Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἀκύλας [220]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Ἀκύλας


000-00-00 Serial Number=0436438620
Commentaria in Isaiam Ante [Go Back]  
 [00250]  Τὸ κύριος Σαβαὼθ ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων «κύριος τῶν δυνάμεων» ἡρμήνευσαν, ὁ δὲ Ἀκύλας «κύριος στρατιῶν».
 [00416]  Τὸν μέντοι γίγαντα ὁ Σύμμαχος μὲν καὶ ὁ Ἀκύλας «ἀνδρεῖον», ὁ δὲ Θεοδοτίων «ἰσχύοντα» ἡρμήνευσαν·
 [00487]  τοὺς δὲ κοσύμβους ὁ Ἀκύλας «τελαμῶνας», αἰνίττεται δὲ τὰ κρήδεμνα.
 [00628]  Τὸ μέντοι σίκερα ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας «μέθυσμα» ἡρμήνευσαν.
 [00896]  Τὸ φύλαξαι τοῦ ἡσυχάσαι ὁ μὲν Σύμμαχος «φύλαξαι καὶ ἡσύχασον» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας «φύλαξαι καὶ ἡσύχαζε», ὁ δὲ Θεοδοτίων «πρόσεχε καὶ ἡσύχαζε».
 [00943]  Τοῦτο σαφέστερον ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας ἡρμήνευσαν·
 [00948]  Καὶ γὰρ ὁ Θεοδοτίων καὶ ὁ Ἀκύλας οὕτως τοῦτο ἡρμήνευσαν·
 [00954]  Ἀκύλας γάρ φασι καὶ Θεοδοτίων καὶ Σύμμαχος οὐ παρθένον ἀλλὰ «νεᾶνιν» ἡρμήνευσαν.
 [00960]  Θεοδοτίων δὲ καὶ Ἀκύλας καὶ Σύμμαχος μετὰ τὴν δεσποτικὴν ἐπιφάνειαν ἡρμήνευσαν τὴν θείαν γραφὴν καὶ τὰ Ἰουδαίων φρονοῦντες κακοήθως τὰς δεσποτικὰς προρρήσεις κατέβαλον.
 [00991]  Οὕτω δὲ καὶ ὁ Ἀκύλας.
 [01129]  Τὸ ἀδυνατήσουσιν ὁ μὲν Σύμμαχος «προσ κόψουσιν» εἴρηκεν, ὁ δὲ Ἀκύλας «σκανδαλωθήσονται».
 [01169]  Ταῦτα δὲ ὁ Ἑβραῖος «βελοαῦ» καλεῖ, διὸ δὴ καὶ οἱ Τρεῖς, Ἀκύλας καὶ Σύμμαχος καὶ Θεοδοτίων, οὕτως ἡρμήνευσαν·
 [01656]  Τοὺς γίγαντας καὶ ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας «δυνατοὺς» ὠνόμασαν.
 [01808]  παρ οξύνων τὴν γῆν, ὁ μὲν Σύμμαχος «ὁ ταράξας τὴν γῆν» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας «ὁ κλονήσας τὴν γῆν».
 [02071]  οὕτω γὰρ ὁ Ἀκύλας·
 [02449]  Τὸ ἀγανὼθ> «κρατήρων» ἡρμήνευσαν ὅ τε Σύμμαχος καὶ ὁ Ἀκύλας.
 [02553]  Ἐθεμελίωσεν αὐτὴν σιίμ τὸ σιὶμ γὰρ ὁ Ἀκύλας «ἐξερχομένους» ἡρμ ήνευσεν , ἀντὶ τοῦ·
 [02581]  εἰς συμβολήν, ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων «εἰς τὸ περιβαλέσθαι» ἡρμήνευσαν, ὁ δὲ Ἀκύλας «ἐσθῆτα».
 [02873]  ἦρας πᾶν ἄρσεν αὐτῶν, ὁ Σύμμαχος «πᾶσαν τὴν μνήμην αὐτῶν» ἡρμήνευσεν, Ἀκύλας δὲ καὶ Θεοδοτίων «πᾶν τὸ μνημόσυνον αὐτῶν».
 [03214]  Ἀντὶ τοῦ κατανύξεως «καρώσεως» μὲν ὁ Σύμμαχος τέθεικεν, ὁ δὲ Θεοδοτίων «ἐκστάσεως», ὁ δὲ Ἀκύλας «καταφορᾶς».
 [03376]  λαλεῖτε ἡμῖν λαλίαν, «λαλεῖτε ἡμῖν λεῖα» τέθεικεν, ὁ δὲ Ἀκύλας «ὀλισθηρά», ὁ δὲ Θεοδοτίων «ὀλισθήματα».
