καθάπερ ἐκεῖνος οὐκ ἐδαπανᾶτο καιόμενος, οὕτως αἱ γλῶτται τῶν ἀποστόλων τῆς καυστικῆς ἐνεργείας οὐκ ἐδέχοντο πεῖραν.
 [01707]  Καὶ Μελχισεδὲκ ἐκεῖνος ὁ παλαιὸς, οὕτως ἔφησε τὸν Ἀβραὰμ εὐλογῶν·
 [02038]  Πάντων γὰρ ἔφησεν ἐκεῖνος, καὶ μὲν δὴ καὶ οἱ τὰ ἐκείνου φρο νοῦντες, προμηθεῖσθαι τὸν τῶν ὅλων Θεόν.
 [02824]  Καὶ δεικνὺς ὡς ἐξ ἡμῶν ἐκεῖνος τοῦ πολέ μου λαμβάνει τὰς ἀφορμὰς, ἀναγκαίως προστέθεικε·
 [02826]  Ὑμῶν γὰρ, φησὶν, ἀγω νιζομένων, οὐδαμῶς ἐκεῖνος ἰσχύσει.
 [03038]  Τοσοῦτον ἀπέσχετο ὁ θεῖος ἐκεῖνος ἀνὴρ κωλύσαι τῶν κρεῶν τὴν μετάληψιν.
000-00-00 Serial Number=0478050649
Historia ecclesiastica Ante [Go Back]  
 [00123]  Ἄρειος γοῦν καὶ Ἀχιλλᾶς, συνωμοσίαν ἔναγχος ποιησάμενοι, τὴν Κολλούθου φιλαρχίαν πολὺ χεῖρον ἢ ἐκεῖνος ἐζήλωσαν.
 [00369]  σὺν αὐτῷ δὲ καὶ ἅπας ὁ θεῖος ἐκεῖνος ἐκαθέσθη χορός.
 [00383]  Εὐστάθιος μὲν γὰρ ἐκεῖνος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ταῦτα περὶ αὐτῶν ἔγραψε, τά τε γεγενημένα διδάσκων καὶ τὴν βλασφημίαν ἐλέγχων καὶ τὴν παροιμιακὴν ἑρμηνεύων ῥῆσιν·
 [00456]  Ὁ μὲν δὴ θεῖος ἐκεῖνος τῶν ἀρχιερέων ὅμιλος ταύτην τῇ νόσῳ Μελιτίου τὴν θεραπείαν προσήνεγκε.
 [00570]  τῇ Κωνσταντινουπόλει ὅτε τετελεύ τηκεν ἐκεῖνος, Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν κἀκείνου λέγοντος ἤκουσα.
 [00645]  ἀλλ' ὁ σοφώτατος ἐκεῖνος καὶ θεῖος ὄντως Μακάριος ὁ τῆς πόλεως πρόεδρος τοιῷδε πόρῳ τὴν ἀπορίαν διέλυσε.
 [00661]  ὁ μὲν γὰρ θεῖος ἐκεῖνος Ἀλέξανδρος, ὁ τῇ προσευχῇ κατακοντίσας τὸν Ἄρειον (τὸν Βυζάντιον λέγω, οὕτω γὰρ ἡ Κων σταντινούπολις κατ' ἐκεῖνον ὠνομάζετο τὸν καιρόν), εἰς τὸν ἀμείνω μετετέθη βίον·
 [00686]  μάρτυς ἐστί μοι τούτου ὁ θεὸς αὐτός, ὃς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ἐπεὶ καὶ ἐμὲ ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν, ὃ καὶ ὑμεῖς ἐπι γνώσεσθε.
 [00716]  Καὶ ἐκεῖνος μὲν διὰ τῆς Θρᾴκης εἰς Ἰλλυρικὴν πόλιν ἀπήχθη.
 [00734]  καὶ ἐκεῖνος μὲν τοῖς τεθνεῶσι συνηριθμήθη, τὰ δὲ μειράκια προσήχθη τῷ βασιλεῖ.
 [00829]  Μελίτιος ἐκεῖνος, ὃν ἡ ἐν Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαΐδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον·
 [00854]  μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ' ἐπιτείναντες ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ πίστεως συνελθόντες, ἣν ἑκασταχοῦ μόνον οὐχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ ἐκεῖνος ᾧ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ' ἡμῶν.
 [00890]  καὶ πάλιν ἤρετο εἰ οὗτος ἐκεῖνος εἴη Ἀρσένιος, ὁ παρ' ἐμοῦ μὲν ἀνῃρημένος, παρὰ δὲ τούτων ἐπιζητούμενος, μετὰ σφαγὴν δὲ ὑβρισμένος καὶ τῆς δεξιᾶς [87] ἐστερημένος.
 [01036]  Ἀθανάσιος δὲ πρὸς Κώνσταντα ἀφικόμενος (Κωνσταντῖνος γὰρ ὁ πρεσβύτατος πολεμῶν ἐτεθνήκει), τῆς Ἀρειανικῆς φάλαγγος τὰς ἐπιβουλὰς ἀπωδύρετο καὶ τὸν κατὰ τῆς ἀποστολικῆς πίστεως ὠλο φύρατο πόλεμον, καὶ τοῦ τε πατρὸς ἀνέμνησε καὶ τῆς συνόδου τῆς μεγίστης ἣν ἐκεῖνος συνήλισε, καὶ ὡς τὰ παρ' ἐκείνων γραφέντα τοῦ συνεδρίου κοινωνῶν ἐκράτυνε νόμῳ.
 [01039]  καὶ γὰρ ἐκεῖνος εὐσεβείᾳ τὴν βασιλείαν κρατύνας καὶ τοὺς Ῥωμαίων τυράννους κατέλυσε καὶ τοὺς ἐν κύκλῳ βαρβάρους ὑπέταξε.
 [01225]  ἀχθεὶς δὲ ἐκεῖνος τὸν Στέφανον ἔφη ταῦτα προσ τεταχέναι.
 [01578]  Ταῦτα μαθὼν ὁ Κωνστάντιος Ἀντιοχεῦσι μὲν ἐπέστειλεν ὡς οὐκ αὐτὸς Εὐδοξίῳ τὴν τῆς ἐκκλησίας ἐκείνης ἐπέτρεψε προεδρίαν (τοῦτο γὰρ ἐκεῖνος ἐθρύλησεν)·
 [01582]  τὰ γὰρ πλεῖστα τῆς πόλεως ὁ σεισμὸς ἐκεῖνος κατήνεγκε καὶ τῶν οἰκητόρων τοὺς πλείστους διέφθειρε.
 [01631]  Καὶ ἐκεῖνος μὲν τὴν ἐκ τῆς βλασφημίας καρπωσάμενος ἀτιμίαν ἐξεβλήθη τῶν βασιλείων.
 [01718]  ὁ γὰρ θεῖος ἐκεῖνος ἀνήρ, διὰ προσευχῆς καὶ τοὺς στρατιώτας δυνάμεως ἐμπλήσας καὶ τοὺς ἄλλους οἰκήτορας, τόν τε περίβολον ᾠκοδόμησε καὶ τὰ μηχανήματα ἐπιστήσας τοὺς προσιόντας ἐξήλασε·
 [01770]  ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας ὁ θεῖος ἐκεῖνος ἀνὴρ εἶδεν ἐν τοῖς γράμμασιν ἣν ὁ βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προὔθηκεν, ἄμφω τεμεῖν τὼ χεῖρε παρεγγυῶν·
 [01847]  συνεὶς δὲ ὁ γόης ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν ἐπεμέμψατο τούτῳ.
 [02055]  καὶ γὰρ Βαλεντινιανὸς ἐκεῖνος ὁ μικρὸν ὕστερον βασιλεύσας (χιλίαρχος δὲ ἦν τηνικαῦτα τῶν περὶ τὰ βασίλεια τεταγμένων λογχοφόρων ἡγούμενος) ὃν εἶχεν ὑπὲρ τῆς εὐσεβείας οὐκ ἀπέκρυψε ζῆλον.
