Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐκείνοις [229]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐκείνοις


000-00-00 Serial Number=0871509254
Commentaria in Isaiam Ante [Go Back]  
 [00421]  Οὔτε γὰρ πολιὰ ἦν ἐκείνοις αἰδέσιμος, οὔτε γένους ἢ πλούτου περιφάνεια ἐδόκει τινὸς εἶναι ἀξία τιμῆς, ἀλλὰ καὶ οἱ εὐτελεῖς ἐπανίσταντο τοῖς δυνατοῖς, καὶ οἱ νέοι τοὺς πρεσβυτέρους ἐγέλων.
 [00440]  ἐνταῦθα δὲ τῇ ἐκείνων ἀνομίᾳ τὴν παρανομίαν αὐτῶν παρατίθησιν, οὐκ ἐπειδὴ τὰ αὐτὰ ἐκείνοις δεδράκασιν ἀλλ' ὅτι, καθάπερ ἐκείνων κεκήρυκται πανταχοῦ γῆς καὶ θαλάττης καὶ τῆς ἀκολασίας καὶ τῆς τιμωρίας τὸ δρᾶμα, οὕτως καὶ ἡ τούτων ἀσέβεια πᾶσιν ἀνθρώποις ἐγένετο φανερά.
 [00574]  «Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος τοῖς γεωργοῖς ἐκείνοις;» Οὐ μόνον δὲ αἱ ἐρωτήσεις ἀλλήλαις ἐοίκασιν, ἀλλὰ καὶ αὐτὴ τῶν ῥητῶν ἡ διάνοια.
 [01797]  εἶτα τοῖς γενναίοις ἐκείνοις ἔλεγεν ἀθληταῖς·
 [02996]  οὐδὲν γὰρ τέθηλε παρ' ἐκείνοις, ἐπειδὴ τὸν τῆς χάριτος ὑετὸν οὐκ εἰσδέχεται.
 [03594]  Κατὰ μέντοι τοὺς Ἑβδομήκοντα δηλοῖ ἡ πρόρρησις τῆς ἀνοήτου τῶν Φαρισαίων καὶ γραμμα τέων διδασκαλίας τὴν παῦλαν καὶ τῶν ἐκείνοις διακονούντων τὸν τῦφον·
 [03870]  Ἐναντία τοίνυν ταῦτα ἐκείνοις, καὶ δῆλον ὡς περὶ ἄλλων μὲν ἐκεῖνα προείρηται, περὶ ἑτέρων δὲ ταῦτα προλέγει οὕτως.
 [03958]  Ταῦτα ἐκείνοις προαγορεύσας με ταφέρει τὸν λόγον εἰς τὴν πάλαι ἔρημον, εἶτα Κάρμηλον καὶ Σιὼν καὶ Ἱερουσαλὴμ ὀνομασθεῖσαν, καί φησιν·
 [04084]  ἢ αὐτομολήσας προσεχώρησεν ἐκείνοις ἢ αἰχμάλωτος ἀπαχθείς, ἡνίκα τὰς δέκα φυλὰς ἠνδραπόδισαν, ἠσπάσατο τὴν ἐκείνων ἀσέβειαν.
 [04262]  ∆ηλοῖ τοίνυν ὁ λόγος μηχάνημά τι ὡροσκο ποῦν περὶ τοὺς βαθμοὺς ὑπὸ τοῦ Ἄχαζ κατεσκευάσθαι καὶ ἐν ἐκείνοις δοθῆναι τοῦ ἡλίου τὸ θαῦ μα.
 [04874]  Οὐ γὰρ μόνον οἱ πόρρωθεν αὐτοῖς ἐπῆλθον ἀλλὰ καὶ οἱ πλησιόχωροι συνεμάχουν ἐκείνοις δῃοῦντες καὶ ἐμπιπρῶντες καὶ τὴν γῆν αὐτ ῶν διαφθείροντες.
 [05324]  Καὶ γὰρ ἐν ἐκείνοις ὁ κύριος ἔφη·
 [06722]  οὐ γὰρ δύο φησὶν ἢ τρισὶν ἀλλὰ παμπόλλοις ἐδουλεύσατε δαίμοσι καὶ ἐκείνοις μὲν σπονδὰς τούτοις δὲ θυσίας προσενηνόχατε καὶ τὸν θεῖον κλῆρον καταλιπόντες ἐκείνους ἔχειν ἠβουλήθητε κλῆρον.
 [07803]  Τοῦτο γάρ φησιν ὑμῖν μὲν εὐ φρο σύνην ἐκείνοις δὲ προξε νήσει αἰσχύνην.
 [07921]  Ταύτην ἠπείλησεν ἐκείνοις τὴν τιμωρίαν, οὐκ ἐκείνοις δὲ μόνοις ἀλλὰ καὶ τοῖς τοὺς θείους αὐτοῦ παραβαίνουσι νόμους.
000-00-00 Serial Number=0691300511
De providentia orationes decem Ante [Go Back]  
 [00349]  Ὁ δὲ λόγος, τῆς γλώττης οἷόν τινος δεξιᾶς ἐπειλημμένος, ταύτην τοῖς ὀδοῦσι καθάπερ τοῖς χαλκοῖς ἐκείνοις προσφέρει καλάμοις, καὶ ἄνω καὶ κάτω διαθέειν καὶ διολισθαίνειν εὐπετῶς καὶ μάλα ῥᾳδίως κατασκευάζει·
 [00414]  ὁμοίως γὰρ ἐκείνοις ταύτης ὑπάρχομεν ἐνδεεῖς.
 [00604]  τῇ γὰρ θεοσδότῳ σοφίᾳ τὴν ναυπηγικὴν εὑράμενος τέ χνην, παρὰ τῆς χαλκευτικῆς, ἣν πρὸ ταύτης ἐμη χανήσατο πέλεκυν λαβὼν, πρίονά τε, καὶ σκέπαρ νον, καὶ ὅσα τεκτονικῆς ὄργανα, καὶ παρὰ τῆς πρε σβυτέρας αὐτῆς ἀδελφῆς τῆς γεωργίας τῶν ξύλων τὰ ἄκαρπα τοῖς ὀργάνοις ἐκείνοις τεμὼν, καὶ τὴν μὲν τρόπιν οἷόν τινα θεμέλιον ὑποθεὶς, εἶτα ἐπὶ ταύτης καθάπερ τινὰς τοίχους τὰς σανίδας ὑφήνας, καὶ τοῖς γόμφοις ἄριστα συναρμόσας, τῇ δὲ τῆς πίσσης ἀλοιφῇ καταχρίσας, καὶ τούτῳ τῷ τρόπῳ τοῖς ὕδασι τὴν εἰσροὴν ἀποτειχίσας, ὄχημα θαλάτ τιον τὸ σκάφος ἀπέφηνε.
 [01107]  Καὶ οὗτοι δὲ ὁμοίως ἐκείνοις, πᾶσι τοῖς ὁρωμένοις καὶ γινομένοις ἐπιμέμφονται.
 [01108]  Ἀλλ' ἐκείνοις μὲν ἡ νόσος παρὰ γνώμην συμβαίνει, καὶ ἀλγυνόμενοι λίαν τῶν σιτίων ἀπέχονται, καὶ μεταλαβεῖν ποθοῦντες ὑπὸ τῆς νόσου κωλύονται·
 [01509]  Ἀλλ' ὅμως τούτοις Ἀβδιοὺ δουλεύων, καὶ παρὰ τούτων οἰκονο μίαν τινὰ πεπιστευμένος, οὐ μόνον τοῖς δεσποτικοῖς οὐκ ἠκολούθησεν ἴχνεσιν, ἀλλὰ καὶ τὴν ἐναντίαν ἐκείνοις ὁδεύων διετέλεσεν.
 [02174]  Οὕτω τὸν Ἀσσύριον ἐκεῖνον κατ' αὐτοῦ λυττήσαντα, καὶ τοῖς μανικοῖς ἐκείνοις χρησάμενον ῥήμασιν·
000-00-00 Serial Number=0638603985
De sancta trinitate Ante [Go Back]  
 [00122]  λέγει καὶ τὸ ἔστιν, ἰσοδυναμοῦν ἐκείνοις κατὰ τὴν ἔννοιαν·
 [00638]  Τούτῳ τῷ φωτὶ περιλαμπόμενοι, τῶν προωδευκότων πατέρων τὰ ἴχνη γνωρίσωμεν, ἐκείνοις ἀκολουθήσωμεν μέχρις ἂν καταντήσωμεν οἱ πάντες εἰς τὴν ἐξανάστασιν τῶν
000-00-00 Serial Number=0014161825
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00141]  Εἰ δέ σοι δοκεῖ καὶ τὴν ἀλήθειαν τοῖς εὐαγγελίοις ἐκείνοις χαρίσασθαι, καὶ μή τι τῶν ἀναγκαιοτέρων κωλύει, χάρισαι μὲν σαυτῷ τῶν ἁγίων τὴν εὐλογίαν, ἐμοὶ δὲ τὴν σὴν συνουσίαν, ἣν ἐρασμιωτά την πάντων ὑπολαμβάνω.