 [03415]  Τὴν σημαίαν ὁ μὲν Σύμμαχος «ἱστίον» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων «σύσσημον».
 [03723]  «Καὶ ἔσται πίστις τοῦ καιροῦ σου», ὁ δὲ Ἀκύλας.
 [03853]  Τοῦτο <ὁ> Ἀκύλας οὕτως ἡρμήνευ σεν·
 [04545]  «Μὴ οὐκ ἔγνως ἢ οὐκ ἤκουσας;» Ὁ δὲ Ἀκύλας·
 [04728]  Εἰδέναι μέντοι χρὴ ὡς ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὔτε τὸ Ἰακὼβ οὔτε τὸ Ἰσραὴλ τεθείκασιν,οὔτε γὰρ παρὰ τῷ Ἑβραίῳ κεῖται.
 [05527]  Ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας τοῦτο οὕτως ἡρμήνευσαν·
 [05833]  Ἀντὶ γὰρ τοῦ ἐζωγράφησα ὁ μὲν Σύμμαχος «ἐχάραξα» τέθεικεν, ὁ δὲ Θεοδοτίων «διέγραψα», ὁ δὲ Ἀκύλας «ἠκρίβωσα».
 [05902]  ὡσαύτως δὲ καὶ ὁ Θεοδοτίων καὶ ὁ Ἀκύλας.
 [06088]  ἡ κατακόψασα ἀλαζονείαν, «ἡ λατομήσασα πλάτος» ἔχει , οὕτω δὲ καὶ ὁ Θεοδοτίων ἐξέδωκεν, ὁ δὲ Ἀκύλας·
 [06395]  Ὁ δὲ Ἀκύλας ἀντὶ
 [06472]  ὁ μὲν γὰρ Ἀκύλας καὶ ὁ Θεοδοτίων οὕτως ἔφασαν·
 [06531]  Ὁ δὲ Ἀκύλας οὕτως·
 [06676]  Τὸ πλεονέκτημα Ἀκύλας καὶ Θεοδοτίων καὶ Σύμμαχος «πλεονεξίαν» ἡρ μήν ευσαν.
 [06800]  Ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας ἀντὶ τοῦ·
 [06826]  «Ἐγγύτητα θεοῦ θέλουσιν», ὁ δὲ Ἀκύλας·
 [06865]  «Τότε ῥαγήσεται ὡς πρωία τὸ φῶς σου», ὁ δὲ Ἀκύλας·
 [07188]  Τὸ γλύμμα ὁ μὲν Ἀκύλας «ὕμνησιν» ἡρμήνευσεν, ὁ δὲ Θεοδοτίων «καύχημα», ὁ δὲ Σύμμαχος «αἴνεσιν».
 [07428]  Τὰς μέντοι ἀρετὰς ὁ μὲν Ἀκύλας «ὑμνήσεις», ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος «αἰνέσεις» ἡρμήνευσαν·
 [07434]  Ταύτην γὰρ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας τέθεικεν.
 [07459]  Ὁ δὲ Ἀκύλας οὕτως·
000-00-00 Serial Number=0654105186
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00790]  Ἰστέον δὲ ὅτι ὁ Σύμμαχος, καὶ ὁ Ἀκύλας, σμύρναν τὴν στακτὴν ὠνομάκασι.
 [01142]  ἢ ὡς ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, κλαδεύσεως.
 [01382]  ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμα χος τὴν ἔννοιαν ἡμῖν παρεδήλωσαν εἰρηκότες, Ὡς ὁμοίωσις καπνοῦ ἀπὸ θυμιάματος.
 [01566]  Τὸ δὲ Θαλφειὼθ ὁ μὲν Ἀκύλας ἐπάλξεις ὠνόμασεν·
 [02308]  διδάσκει δὲ ὡς ἐν τῷ ταῦτα ποιεῖν, καὶ τὴν διδασκαλίαν τοῖς ἄλλοις προσ φέρειν ἀνθρώποις, ἅρμασιν Ἀμιναδὰβ περιέπεσαν, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, ἅρμασι λαοῦ τοῦ ἡγουμένου, ἢ, ὡς ὁ Ἀκύλας, ἅρμασι λαοῦ ἑκου σιαζομένου ἄρχοντος.