 [02056]  ὁ μὲν γὰρ ἐμβρόντητος ἐκεῖνος εἰς τὸ τῆς Τύχης τέμενος εἰσῄει χορεύων, ἑκατέρωθεν δὲ τῶν θυρῶν εἱστήκεισαν νεωκόροι περιρραντηρίοις τοὺς εἰσιόντας προκαθαίροντες ὡς ἐνόμιζον ἐπειδὴ δὲ τοῦ βασιλέως ἡγούμενος τῇ χλανίδι ῥανίδα πελάσασαν εἶδεν Βαλεντινιανός, ὁ βασιλείας ἑκατέρας τούτου χάριν τετυχηκώς, πὺξ ἔπαισε τὸν νεωκόρον, μεμολύνθαι φήσας, οὐ κεκαθάρ [195] θαι.
 [02058]  ἀλλ' ἐκεῖνος μὲν ἐνιαυτοῦ καὶ μηνῶν διεληλυθότων ὀλίγων μισθὸν τῆς ὁμολογίας τὴν βασιλείαν ἐδέξατο οὐ γὰρ μόνον ἐν ἐκείνῳ τῷ βίῳ τοὺς τῶν θείων ἐπιμελουμένους ὁ δίκαιος γεραίρει κριτής, ἀλλ' ἔστιν ὅτε καὶ παραυτίκα τῶν ἀγαθῶν πόνων ὀρέγει τὰς ἀντιδόσεις, ταῖς ἄρτι χορηγουμέναις δωρεαῖς τὰς ἐλπιζομένας πιστούμενος.
 [02068]  τινὸς δὲ τῶν συσσίτων ἐπιμεμψαμένου καὶ φήσαντος ἐναντίον εἶναι τοῦτο τῷ πρὸ βραχέως γεγενημένῳ, ἤρετο ἐκεῖνος τί τῶν ὑπ' αὐτοῦ πεπραγμένων κέκληκεν ἐναντίον.
 [02081]  ἀλλὰ τὴν μὲν σφαγὴν ὁ κακομήχανος ἐκεῖνος ἐκώλυσε, φθόνῳ βαλλό μενος καὶ τῆς εὐκλείας βασκαίνων τοῖς ἀθληταῖς, οὐκ εἴασε δὲ ὅμως [197] αὐτοὺς τὰς πόλεις οἰκεῖν, ἀλλ' εἰς τὰς ἐσχατιὰς τῆς Ῥωμαίων ἡγε μονίας ἐξέπεμψε.
 [02094]  τούτων ἀκούσας ἐκεῖνος καὶ λίαν ἀνιαθεὶς σιγᾶν αὐταῖς προσέταξε κατὰ τὸν τῆς παρόδου καιρόν.
 [02164]  κατ' ἐκείνην δὲ τὴν ἡμέραν καθ' ἣν ἐκεῖνος ἐδέξατο τὴν σφαγήν, οὗτος ταύτην προσευχόμενος ἔγνω, καίτοι πλειόνων ἢ εἴκοσι σταθμῶν ἐκ τοῦ φροντιστηρίου μέχρι τοῦ στρα τοπέδου ἀριθμουμένων.
 [02169]  ἔγνωσαν δὲ καὶ παρὰ τῶν τὴν ἐκεί νου τελευτὴν μεμηνυκότων αὐτὴν εἶναι καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ' ἣν ἀνῃρῆσθαι τὸν ἀλιτήριον ὁ θεῖος ἐκεῖνος πρεσβύτης ἔγνω τε καὶ προείρηκε.
 [02202]  ὅτι δὲ Ἀντιοχεῖς, παρὰ τῆς μεγίστης ξυνω ρίδος Πέτρου καὶ Παύλου τὰ θεῖα δεξάμενοι δόγματα καὶ θερμῶς τὸν τῶν ὅλων δεσπότην καὶ σωτῆρα ποθοῦντες, βδελυττόμενοι ἀεὶ τὸν ἐξάγιστον διετέλεσαν, καὶ αὐτὸς ἐκεῖνος ᾔδει σαφῶς.
 [02289]  εἶτα πάντων αὐτῷ τὰ βασιλικὰ προσενηνοχότων προσρήματα καὶ Αὔγουστον προσαγορευσάντων καὶ [211] Καίσαρα, τῇ συνήθει παρρησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνήρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν·
 [02461]  τούτοις ὁ πρεσβύτης [231] ἐκεῖνος τοῖς λόγοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰόν, καὶ ἔφη μηδεμίαν μὲν ἐκ τοῦ θείου βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον ἐξελαύνειν.
 [02481]  [233] Οὕτω τὴν ἀποστολικὴν ἐκεῖνος διδασκαλίαν καταλιπών, τῆς ἐναντίας μερίδος ἐγένετο·
 [02507]  μόνος δὲ διῆγεν ἐκεῖνος, οὐδε νὸς αὐτὸν οὔτε ὁρῶντος οὔτε λόγου μεταδιδόντος, καίτοι φασὶν αὐτὸν ἐπιεικείᾳ συνεζηκέναι πολλῇ.
 [02515]  τοῦτο μαθὼν ἐκεῖνος ᾤχετο τὴν πόλιν καταλιπών, πόλιν οἰκεῖν ἀπεχθανομένην καὶ κοινὴν δυσμένειαν ἔχου σαν ἀβέλτερον εἶναι νομίσας καὶ λίαν ἀνόητον.
 [02604]  ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ μειρακίοις ἔφη τούτους ἁρμόττειν τοὺς λόγους.
 [02610]  ἐπειδὴ δὲ ἐξελθεῖν προσετάχθη καὶ τὸ πρακτέον βουλεύσασθαι καὶ τῇ ὑστεραίᾳ δηλῶσαι τὴν γνώμην (συνῆπτο δὲ τοῖς λόγοις καὶ ἀπειλή), φάναι [244] λέγεται ὁ πανεύφημος ἐκεῖνος ἀνήρ·
 [02626]  ἐπειδὴ δὲ ἐκεῖνος πλέον δυσχεράνας ἠπείλησε·
 [02655]  ταύτης πολλοὶ μὲν ἦρξαν καὶ ἄλλοι τῆς πολιτείας, παιδο τρίβης δὲ ἄριστος τῶν ἀσκητικῶν ἐγένετο συνταγμάτων Ἀντώνιος ἐκεῖνος ὁ πολυύμνητος, ἀρετῆς παλαίστραν τοῖς ἀσκηταῖς ἀποφήνας τὴν ἔρημον.
 [02667]  ὁ δὲ θεῖος ἐκεῖνος χορὸς προσευξάμενος τὴν κόρην ἀνέστησεν, καὶ τῷ γεγεννηκότι σωφρο [249] νοῦσάν τε καὶ ἐρρωμένην ἀπέδωκεν·
 [02763]  Τοιαύτας ὁ καιρὸς ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν καὶ λήθης ἀξίας, ἐν συγγράμμασι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ μονογενοῦς κινησάντων τὰς γλώττας·
 [02783]  οὗ δὴ χάριν ἑτέροις αὐτὸν ἐπισκόποις προσαχθῆναι προσέταξεν οὓς ἐκεῖνος ἐξῄ τησε.
 [02808]  Συνηγωνίζετο δὲ τούτοις καὶ Ἀφραάτης ἐκεῖνος, οὗ τὴν πολι τείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ.
 [02821]  ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ·
 [02841]  [267] Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη.
 [02847]  Τοῦτο δὲ καὶ ἐν Ἀλεξανδρείᾳ πρὸ τοῦδε τοῦ χρόνου πεποίηκεν ἐν τοῖς Κωνσταντίου καιροῖς Ἀντώνιος ἐκεῖνος ὁ πάνυ.
 [02894]  ἐπειδὴ δὲ ἡττηθεὶς ἐπανῆλθεν ἐκεῖνος, ἐλοι δορεῖτο λίαν ὁ Βάλης, μαλακίαν αὐτῷ καὶ δειλίαν ἐγκαλῶν.
 [02919]  οὕτω μὲν οὖν ἐκεῖνος κἀν τῷ παρόν τι βίῳ ποινὴν ἔτισεν ὑπὲρ ὧν ἐπλημμέλησεν.
 [03041]  ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων οὐ μόνον τοὺς οἰκείους τῆς λύμης ἐνέπλησεν, ἀλλὰ καί τισι τῶν ἡμετέρων τῆς λώβης μετέδωκε.