 [00338]  Πολλῶν [γὰ]ρ τὸ ἔ[θνος] τῶν Ἰσαύρων κατηγορούντων, ὡς ἐρῶσι χρημάτων καὶ φιλόχρυσοι καὶ τοῦ πλείονος ἐφιέμενοι, εὕρομεν τὸν λαμπρότατον Νέωνα, παρ' ἐκείνοις μὲν φύντα καὶ τραφέντα, τὸν πλεονεκτικὸν δὲ βδελυξάμενον βίον, μᾶλλον δὲ οὐ μόνον ἀδίκως τὴν χεῖρα προ τεῖναι μὴ ἀνασχόμενον, ἀλλ' οὐδὲ δικαίως κερδάναι προελόμε νον, τὰ δὲ οἰκεῖα προέμενον εἰς τὴν τῶν πόλεων ἐπιμέλειαν, καὶ παντὶ μὲν ἀδικουμένῳ τὴν ἀκοὴν ὑποσχόντα, ἀδίκοις δὲ καὶ συκοφάνταις ἀποκλείσαντα τὰς τοῦ δικαστηρίου κιγκλίδας.
 [00395]  οὐ γὰρ ἐκείνοις ἐγκεκριμένος, ἄπυστος ἔμεινα τῆς σῆς, ὦ πάτερ, ἐπιδημίας.
000-00-00 Serial Number=0922583520
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00058]  Ὅτε δὲ τὰς Ἰουδαϊκὰς κατ' αὐτοῦ καθώπλισε χεῖρας διὰ τῶν μαστίγων καὶ τῶν ἀκανθῶν καὶ τῶν ἥλων, καὶ τῆς κτίσεως ἐπειγομένης τοῖς ἀλιτηρίοις ἐκείνοις πανω λεθρίαν ἐπαγαγεῖν αὐτὸς ὡς ∆εσπότης ἐκώλυσεν, εἰδὼς τὸ πάθος τῷ κόσμῳ σωτήριον.
 [00346]  ὥσπερ ἀμέλει καὶ Ὅμηρος ἐδίδαξεν ἐν τοῖς λόγοις, τὸν τῶν Ἑλλήνων σοφώτατον ἑαυτὸν ἐν ἐκείνοις πρὸς ἀνδρείαν ἀλείφοντα.
 [00472]  ἡμᾶς τε γὰρ ἐκ τῆς ἐκείνων παιδείας ὀνίνησιν, καὶ ἐκείνοις δι' ἡμῶν προσφέρει παραψυχήν.
 [00840]  Ἐγὼ δὲ μετὰ τὴν ἐπάνοδον, διδαχθεὶς καὶ τὸ δρᾶμα τῆς συμφορᾶς, καὶ τῶν στρατιωτῶν τὴν ἀξιέπαινον ὄρεξιν, τὰ ἀγαθὰ μὲν ἐπηυξάμην ἐκείνοις, τὴν εὐγενεστάτην δὲ κόρην τῶν εὐλαβεστάτων τινὶ διακόνων παρέδωκα, σιτηρέσιον ἀρκοῦν χορηγεῖσθαι παρεγ γυήσας.
 [01362]  Εἰ δὲ τοῖς τῶν ἀντιδίκων λόγοις ἑκατέραν προσφέρουσι καὶ τὴν ἐκείνοις δοκοῦσαν ἐκφέρουσι ψῆφον, στέρξομεν τὴν ἀδικίαν, ὡς τῆς τῶν οὐρανῶν πρόξενον βασιλείας·
 [01661]  Ἐν Ἀντιοχείᾳ δὲ τῆςἐσχάτης συνόδου γεγενημένης, ὅτε τὸν τοῦ Θεοῦ ἄνθρωπον τὸν μέγαν Μελέτιον τοῖς ἀποστολικοῖς ἐκείνοις ἐνίδρυσαν θώκοις, εἶτα μετ' ὀλίγας αὐτὸν ἡμέρας διὰ τῆς βασιλικῆς ἐξέβαλον δυναστείας, προεβλήθη μὲν Εὐζώιος προφανῆ τὴν Ἀρείου περικείμενος λύμην, ἀπέστησαν δὲ παραυτίκα οἱ τῶν εὐαγγελικῶν δογμάτων ὑπερασπίζοντες, καὶ ἐξ ἐκείνου μεμέ νηκεν ἡ διαίρεσις.
 [02049]  Ἐπειδὴ γὰρ χριστοὶ καὶ ἄλλοι προσηγορεύθησαν, καὶ ἱερεῖς, καὶ βασιλεῖς, καὶ προφῆται, ἵνα μή τις αὐτὸν ὑπολάβοι ἐκείνοις προσόμοιον, συνέζευξαν οἱ ἄγγελοι τὸ Κύριος ὄνομα τῷ Χριστῷ, τὸ ∆εσ ποτικὸν ἀξίωμα τοῦ τικτομένου δεικνύντες.
 [02224]  ἀλλὰ ψευδολογίαν καὶ συκοφαν τίαν ὕφηναν καθ' ἡμῶν, μᾶλλον δὲ τοῖς ἀποστολικοῖς δόγμασι προφανῶς πολεμοῦντες, τὸν ἐκείνοις ἑπόμενον ἀπεκήρυξαν.
 [02506]  Παραπλησίως γὰρ ἐκείνοις ἠρνή θησαν τὸ ἐκ τῆς ἡμετέρας φύσεως προσειλῆφθαι τοῦ ∆εσπό του τὸ σῶμα.
 [02510]  Πολλὰς γὰρ καὶ ἀγχιστρόφους μεταβολὰς ὑπομέ νουσι, νῦν μὲν τούτοις ἀρεσκόμεναι, νῦν δὲ ἐκείνοις.
000-00-00 Serial Number=0029532790
Eranistes Ante [Go Back]  
 [01237]  {ΕΡΑΝ.} Καὶ πῶς ἡμεῖς τὰ αὐτὰ φρονοῦμεν ἐκείνοις καὶ σάρκα ὁμολογοῦντες καὶ ψυχὴν λογικὴν ἀνειληφέναι τὸν θεὸν λόγον;
 [03156]  Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις.
 [04361]  ὁ δὲ πρωτότοκος τὴν αὐτὴν ἔχει [262] δήπου φύσιν ἐκείνοις ὧν καλεῖται πρωτότοκος.
000-00-00 Serial Number=0399541914
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00347]  Νύμφην δὲ προσαγορεύει τοὺς ἐν ἐκείνοις τοῖς ᾄσμασι τῆς αἰχμαλωσίας ἀπαλλαγέντας, καὶ τῆς ἐλευθερίας τετυχηκότας, καὶ προσοικειωθέντας τῷ βασιλεῖ, καὶ ἄληστον τῶν εὐεργεσιῶν τὴν μνήμην ἐσχηκότας, καὶ πολλὴν περὶ αὐτὸν εὔνοιαν καὶ στορ γὴν ἐπιδεικνυμένους, καὶ διηνεκῶς αὐτῷ ἑπομένους·
 [00496]  Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται.
 [00862]  καὶ γὰρ ἐκείνοις τὴν ἀναβίωσιν ἐπηγγείλατό τε καὶ ἐπραγματεύσα το.
 [01086]  οὕτω τοῖς μακαρίοις ἐκείνοις παισὶν εἰς τὴν φοβερὰν ἐκείνην συνελήλυθε κάμινον·
 [01538]  δηλοῖ δὲ, ὅτι Καὶ ἐν οἷς ἀνάγκη τοῖς ἀνθρωπίνοις ἐπιμίγνυσθαι πράγμασι, καὶ ἐν ἐκείνοις τὸ ἐπαινετὸν ἔχεις, καὶ κόσμιον, καὶ ἔοικας τῇ ἀγέλῃ τῶν αἰγῶν, τῇ ἐν τῷ ὄρει Γαλαὰδ νεμομένῃ, καὶ διὰ τὸ ὕψος τοῦ ὄρους ἐπισήμῳ γινομένῃ.
 [01621]  Οὔτε γὰρ δυνατὸν ἑτέρως τῆς θείας Γραφῆς καταμαθεῖν τὴν διάνοιαν, διαφερόντως δὲ τοῦ Ἄσματος τῶν ᾀσμάτων, εἰ μὴ αὐτὸς ὁ τοῖς συγγραφεῦσιν ἐκείνοις ἐμπνεύσας τὸ ὀπτικὸν ἡμῶν φωτίσειε, χάριτος ἀκτῖνας πέμψας, καὶ τὸν κεκρυμ μένον ὑποδείξειε νοῦν.