 [02355]  Σαφέ στερον αὐτὰ ὁ Ἀκύλας ἡρμήνευσεν·
 [02406]  Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, θύγατερ Ναδάβ! Ὁ μὲν Ἀκύλας ἄρχοντος εἶπεν·
 [02476]  Τοῦτο δὲ ὁ Ἀκύλας ἑρμηνεύων, ἀντὶ τοῦ Ἐσσεβὼν ἐπιλογισμὸν τέθεικε.
 [02538]  ἢ, ὡς ὁ Ἀκύλας, τῶν ἐλατῶν αὐτοῦ.
 [02758]  ὁ δὲ Ἀκύλας, ἐν ἔχοντι πλήθει.
000-00-00 Serial Number=0152411640
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00295]  καὶ τὸ τελευ ταῖον ἀπορήσας παραβολὴν ἐπήγαγεν, ὡς φωνὴν Θεοῦ Σαδαῒ, ὅπερ Ἀκύλας καὶ Σύμμαχος ἱκανοῦ ἡρμήνευσαν.
 [01582]  Ἐπειδὴ γὰρ, φησὶ, τοὺς μὲν δικαίους διεταράττετε καὶ ἐχειμάζετε (οὕτω γὰρ ὁ Ἀκύλας ἡρμήνευσε), λυπηρὰ αὐτοῖς προλέγοντες, θρασυτέρους δὲ τοὺς παρανόμους ἀπετελεῖτε, ἀγαθὰ προθεσπίζοντες, καὶ ἑκάτερα παρὰ τὸν ἐμὸν ἐποιεῖτε σκοπόν·
 [01591]  Σαφέστερον τοῦτο ὁ Ἀκύλας ἡρμή νευσεν·
 [02697]  Σαφέστερον δὲ τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν εἰρηκώς·
 [03289]  Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς ἡ Ὀολιβὰ, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὑτῆς ὑπὲρ αὐτὴν (ὁ δὲ Ἀκύλας τὴν ἐπίθεσιν, ἐπιπόθησιν ἡρμήνευσε), καὶ τὴν πορνείαν αὑτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὑτῆς ἐπλήθυνεν.
 [03841]  οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε.
 [03953]  Τὸ δὲ, Ἐν Μαχαλὶμ καὶ ἐν Γαλιμὰ, ὑάκιν θον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μα γώζοις συγκειμένους, ὁ Ἀκύλας οὕτως ἡρμήνευσε·
 [04997]  ὁ μὲν Ἀκύλας εἰρηκώς·
 [05613]  τὸ δὲ Ῥὼς ἡ Ἑβραίωνφωνὴ κεφαλὴν ἡρμήνευσε, καὶ ὁ Ἀκύλας δὲ κεφα λὴν Μοσὸχ τὸ Ῥὼς ἡρμήνευσε.
000-00-00 Serial Number=0141073823
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00057]  Ὁ δὲ Ἀκύλας οὕτως συνῆψε, Καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ ἀεὶ.
 [00181]  Τὴν γάρ τοι βουλὴν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, συνέλευσιν δὲ ὁ Σύμμαχος.
 [00208]  Τὸ δὲ, Ἐφρύαξαν ὁ μὲν Ἀκύλας ἐθορυβήθησαν, ὁ δὲ Σύμμαχος κυκᾷ, ἡρμήνευσαν.
 [00405]  Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων, τῷ νικοποιῷ ἡρμήνευσαν·
 [00731]  Ὁ μὲν οὖν Σύμ [80.909] μαχος, ἐν χόλῳ, ὁ δὲ Θεοδοτίων, ἐν θυμῷ, ὁ δέ γε Ἀκύλας, ἐν ἀνυπερθεσίᾳ ἡρμήνευσε.
 [00804]  Ἰστέον, ὅτι ἐν ἑκάστῳ ψαλμῷ, ἐν ᾧ οἱ Ἑβδομήκοντα εἰς τὸ τέλος τεθείκασιν, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων τῷ νικοποιῷ ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος ἐπινίκιον·
 [00901]  ὁ δὲ Ἀκύλας, τῷ νικοποιῷ νεανεότητος τοῦ υἱοῦ, καὶ ὁ Θεοδο τίων, ὑπὲρ ἀκμῆς τοῦ υἱοῦ.
 [00984]  Τὸ, ἐν εὐκαι ρίαις ὁ μὲν Ἀκύλας εἰς καιρὸν, ὁ δὲ Σύμμαχος ἐπικαίρως ἡρμήνευσε.
 [00992]  Τὸ ἐλπισάτωσαν Ἀκύλας καὶ Σύμμαχος πεποιθήσουσιν εἶπον, ὁριστικῷ ἀντὶ προστακτι κοῦ χρησάμενοι ῥήματι.
