Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐθέλουσι [27]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐθέλουσι


000-00-00 Serial Number=0606113195
Commentaria in Isaiam Ante [Go Back]  
 [03001]  συνιέναι γὰρ οὐκ ἐθέλουσι τὸ συμφέρον, οὗ δὴ χάριν καὶ συγγνώμης ἐστέρηνται.
000-00-00 Serial Number=0461182535
De providentia orationes decem Ante [Go Back]  
 [00214]  Ἵνα δὲ μή τις τῶν τὴν σελήνην ὅρον τῇ Προνοίᾳ τεθεικότων, καὶ μέχρι ταύ της αὐτὴν διήκειν εἰρηκότων, καὶ λίαν αὐτὴν σμι κρολόγον ἀποφηναμένων, ἐφόδιον εἰς βλασφημίαν λάβῃ τῶν λόγων τὴν συμμετρίαν, δεῦρο δή σε πάλιν, ὦ φιλότης, ἐκεῖθεν διὰ τοῦ ἀέρος ἐπὶ τὴν γῆν κατα βιβάσωμεν, καὶ κατὰ βραχύ σε πάλιν καθάπερ τῇ προτεραίᾳ ποδηγήσαντες, ὑποδείξωμεν καὶ ἐν τοῖς βραχυτάτοις τῆς κτίσεως μορίοις φαινομένην ταύτην καὶ δεικνυμένην τοῖς προσέχειν ἐθέλουσι, καὶ ἁπα ξαπλῶς τοῖς γεννητὴν λαχοῦσι φύσιν, κοινῇ καὶ ἰδίᾳ συμπαρομαρτοῦσαν ἀεί.
 [00602]  Καὶ ἄμπελον τρυγῶσι, καὶ ἐλαίαν συλλέγουσι, καὶ οἶνον ἀποθλίβουσι, καὶ λαχάνων γένη παντοδαπὰ γεωργοῦσι, καὶ ὀπωρῶν εἴδη μυρία ταῖς φιλοτεχνίαις ἐπινοοῦντες, δρέπονταί τε καὶ προσφέ ρουσι τοῖς ἀπολαύειν ἐθέλουσι.
 [01542]  τοῖς δὲ προσκυνεῖν οὐκ ἐθέλουσι προὔθηκε τιμωρίαν, τὴν κάμινον ἐκείνην, ἀπληστίᾳ τροφῆς ταύτην ἐπὶ πλεῖον αὐξήσας.
 [01601]  Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώ πων ἑκόντες ὁρᾷν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς μύουσι, καὶ τὰ ὦτα βύουσι, καὶ τῆς παν ταχόθεν φερομένης φωνῆς ἐπαΐειν οὐκ ἐθέλουσι, καὶ τῶν εὖ καὶ καλῶς ὑπὸ τοῦ Θεοῦ γιγνομένων ἕκαστον κωμῳδοῦσι, βλασφημοῦσι, διαβάλλουσι, καὶ μυρία ἄττα συνείρουσι τὰς ψευδεῖς κατηγορίας ὑφαίνοντες, εἰκότως, οἶμαι, τὸν κατὰ τῆς κατηγορίας ἀνεδεξά μεθα λόγον, συκοφαντίαν οὖσαν, ἀλλὰ οὐκ αἰτίαν ὀρ θὴν ἀποδεῖξαι βουλόμενοι·
000-00-00 Serial Number=0470376372
De sancta trinitate Ante [Go Back]  
 [00396]  διὸ τὰ τοῦ ἡλίου φανερώτερα συν ορᾷν οὐκ ἐθέλουσι, τὴν αὐθαίρετον ὁμίχλην τῆς ἀγνοίας ἐπισπασάμενοι·
000-00-00 Serial Number=0907089293
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01385]  Εἰ δὲ κατηγορεῖν ἐννόμως ἐθέλουσι, χρὴ παρόντας ἐλέγχειν, οὐκ ἀπόντας συκοφαντεῖν.
000-00-00 Serial Number=0641567230
Graecarum affectionum curatio Ante [Go Back]  
 [02295]  Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα.