000-00-00 Serial Number=0654443741
Graecarum affectionum curatio Ante [Go Back]  
 [00013]  p.6 Ἡ δὲ τρίτη διδάσκει, τίνα μὲν περὶ τῶν δευτέρων παρ' Ἕλλησι καλουμένων θεῶν παρ' ἐκείνοις μεμυθολόγηται, τίνα δὲ περὶ τῶν ἀσωμάτων, κτιστῶν δὲ φύσεων ἡμᾶς ἡ θεία διδάσκει γραφή, ὥστε πάλιν τῇ παρεξετάσει καὶ τῶν παρ' ἡμῖν θρησκευο μένων δειχθῆναι τὸ ἀξιέπαινον καὶ τῶν μυσαρῶν ἐκείνων μύθων τὸ δυσειδὲς καὶ δυσῶδες διελεγχθῆναι.
 [00025]  Ἐπιδείξει τοίνυν ἡ δευ τέρα καὶ δεκάτη διάλεξις, ὡς ὁ ἐκείνων μὲν βίος οὐ μόνον φιλοσόφων, ἀλλὰ καὶ ἀνδραπόδων ἐπαινουμένων ἀνάξιος, ὁ δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνοις ἑπομένων τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπέρτερος καὶ τοῖς σωμάτων ἀπηλλαγμένοις καὶ τὸν οὐρανὸν περιπολοῦσι προσόμοιος.
 [00304]  Καὶ αὖ πάλιν περὶ ἡλίου λογομαχία παρ' ἐκείνοις πολλή.
 [00309]  Ἀλλ' ὅμως εἰσί τινες, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις τιθέμενοι·
 [00341]  ἀνθ' ὅτου δὲ τούτων υἱὸς ὀνομάζεται, καὶ σμικρῷ γε ὄντι ἐντίθεται μόριον ἐντεταμένον καὶ μέγιστον, ὁ τῶν μυσαρῶν μυστηρίων ἱεροφάντης ἐπίσταται, καὶ εἴ τις ἕτερος τοῖς [1.112] ἐναγέσι βιβλίοις ἐκείνοις ἐνέτυχεν.
 [00365]  Ἀτεχνῶς γὰρ ἐοίκασι τῶν ᾠδικῶν ὀρνίθων ἐκείνοις, οἳ τὴν μὲν ἀνθρωπείαν μιμοῦνται φωνήν, ἀγνοοῦσι δὲ τῶν λεγομένων τὸν νοῦν·
 [00765]  καὶ καθάπερ οἱ τὴν χρυσῖτιν καὶ ἀργυρῖτιν μεταλλεύοντες γῆν, ὅταν μικρὰ ψήγματα εὕρωσιν, ἐκείνοις ἑπόμενοι πάσας διερευνῶσι τὰς φλέβας καὶ οὐ πρότερον παύονται διορύττοντες, ἕως ἂν εὕρωσι τοῦ χρυσοῦ τὸ πλῆθος, ἐξ οὗ διεσπάρη τὰ ψήγ ματα, οὕτως ὑμᾶς δεῖ τῶν Ἀναξαγόρου καὶ Πυθαγόρου καὶ Πλάτωνος, καὶ μέντοι καὶ Νουμηνίου καὶ Πλουτάρχου καὶ Πλω τίνου καὶ τῶν ἄλλων ἐπακούσαντας λόγων, ἐπιζητῆσαι τὴν πηγήν, ἐξ ἧς ὀλίγα ἄττα τῶν θείων ναμάτων ἀνιμησάμενοι οὗτοι τοὺς [2.117] οἰκείους διεκόσμησαν λόγους, καὶ τὴν τούτων πενίαν καταλιπόν τας ἀντιλαβεῖν τῆς σοφίας τὴν ἄβυσσον καὶ μαθεῖν ἀκριβῶς παρ' ἐκείνης, τί μὲν ποιητής, τί δὲ ποίημα, καὶ τίς μὲν ἡ τῶν ἀορά των δημιουργημάτων ἀξία, τίς δὲ τῶν ὁρωμένων ἡ χρεία.
 [01049]  ∆ιά τοι τοῦτο περιττὴ τοῦ θήλεος ἐκείνοις ἡ χρῆσις, ὡς μὲν ἀθανάτοις αὔξης οὐ δεομένοις, ὡς ἀσωμάτοις δὲ μίξιν οὐ δεχομένοις.
 [01649]  νεώς, καὶ τῶν θείων μυστηρίων μεταλαχεῖν οὐ τοῖς μὲν ὁ νόμος ἐπιτρέπει, τὰς δὲ κωλύει, ἀλλὰ καὶ ταύτας τελεῖσθαι καὶ μυστα γωγεῖσθαι παραπλησίως ἐκείνοις παρακελεύεται, καὶ μέντοι καὶ τῆς ἀρετῆς τὰ ἆθλα καὶ ταύταις πρόκειται ὡς ἐκείνοις, ἐπειδὴ [5.58] τῆς ἀρετῆς οἱ ἀγῶνες κοινοί.
 [01698]  Τῷ ὄντι γὰρ ὥσπερ τοῖς Ἕλ λησιν Ἰλλυριοὶ καὶ Παίονες καὶ Ταυλάντιοι καὶ Ἀτιντᾶνες βαρβαρίζειν δοκοῦσιν, οὕτως αὖ ἐκείνοις καὶ τοῖς ἄλλοις, ὅσοι τῆς Ἑλλάδος φωνῆς ἐπαΐειν οὐ δύνανται, ἡ Ἀτθὶς καὶ ∆ωρὶς [5.71] καὶ Αἰολὶς καὶ Ἰὰς βάρβαροι εἶναι δοκοῦσιν.
 [02556]  Καὶ τοῖς διαυγέσι δὲ λιθι δίοις ἐκείνοις, ἃ τὴν βασιλικὴν διακοσμεῖ κεφαλήν, ἑτέρα λίθου φύσις ἔξωθεν περίκειται παντάπασιν ἄχρηστος·
 [02601]  καὶ τοὺς μὲν Λυκούργου καὶ Σόλωνος καὶ Ζαλεύκου καὶ Χαρώνδου καὶ Μίνωος καὶ τῶν ἄλλων νομοθετῶν ἀργεῖν προσέταξαν νόμους, καὶ ἀντεῖπε τῶν ὑπ' ἐκείνοις πολιτευσαμένων οὐδείς, ἀλλ' ὁ λόγος ἐγένετο νόμος·
 [02797]  ἄξιον δὲ ἀληθῶς καὶ τοὺς θεσπε σίους ἄνδρας ἐκείνους θαυμάσαι καὶ τοὺς ἐκείνοις πεπιστευκότας.
 [02830]  Ταῦτα οὐ προφήτης ἡμέτερος οὐδ' ἀπόστολος εἴρηκεν, οὐδέ τις ἄλλος τῶν ἐκείνοις πεπιστευκότων καὶ τὰ ἐκείνων δοξάζειν ἐσπουδακότων, ἀλλ' ἀνὴρ πᾶσαν μὲν ἠσκημένος παιδείαν, τῇ δὲ παλαιᾷ τῶν φιλοσόφων ἐξαπάτῃ δουλεύων·
 [03438]  Ἐν ἐκείνοις μὲν γὰρ ἔφη κολάζεσθαι τὰς ψυχάς, τὰς μὲν εἰς τὸν Ἀχέροντα καὶ εἰς τὴν Ἀχερουσίαν λίμνην, τὰς δὲ εἰς τὴν Στύγα καὶ Κωκυτὸν καὶ Πυριφλεγέθοντα βαλλομένας·
 [03777]  οὐ γὰρ δή τις παρ' ἐκείνοις τοιοῦτος ἐγένετο.
 [03806]  ἐπειδὴ δὲ μετ' ἐκείνων καὶ τοὺς ἄντικρυς ἐναντίως διακει μένους ἐκείνοις καὶ ἀληθῶς φιλοσοφοῦντας κωμῳδεῖν πειρᾶσθε καὶ διασύρειν, τὸν ἀδικώτατον ὑμῶν δῆλον ποιεῖτε σκοπόν.
000-00-00 Serial Number=0482450664
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00025]  Καὶ τὰ μὲν σπο ράδην ἐκείνοις συγγεγραμμένα κατὰ τάξιν συνθήσω·
 [00492]  τὸν δὲ Ἄβελ, καὶ τὸν Ἐνὼχ, καὶ τὸν Νῶε, καὶ τοὺς πατριάρχας τε καὶ τοὺς λοιποὺς προφήτας, καὶ τοὺς δικαίους, οὐ μεταλαχεῖν τῆς ἐκείνοις δεδομένης ἐλευθερίας, προσδραμεῖν αὐτῷ μὴ βουληθέντας.