 [03050]  ἐκεῖνος γὰρ μίαν τὴν τῆς τριάδος οὐσίαν ὁμολογῶν τὰς τρεῖς ὑποστάσεις διαρρήδην κη ρύττει, σὺ δὲ ἄντικρυς τῶν ὑποστάσεων ἀναιρεῖς τὴν τριάδα.
 [03129]  καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας τῷ μεγάλῳ Μελετίῳ προσέδραμε, καὶ οἷόν τις παῖς φιλοπάτωρ διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει καὶ ὀφθαλμοὺς καὶ χείλη καὶ στέρνα καὶ τὴν κεφαλὴν καὶ τὴν στεφανώσασαν δεξιάν·
 [03197]  εἰ δ' ἔτι ἐκεῖνος ὁ ὄφις ὁ παλαιός, ἅπαξ καὶ δεύτερον καταδηχθείς, πρὸς ἰδίαν τιμωρίαν ἀναζῇ, ὅστις ἐκτὸς τῆς ἐκκλησίας ὑπάρχει, ὃς σφῆλαι τοῖς ἑαυτοῦ θανατηφόροις φαρμάκοις τινὰς ἀπίστους διαπειράζων οὐ παύεται, ταύτην ὥσπερ φθοράν τινα ἐκκλίνατε.
 [03206]  εἰ δέ τινας κουφοτέρους πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται ὅστις δή ποτε βούλεται τῷ κανόνι τῆς ἐκκλησίας ἀντιπαλαῖσαι.
 [03240]  ἐπειδὴ δὲ ἐκεῖνος [303] ἔν τε πολέμοις ἀριστεύων καὶ τὰς πόλεις σωφρόνως τε καὶ δικαίως ἰθύνων ἐξ ἐπιβουλῆς ἐτελεύτησε, παῖδας μὲν οὐ καταλιπὼν κλη ρονόμους τῆς βασιλείας, ἀδελφὸν δὲ κομιδῇ νέον ὁμώνυμον τοῦ πατρός, Μάξιμός τις τῆς Βαλεντινιανοῦ καταφρονήσας νεότητος ἥρπασε τὴν τῆς Ἑσπέρας ἡγεμονίαν.
 [03256]  τὴν γὰρ στρατιὰν ἀγείρας ἐπὶ τὴν Μεδι όλανον ὥρμησεν ἔνθα ἐκεῖνος διῆγεν.
 [03292]  ταύτην δὲ τὴν ἐξουσίαν ἐκεῖνος λαβών, οἷα δὴ αὐτόνομός τε καὶ τύραννος τὸν δεσμὸν ἀπορρήξας καὶ τοῦ λογισμοῦ διαφυγὼν τὸν ζυγόν, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινεν.
 [03294]  Ταύτην μαθὼν τὴν ὀδυρμῶν γέμουσαν συμφορὰν Ἀμβρόσιος ἐκεῖνος, οὗ πολλάκις ἐμνήσθην, ἀφικόμενον εἰς τὴν Μεδιό [308] λανον τὸν βασιλέα καὶ συνήθως εἰς τὸν θεῖον εἰσελθεῖν βουλη θέντα νεὼν ὑπαντήσας ἔξω τῶν προθύρων, ἐπιβῆναι τῶν ἱερῶν [309] προπυλαίων τοιάδε λέγων ἐκώλυσεν·
 [03438]  ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν ὁ θεῖος ἀρχιερεύς, τοιόνδε τι ὁ ἀνὴρ ἐκεῖνος ἐμη χανήσατο.
 [03442]  τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος καὶ ξύλοις ἐλαΐνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ' ἕτερον αὖθις μετέβαινεν.
 [03454]  οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς.
 [03520]  τοῦτο καὶ στρατιώτης τις θεασάμενος δεδήλωκε τῷ λοχαγῷ, ἐκεῖνος δὲ τοῦτον πρὸς τὸν χιλίαρχον ἤγαγεν, ὁ δὲ χιλίαρχος ἀνήγαγεν τῷ στρατηγῷ, ὁ δὲ στρατηγὸς καινόν τι μηνύειν ὑπολαβὼν ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ.
 [03538]  οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα.
 [03547]  τοιοῦτος ἦν ἐκεῖνος καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης μεταλαγχάνων.
 [03552]  ἐκεῖνος μὲν οὖν ταῦτα τοῖς παισὶ παραινέσας ἐτελεύτησεν, ἀείμνηστον κλέος καταλιπών·
 [03587]  ὁ δὲ γενναῖος ἐκεῖνος ἀνήρ·
 [03601]  Χρόνου δὲ διελθόντος τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε τυραννίδα, καὶ τὴν στρατιὰν ἐν τῇ Θρᾴκῃ συναγαγὼν ἐληΐζετό τε καὶ ἐδῄου τὰ πλεῖστα.
 [03606]  γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβευτὴν καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παρρησίαν, ὑπήντησέ τε πόρρωθεν καὶ τὴν [334] ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν.
 [03644]  ἐκεῖνος μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν, ὁ δὲ θεῖος Ἀλέξανδρος ἀσκήσει καὶ φιλοσοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆς γλώττης καὶ μυρίοις ἑτέροις πλεονεκτήμασι χάριτος.
 [03678]  ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος καὶ τὰ Ῥαψάκου καὶ Σενναχηρεὶμ φθεγξαμένου καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεών, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ λιθοβόλον ὄργανον παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθον μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ἐν τῷ ὀνόματι τοῦ βλασφημηθέντος ἀφεῖναι προσέταξεν.
 [03744]  ἐκεῖνος δὲ τὰ συνήθη δρῶν διετέλει, καὶ ζωγρῶν τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους καὶ τῷ νοερῷ προσάγων φωτί.
 [03757]  ἀλλ' ἐννέα διεληλυθότων ἐτῶν αὐταὶ μὲν ἤνθησαν καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος, ἐκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπέσβη.
000-00-00 Serial Number=0653658748
Historia religiosa Ante [Go Back]  
 [00126]  ∆ιαφερόντως δὲ ἐκεῖνος τοὺς τοιούτους πόνους ἠσπάζετο, ἅτε δὴ διαφερόντως καὶ ποθῶν καὶ δεδιὼς τῶν προβάτων τὸν κύριον.
 [00160]  ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς ἐκκρίνων τὰ περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ἐξέκρινε δοχεῖα.
 [00166]  Ἀλλ' ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησάμενος, τὴν δικαίαν καὶ πολυθρύλητον ἐκείνην εἰργάσατο σφάγην·
 [00171]  Ἐπειδὴ δὲ ὁ σύλλογος ἐκεῖνος ὁ ἱερὸς διελύθη καὶ τὴν οἰκίαν κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς νικη φόρος τοῖς τῆς εὐσεβείας τροπαίοις ἐπαγαλλόμενος.
 [00172]  [1.11] Χρόνου δὲ διελθόντος ὁ μὲν μέγας ἐκεῖνος καὶ θαυμάσιος βασιλεὺς μετὰ τῶν τῆς εὐσεβείας στεφάνων ὑπεξῄει τὸν βίον·
 [00195]  Ἐγὼ δὲ πρὸς τούτῳ κἀκεῖνο ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρησάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι καὶ κεραυνούς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα πρὸς αὐτὸν πεντηκόνταρχος ἑκάτερος μετὰ τῆς πεντηκοστύος ἀφίκετο.
 [00281]  Εὖ ἴσθι τοίνυν, ἔφη ὁ μέγας Ἰουλιανός, ὡς βαδίζοντί μοι κατὰ τὴν ὁδὸν ὁ θὴρ ἐκεῖνος ἐπῄει καὶ τὸ στόμα ἀνεῴγνυ καταφαγεῖν ἐφιέμενος.
 [00297]  Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάβδῳ τὴν πέτραν ἐκείνην τὴν ἄγονον πλήξας κατέκλυσε ποταμιαίων ὑδάτων γοναῖς ὡς ἂν τὰς πολλὰς ἐκείνας χιλιάδας διψώσας κορέσειεν, οὕτως οὗτος ὁ θεῖος ἀνήρ, τὴν ξηροτάτην ἐκείνην ψάμμον καταρδεύσας τοῖς δάκρυσι, πηγαίων ναμάτων εἵλκυσε ῥεύματα, οὐχ ἵνα πολλῶν μυριάδων, ἀλλ' ἵνα ἑνὸς μειρακίου θεραπεύσῃ τὸ δίψος.