 [01001]  Τὰ ἐπιτηδεύματα ὁ Σύμμαχος μηχα νὰς εἶπεν, ὁ δὲ Ἀκύλας ἐναλλαγάς.
 [01153]  Καὶ ὁ Ἀκύλας·
 [02390]  ἀλλ' ὁ μὲν Ἀκύλας, βρυχήματός μου, ὁ δὲ Σύμμαχος, ὀδυρμῶν μου, ὁ δὲ Θεοδοτίων, βοήσεώς μου.
 [03042]  τοῦτο δὲ καὶ ὁ Ἀκύλας ἐδίδαξεν·
 [03082]  Ἀντὶ τοῦ, νομοθέ τησόν με, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φώτισον εἰρήκασιν·
 [03091]  Ὁ δὲ Ἀκύλας τοῦτο σαφέστερον εἴρηκεν·
 [03262]  καὶ μέντοι καὶ ὁ Ἀκύλας, ὠδίνοντος.
 [03426]  Τὸ δὲ κραταίωμά μου, Ἀκύλας καὶ Σύμμαχος, πέτρα μου ἡρμήνευσαν.
 [03514]  ∆ιόπερ Ἀκύλας καὶ Σύμμαχος οὕτως ἡρμή νευσαν·
 [03662]  Πολλαχοῦ τὸ ἀγαλλιᾶσθε, ὁ μὲν Ἀκύλας, αἰνεῖτε;
 [03721]  Τὸ γὰρ σαλευθήτωσαν, ὁ μὲν Σύμμαχος εὐλα βείσθωσαν, ὁ δὲ Ἀκύλας ὑποσταλήσονται εἴρηκε, τῷ ἐπιόντι χρόνῳ τὴν τῆς οἰκουμένης παραπέμψας εὐλάβειαν.
 [04116]  Τοῦτο δὲ ὁ Ἀκύλας, οὐκ ἀπέῤῥιψεν ἡρμήνευσεν·
 [04266]  Ἀκύλας δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ δὲ τὸν καὶ σύνδεσμον τεθεικότες, τοὺς αὐτοὺς ἔδειξαν ἁμαρτωλοὺς καὶ τοῦ Κυρίου ἐχθρούς.
 [04528]  Τὴν δὲ ὑπόστασιν Ἀκύλας καραδοκίαν εἴρηκεν·
 [04644]  Τὴν κεφαλίδα, εἴλημα εἰρήκασιν Ἀκύλας καὶ Σύμμα χος·
 [04664]  Τὸ δὲ, ἀπὸ συναγωγῆς πολλῆς, ὁ Σύμμαχος ἐν πληθύϊ, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐν ἐκκλησίᾳ μεγάλῃ τεθείκασιν·
 [04783]  Τοῦτο ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων σαφέστερον εἰρήκασι·
 [04842]  Τοῦτο δὲ καὶ ὁ Ἀκύλας ᾐνίξατο, Εἰσελεύσομαι ἐν συσκίῳ, παραβιβάζων αὐτοὺς ἕως οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ αἰνέσεως καὶ εὐ χαριστίας ὄχλου ἑορτάζοντος.
 [05087]  Ἀκύλας δὲ καὶ ὁ Θεοδοτίων, κρίνα.
 [05172]  Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, Ἀκύλας καὶ Σύμμαχος, ἀπὸ ναῶν ἐλεφαντίνων εἰρήκασιν.
 [05198]  Καὶ ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν·
000-00-00 Serial Number=0911842644
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00107]  Ἀντὶ τῶν λαῶν, βασιλεῖς ὁ Σύμμαχος εἴρηκεν, ἀντὶ δὲ τῆς καλλονῆς Ἰακὼβ, ὁ Ἀκύλας τὸ ὑπερήφανον Ἰακώβ.
 [00137]  Τούτους γὰρ οἱ μὲν Ἑβδομήκοντα κραταιοὺς, ὁ δὲ Ἀκύλας θυρεοὺς, ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος ὑπερασπι σμοὺς προσηγόρευσαν.
 [00831]  ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ.
 [00878]  Ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὸ, ∆ιεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, οὕτως ἡρμήνευσαν·
 [01106]  [Λόγχαι γὰρ μᾶλλον ὑπῆρχον αἱ βολίδες αὐτῶν·] λόγχας γὰρ ὁ Ἀκύλας [80.1281] τὰς βολίδας ἡρμήνευσεν.
 [01244]  Τὸ δὲ, Ἕως οὗ παρέλθῃ ἡ ἀνομία, σαφέ στερον ὁ Ἀκύλας ἡρμήνευσεν, Ἕως οὗ παρέλθῃ ἡ ἐπιβουλή.