 [00691]  Κατὰ τούτου δὲ οὐ μόνον οἱ προῤῥη θέντες συνέγραψαν, ἀλλὰ σὺν ἐκείνοις καὶ Γάϊος, καὶ ∆ιονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος.
 [01085]  Καὶ ἄλλοι δὲ πάλιν ἐξ αὐτῶν χωρισθέντες, οἱ μὲν παρ' ἐνίων Κυρτιανοὶ, Πιθηκιανοὶ δὲ παρ' ἄλλων ἐκλήθησαν, σμικροῦ τινος ἀνθρωπίσκου, καὶ τὸ μετάφρενον ὑψηλὸν ἐσχηκότος, σὺν ἐκείνοις ἐξεληλυθότος, καὶ ταύτην αὐτοῖς τὴν ἐπωνυμίαν ἐπιτεθεῖναι παρα σκευάσαντος.
 [01156]  διάφορα δὲ εὑρόντες ἐν τοῖς ἐκείνου συγγράμμασι δόγματα, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἠρέσθησαν.
 [01351]  Καὶ τοῦτο δείξει σαφέστερον τοῖς μύθοις ἐκείνοις παρατιθέμενον τῶν θείων λογίων τὸ κάλλος, τὰς τοῦ νοεροῦ φωτὸς ἐκπέμπον μαρμαρυγάς.
 [01965]  Οὔτε δὲ ἐν ἐκείνοις ῥῆμα νοοῦμεν τὸ πρόσταγμα, ἀλλὰ βούλημά τε καὶ θέλημα·
 [02690]  Ἐν κεφαλαίῳ δὲ καὶ τὰ περὶ τούτου γεγράφαμεν, ἐπειδήπερ καὶ τὸν προφήτην ∆ανιὴλ, καὶ τὸν Ἀπόστολον ἑρμη νεύοντες, μακροτέροις τοῖς περὶ τῆς τούτου παρου σίας ἐχρησάμεθα λόγοις, καὶ ῥᾴδιον τῷ βουλομένῳ τοῖς ὑποδείγμασιν ἐντυχεῖν ἐκείνοις, καὶ εἴ τι παραλελοίπαμεν ἐν τούτοις, ἐν ἐκείνοις εὑρεῖν.
000-00-00 Serial Number=0157792687
Historia ecclesiastica Ante [Go Back]  
 [00376]  ὀλίγοι δέ τινες, ὧν καὶ πρόσθεν ἐμνήσθην, καὶ πρὸς ἐκείνοις Μηνόφαντος ὁ Ἐφέσιος καὶ ὁ Σκυθοπολίτης Πατρό [33] φιλος Θεογόνιός τε Νικαίας αὐτῆς ἐπίσκοπος ὢν καὶ ὁ Νερωνιάδος Νάρκισσος (Κιλικίας δὲ τῆς δευτέρας ἡ Νερωνιάς ἐστι πόλις ἣν νῦν Εἰρηνούπολιν ὀνομάζομεν), καὶ μετὰ τούτων Θεωνᾶς ὁ Μαρμαρικῆς καὶ ὁ Πτολεμαΐδος τῆς Αἰγυπτίας Σεκοῦνδος τοῖς ἀποστολικοῖς ἀντέ λεγον δόγμασιν, Ἀρείῳ συνηγοροῦντες.
 [00458]  καὶ ἔστιν ἐν ἐκείνοις γε τοῖς χωρίοις μοναχῶν τινων συστήματα οὔτε τοῖς ὑγιαίνουσι πει θόμενα δόγμασι καὶ κατὰ τὴν πολιτείαν κενοῖς τισιν ἐπιτηδεύμασι κεχρημένα, τῇ Σαμαρειτῶν καὶ Ἰουδαίων φρενοβλαβείᾳ συμβαίνοντα.
 [00808]  σοί τε οὖν ὡς ὅτι κάλλιστα ἐκείνοις τε ὡσαύ τως ὑπάρχοι τὰ κάλλιστα, ὅ τι σοὶ κἀκείνοις.
 [00930]  εἰ δέ τις ἐκείνοις διαπιστεῖ, τὰ νῦν περὶ τὴν ἐκείνου θήκην καὶ τὸν ἀνδριάντα γινόμενα βλέπων πιστευσάτω τοῖς γεγραμμένοις καὶ τῷ φήσαντι δεσπότῃ·
 [01215]  καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνή θησαν (ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα), ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή.
 [01557]  οὗτοι τῶν θείων τοὺς ἐραστὰς εἰς τοὺς τῶν μαρτύρων σηκοὺς συναγείροντες, πάννυχοι διετέλουν σὺν ἐκείνοις τὸν θεὸν ἀνυ μνοῦντες.
 [02575]  ἀλλ' ὁ φθόνος τοὺς ἀντιπάλους ὁπλίσας φάναι τῷ βασιλεῖ παρεσκεύασεν, ὡς τιμὴν παμπόλλην τοῖς ἀνδράσιν ἐκείνοις ἡ νομισθεῖσα προὐξένησεν ἀτιμία.
 [02605]  ἐκεῖνοι γὰρ καὶ οἱ ἐκείνοις προσόμοιοι περὶ τὰ τοιαῦτα κεχήνασιν·
 [02658]  τοῦ δὲ πορθμείου τῇ γῇ τῆς νήσου πελάσαντος, ὁ δαίμων ὁ παρ' ἐκείνοις τιμώμενος τὸ ἱδρυμένον καταλιπὼν εἴδωλον, ὅπερ εἶχε παλαιὸν οἰκη τήριον, τὴν τοῦ ἱερέως ἐξέμηνε θυγατέρα καὶ βακχευομένην πρὸς τὴν ἀκτὴν ἐξήγαγεν, ᾗ τὸ πορθμεῖον οἱ ἐρέται προσώρμισαν·
 [02872]  συνηρίστευε δὲ αὐτοῖς καὶ Πέτρος, γεννήτορας μὲν Βασι λείῳ καὶ Γρηγορίῳ τοὺς αὐτοὺς ἐσχηκώς, τῆς δὲ θύραθεν παιδείας οὐ μετειληχὼς σὺν ἐκείνοις, τὰς δὲ τοῦ βίου μαρμαρυγὰς ἀφιείς.
 [02898]  παρὰ σοῦ γὰρ πολεμούμενος ἐκείνοις συντάττεται.
 [03397]  [316] Οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταὶ (πολλοὶ δὲ ἦσαν τηνικαῦτα καὶ ἄριστοι) πολλὰς καὶ παραινέσεις καὶ παρακλή σεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν.
 [03557]  τῆς δὲ μιαιφονίας οἱ θεαταὶ χαλεπήναντες καὶ τοῦ τοῖς αἵμασιν ἐκείνοις ἐπιτερπομένου δαίμονος εἰσδεξάμενοι τὴν βακχείαν, κατέλευσαν τῆς εἰρήνης τὸν πρύτανιν.
 [03573]  ὁμογλώττους γὰρ ἐκείνοις πρεσβυτέρους καὶ διακόνους καὶ τοὺς τὰ θεῖα ὑπαναγιγνώσκοντας λόγια προβαλλόμενος, μίαν τούτοις ἀπένειμεν ἐκκλησίαν, καὶ διὰ τούτων πολλοὺς τῶν πλανωμένων ἐθήρευσεν.
 [03577]  Μαθὼν δέ τινας τῶν νομάδων Σκυθῶν παρὰ τὸν Ἴστρον ἐσκηνημένους διψῆν μὲν τῆς σωτηρίας, ἐστερῆσθαι δὲ τοῦ τὸ νᾶμα [331] προσφέροντος, ἐπεζήτησεν ἄνδρας τὴν ἀποστολικὴν φιλοσοφίαν ἐζηλω κότας, καὶ τούτους ἐκείνοις ἐπέστησεν.
 [03595]  ἀλλ' ἐγώ, ἔφη ὁ Γαϊνάς, ἑτέρας ὑπάρχω συμμορίας καὶ σὺν ἐκείνοις ἕνα θεῖον ἔχειν οἶκον αἰτῶ·
000-00-00 Serial Number=0841178238
Historia religiosa Ante [Go Back]  
 [00068]  Εἰ δὲ ἐκείνοις ἀλήθεια μαρτυρεῖ, ψεύδους ἐλεύθερα εἶναι πιστευέτω καὶ ταῦτα·
 [00069]  ἡ γὰρ ἐν ἐκείνοις ἐνεργήσασα χάρις, αὕτη καὶ διὰ τούτων πεποίηκεν ἃ πεποίηκεν.