 [00303]  [2.10] Ἀλλὰ ταύτης τῆς ἀρετῆς καὶ θηρευτὴς καὶ παιδο τρίβης Ἀστέριος ἐκεῖνος ἐγένετο, ὃς οὕτω θερμὸς τοῦ μεγάλου Πρεσβύτου διέμεινεν ἐραστὴς ὡς πολλάκις μὲν καὶ δὶς τοῦ ἔτους, πολλάκις δὲ καὶ τρὶς τὴν πρὸς αὐτὸν ἀποδημίαν ποιεῖσθαι.
 [00426]  Ταῦτα νομοθετῶν διετέλει ὁ θεῖος ἐκεῖνος ἀνὴρ καὶ σῶμα μέγιστον ἔχων καὶ τῶν ἐπ' αὐτοῦ πάντων ἀνθρώ πων μέγιστός τε ὢν καὶ κάλλιστος μικρῷ τοῦτο σιτίῳ διέτρεφεν.
 [00433]  Ἀλλὰ φυτουργὸς τούτων ἁπάντων ὁ θεσπέσιος ἐκεῖνος ἀνήρ·
 [00442]  Ὁ δὲ θεῖος ἐκεῖνος Ἀγαπητὸς παιδοτριβηθεὶς ὡς ἔδει, καὶ γυμνασάμενος καὶ τὴν ἀθλητικὴν ταύτην ἄριστα παι δευθεὶς ἐπανῆκεν, ὡς ἔφην, καὶ ἃ παρὰ τῆς θείας ἐκείνης ψυχῆς ἐδέξατο, κατέσπειρε σπέρματα.
 [00497]  Καὶ οὗτος μὲν ἐκείνῳ, ἐκεῖνος δὲ τούτῳ παρεκελεύετο.
 [00551]  Ἀλλὰ χρόνου διελθόντος, ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ ἀπορρίψας τὸν μῶμον καὶ τῆς θείας ἑορτῆς ἀγαπήσας τὴν συμφωνίαν, ἔψαλλεν ἀληθεύων·
 [00557]  Καὶ τοῦτον τὸν ὅρκον ὁ θαυμάσιος ἐκεῖνος πεπλή ρωκεν ἄνθρωπος.
 [00609]  Καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοῦτον ἠσπάζετο τὸν βίον ἕως ὁ θαυμάσιος ἐκεῖνος Ἀμμιανὸς πολλαῖς αὐτὸν καταθέλξας ἱκεσίαις ἀνέπεισεν·
 [00661]  Ἐπειδὴ γὰρ ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ τοῦ βίου τὸ τέρμα καταλαβὼν εἰς τὴν ἀμείνω μετέβη ζωήν, Ἰάκωβος ὁ Πέρσης καὶ Ἀγρίππας οἱ τῆς ἀγέλης ἐκείνης ἡγούμενοι πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμον τοῦ ἡγεμονεύειν τὸ καλῶς ἄγεσθαι ἄμεινον ἡγησάμενοι.
 [00669]  Ἀλλ' ὅμως καὶ τοσούτων ὄντων τῶν τὰ θεῖα παιδευομένων καί τι καὶ παραβαινόντων, ὡς εἰκός οὐδὲ γὰρ τὸν ἄρτι φοιτῶντα κατορθοῦν ἅπαντα ῥᾴδιον , ἔμενεν ἀκίνητος, οἷά τις ἀσώματος, ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐδεμιᾶς αὐτὸν προφάσεως εἰς θυμὸν ἐγει ρούσης.
 [00676]  Καθῆστο παρ' ἡμᾶς ὁ θεῖος ἐκεῖνος ἀνὴρ τοὺς περὶ φιλοσοφίας λόγους ἀνακινῶν καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἄκρον ἐπιζητῶν.
 [00693]  Μετὰ δὲ ταῦτα καὶ ἐκεῖνος τὸ ἑτέρων ἡγεμονεύειν καταλιπὼν εἰς ταύτην σὺν τῷ Ἀββᾷ τὴν ἀγέλην ἀφίκετο καὶ χρόνον μὲν οὐ σμικρὸν ἐπεβίω, λαμπρῶς δὲ ἀγωνισάμενος καὶ ἀοίδιμος γενόμενος ὑπεξῆλθε τὸν βίον.
 [00708]  Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ τριάκοντα σταδίους ἀφεστηκός.
 [00745]  [5.8] Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἢ τεττα ράκοντα ἔτη τοῦ χοροῦ προστατεύσας τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο οὔτε τὴν ἀσκητικὴν ἐναλλάξας σισύραν, οὔτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα.
 [00781]  [6.4] Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεῖος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος οἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον , ἡσυχίας ἐρῶν, καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον καὶ πολλὴν ἀνύσας ὁδὸν ὄρος καταλαμβάνει τὸ καλούμενον Ἀμανόν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι καὶ τὴν νῦν ἐν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν.
 [00786]  Ἀλλ' εὐθὺς τὴν κατὰ τῆς κλοπῆς τὸ θεῖον ἐξεφέρετο ψῆφον καὶ πρηστὴρ ἐπεφέρετο καὶ ἡ ἅλως ἐνεπίμπρατο καὶ ὁ δείλαιος ἐκεῖνος τὸν τοῦ θεοῦ κατελάμ βανεν ἄνθρωπον οὐ πόρρω τῆς κώμης ἐσκηνωμένον καὶ τὴν μὲν συμφορὰν διηγεῖτο, κρύπτειν δὲ τὴν κλοπὴν ἐπειρᾶτο.
 [00787]  Ὡς δὲ τἀληθῆ λέγειν κελευσθεὶς ὡμολόγησε τὴν κλοπήν τὸ γὰρ πάθος καὶ ἑαυτοῦ κατηγορεῖν κατηνάγκασε , προσέταξεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῇ λύσει τῆς ἀδικίας λῦσαι τὴν τιμωρίαν·
 [00950]  Φήμη δὲ διὰ πάσης ἠχεῖτο τῆς πόλεως οἵας ἐκεῖνος ὁ ταλαίπωρος τῆς κατὰ Ἀφραάτου παροινίας ἔτισε δίκας καὶ πάντες τὸν Ἀφραάτου διετέλουν ὑμνοῦντες θεόν.
 [01025]  ὁ δὲ θεσπέσιος ἐκεῖνος ἀνὴρ οὐ συνωμολόγει τοῦτο γενέσθαι, τὸ περὶ ἐμὲ τῶν γεγεννηκότων λογιζόμενος φίλτρον.
 [01056]  Τοιαῦτα ἐκεῖνος καὶ λέγων ἐνήργει καὶ προσευχόμενος ἴσχυεν.
 [01070]  Ὡς δὲ σιγῶν ἐκεῖνος εἱστήκει τὴν ἀπόκρισιν μὴ ποιούμενος, τὰ γόνατα κλίνας προσηύχετο καὶ τὸν θεὸν ἠντιβόλει δεῖξαι τῷ ἀλιτηρίῳ τῶν οἰκείων θεραπόντων τὴν δύναμιν.
 [01071]  Καὶ πάλιν ἀνίστατο καὶ πάλιν ἐκεῖνος ἀντιτείνων ἐσίγα καὶ ταῦτα μέχρις ἐνάτης ὥρας ἐγίνετο.
 [01077]  Ἤκουεν ἐκεῖνος καὶ ἔφευγε καὶ τῆς λύττης ἐλεύθερος ἀπεδίδοτο τῇ τιτθῇ ὁ γεωργός.
 [01123]  διαφερόντως δὲ ὅμως ταῦτα ἐκεῖνος μετῄει ἅτε δὴ παράδειγμα ἑαυτὸν προτιθεὶς τοῖς ἀγομένοις.