 [01266]  ὁ δὲ Ἀκύλας, μετὰ λάβρων·
 [01648]  Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευ σεν·
 [01693]  Τοῦτο ὁ Ἀκύλας οὕτως ἡρμήνευσε·
 [01944]  ὁ δὲ Ἀκύλας, ἐπετάθη·
 [02048]  Τὸ δὲ πρᾶγμα πικρὸν, ὁ Ἀκύλας ῥῆμα πικρὸν εἴρηκε·
 [02331]  ἀφισταμένους δὲ ὁ Ἀκύλας.
 [02567]  Ὁ δὲ Ἀκύλας σαφέστερον, Καὶ μεμοχθηκυῖαν σὺ ἥδρασας.
 [02651]  Ὁ δὲ Ἀκύλας οὕτως·
 [02682]  Τοῦτο σαφέστε ρον ὁ Ἀκύλας ἡρμήνευσε, καίπερ ἀπειθεῖς τοῦ κατα σκηνῶσαι.
 [02754]  Ὁ δὲ Ἀκύλας, Ἐκεῖ Βενιαμὶν βραχὺς, ἐπικρατῶν αὐτῶν·
 [03318]  Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως·
 [03600]  Ὁ δὲ Ἀκύλας οὕτως·
 [03727]  Ὁ δὲ Ἀκύλας, σαφέστερον·
 [03913]  ἀντὶ δὲ τοῦ, Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐστήλωσας, ὁ δὲ Σύμμαχος ἔστησας εἴρηκε.
 [03966]  Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως·
 [04141]  Τὸ δὲ ἔσκαλλεν, ὁ μὲν Θεοδοτίων, ἐξ ηρεύνησεν, ὁ δὲ Ἀκύλας, ἐσκάλευσεν εἴρηκε.
 [04174]  ὁ δὲ Ἀκύλας, Ἐν ἡγιασμένῳ.
 [04627]  Τὸν δὲ τόπον αὐτοῦ, Ἀκύλας μὲν, ὡραῖον αὐτοῦ, Σύμμαχος δὲ καλλονὴν αὐτοῦ, ὁ δὲ Θεοδοτίων, εὐ πρέπειαν αὐτοῦ ἡρμήνευσαν·
 [04840]  ὁ δὲ Ἀκύλας, αἰνοποιεῖτε.
 [04924]  Οὕτως δὲ καὶ ὁ Ἀκύλας, Καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν σκολιότητι καρδίας αὐτῶν, πορεύσονται ἐν βου λεύμασιν αὐτῶν.
 [04936]  Ὁ δὲ Ἀκύλας οὕτως, Μισοποιοῦντες Κύριον ἀρνή σονται.
 [05031]  Ὁ δὲ Ἀκύλας·
 [05152]  Ὁ δὲ Ἀκύλας οὕτω·
 [05379]  Τὸ δὲ ἐπιεικὴς Ἀκύλας καὶ Θεοδοτίων ἱλαστὴς εἰρήκασι.
 [05562]  ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ·
000-00-00 Serial Number=0826770067
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00052]  ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ·
 [00263]  Τὸ δὲ ἀγαλλιά σονται ὁ μὲν Ἀκύλας αἰνέσουσιν, ὁ δὲ Σύμμα χος εὐφημήσουσιν εἴρηκεν.
 [00269]  καὶ γὰρ ὁ Ἀκύλας ἀντὶ δυναστείας, δύναμιν τέθεικεν.
 [00347]  Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμή νευσεν, Ὕψιστον [παρὰ] τοῖς βασιλεῦσι τῆς γῆς·
 [00503]  Ταύτην δὲ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας δείκνυσιν ἀκριβέστερον, τὸ Ἀμὴν Ἀμὴνἑρμηνεύσας·
 [00536]  Ὁ δὲ Ἀκύλας οὕτως·
 [00612]  Ὁ γὰρ Ἀκύλας καὶ οἱἄλλοι οὕτως εἰρήκασιν, Ἔμπλησον ἡμᾶς ἐν πρωΐᾳ ἐλέους σου, καὶ αἰνέσομεν, καὶ εὐφραν θησόμεθα ἐν πάσαις ἡμέραις ἡμῶν.
 [00693]  Ἀντὶ τοῦ κλίτους σου, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, ἐκ πλαγίου τεθείκασιν.