 [02603]  Καὶ ἀργεῖ μὲν παρ' Ἀθηναίοις ὁ Ἄρειος [9.18] πάγος καὶ ἡ Ἡλιαία καὶ τὸ ἐπὶ ∆ελφινίῳ δικαστήριον καὶ ἡ τῶν πεντακοσίων βουλὴ καὶ οἱ ἕνδεκα καὶ οἱ θεσμοθέται καὶ ὁ πολέ μαρχος καὶ ὁ τοῦ ἐνιαυτοῦ ἄρχων ὀνόματα ἄλλως ἐστὶν ὀλί γοις κομιδῇ γνώριμα τοῖς ἀναγινώσκειν ἐθέλουσι τὰ τοῖς πάλαι ξυγγεγραμμένα·
 [02628]  καὶ κορυβαν τιῶντες καὶ λυττῶντες καὶ τεχνάσμασι καὶ σοφίσμασι κεχρημένοι μυρίοις, τοὺς τῶν ἁλιέων οὐ κατέλυσαν νόμους, ἀλλ' ἰσχυροτέ ρους πολλῷ πολεμοῦντες ἀπέφηναν καὶ ἀτεχνῶς ἐῴκεσαν τοῖς σβεννύναι μὲν ἐθέλουσι φλόγα, ἔλαιον δὲ ταύτῃ προσφέρουσι καὶ [9.27] σφοδροτέραν ἐργαζομένοις.
 [02814]  [10.1] Οἱ τυραννίδος ἐρῶντες τὴν οὐδαμόθεν αὐτοῖς προσήκουσαν ἁρπάζουσι δυναστείαν, ἀλλὰ τὸ μὲν τῆς βασιλείας περιτίθενται σχῆμα, τὴν ἁλουργίδα, τὸν στέφανον, τὸν θρόνον, τὸ ζεῦγος, τοὺς δορυφόρους, τὸν δὲ βασιλικὸν ζηλοῦν οὐκ ἐθέλουσι τρόπον.
000-00-00 Serial Number=0991783321
Historia religiosa Ante [Go Back]  
 [00083]  Ταύτης ἐπὶ τοῦ παρόντος κἀμοὶ δεῖ τῆς συνεργίας, τῶν ὀλίγον πρὸ ἡμῶν καὶ ἐφ' ἡμῶν διαλαμ ψάντων ἁγίων τὸν βίον πειρωμένῳ συγγράψαι, καὶ οἷόν τινα νομοθεσίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ προθεῖναι·
000-00-00 Serial Number=0217685342
Interpretatio in Danielem Ante [Go Back]  
 [00707]  πυν θάνεται δὲ, εἰ τῷ ὄντι κοινωνεῖν αὐτῷ τῆς τῶν θεῶν οὐκ ἐθέλουσι θεραπείας, καὶ τῆς εἰκόνος φεύγουσι τὴν προσκύνησιν.
 [02912]  τοῦ γὰρ βασιλέως ἐπιτρέψαντος ἅπασι τοῖς ἐθέλουσι τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, οἱ μὲν πλείους οἰκίας ἐν Βαβυλῶνι δειμάμενοι, καὶ τούτων τῷ δεσμῷ κατεχόμενοι, τῆς ἐπανόδου καταφρονήσαντες, τὴν ξένην τῆς οἰκείας προείλοντο·
000-00-00 Serial Number=0897828400
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00436]  εἰκὸς γὰρ, αὐτοὺς, φησὶ, τῇ τῆς τιμωρίας ἀπειλῇ πτοηθῆναι, καὶ δεῖ σαι τῆς ἀπειλῆς τὸ τέλος, ἐπειδὴ τοῖς χρη στοτέροις εἴκειν οὐκ ἐθέλουσι λόγοις.
 [01708]  οὗ χάριν, πολλάκις καὶ ἰατρῶν παῖδες τοὺς οὕτω διακειμένους, οἳ αἴσθησιν τῶν παθημάτων οὐκ ἐθέλουσι δέξα σθαι, τὸ βαρὺ τῆς νόσου διδάσκουσιν, ἵνα αἰσθόμενοι παύσωνται μὲν ἀταξίᾳ τρέφοντες τῆς νόσου τὰς ὕλας, τοῖς δὲ τῆς ἰατρικῆς τέχνης ἀκολουθήσωσι νόμοις.