 [01325]  Ὁ δὲ ὑπὸ τῆς μεγίστης ἀνάγκης ὠθούμενος καὶ τὸν ἄνδρα ὑπεδείκνυ τὸν ταῖς γοητευτικαῖς ᾠδαῖς βιασάμενον καὶ τὴν παιδίσκην δι' ἧς ὁ κυκεὼν ἐκεῖνος προσηνέχθη τῇ κόρῃ.
 [01362]  ἀφικομένης δὲ τῆς μητρός, ἔλεγεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ ὡς καὶ αἰτήσει καὶ λήψεται τὸ παιδίον καὶ ὡς προσήκει τοῦτο τῷ δεδωκότι ἀντιδοθῆναι.
 [01393]  [13.19] Ὁποῖος μὲν οὖν ἐκεῖνος ἦν καὶ οἵοις χρησάμενος πόνοις τὴν θείαν ἐπεσπάσατο χάριν ἱκανὰ καὶ ταῦτα διδάξαι.
 [01438]  τῆς δὲ χειρὸς ἐπὶ πλεῖστον ἀκινήτου μενούσης καὶ ἀφιέναι τὸν λίθον οὐ δυναμένης ἕως ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ ὕδωρ ἀρυσάμενος ἐπανῆκεν, αἴσθησιν τῆς ἀγνοίας ἐδέξατο καὶ μετὰ τὴν ἕω καταλαμ βάνει τὸ τῆς ἀρετῆς φροντιστήριον καὶ διηγεῖται τὸ γεγονὸς καὶ συγγνώμην αἰτεῖ καὶ λαμβάνει τῆς πλημμελείας τὴν ἄφεσιν οὐ φωνῆς φθεγξαμένης ἀκούσας, ἀλλὰ διὰ τῶν τῆς χειρὸς κινημάτων καταμαθὼν τὴν εὐμένειαν.
 [01503]  Ἀλλ' ὁ θεῖος ἐκεῖνος ἀνὴρ οὐδενὸς ἐκείνων τῶν εἰς αὐτοὺς γεγενημένων ἀναμνησθείς, τὸν δεσπότην μιμούμενος ὃς τῷ σταυρῷ προσηλωμένος τῶν τοῦτο δεδρακότων ἐκήδετο, τοὺς πράκτορας ἐκείνους ἱκέτευεν ἡμέρως ποιεῖσθαι τὴν εἴσπραξιν.
 [01750]  Οὕτως αἰσθόμενος ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ ὡς τὴν ἱκετείαν ὁ δεσπότης ἐδέξατο καὶ τὴν ζωὴν ἐχορήγησεν, ἀνέστη καὶ προσκυνήσας τὸν ποιοῦντα τὸ θέλημα τῶν φοβουμένων αὐτὸν καὶ τῆς δεήσεως αὐτῶν εἰσακούοντα, συνεπέρανε τὴν ἱκετείαν καὶ τῷ φύσαντι τὸ παιδίον ἀπέδωκε.
 [01808]  Πάλιν δὲ τῇ ὑστεραίᾳ κατὰ τὸν αὐτὸν καιρὸν αὐτὸς ἐκεῖνος ἐπιφανείς·
 [01976]  Τοῦτον καὶ ὁ μέγας ἐκεῖνος ὑπερηγάσθη Μάρων καὶ τοῖς φοιτῶσι πρὸς αὐτὸν ἅπασι παρηγγύα τρέχειν καὶ τοῦ πρεσβύτου τὴν εὐλογίαν τρυγᾶν, πατέρα καὶ διδάσκαλον ὀνομάζων καὶ πάσης ἀρχέτυπον ἀποκαλῶν ἀρετῆς.
 [02018]  Καὶ γὰρ ἡνίκα ὁ χαλεπὸς ἐκεῖνος αὐχμὸς τρύχων τοὺς ἀνθρώπους εἰς ἱκετείαν διήγειρεν, ἀφίκετο πρὸς αὐτὸν ἱερέων πλῆθος·
 [02021]  Τῶν δὲ εἰρηκότων ὡς οὐκ ἀνέξεται, εὐχῆς μετὰ ταῦτα γινομένης καὶ τῆς θεσπεσίας μοι κεφαλῆς προσευχομένης, ὄπισθεν ἐκεῖνος ἑστὼς προὔ τεινε ταῖν χεροῖν τὸ ληκύθιον·
 [02115]  Μετὰ δὲ τὸ τέλος τῶν ἡμερῶν ἧκε μὲν ὁ θαυμάσιος ἐκεῖνος καὶ τοῦ θεοῦ ἄνθρωπος Βάσσος, τὸν δὲ πηλὸν ἀφελὼν καὶ τῆς θύρας εἴσω γενόμενος ηὗρε μὲν τῶν ἄρτων τὸν ἀριθμόν, ηὗρε δὲ πλῆρες τὸ σταμνίον τοῦ ὕδατος, αὐτὸν δὲ ἄπνουν ἐρριμμένον καὶ οὔτε φθέγγεσθαι οὔτε κινεῖσθαι δυνάμενον.
 [02118]  [26.8] Ὑπεραγασθεὶς τοίνυν ὁ μέγας ἐκεῖνος Βάσσος τὴν οἰκείαν ἀγέλην κατέλαβε τὸ μέγα τοῦτο διηγούμενος θαῦμα.
 [02585]  Καὶ ἐπειδὴ ὑπὸ Νέρωνος τὴν διὰ σταυροῦ ὑπὲρ τοῦ σταυρωμένου κατεδικάσθη σφαγήν, παρεκάλει τοὺς δημίους μὴ τῷ δεσπότῃ παραπλησίως τῷ ἰκρίῳ προσηλωθῆναι, ἀλλ' ἔμπα λιν ἢ ἐκεῖνος ἀνασκολοπισθῆναι, δείσας, ὡς εἰκός, μὴ ἡ τοῦ πάθους ταὐτότης ἴσον αὐτῷ παρὰ τῶν ἀνοήτων προσε νέγκῃ τὸ γέρας.
 [02618]  Ὁ δὲ φιλόθεος τῶν ἄλλων ἁπάντων ὑπερφρονῶν καὶ τὸν ἐρώμενον μόνον ὁρῶν, πάντων ὁμοῦ τὴν ἐκείνου προτίθησι θεραπείαν, ἐκεῖνα μόνα καὶ λέγων καὶ πράττων καὶ λογιζόμενος ἃ τὸν ἀγαπώμενον ἀρέσκει καὶ θεραπεύει, καὶ μυσαττόμενος ἅπαντα ὅσα ἐκεῖνος ἀπαγορεύει.
000-00-00 Serial Number=0155582011
Interpretatio in Danielem Ante [Go Back]  
 [00093]  ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπ ηκόους παρέπεμψε, νόμον τεθεικὼς τὸν διαῤῥήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν Θεόν.
 [00258]  ἐκεῖνος γὰρ διαῤῥήδην ἐβόα·
 [00706]  Τούτων ἀκούσας ὁ φρενοβλα βὴς ἐκεῖνος βασιλεὺς, καὶ ἐπιλαθόμενος τῶν ὑπ' αὐτοῦ πρὸς τὸν ∆ανιὴλ εἰρημένων, Ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν οὗτός ἐστι Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν βασιλέων, ἄγει τοὺς ἄνδρας εἰς μέσον·
 [00716]  καὶ γὰρ ὁ Σενναχηρεὶμ ἐκεῖνος στρατείᾳ μεγίστῃ κατὰ τῆς Ἱερουσαλὴμ χρησάμε νος, ἐπιστέλλων τῷ Ἐζεκίᾳ τοιαῦτα ἐφθέγξατο·
 [00930]  Καὶ ἐπειδὴ καὶ ὁ νεὼς ἐκεῖνος εἶχε τῶν Χερουβὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων, ὡς ἂν μηδεμία τοῖς ἀκούουσιν ἐν τεῦθεν γένηται βλάβη, καὶ περιγεγράφθαι νομίσωσι τὸν Θεὸν, θεραπεύουσι τὸν ἀκροατὴν, λέγοντες·
 [01049]  Ὃν γὰρ Θεὸν ἐκεῖνος οὐκ ἐνόμιζεν, ἔγνω ὅτι ἔστι Θεὸς, καὶ ὕψιστος Θεός.