 [00098]  εὐκαταφρόνητοι δὲ ἦσαν οἱ κοινωνεῖν μὲν ἐκείνοις οὐκ ἐθέλοντες τῆς μέθης, ἀκριβῆ δέ, ἅτε δὴ καθεστηκότες, τὴν τῶν ὄντων διάκρισιν ἔχοντες καὶ τὴν μὲν τῶν εἰδώλων γελῶντες ἀσθένειαν, τὸν τῶν ὅλων δὲ προσκυνοῦντες δημιουργόν.
 [00198]  ∆ιὰ τοῦτο οὐ χᾶναι αὐτοῖς τὴν γῆν ᾔτησεν, οὐδὲ πυρὶ δαπανηθῆναι τὴν φάλαγγα παρεκάλεσεν, ἀλλὰ τοῖς ζωϋφίοις ἐκείνοις κατα τρωθῆναι καί, τοῦ θεοῦ διαγνόντας τὴν δύναμιν, ὀψέ ποτε μεταμαθεῖν τὴν εὐσέβειαν.
 [00410]  [3.2] Τῆς γὰρ τοῦ γένους καταφρονήσας περιφανείας ἐξ εὐπατριδῶν γὰρ κατήγετο καὶ τῆς ἐν βασιλείοις λαμπρότητος ἐν ἐκείνοις γὰρ ἤνθει, μέγεθος σώματος παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως καὶ κάλλος δεξάμενος καὶ ψυχὴν ἔχων ἀγχινοίᾳ κεκοσμημένην , εἰς θεὸν καὶ τὰ θεοῦ τὸ φίλτρον ἅπαν μετέθηκε·
 [01143]  [10.6] ∆είσαντες δ' ὅμως τῶν ἐκκλησιῶν οἱ προέδροι μὴ χρημάτων ἔρωτα τοῖς βαρβάροις ἐκείνοις ἐμβαλὼν ὁ διά βολος δοριάλωτον γενέσθαι παρασκευάσῃ τὸν μέγαν ἐκεῖνον φωστῆρα καὶ γὰρ ἦν εἰκὸς λύτρα πάμπολλα πανταχόθεν ὑπὲρ αὐτοῦ παρὰ πάντων τῶν τὰ θεῖα τιμώντων πεμφθή σεσθαι αὐτοῖς , παρακαλέσαντες πείθουσι τὴν Ἀντιόχου καταλαβεῖν.
 [01160]  [10.9] Τὴν δὲ τῆς ἀγέλης ἡγεμονίαν Ἑλλάδιος ὁ θαυμάσιος διεδέξατο ὃς ἑξήκοντα μὲν ἐν ἐκείνοις τοῖς τόποις διετέλεσεν ἔτη, εἶτα τὴν Κιλίκων θεόθεν ἐδέξατο προεδρίαν, οὔτε τὴν προτέραν φιλοσοφίαν καταλιπὼν καὶ τοῖς πόνοις ἐκείνοις τοὺς τῆς ἀρχιερωσύνης ἱδρῶτας ὁσημέραι προστιθείς.
 [02107]  [26.7] Ὀλίγον τοίνυν παρ' ἐκείνοις διατρίψας χρόνον εἰς Τελάνισσον ἀφίκετο κώμην, τῇ κορυφῇ ἐφ' ἧς νῦν ἕστηκεν ὑποκειμένην.
000-00-00 Serial Number=0100286722
Interpretatio in Danielem Ante [Go Back]  
 [00054]  Πολεμεῖτε τοίνυν καὶ ἐκείνοις ἀναφαν δὸν, καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλ λετε προφανῶς.
 [00091]  Ταύτην τῶν Ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον ∆ανιὴλ ᾠκονόμησε σὺν αὐτοῖς τὴν Βαβυλῶνα καταλαβεῖν, ὃς ὡς νέος ὢν [81.1268] καὶ τῇ ὥρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδό θεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολ λὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥη σίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κἀκείνῳ γεγένηται πρόξενος·
 [00681]  Οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν ὑπηκόων εἰς τὴν τῆς εἰκόνος συνεκά λεσεν ἑορτὴν, ἀλλὰ τούς τε τοπάρχας, καὶ τοὺς στρατηγοὺς, τοὺς τῶν σατραπειῶν τὴν ἡγεμονίαν πεπιστευμένους, καὶ εἴ τι ἕτερον εἶδος ἀρχῆς παρ' [81.1317] ἐκείνοις ἐνενόμιστο.
 [00837]  ὑπέσχου γὰρ ἐκείνοις περίβλεπτόν τε καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν.
 [00844]  Ταῦτα, φησὶν, ἐκείνοις ὑπέσχου, ∆έσποτα, οὓς ἠγά πησάς τε καὶ ἀοιδίμους ἐποίησας, ὥστε τῇ ψάμμῳ μὲν κατὰ τὸν ἀριθμὸν παραβάλλεσθαι τὸ γένος, τοῖς δὲ ἀστράσι παραπλησίως εἶναι λαμπρόν τε καὶ ὑψηλὸν, καὶ περιφανές.
 [03130]  Προσ ήκει τοίνυν ἡμᾶς μετὰ πάσης προσέχειν ἀκριβείας, καὶ διαιρεῖν προσφόρως τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα.
 [03136]  Οἱ δὲ τὰ θεῖα μεμυημένοι διαιροῦσιν εὐκρινῶς τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα τοῖς καιροῖς.
 [03152]  οὗτος γὰρ ἦν τοῖς Πτολεμαίοις ἐκείνοις ὁμόχρονος.
 [03212]  Καὶ ἐν τοῖς καιροῖς ἐκείνοις, φησὶ, πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ Νότου.
000-00-00 Serial Number=0082665861
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00016]  Ὑμῖν δέδοται γνῶναι τὰ μυ στήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται·
 [00328]  ∆ιὸ ἐν ἐκείνοις οὐκ ἔφη εἶναι, ἀλλ' ἐν τῇ αὔρᾳ τῇ λεπτῇ·
 [00418]  Τὸ τοίνυν, Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶ σιν, οὐ Θεοῦ σημαίνει τὴν ἄγνοιαν, ἀλλ' ἐκείνοις χώραν δίδωσι μεταμελείας·
 [01327]  Ἐπιτωθάζοντες ἐκείνοις οἱ νῦν τὴν Ἱερουσαλὴμ οἰκοῦντες λέγειν ἐτόλμων, ὡς Ὑμᾶς μὲν πόῤῥω ἑαυτοῦ πε ποίηκεν ὁ ∆εσπότης, ἡμῖν δὲ τὴν τῆς ἐπαγγελίας ἀπεκλήρωσε γῆν·
 [01634]  Οὐ μάτην, φησὶ, ταύτην ἐκείνοις ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ διὰ τοῦ ἐκείνων ὀλέθρου τὸν λαόν μου εὐεργετῶν, καὶ τῆς ἐκείνων ἀσεβείας ἐλευθερῶν.
 [01916]  πάντων γὰρ ἀπολαύουσα τῶν ἀγαθῶν, καὶ τοῖς ἐμοῖς ἐντρυφῶσα δώροις, τὰ παρ' ἐμοῦ σοι διδόμενα προσέφερες ἐκείνοις.
 [02707]  ἀντὶ τοῦ Τοῖς πα ρανόμοις αὑτῶν ἐκείνοις δώροις τὸν ἐμὸν διήγειραν θυμόν.
 [03273]  Ἐπειδὴ γὰρ τῶν μὲν ἐμῶν οὐκ ἠνείχετο νόμων, ἐμοὶ δὲ ἀνακειμένη ἑτέρων ἠράσθη, τῆς μὲν ἐμῆς αὐτὴν ἐγύμνωσα προνοίας, παρέδωκα δὲ αὐτὴν ἐκείνοις, οὓς τῆς ἐμῆς προείλετο κοινωνίας.
 [03364]  Ἐν γὰρ ἐκείνοις γενομένη τοῖς κακοῖς, ἐν αἰσθήσει γενήσῃ τῆς οἰκείας παρανομίας, καὶ βδελύξῃ λίαν ἐκεῖνα τὰ τῆς συμφορᾶς σοι ταύτης γενόμενα πρόξενα.
 [03406]  ὅπως δὲ τὰ ὑπ' ἐμοῦ αὐτοῖς παρεχόμενα τέκνα, θυσίαν ἐκείνοις προσέφερον, τῶν ἐμῶν νόμων καταφρονοῦντες, καὶ τὰ Σάββατά μου βεβηλοῦντες.