 [02034]  ἐκεῖναι δὲ διὰ τὴν τῆς σῆς ἀσεβείας ὑπερ βολὴν τυχεῖν συγγνώμης ἐθέλουσι.
 [05196]  Καταλιπόντες τοίνυν Ἰουδαίους ληρεῖν, οἳ εἰς τὴν ψυχὴν μετέθεσαν τῶν τοῦ σώ ματος ὀφθαλμῶν τῆς οἰκείας μητρὸς, τῆς Λείας, φημὶ, τὴν ἀσθένειαν, καὶ βλέπειν οὐκ ἐθέλουσι τὴν ἀλήθειαν, τοὺς ὁμοπίστους παρακαλοῦμεν, πάντα μὲν δοκιμάζειν, τὸ δὲ καλὸν κατέχειν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ ὅπερ ἐπὶ τῶν σιτίων ποιεῖν εἰώθα μεν, τοῦ ἀηδοῦς τὸ ἡδὺ προτιμῶντες, καὶ μέντοι καὶ τοῦ ἡδέος τὸ ἥδιον προαιρούμενοι, τοῦτο καὶ ἐπὶ τῶν θείων λογίων ποιεῖν·
000-00-00 Serial Number=0221351862
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01716]  Ἀλλὰ πάλιν ὁ ∆εσπότης τῷ προ φήτῃ φησὶ, ψευδῆ προλέγειν ἐκείνους, οὐ θείοις λόγοις διακονοῦντας, οὐδὲ ὄργανα τῆς χάριτος γενο μένους, ἀλλ' ἅπερ ἐθέλουσι φθεγγομένους.
000-00-00 Serial Number=0846423566
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00038]  καὶ τῇ ποικιλίᾳ τῆς προφητείας πολ λὴν τοῖς προσέχειν ἐθέλουσι προσφέρει τὴν ἡδο νήν.
 [01270]  Οὐκ ἀνέχονται, φησὶ, μετρῆσαι τῇ φύσει τοὺς λόγους, οὐδὲ εἰς τοὺς θείους ἀποβλέπειν ἐθέλουσι νόμους, ἀλλ' ἀθυρώτοις στόμασι κεχρη μένοι, μετ' ἀδείας ὅπερ βούλονται φθέγγονται, τῆς θείας μακροθυμίας καταφρονοῦντες, καὶ μηδὲ τελεῖν ὑπὸ τὴν τοῦ Θεοῦ δεσποτείαν νομίζοντες.
 [01701]  ἐπειδὴ τὸ εὐθὲς οὐκ ἐθέλουσι βλέπειν·
 [03387]  Καὶ νῦν δέ τινες τῶν ἀνοήτων, τοὺς τεθνηκότας ὀλοφυρόμενοι, ἐπὶ σάκκου καθήμενοι κακῶς, τῶν προφητικῶν ῥημά των ἐπαΐειν οὐκ ἐθέλουσι, διαῤῥήδην βοώντων·
000-00-00 Serial Number=0121782184
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00850]  Ἀδεῶς γὰρ πᾶν ὁτιοῦν δρῶντες, εἰς νοῦν λα βεῖν οὐκ ἐθέλουσι.
000-00-00 Serial Number=0031485140
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00355]  Ἐπάλληλα, φησὶν, αὐτοῖς ἐπάξω κακὰ, καθάπερ τοῖς κόρον σιτίου λαβεῖν οὐκ ἐθέλουσι πλείονα προσφέρεται τὰ ἐδέσματα.
 [02062]  Φιλανθρωπίᾳ χρώμενος ὁ ∆εσπότης οὐδὲ θρῆνον ὑφαίνειν παραιτεῖται τοῖς κακῶς διακειμένοις, καὶ μετανοεῖν οὐκ ἐθέλουσι.
000-00-00 Serial Number=0532539845
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00528]  Ὅτι καὶ πρὸ τῆς βρώσεως οὐ μεμυκότας εἶχον τοὺς ὀφθαλμούς, δῆλον τοῖς προσέχειν ἐθέλουσι·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»