 [01175]  Οὕτως ἀνανεύσας ἐκεῖνος, ἐπιγινώσκει μὲν τὰς ὀξυῤῥόπους τοῦ βίου μεταβολὰς, θρηνεῖ δὲ καὶ ὀλοφύρεται τὴν οἰκείαν ἀβελτηρίαν, ὁμολογεῖ τε τὴν τοῦ Θεοῦ βασιλείαν ἀδιάδοχον εἶναι, εἰς ἅπαντας διαμένουσαν τοὺς αἰῶ νας.
 [01444]  Αὐχμῶν γὰρ, ὡς εἰκὸς, καὶ ῥυπῶν, ἀποκειράμενος καὶ τὰ περιττὰ τῶν ὀνύχων ἀφελόμενος, καὶ τὸν ῥύπον ἀπονιψάμενος, καὶ τῆς θείας χάριτος ἀπολαύ σας, ἐπεγνώσθη ὅτι ἄνθρωπος ἦν ἐκεῖνος, ὁ πρότε ρον τὴν μεγίστην διέπων βασιλείαν.
 [01610]  Ἀλλ' ἐκεῖνος μὲν τῇ πείρᾳ τὸ δέον μεμάθηκε, καὶ δι' αὐ τῶν ἐδιδάχθη τῶν πραγμάτων, ὡς τῶν μὲν ἀνθρω πίνων βέβαιον οὐδὲν, ὁ δὲ τῶν ἁπάντων Θεὸς, αἰώνιον ἔχων τὸ κράτος, ὡς θέλει κυβερνᾷ τὰ ἀνθρώπινα, καὶ οἷς ἂν ἐθελήσῃ τῆς βασιλείας ὀρέγει τὴν δω ρεάν.
 [01613]  Τοῖς γὰρ τοῦ σοῦ πατρὸς οὐκ ἐσωφρονίσθης κακοῖς, οὐδὲ μανθάνειν ἠθέλησας ἐξ ὧν ἐκεῖνος πέπονθεν, τοῦ Θεοῦ τὴν ἰσχύν.
 [01902]  Τούτου δὲ θείᾳ πληγῇ καταλυθέντος, καὶ εἰς Μήδους τῆς βασιλείας μετατεθείσης, τὰ καθ' ἑαυτὸν καὶ τὸν ∆αρεῖον συνέγραψε, διδάξας, ὅπως μὲν ἐκεῖνος περὶ αὐτὸν διετέθη, οἵας δὲ αὐτὸς ὑπομείνας ἐπιβουλὰς ὑπό τε τῶν στρατηγῶν καὶ τῶν σατραπῶν, τῆς θείας ἔτυχεν ἀντιλήψεως.
 [01905]  Καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾷ τέτταρας ἐθεάσατο ὕλας, καὶ οὗτος ἀπὸ θαλάττης μιᾶς τέτταρα ἀνιόντα θηρία.
 [02435]  ἃ ἐκεῖνος κατώρθου, ἐλάττους δὲ πολλῷ τῆς ἐκείνου ῥώμης ὀφθήσονται.
 [03554]  Εἶτα διηγούμενος τὴν ὑπερβολὴν τῶν κακῶν, ὧν ὁ δυσσεβὴς ἐκεῖνος διαπράξεται, φησί·
000-00-00 Serial Number=0001069546
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00543]  Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανα τωθήσῃ, καὶ ἐὰν μὴ διαστείλῃ αὐτῷ, μηδὲ λαλήσῃς τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, τοῦ ἀπο [81.849] στρέψαι αὐτὸν ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτὸν, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω.
 [00551]  Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ.
 [00565]  Ἐὰν τοίνυν, φησὶ, καταλιπὼν δίκαιος τὴν οἰκείαν ὁδὸν, τὴν ἐναντίαν ἀσπάσηται, σὺ δὲ τοῦτο γνοὺς μὴ διελέγξῃς τὴν ἀτοπίαν, μηδὲ εἰς τὴν προ τέραν σπουδάσῃς ἐπαναγαγεῖν ὁδὸν, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τῆς δευτέρας ὁδοῦ τὸ τέλος, πάντα τὸν πρότερον ἀπολέσας πόνον·
 [01611]  πειθόμενος δὲ ἐκεῖνος ἐξῄει, καὶ τὰς δίκας ἐδίδου τῆς ἀσεβείας.
 [03002]  Ὅταν γὰρ, φησὶν, ἀναφανῇ ἐκεῖνος, εἰς ὃν αἱ ἐπαγγελίαι φέρονται, τότε παραδοὺς αὐτῷ τὴν βασιλείαν, τού τους ἐκδώσω πανωλεθρίᾳ.
 [04421]  καὶ γὰρ ἐκεῖνος σποράδην τίθησι τοὺς χρόνους, καὶ τιθεὶς πρότερα τὰ ἐπὶ Σεδεκίου γεγενημένα, ὃς ἔσχατος ἐβασίλευσε, πάλιν τὰ κατὰ τὸν Ἰωακεὶμ διηγεῖται, ὃς πρὸ ἐκεί νου τὴν βασιλείαν ἐπρυτάνευσεν.
 [04606]  Εἰ γὰρ ἐκεῖνος, φησὶν, ὁ πολλῷ σου μείζων καὶ περιφανέστερος ταῦτα πείσεται, ἀνάμεινον καὶ σὺ τὴν αὐτὴν τιμωρίαν, τὴν αὐτὴν ἔχων ἀσέβειαν.
 [04782]  Ἐὰν τοίνυν, φησὶ, πολέμου κατά τινος πόλεως γενομένου κατάσκοπον ἐπὶ γη λόφου τινὸς καταστήσωσιν οἱ πολεμούμενοι, εἶτα ἐκεῖνος θεασάμενος ἐπιοῦσαν τὴν στρατείαν σημάνῃ τῇ σάλπιγγι, καὶ μὴ καταφρονήσῃ, μηδὲ ἀμελήσῃ τῶν εἰς τοῦτο αὐτὸν προβαλλομένων, αὐτὸς μὲν, φησὶν, ἀθῶος ἔσται τὸ ἐγκεχειρισμένον ἔργον πε πληρωκὼς, ὁ δὲ μὴ βουληθεὶς φυλάξασθαι καὶ τῆς οἰκείας φροντίσαι σωτηρίας, πρόξενος ἑαυτῷ σφαγῆς καὶ αἰχμαλωσίας γενήσεται.
 [04800]  Ἐὰν, φησὶ, καταψηφίσωμαί τινος θάνατον, καὶ μὴ γνωρίσῃς αὐτῷ τὴν ἐξενεχθεῖσαν κατ' αὐτοῦ ψῆφον, ἵνα διὰ μετανοίας λύσῃ τὴν ψῆφον, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τοῦ βίου τὸ πέρας, σὲ δὲ τῆς ἀπω λείας τῆς ἐκείνου πράξομαι τὰς εὐθύνας·
 [04801]  ἐὰν δὲ, φησὶ, σὺ μὲν τὰ παρ' ἐμοῦ πάντα δῆλα ποιήσῃς τῷ παρανόμως βιοῦντι, καταφρονήσῃ δὲ ἐκεῖνος τῶν σῶν λόγων, καὶ τῇ οἰκείᾳ ἐπιμείνῃ κακίᾳ, ἐκεῖνος μὲν τὴν δικαίαν ὑφέξει τιμωρίαν, σὺ δὲ σεαυτὸν ἀπαλλάξεις τῶν εὐθυνῶν.
 [05252]  καὶ γὰρ ἐκεῖνος ἔλεγεν, ὅτι Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.