 [00804]  Τὸ διέκυψαν, ἤνθησαν ὁ Ἀκύλας εἴρηκεν·
 [00919]  Ὁ δὲ Ἀκύλας οὕτως·
 [00959]  Ἀντὶ δὲ τοῦ, ἐπαῤῥησιάσατο, ὁ Ἀκύλας ἐπιφάνηθι εἴρηκεν·
 [01035]  Καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Καὶ ὀπίσω αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
 [01154]  Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ Προσώχθισα, ∆υσηρεστήθην εἰρήκασι·
 [01219]  ὁ δὲ Ἀκύλας, Ὠδινήσατε ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
 [01248]  Ὁ δὲ Ἀκύλας·
 [01566]  ὁ δὲ Ἀκύλας, ἐν αἰνέσει, ἀγαλλομένων δὴ καὶ εὐφραινομένων ὁ ὕμνος.
 [01682]  Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Καὶ τὰ ὀστᾶ μου ὡς καῦσις ἐψαθυρώθη.
 [02026]  Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἐπὶ τῆς ἕδρας αὐτῆς.
 [02033]  Οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν·
 [02103]  Ὁ δὲ Ἀκύλας οὕτως·
 [02223]  ὁ δὲ Ἀκύλας, ὁμιλίαν.
 [02265]  Ὁ δὲ Ἀκύλας καυχᾶσθε ἀντὶ τοῦ ἐπαινεῖσθε τέθεικε.
 [02822]  Τὴν δὲ τῆς αἰνέσεως θυσίαν ὁ Ἀκύλας θυσίαν εὐχαριστίας προσηγόρευσεν.
 [02911]  Ὁ δὲ Ἀκύλας οὕτως·
 [03545]  Οὕτω γὰρ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμα χος, καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν·
 [03794]  Ὁ δὲ Ἀκύλας οὕτως·
 [04302]  Ἀκύλας καὶ Θεοδοτίων, φώτισον·
 [04335]  Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ὑπώπτευσα, ὑπεστάλην εἴρηκεν.
 [04800]  Ὁ δὲ Ἀκύλας, καὶ ὁ Θεοδοτίων, ἐγγύησαι·
 [05074]  Ὁ μὲν Σύμμαχος εἱλόμην, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων ἐξελεξάμην εἰρήκασι.
 [05100]  ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας, εἰς [80.1876] τὰς ἀναβάσεις.
 [05341]  Τὰς στραγγαλιὰς ὁ μὲν Ἀκύλας διαπλο κὰς ἡρμήνευσε, σκολιότητας δὲ ὁ Σύμμαχος, ὁ δὲ Θεοδοτίων διεστραμμένα.
 [05363]  Τὴν γὰρ ἀγαλλίασιν ὁ μὲν Ἀκύλας αἴ νεσιν, ὁ δὲ Σύμμαχος εὐφημίαν, ἡρμήνευσαν.
 [05420]  κατὰ ταύτην δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ἡρμήνευσαν.
 [05505]  Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἠροτρίασαν ἡρμήνευσαν.
 [05509]  Ὁ δὲ Ἀκύλας ἐμήκυναν, ὁ δὲ Σύμμαχος παρέτεινον κακοῦντες·
 [05513]  Τοὺς αὐχένας, βρόχους ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν·
 [05564]  Ἀντὶ τοῦ ὀνόματος, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φόβον ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος νόμον.
 [05600]  ὁ δὲ Ἀκύλας, ἐν μεγαλωσύναις.
 [05756]  Τοῦτο δὲ καὶ Ἀκύλας στόμα ἐνδυμάτων εἴρηκε.
 [06085]  Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ταλαίπωρος, ἡ προνενομευμένη εἴρηκεν.
 [06264]  Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν·
 [06368]  Ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων, καὶ ὁ Ἀκύλας.
 [06535]  Ὁ δὲ Ἀκύλας οὕτως, Ἐξάγαγε ἐξ ἀποκλεισμοῦ τὴν ψυχήν μου.
000-00-00 Serial Number=0087786138
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00386]  Ὁ μὲν γὰρ Ἀκύλας καὶ Θεοδοτίων οἶκον ἀνωφελῆ ἡρμηνεύκασιν·
 [00588]  ∆ιαβούλια δὲ Ἀκύλας καὶ Σύμμαχος, τὰ ἐπιτηδεύ ματα ἡρμήνευσαν·
 [01106]  Τοῦτο οἱ ἄλλοι ἑρμηνευταὶ, καὶ Ἀκύλας, καὶ Σύμμαχος, καὶ Θεοδοτίων, ὡς περὶ τοῦ Ἰακὼβ εἰρημένον τε [81.1617] θείκασιν·
 [01814]  Τὴν αὐτὴν δὲ διάνοιαν καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων τεθείκασι.