 [04218]  Οὕτω τὰ λυπηρὰ προθεσπίσας, προ θεσπίζει τῷ Ἰσραὴλ τὰ χρηστὰ, ἐπιτείνων ἐκείνοις τὰ λυπηρά·
 [04498]  προστίθησι δὲ ὅτι καὶ ζηλωτὸς ἐγένετο πᾶσιν ἐκείνοις.
 [04670]  Ἡ πάλαι, φησὶ, τοῖς ποταμίοις ὕδασιν ἐντρυφήσασα, καὶ ἐκ τῶν ἐκείνοις φυομένων καρπῶν εὐπρέπειαν δεξαμένη, μὴ περι τεμοῦσα δὲ τὴν τῆς καρδίας ἀσέβειαν, τοῖς παρα πλησίοις σοι κοινώνησον τῆς σφαγῆς.
 [05032]  ὡς τοὺς ἁγίους ἀποστόλους, καὶ τοὺς τὸν ὅμοιον ἐκείνοις ἑλομένους βίον·
 [05195]  Οὐκοῦν ἔνια μὲν ἐκείνοις ἁρμόττει, τὰ δὲ πλεῖστα τῇ τῆς οἰκου μένης σωτηρίᾳ.
 [05484]  Ὑπουργῷ τῷ προφήτῃ, καὶ οἷόν τινι ὀργάνῳ τῆς κατὰ τὴν [81.1192] ὀπτασίαν ἀναστάσεως κέχρηται, καὶ διὰ τῆς τούτου γλώττης τοῖς ἀψύχοις ἐκείνοις καὶ ἁπαξαπλῶς νε κροῖς ὀστέοις παρακελεύεται, καὶ σάρκας φῦσαι, καὶ νεῦρα, καὶ δέρμα, καὶ ζωτικὸν δέξασθαι πνεῦμα.
 [05955]  διὸ προσήκει ἐν ἐκείνοις τοῖς οἴκοις ἀποδύεσθαι τὴν ἀφωρισμένην ταῖς λειτουργίαις ἐσθῆτα, ἑτέραν δὲ ἀμπέχεσθαι, καὶ οὕτω πρὸς τὸν λαὸν ἐξιέναι.
000-00-00 Serial Number=0793914676
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00012]  Ἰωσίας ὁ βασιλεὺς πατέρα μὲν ἔσχε δυσσεβῆ τὸν Ἀμὼς, καὶ προπάτορα τὸν Μανασσῆ, τῆς τοῦ πα τρὸς δυσσεβείας γεγενημένον διδάσκαλον αὐτὸς δὲ τὴν ἐναντίαν ἐκείνοις ὁδεύσας, τῆς τῶν εὐσεβῶν μερίδος ἐγένετο·
 [00255]  ∆ιὰ τοῦτο ἐκείνοις σε παρέδωκα.
 [00342]  ἆρα μὴ ὁμοίως ἐκείνοις οὐδένα αὐτοῖς καρπὸν ἀγαθὸν προσενήνοχα, καὶ διὰ τοῦτο τὴν ἐμὴν δουλείαν ἀπέδρασαν;
 [00433]  οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται.
 [01486]  πολλάκις δὲ ἡττήθης πολεμοῦσα ἐκείνοις.
 [01765]  οὐδὲ γὰρ ἐκείνοις εἶξα ἂν ἀντιβολοῦσιν, οἳ τοσαῦτα εἰργά σαντο θαύματα.
 [01875]  Ἐπειδὴ τοὺς οὐκ ὄντας φιλεῖτε θεοὺς, τῆς πατρῴας ὑμᾶς ἐκβαλῶ γῆς, καὶ παραδώσω τοῖς πολεμίοις, ἵνα σὺν ἐκείνοις τῇ πλάνῃ δουλεύητε.
 [02034]  Τὰ μὲν οὖν ἐκείνοις ἀπειληθέντα τοιαῦτα·
 [04113]  ἐν ἐκείνοις γὰρ προσεκύνουν τὰ εἴδωλα·
 [04315]  Ἀσχαναζαῖοι δὲ, ἔθνος ἕτερον ἐκείνοις πελάζον.
 [04803]  τοὺς ἐκείνοις ὑπο κειμένους, φάραγξι ταπειναῖς ἐοικότας, ἀνανεῦσαι πεποίηκεν·
000-00-00 Serial Number=0872509539
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00186]  Τὸ δὲ, Ὁδὸς ἀσεβῶν ἀπολεῖται, ἔοικε τοῖς ἀποστολικοῖς ἐκείνοις ῥητοῖς·
 [04527]  Πᾶσιν ἐκείνοις ἐῤῥῶσθαι φράσας, τὴν παρὰ σοῦ προσμένω βοήθειαν.
 [04765]  Εἰσιὼν γὰρ καὶ ἐξιὼν συνετύρευεν ἐκείνοις τὸν θάνατον·
 [04909]  Τὸ δὲ, ἱνατί, οὐχ ὡς ἐγκαλοῦντες λέγουσιν, ἀλλ' ὡς αὐτοὶ τῆς τῶν ἄλλων παρανομίας οὐ κοινωνήσαντες, καὶ σὺν ἐκείνοις ἔρημοι τῆς ἄνωθεν προνοίας γενό μενοι·
 [05070]  Ταῦτα δὲ ἅπαντα προεῖπεν ἡ τοῦ Πνεύματος χάρις, τοὺς ἐν ἐκείνοις τοῖς δεινοῖς ἐσομένους δι δάσκουσα, καὶ γενναίως ἐνεγκεῖν τὰ προσπίπτοντα, καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτῆσαι τὴν τούτων ἀπαλλαγήν.
000-00-00 Serial Number=0437201023
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00374]  Ὁ τούτοις δὲ χρησάμενος τοῖς λόγοις, μὴ τὴν αὐτὴν ἐκείνοις τελευτὴν ὑπομεῖναι αἰτεῖ·
 [00624]  Καὶ οὕτω κρίσεως γὰρ γινομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομέ νων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ καὶ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνομος ὀφθή σομαι καὶ ἀχάριστος.
 [01127]  [Καὶ ταῦτα ἐκείνοις·
 [01366]  Νοήσειεν δέ τις ἂν καλῶς καὶ ταῦτα εἰρῆσθαι κατὰ τῶν αἱρετικῶν, Ἀριανῶν λέγω καὶ Εὐνομιανῶν καὶ Μακεδονιανῶν καὶ τῶν δοκούντων τὰ παραπλήσια ἐκείνοις δόγματα νοσεῖν.
 [02255]  Ταύτην ἀκόλουθον τοῖς ῥητοῖς ἐκείνοις ὑπέλαβον τὴν διάνοιαν.
 [02932]  Ἀλλὰ καὶ τοῦτο πρόφα σις ἐκείνοις ἐγένετο γέλωτος.
 [03576]  Ταῦτα ἡ τοῦ παναγίου Πνεύματος χάρις πόῤῥωθεν προορῶσα, ὠφέλειαν ἐκείνοις μηχανωμένη, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, τοῦτον γέγραφε τὸν ψαλμὸν, καὶ τοὺς ἐκείνων σαφῶς ἐξαγγέλλουσα λογισμοὺς, καὶ τῶν ζητουμένων τὴν λύσιν προσφέ ρουσα.
 [03598]  [Ὁρῶμεν δὲ καὶ νῦν τινας τὰ παραπλήσια ἐκείνοις λέγοντας κατά τινων τῶν ἐν δυσσεβείᾳ καὶ πλεονεξίᾳ συζώντων, καὶ πλούτῳ καὶ δόξῃ, ὡς νομίζουσι, καταδυναστευόν των.] δʹ.
 [04010]  Λέγει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι ποτὲ μὲν ἡμῖν, ποτὲ δὲ ἐκείνοις ὁ δίκαιος κριτὴς προσφέρει τὴν τιμωρίαν·
 [04024]  οὐκ ἐκείνοις ἐπεμβαίνοντες, ἀλλ' εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι.
 [04850]  Παρ εγγυᾷ τοίνυν τοῖς χοροῖς ἐκείνοις ὁ λόγος ἀλλήλοις ἀντιδιδόναι τὴν παναρμόνιον τῶν ὀργάνων ἐκεί νων ἠχήν·
 [05392]  Ἐπειδὴ Ῥαψάκης ὁ δυσσεβὴς τοῖς ἀλαζονικοῖς ἐκείνοις ἐχρήσατο λόγοις·
000-00-00 Serial Number=0029198349
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01001]  οὕτως ἐκείνοις τὴν προσφυῆ ποιησάμε νος θεραπείαν, προσφέρει τοῖς ἀδικουμένοις ἀποχρῶ σαν ψυχαγωγίαν·
 [01083]  Ταῦτα οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις ἐγράφη.
 [01444]  Σκιὰ δὲ τῶν ἡμετέρων παρ' ἐκείνοις ἐπολι τεύετο.