000-00-00 Serial Number=0098334968
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01331]  Οὐκ ἂν ἐκεῖνος, φησὶν, ὥρμησε καθ' ἡμῶν μὴ βουλομένου σου, ∆έσποτα·
 [01984]  Καθάπερ γὰρ ἐκεῖνος καὶ φῦραι δύναται τὸν πηλὸν, καὶ σχηματίσαι τοῦτον, ὡς ἂν ἐθέλῃ·
 [02323]  ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὅτι οὐ βασιλεὺς ἦν ἐκεῖνος, ἀλλὰ δημαγωγός·
 [02324]  καὶ Ἰωσεδὲκ ἐκεῖνος οὐκ ἐκαλεῖτο·
 [02618]  Ἀλλὰ τούτων οὐδὲν ἀπώνατο ὁ ψευδοπροφήτης ἐκεῖνος·
000-00-00 Serial Number=0842854619
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00209]  Τοῦτο δὲ, τῷ τῶν ἐθνῶν προσώπῳ προσκείμενον ὑποβάλλει νοεῖν ὡς Ἰουδαίων τῷ Πιλάτῳ τὸν Ἰησοῦν οἷόν τινα τύραννον προσαγαγόντων, καὶ δεῖν αὐτὸν ἀναιρεθῆναι πολλά κις εἰρηκότων, ἄκων ἐκεῖνος τὴν θανατηφόρον ἐξ ενήνοχε ψῆφον, δείσας ὡς εἰκὸς ἀπολῦσαι, μή τις ἐντεῦθεν γραφὴ κατ' αὐτοῦ τυρευθῇ.
 [00394]  καὶ γὰρ ἐκεῖνος σὸς χρηματίζει λαός.
 [01147]  Ἀλλὰ κἂν μυριάκις ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις·
 [01358]  Ἀλλ' ἐκεῖνος μὲν ταῦτα.
 [01653]  Τοσοῦτον γὰρ ἀπέσχον τοῦ λυμήνασθαι τὸν πολέμιον, ὅτι καὶ τῆς κατ' [80.968] αὐτοῦ λοιδορίας ἐλευθέραν τὴν γλῶτταν ἐφύλαξα, καὶ ἃ πράττων ἐκεῖνος διατελεῖ, ταῦτα λέγειν οὐκ ἠνεσχόμην ἐγώ.
 [02094]  Καὶ γὰρ ἐκεῖνος πρῶτον εἶπε γεγενῆσθαι τὸν οὐρανὸν, εἶτα διηγεῖται καὶ τὴν τοῦ στερεώματος δημιουργίαν·
 [02847]  Ἀντὶ τοῦ, ἐν ἐκείνῳ τῷ βίῳ, ὃν βιοτεύειν ἐκεῖνος προαιρεῖται, τοὺς προσφυεῖς αὐτῷ καὶ ἁρμόζον τας θήσει νόμους.
 [03017]  ἀλλὰ αὐτὸς μὲν τὴν οἰκείαν ἐπεδείξατο φιλοσοφίαν, ἐκεῖνος δὲ παρὰ τοῖς ἀλλοφύλοις ἔτισε τῆς πονηρίας ποινήν·
 [03314]  Ὥσπερ γὰρ ἐκεῖνος ὑψηλὸν εἰσδεξάμενος φρόνημα·
 [03365]  καὶ γὰρ ἐκεῖνος δι' ἀρετὴν τῆς θείας προνοίας ἀπήλαυσε, καὶ τῶν Ἀσσυρίων ἐκρά τησε·
 [03558]  Ταῦτα τοίνυν εἰδότες οἱ τῇ ἐλπίδι τῇ θείᾳ τὸν παρόντα διαπλέον τες βίον, κρατύνατε τῇ ἀνδρίᾳ τὰς ὑμετέρας [80.1088] ψυχὰς, καὶ τοῖς τοῦ κυβερνήτου πείθεσθε νεύμασι, φερομένοις ὡς ἂν ἐκεῖνος ἰθύνῃ.
 [04540]  Σοῦ γὰρ, φησὶ, συγχωρήσαν τος, πεπαρῴνηκεν ἐκεῖνος·
000-00-00 Serial Number=0687847912
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00063]  Τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ὁ προφητικὸς ἐποιήσατο λόγος, ἀλλ' ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν.
 [00099]  Καὶ γὰρ ἐκεῖνος, μετὰ τὴν ζάλην καὶ τοὺς θο ρύβους, τὴν μηνυομένην προηγόρευσε νίκην.
 [00806]  Τὸν ἄδικον, τὸν οὐ μόνον κατὰ τῆς ἀληθείας αὐτῆς, ὡς ἐκεῖνος, ἀγωνιζόμενον, ἀλλὰ καὶ κατὰ τῆς ἱερω σύνης μεμηνότα·
 [01809]  Ὥσπερ γὰρ ἐκεῖνος τὴν ἀπὸ Βαβυλῶνος αἰχ μαλωσίαν εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν·
 [02234]  Ἀλλ' ἐκεῖνος κατηγορεῖ, ὅτι τὴν καλὴν νομὴν ἐνέμοντο, καὶ τὴν λοιπὴν τοῖς ποσὶ κατεπάτουν·
 [02665]  Οὐ γὰρ ἄλλος ἐκεῖνος, καὶ ἄλλος οὗτος.
 [03969]  ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει.
000-00-00 Serial Number=0354711294
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01810]  Ἃ γὰρ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ·
 [03256]  Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.
 [06372]  ἐκεῖνος δὲ ἐπιθυμεῖ ἀνελεῖν με.
000-00-00 Serial Number=0436091363
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00120]  Ἠλέησεν ὁ Σαοὺλ τὸν Ἀγὰγ, καὶ ἐγυμνώθη τῆς βασιλείας παράνομος γὰρ ἦν ἐκεῖνος ὁ ἔλεος·
 [02122]  Ὥσπερ γὰρ ἐκεῖνος ζόφον, ἀλλ' οὐ φω τὸς αἴγλην, κατ' ἐκείνην ὁρᾷ τὴν ἡμέραν·
 [02403]  καὶ καθάπερ ἐκεῖνος ἐπίμονον πλείστην ἔσχε κατὰ τοῦ Ἰακὼβ τὴν ὀργὴν, ὡς καὶ διαῤῥήδην εἰπεῖν·
 [03068]  Ἄχρι γὰρ τοῦ παρόντος ὁ πολυθρύλλητος ἐκεῖνος νεὼς ἐκ βάθρων ἀνασπασθεὶς ἐρημίᾳ παντελεῖ παρεδόθη, ὡς ἀγνοεῖν τοὺς ὁρῶντας, ποῖος ἦν τῶν πάλαι ἁγίων ὁ τόπος.
 [03294]  ὅπως δὲ ἐκεῖνος, ὑπὸ τῆς ἐμῆς δυνάμεως ἐνεργούμενος, οὐκ ἀρὰν ὑμῖν, ἀλλ' εὐλογίαν προσ ήνεγκε.
 [03882]  Ὥσπερ γὰρ ἐκεῖνος καίει τὰ γυμνὰ τῶν σωμάτων, οὕτως ἱκανὴ τῶν Χαλδαίων ἡ θέα τῶν ὁρώντων κατασβέσαι τὸ ἄνθος.
 [04743]  ἀλλ' ἐκεῖνος μὲν ἐν τῷ ἕκτῳ μηνὶ, οὗτος δὲ ἐν τῷ ὀγδόῳ·
 [04744]  ὡς εἶναι δῆλον, ὅτι δύο μησὶν ἐκεῖνος τού του κατὰ τὴν προφητείαν πρεσβύτερος.
 [04818]  ἐκεῖνος γάρ φησιν·
 [04889]  Προστίθησι δὲ καὶ ταῦτα τῷ διηγήματι, ὅτι ὁ ἄγγελος ἐκεῖνος ὁ τού τους ἐνηχῶν αὐτῷ τοὺς λόγους εἰστήκει·
 [05515]  Καθάπερ γὰρ ἐκεῖνος τοῖς ποσὶν ἐπιβαίνουσιν εἴκει, οὕτω κἀκεῖνοι τραπή σονται, καὶ φεύγοντες κατακοντισθήσονται, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος ταύτης ἡγεῖται τῆς στρατη γίας.
 [05708]  Πολλῷ τοίνυν τούτῳ μᾶλλον ἁρ μόττει, ἐπειδὴ τούτου τύπος ἐκεῖνος.
 [05709]  Καθάπερ γὰρ ἐκεῖνος τὴν περὶ τὸν Θεὸν ἀνεδέξατο μάχην, ἐν τῷ ναῷ δαιμόνων ἀναστήσας βωμὸν, καὶ τοὺς ἀνακει μένους τῷ Θεῷ θύειν δαίμοσιν ἀναγκάσας·
 [05712]  μείζονα γὰρ οὗτος ἢ ἐκεῖνος τολμήσει, ἅτε δὴ πρὸς [81.1941] μείζους ἀναδεχόμενος μάχην.