 [01984]  Περί πτερον γὰρ τὸν χειμερινὸν καὶ Ἀκύλας, καὶ Σύμ μαχος, καὶ Θεοδοτίων ἡρμήνευσαν·
 [02266]  Τὸ δὲ συκάμινα κνίζων, ὁ μὲν Ἀκύλας ἐρευνῶν, συκομόρους ἡρμήνευσεν·
 [02524]  Ἀκύλας δὲ καὶ Θεοδοτίων, καταλελειμμένον.
 [02599]  Ἐν γὰρ Ἡσαΐᾳ τῷ προφήτῃ, τῶν Ἑβδομήκοντα εἰρηκότων, Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπόλωλε τὸ ὀχύρωμα ὑμῶν, Ἀκύλας, καὶ Σύμμαχος, καὶ Θεοδοτίων, Θαρσὶς ἀντὶ τῆς Καρχηδόνος τεθείκασι.
 [02727]  Ταύτας δὲ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων, τεσσαράκοντα ἔφασαν, συμφωνοῦσι δὲ τούτοις καὶ ὁ Σύρος, καὶ ὁ Ἑβραῖος·
 [03536]  τὸ δὲ, ἀνεστάλη ἡ γῆ, ὁ μὲν Ἀκύλας, ἔφριξεν, εἶπεν·
 [03909]  Οὕτω γὰρ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμαχος, καὶ Θεοδοτίων ἡρμηνεύκασι·
 [04504]  Τοῦτο σαφέστερον Ἀκύλας, καὶ Θεοδοτίων, καὶ Σύμμαχος ἡρμηνεύκασιν.
 [04505]  Ὁ μὲν γὰρ Ἀκύλας καὶ Θεοδοτίων φασί·
 [05343]  Ἰστέον δὲ ὡς οἱ ἄλλοι ἑρμηνευταὶ, Ἀκύλας, φημὶ, καὶ Θεοδοτίων, καὶ Σύμμαχος, οὐ τὴν τετρά δα λέγει, καὶ πέμπτην, καὶ ἑβδόμην, καὶ δεκάτην νηστεύειν, ἀλλὰ νηστείαν ἔφασαν συμφώνως οἱ τρεῖς, ἡ τοῦ τετάρτου, καὶ ἡ τοῦ πέμπτου, καὶ ἡ τοῦ ἑβδόμου, καὶ ἡ τοῦ δεκάτου·
 [06123]  Τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν·
 [06152]  Ἀκύλας καὶ Σύμμαχος.
000-00-00 Serial Number=0224842906
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00432]  οὕτω γὰρ καὶ Ἀκύλας ἡρμήνευσε καὶ ἐπιβλυσμὸς ἀνέβη ἐκ τῆς γῆς καὶ ἐπότισε πᾶν τὸ πρόσωπον τῆς χθονός .
 [00515]  οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν·
 [00663]  τοῦτο γὰρ καὶ ὁ Ἀκύλας ᾐνίξατο·
 [00726]  ὁ δὲ Ἀκύλας οὕτως τοῦτο ἡρμήνευσεν·
 [00800]  τὸ δὲ σπεῖρον σπέρμα , σπερμαῖνον σπέρμα ὁ Ἀκύλας
 [01674]  τοὺς δὴ θῖνας ὁ Ἀκύλας βουνοὺς ἡρμήνευσεν·
 [02700]  Ἀκύλας δὲ τὴν σιτίζουσαν .
 [03035]  ὁ δὲ Ἀκύλας, εἰς τράγον ἀπολυόμενον εἰς τὴν ἔρημον .
 [05209]  δῆλον τοίνυν ὡς ὕφασμα ἦν τοῖς ἱερεῦσι περιτιθέμενον, καὶ προμηνύον τὸ πρακ τέον, καὶ ὁ Ἀκύλας δὲ
000-00-00 Serial Number=0240857661
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00086]  Τί ἐστιν Ἐφούδ, Ὁ Ἀκύλας ἐπένδυμα ἐξαίρετον τοῦτο κέκληκεν.
 [00181]  ὡς δὲ ὁ Ἀκύλας, τὸ τῆς φαγεδαίνης ἐσχήκασιν ἕλκος.
 [00230]  Τὰ δὲ ἄλση Ἀσταρὼθ ὁ Ἀκύλας ἡρμήνευσε, τουτέστι τὰ τῆς Ἀστάρτης ἀγάλματα.
 [00366]  Τὸ μέντοι, Ἠθετήκασιν οἱ δοῦλοι, ὁ Ἀκύλας, Ἀκουσάτωσαν οἱ Ἑβραῖοι,ἡρμήνευσεν.