 [01535]  Σὺ εἶ, ∆έσποτα, φησὶν, ὁ ὑφ' ἡμῶν κηρυττόμενος, ὁ τῆς τοσαύτης ἐκείνοις μεταδοὺς παῤῥησίας, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας.
 [01897]  Καὶ τ' ἄλλα δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ' ἐκείνοις ἐσκιογραφημένα.
 [02161]  ∆ιὰ ναυπηγικῆς γὰρ τέχνης, καὶ κυβερνητικῆς ἐπιστήμης, παρ' ἀλλή λων κομιζόμεθα καὶ τὰ ἐνδέοντα καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον.
 [02251]  ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν.
 [02505]  Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέσθαι τῆς ἐκείνοις χορηγουμένης χρηστότητος.
 [02599]  Βεελφε γὼρ δέ ἐστιν εἴδωλον παρ' ἐκείνοις τιμώμενον.
 [02671]  Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πά θος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται·
 [02703]  Ἐπειδὴ δὲ καὶ ἐν ἐκείνοις ἐσκιογράφηται τὰ ἡμέ τερα, ὁρῶμεν δὲ καὶ ἐν τῷδε τῷ ψαλμῷ τῆς ἡμετέρας σωτηρίας τὰ θεσπίσματα·
 [02704]  μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον.
 [02851]  καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν, ἢ ἐκείνοις ἁρ μόδιον.
 [02868]  Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐν δεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν εὐσεβῆ συνεστήσατο πολιτείαν.
 [03617]  Ἐν ἐκείνοις γὰρ ὁ Θεὸς τὴν οἰκείαν ἐπι φάνειαν ἐποιήσατο.
 [03911]  Ἐπειδὴ δὲ ἐν ἐκείνοις προεγράφετο τὰ ἡμέτερα, μᾶλλον ἁρμόττει τοῖς ἐξ ἐθνῶν πεπι στευκόσιν ἡ ὑμνῳδία·
 [03964]  τὸν γὰρ ἐμὸν ∆εσπότην πᾶσιν ἐκείνοις ἀντέταξα, καὶ δι' αὐτοῦ τὴν νίκην ἐκομι σάμην.
 [05706]  καὶ ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχουσιν ἅπαντες τὴν ἐν ἐκείνοις ἀναβλύζουσαν εὐλογίαν ἀρύσασθαι.
 [05984]  Ὁ περὶ τοῦτον ἔλεος ἐκείνοις τὴν τιμωρίαν ἐπήγαγε.
 [06439]  Οὐ μόνον γλῶτταν φρουρηθῆναι παρα [80.1949] καλεῖ, ἀλλὰ καὶ αὐτὰ τῆς διανοίας κινήματα, ἵνα μηδὲ ἐν ἐκείνοις ἕτερός τις παρὰ τοὺς θείους νόμους εὑρεθῇ λογισμός.
 [06551]  ∆ίκας μὲν τίνων ὁ θεῖος ∆αβὶδ ὧν ἐπλημμέλησεν, ἐκείνοις περιέπεσε τοῖς κακοῖς·
 [07224]  Κέρας γὰρ τὴν ἰσχὺν ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασ φόρων ζώων, ἃ τὴν ἰσχὺν ἔχειν ἐν ἐκείνοις σεμνύνε ται.
000-00-00 Serial Number=0332491040
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00004]  ἀλλ' εἰσὶν οἱ τὰ θεῖα περὶ πολλοῦ ποιού μενοι, καὶ τὴν ἱερὰν ἀκριβῶς πεπαιδευμένοι Γραφὴν, οἳ οὐ μόνον ἡμῖν οὐ νεμεσήσουσιν, οὐδὲ τοῖς φιλαι τίοις ἐκείνοις παραπλησίως ἐπιμέμψονται, ἀλλὰ καὶ ἀποδέξονται, ὡς εἰκὸς, καὶ ἐπαινέσονται, κἂν μή τι γενναῖον ἐν τοῖς συγγράμμασιν εὕρωσιν.
 [00207]  Καὶ ἃ παρὰ τοῦ Θεοῦ ἐκομίσατο δῶρα, ταῦτα τοῖς ἀντιθέοις ἐκείνοις προσήνεγκε.
 [00266]  περίγειοι γὰρ ὄντες καὶ χαμαίζηλοι, τούτοις μᾶλλον ἢ ἐκείνοις προσεῖχον·
 [00499]  Ἔθος γὰρ καὶ τοῖς θηρίοις ἐκείνοις, ὅταν τι θηρεύσωσιν, εἰς τοὺς συνήθεις ἐπανιέναι τόπους, καὶ τὸν ἀπὸ τῆς θήρας ἐγγενόμενον διαναπαύειν πόνον.
 [01290]  Πρόσθετε δὲ ἐκείνοις τοῖς λόγοις, τὸν Σωτῆρα καὶ εὐ εργέτην ἀντιβολοῦντες, ὡς Οὐκέτι οὐδενὶ ἀνθρώπων θαῤῥήσομεν, οὐκ Ἀσσυρίοις, οὐκ Αἰγυπτίοις, οὐχ ἵππων πλήθει, οὔτε μὴν θεοὺς νομιοῦμεν τὰ χειρό κμητα εἴδωλα.
 [01761]  τοῖς γὰρ θαυμασίοις ἐκείνοις Ὡσηὲ καὶ Ἰωὴλ, καὶ κατὰ τὸν αὐτὸν ἐγένετο χρόνον, καὶ ταὐτὰ προεθέσπισε περί τε Ἀσσυρίων καὶ Βαβυλωνίων, καὶ τῆς ἐκεῖθεν ἐπανόδου, καὶ τῶν μετὰ τὴν ἐπάνοδον συμβησομέ νων.
 [02055]  Οὕτω τὰ θυμήρη μηνύσας, εἰς τἀναντία μεταφέρει τὸν λόγον, τούτοις μὲν φοβῶν, ψυχαγωγῶν δὲ ἐκείνοις, καὶ προσέχειν ἐκθύμως τῇ μετανοίᾳ παρασκευάζων.
 [03050]  Οὔτε γὰρ ὅμοια τοῖς παρανόμοις ἐκείνοις δρᾶσαι τολμήσω·
 [03119]  Εἰ μὲν οὖν διέμεινεν ἐν τῇ Σιὼν ἡ Ἰουδαίων βασιλεία, καὶ τῆς αἰωνίου καὶ διηνεκοῦς ἀπολαύουσι παρὰ τοῦ Θεοῦ τῶν ὅλων κη δεμονίας, εἰκότως καὶ Ἰουδαῖοι τὴν προφητείαν ἁρπάζουσι, καὶ οἱ παραπλησίως ἐκείνοις ταῦτα νενοηκότες συνομολογοῦσιν ἐκείνοις.
 [03949]  μᾶλλον δὲ ἐκείνοις ἢ τούτοις ἁρμότ τει τὰ ῥηθησόμενα·
 [04209]  ἐγὼ δὲ, εἰ μὲν καὶ τυπικῶς ἐπ' ἐκείνοις τις ταῦτα προειρῆσθαι βούλεται, οὐ διενεχθήσομαι·
 [04211]  Ἄτοπον δὲ ᾠήθην, τῆς ἀληθείας κρατού σης, καὶ τῆς σκιᾶς ὑπὸ τοῦ σώματος καλυφθείσης, εἰς ἕτερα τὴν προφητείαν λαβεῖν, μηδὲ παντελῶς ἐκείνοις ἁρμόττουσαν.
 [04710]  καὶ γὰρ ἐκείνοις αἰφνίδιον ἐπαγαγὼν ὄλεθρον, ἅπασαν γῆν καὶ θάλατταν τοῦ φρικώδους ἐνέπλησε διηγή ματος.
 [04837]  καὶ εἰς βεβαίωσιν τῶν εἰρημένων, καὶ οἱ τοῖς παντοδαποῖς ἐκείνοις ἐποχούμενοι ἵπποις, ἔφασαν πρὸς τὸν ἐφεστῶτα ἐκείνοις τοῖς ὄρεσιν ἄγ γελον, ὅτι Πᾶσαν περιοδεύσαντες τὴν γῆν οἰκουμέ νην, εὕραμεν εἰρήνης ἀπολαύουσαν καὶ γαλήνης.
 [04921]  Ταῦτα δὲ τυπικῶς ἐκείνοις συνέβη·
 [05007]  Ἡγοῦμαι δὲ ὅτι οἷα δὴ ἀρχιερεὺς ᾠκειοῦτο τὴν τοῦ λαοῦ παρανο μίαν, καὶ ὡς συνημαρτηκὼς ἐκείνοις τὰς δεήσεις προσέφερε·
 [05180]  Καὶ οἱ λευκοὶ δὲ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, οὐχ ἵνα ἐκείνοις χορηγήσωσι τὰ ἀγαθὰ, ἀλλ' ἵνα ἐκείνων κολαζομένων τοὺς ὑπολοίπους τῶν δορυαλώ των Ἑβραίων εἰς τὴν Ἰουδαίαν ἐπαναγάγωσι.