000-00-00 Serial Number=0883540511
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01207]  ἐκεῖνος γὰρ ὁ ὅρος καὶ νῦν ἐπείγει τὸν ἥλιον πρὸς τὴν ἐξ ἀρχῆς ἔμμετρον δωδεκάωρον κίνησιν.
 [01376]  Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδατὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βω [85] μοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ' ὧν εἰς τὰ σεβά σματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις;
 [01424]  Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλιςσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ οὔτε διπλᾶ τὰ ἔργα Ἠλιοὺ ἐποίησεν, [89] οἷον ὑετῶν ἐποχὴν καὶ λιμοῦ ἐπαγωγήν, πυρὸς κατὰ θυσιῶν οὐ ράνιον φοράν, ἱερέων Ἑλλήνων σφαγάς, πεντηκοντάρχων ὁλοκαυ τώσεις καὶ τὰ λοιπά, ἀλλ' ἕτερα μὲν ἐκεῖνος, ἕτερα δὲ οὗτος εἰργάσατο θαύματα;
 [01887]  ὅτι ἕως μὲν ἐκεῖνος κατεῖχε τῶν πόλεων, πᾶσαι αἱ πόλεις καὶ οἱ ἀγροὶ εὐπραγίαν καὶ εὐθηνίαν ἐκέκτηντο, καὶ ταῦτα οὐ συχνό τερον πολεμούμεναι·
000-00-00 Serial Number=0653925002
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00520]  εἰρηκὼς γὰρ τοῖς ἰουδαίοις ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ , ἐπήγαγεν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς.
 [00701]  εἰ γὰρ Ἀδὰμ πρότερος ἐτελεύτησεν ἔσχεν ἂν ἐκεῖνος ἰσχυρὰν τὴν κρηπῖδα, πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος·
 [00820]  καὶ ἐπειδὴ σπέρμα τοῦ γένους ἦν καὶ ῥίζα τῆς φύσεως καὶ δεύτερος Ἀδάμ, δίδωσιν αὐτῷ τὴν εὐλογίαν, ἧς ἐκεῖνος εὐθὺς διαπλασθεὶς ἀπολελαύκει·
 [01035]  ὅτι γὰρ κρείττων ἦν αἰσχρᾶς ἡδονῆς ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἑξῆς μαρτυ ρεῖ·
 [01972]  Ἐπειδὴ πρωτόγονον ὄντα τοῦ Θεοῦ τὸν Ἰσραήλ, ἄγαν σκληρῶς ἐκεῖνος ἐδουλαγώγει·
 [02076]  οὐδὲ ἐκεῖνος μέντοι ὁ λόγος τῷ τῆς εὐσεβείας λυμαίνεται λόγῳ.
 [03650]  ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὁ φάσκων·
 [03948]  καὶ ἐὰν ἐκεῖνος ταύτης ὑπισχνουμένης ἀνανεύσῃ, μὴ ὑποκεῖσθαι τὴν ὑποσχομένην ἐγκλήματι, ἐὰν δὲ ταύτης ἐπαγγελλομένης ἢ συγκατάθηται ὁ πατήρ, ἢ σιγήσῃ, τὰ ἐπηγγελμένα πληροῦσθαι.
 [04700]  ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὃν ὁ δεσπότης Θεὸς περὶ τοῦ Φαραὼ ἔφη·
 [04785]  τούτου χάριν ὧν ἤκουσεν ἐκεῖνος, ἀκούει καὶ οὗτος, ἵνα θαρσαλεώτερος γένηται, ὡς τῆς αὐτῆς ἀξίας τετυχηκώς.
 [05114]  Ἄλλος ἦν ἐκεῖνος καὶ ἄλλος οὗτος·
 [05125]  ἐκ γὰρ τοῦ Ἀδὰμ ἡ γύνη διεπλάσθη καὶ λόγου μετείληχεν ὡς ἐκεῖνος.
 [05459]  ἐπειδὴ δὲ διὰ τὸν γάμον καὶ τὸ τῶν ἀγρῶν ἐκεῖνος ἠρνήθη συμβόλαιον, ὑπελύσατο μὲν κατὰ τὸν νόμον καὶ τὸ ὑπόδημα δέδωκεν·
000-00-00 Serial Number=0442075729
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00098]  ἵνα ὅτ' ἂν ὁ μὲν Ἡλεὶ νοήσῃ ὅτι Θεός ἐστιν ὁ καλῶν τὸν Σαμουὴλ, ἐκεῖνος δὲ μετὰ ταῦτα τὰ ὑπὸ τοῦ Θεοῦ διαγγέλλων, μὴ ὑποπτευθῇ, ὡς πλασάμενος τὴν ἀποκάλυψιν·
 [00594]  Ἀλλ' ἐκεῖνος μὲν τῆς θείας χάριτος ἐγυμνώθη·
 [00628]  ἐκκλίνας δὲ ἐκεῖνος τὴν τοῦ δόρατος ῥύμην εἰς οἰκίαν ἀνεχώρησεν·
 [00781]  Αὐτίκα γοῦν πληγεὶς ἐκεῖνος ὡμολόγησε τὴν εὐεργε σίαν.
 [01023]  οὕτως ὁ θεῖος ἐκεῖνος ἀνὴρ, ὑπὸ τῆς πολλῆς ἀθυμίας φλεγό μενος, τοῖς ἀψύχοις ὄρεσιν ἐπηράσατο.
 [01389]  Ἐπεὶ δὲ ἅπαντα εἶδεν ἀσθενῆ τὰ σοφίσμα τα (πάλιν γὰρ ἐκεῖνος ἐν τῷ προδόμῳ τῶν βασιλείων σὺν τοῖς βασιλικοῖς ἐκαθεύδησε δορυφόροις), ὑπὸ τῆς αἰσχύνης κεντούμενός τε καὶ βιαζόμενος, τὰ πρὸς τὸν στρατηγὸν ὑπηγόρευσε γράμματα.
 [01562]  Ἀλλ' ὅσῳ τὴν περὶ αὐτὸν ὁ βασιλεὺς ἐδείκνυ κηδεμονίαν, τοσούτῳ ἐκεῖνος μείζονα τὴν εὔνοιαν ἀπεδείκνυτο.
 [01662]  μεμένηκε δὲ ἐκεῖνος ἐξηρτη μένος, ἥδιστον θέαμα τοῖς εὐσεβέσι γενόμενος, καὶ τῆς πάντα πρυτανευούσης Προνοίας τὴν ψῆφον ἐπι δεικνύς.
 [02399]  ἐκεῖνος δὲ πατρι κῆς βοηθείας γεγύμνωται.
 [02428]  ἐτελεύτησε δὲ, ὡς ἐκεῖνος ἔφησε, τεττάρων καὶ ἐνενήκοντα.
 [02892]  πολέμιον γὰρ ἀπέλυσας, ἵνα πολλοὺς ἐκεῖνος πάλιν ἐργάσηται φόνους.
 [03216]  Ὁ δὲ θαυμάσιος [80.760] ἐκεῖνος ἀνὴρ, καὶ αὐτὴν τοῦ Ἰσραὴλ τὴν γῆν ἡγιᾶ σθαι πιστεύων, ἠξίωσε δύο γόμους ἡμιονικοὺς ἐκ ταύτης λαβεῖν, ὥστε ἐπὶ ταύτης μόνῳ προσ φέρειν τῷ ∆εσπότῃ Θεῷ τὰς νενομισμένας θυσίας.
 [03231]  Ἀλλ' ἐκεῖνος μὲν ἐραστὴς χρη μάτων γεγονὼς ἀπεφάνθη λεπρός·
 [03611]  Τοῦτον ἐκεῖνος διετέλεσε παρέχων.
 [03888]  ἀλλ' ὅτι μὲν ἐκεῖνος δυσσεβῶς καὶ παρα νόμως δι' ἐκείνης ᾔτησε τοῦτο γενέσθαι·
 [04537]  Ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὅτι Ὁ
000-00-00 Serial Number=0467210948
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00102]  Ἰγνάτιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τὴν ἀρχιερω σύνην δεξάμενος, καὶ ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολο γίας θηρῶν γενόμενος ἀγρίων βορά·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»