 [05544]  καὶ οὗτοι δὲ, οἱ ἐκείνοις πάλαι δουλεύσαντες, διὰ τῆς ἐμῆς ἐπικουρίας ἐπίσημοι καὶ πολυθρύλλητοι παρὰ πᾶσι γενήσονται.
 [05875]  (γʹ.) Καὶ ἐξελεύσεται Κύριος ἐν παρατάξει ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.
 [05938]  Οὕτω ταῦτα προειρηκὼς, μεταφέρει τὸν λόγον ἐπὶ τὸν Γὼγ καὶ Μαγὼγ, καὶ τοὺς σὺν ἐκείνοις κατὰ τῆς Ἱερουσαλὴμ στρατεύσαντας.
 [05953]  Καὶ ἔσται, ὅσοι μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται, καὶ οὐκ ἔσται ἐπ' αὐτοὺς ὑετός.
 [05957]  Καὶ οὗτοι γὰρ, φησὶν, ἐκείνοις προστεθή σονται, καὶ οὐκ ἔσται ἐπ' αὐτοὺς ὑετός·
000-00-00 Serial Number=0372258961
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00095]  Υἱὸν γὰρ ἀνθρώπου προτάξας καταβαίνοντα ἐκ τῶν οὐρανῶν, καὶ ὄντα ἐν ἐκείνοις ὅθεν κατέβη·
000-00-00 Serial Number=0841517210
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01008]  ἐν ἐκείνοις μὲν δηλοῖ τὴν τῆς βασιλείας ἐξ ἀνημέρου εἰς ἡμερότητα μετάστασιν, ἐν τούτοις δὲ [τὴν] τῆς βα ρύτητος τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβολήν·
 [01274]  Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιείκεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδο ται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν οὐ δυνάμενα;
 [01876]  ἐν τούτοις μὲν ἡ πρόνοια διαδείκνυται τοῦ θεοῦ, ἐν ἐκείνοις δὲ παρασκευάζει τοὺς εὐσεβεῖς πρὸς ἄλλον βίον ἀφο ρᾶν, ἐν ᾧ γίνεται κατὰ δόξαν τε καὶ ἀδοξίαν δικαίων τε καὶ ἀδί κων ἡ διαίρεσις.
000-00-00 Serial Number=0355556428
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00288]  καὶ οὕτω δὲ ῥαθυμούντων κηδό μενος ὁ Θεός, τοὺς ἐρημοτέρους ἐκείνοις ἀπεκλήρωσε τόπους, καὶ τὸν τῆς νυκτὸς αὐτοῖς καιρὸν ἀπένειμεν εἰς διατροφήν·
 [00290]  τοῖς [20] ἑρπετοῖς δέ, τοὺς ἐν τῇ γῇ δέδωκε χηραμούς, ὅπως ἐν ἐκείνοις κρυπτόμενα μὴ λυμαίνωσι τῶν ἀνθρώπων τὸ γένος·
 [00571]  εὑρίσκομεν γὰρ ἐν ἐκείνοις τοῖς νόμοις τὸν λάγνως ὁρῶντα γύναιον μοιχείας κρινόμενον·
 [00596]  τοῦτο γὰρ δὴ τὸ πάθος ἴδιον τῶν τρεπτὴν ἐχόντων τὴν φύσιν, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρεσκομένων, καὶ τὸ μέλλον ἔσεσθαι παντάπασιν ἀγνοούντων.
 [00796]  σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς ἑαυτὸν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγεῖν .
 [01437]  ὀνείρους τοῖς οἰκέταις ἐκείνοις ἡρμήνευσεν·
 [01781]  ἅπερ ἐν ἐκείνοις γενόμενοι τοῖς χωρίοις σὺν Θεῷ φάναι δηλώσομεν.
 [01870]  καθάπερ δὲ πάλιν οἱ ἰατροὶ τοὺς ἀνηκέστως διακειμένους πολλῶν παρόν των τέμνουσιν, οὐκ ἐκείνοις τοσοῦτον ἐπικουροῦντες ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον , ἀλλὰ τοὺς φοιτητὰς τὸν τῆς ἰατρείας διδάσκοντες τρόπον, οὕτω καὶ τὸν Φαραὼ ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώ μῃ ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός, πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν, καὶ τοῖς μὲν ἀδικου μένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐν δίκῃ.
 [01944]  τούτου χάριν καὶ τοὺς βατράχους ἀνέβλυσε τὰ ὕδατα, ἀντὶ τῶν ἐν ἐκείνοις ἀποπνιγέντων ἀναδοθέντας παιδίων.
 [02863]  καὶ ὅπερ ἐκείνοις τὰ πτε ρύγια, τοῦτο τοῖς ἀνθρώποις ἡ πίστις.
 [02944]  ἐκείνοις δὲ οὐκέτι.
 [03010]  καὶ ταῦτα δὲ μάλα ἥρμοττεν ἐκείνοις λαγνιστάτοις οὖσι καὶ κακομάχλοις.
 [03805]  ὀργιζόμενος γὰρ ἐκείνοις, ἀμφιβόλως τὸν λόγον προήνεγκε·
 [04109]  καὶ προλέγων, ὡς τὰ παραπλήσια πείσονται τοῖς ἔθνεσιν ἐκείνοις, εἰ τὰ ὅμοια δράσαιεν.
 [04634]  ταῦτα γὰρ πάντα, φησί, τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νου θεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήν τησεν .
000-00-00 Serial Number=0985496879
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00983]  καὶ ταῦτα οὐ μόνον τοῦ Σαοὺλ πεπτωκότος, ἀλλὰ καὶ τοῦ Ἰωνάθαν, ὃς ἀξιέπαινος ἦν, καὶ πλείστου στρα τοῦ σὺν ἐκείνοις.
 [01882]  καὶ ἐν τῷ πολέμῳ δὲ δυνατὸν αὐτὸν διαφυγεῖν τῶν πολε μίων τὰς χεῖρας, πρῶτον μὲν τοῖς ὀχυρωτάτοις καὶ δυσαλώτοις φρουρίοις χρησάμενον, ἔπειτα δὲ καὶ τοῖς ἀριστεύουσιν ἐκείνοις περιφραττόμενον·
 [02169]  Ἐν δέ γε τοῖς οἰκίσκοις ἐκείνοις, τοῖς ἐν κύκλῳ τοῦ ναοῦ δεδο
 [02443]  ἀλλ' ὅμως τοῖς ἀνοήτοις ἐκείνοις χρησάμενος λόγοις, πληρωθῆναι παρεσκεύα σε τοῦ Θεοῦ τὴν ἀπόφασιν.
 [02560]  Ἄνθρωπος μέντοι Θεοῦ οὐ πᾶς προ φήτης ὠνόμασται, ἀλλ' οἱ τελείαν τὴν ἀρετὴν κεκτη μένοι, ὡς Μωσῆς καὶ Ἠλίας, καὶ εἴ τις ἐκείνοις παρόμοιος.
 [02832]  Καὶ γὰρ ὁ Ἑλισσαῖος, δι' αὐτοῦ τὴν προφη τικὴν δεξάμενος χάριν, προσήνεγκεν ἐκείνοις τὸ χάρισμα, καὶ τῆς βασιλικῆς αὐτοῖς μετέδωκε χά ριτος.
 [03407]  Καὶ γὰρ ὁ [80.772] Ἰηοῦ μηδένα διαφυγεῖν βουλόμενος τὴν σφαγὴν, ἐκείνοις ἐχρήσατο τοῖς λόγοις, ἵνα θαῤῥήσαντες πάντες παραγένωνται.
 [04166]  Ἐν γὰρ τοῖς καιροῖς, φησὶν, ἐκείνοις οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ, ὅτι ἔκστασις Κυρίου πολλὴ ἐπὶ πάντας τοὺς κατοι κοῦντας γαίας.
 [04186]  Ἡ σὴ, φησὶν, ἀπιστία προὐξένησεν ἐκείνοις τὴν σωτη ρίαν.
 [04226]  Καὶ γὰρ ὁ δίκαιος κριτὴς ταῦτα ἐκείνοις ἀντιμετρῶν οὕτως ἐκφέρει τὴν ψῆφον.
 [04465]  Ἠβουλήθη, φησὶν, ὁ ∆εσπότης Θεὸς δίκας ἐκείνοις εἰσπράξασθαι τῆς ἀσεβείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»