 [00377]  Γαβαὰ δὲ τὴν ἐν Σαβαῒν γῆν, τὴν ἐν τῇ κοιλάδι τῶν δορκάδων ὁ Ἀκύλας ἡρμήνευ σεν.
 [00383]  Ὀδόντα δὲ ὁ μὲν Σύμμαχος ὕνιν, ὁ δὲ Ἀκύλας τὸ ἄροτρον ἡρμήνευσαν.
 [00462]  Τὸ δὲ θεραφὶμ ὁ Ἀκύλας θεραπείαν καὶ ἀνθυφαίρεσιν ἡρμήνευσεν.
 [00576]  Καὶ γὰρ τῶν Ἑβδομήκοντα εἰρηκότων περὶ τοῦ μεμηνυκότος τῷ Ἡλεὶ τῶν υἱῶν τὴν ἀναίρεσιν, ὅτι διεῤῥηγμένα τὰ ἱμάτια εἶχεν, ὁ Ἀκύλας ἔφη μαν δύαν διεῤῥηγμένον.
 [00581]  Ὁ Ἀκύλας ἔφη·
 [00626]  Ὁ Ἀκύλας τὰ κενοτάφια μορφώματα ἡρμήνευσε, καὶ τὸ ἧπαρ τῶν αἰγῶν, ἱματίων πλῆθος, καὶ στρογγύλωμα τριχῶν·
 [00674]  Τὰς δὲ σχίζας βέλη ὁ Ἀκύλας ἡρμήνευσεν.
 [00676]  Τὸ δὲ Ἀργοῦν ὁ Ἀκύλας Ἐχόμενα τοῦ νοτίου ἡρμήνευσεν.
 [00694]  Ὅθεν καὶ ὁ Ἀκύλας οὐ βέβηλον εἶπεν, ἀλλὰ λαϊκόν.
 [00742]  Ὁ δὲ Ἀκύλας αὐτὸ σαφέστερον εἴρηκεν.
 [00820]  Τὸ δὲ ὑφεὶ, σάτα ὁ Ἀκύλας ἡρμήνευσε·
 [00824]  Ὁ δὲ Ἀκύλας οὕτως ἔφη, Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀπόῤῥευσις μετ' αὐτοῦ.
 [00828]  ὁ Ἀκύλας Τοῦ μὴ μυσάζειν εἴρηκεν, ἀντὶ τοῦ·
 [00831]  ἀντὶ τοῦ βδε λυγμὸς, νυγμὸς ὁ Ἀκύλας εἴρηκεν·
 [00842]  Ὁ δὲ Ἀκύλας οὐκ εἶπε λαμπίνῃ, ἀλλὰ τῇ στρογγυλώσει·
 [00971]  Τοὺς δὲ διακοσίους ἄν δρας, ἀτονήσαντας ἐκ τοῦ δρόμου, μεμενηκέναι φησὶν ὁ Ἀκύλας·
 [00974]  Ἰστέον μέντοι, ὡς ὁ Ἀκύλας τῷ Ἑβραίῳ ἑπόμενος οὐ διεῖλεν ἀπὸ τῆς πρώτης τὴν δευτέραν τῶν Βασιλειῶν ἱστορίαν, ἀλλὰ μίαν τὰς δύο πεποίηκεν.
 [00995]  Ὅθεν ὁ Ἀκύλας βραχιάλιον αὐτὸ κέκληκεν.
 [01107]  Ὅθεν ὁ Ἀκύλας τυφλὸν τὸν τοιοῦτον ὠνόμασεν.
 [01329]  Τοὺς μέν τοι χλιδῶνας τῶν Σύρων τοὺς χρυσοῦς κλοιοὺς ὁ Ἀκύλας ἡρμήνευσεν·
 [01457]  Τοῦτο δὲ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου.
 [01473]  Ὁ Ἀκύλας, ἕνεκεν Κυρίου, ἡρμήνευσεν·
 [01495]  Τὸν δὲ χιτῶνα τὸν ἀστραγαλωτὸν, ὁ μὲν Ἀκύλας καρπωτὸν ἡρμή νευσεν, ἀντὶ τοῦ καρποὺς ἐνυφασμένους ἔχοντα·
 [01587]  Τὸ δὲ ματαίωσον ὁ Ἀκύλας, ἀφρόνησον, εἴρηκεν, ἀντὶ τοῦ, δεῖξον ἄφρονα καὶ ἀσύνετον.
 [01778]  Τὸ γὰρ ἐξηλίασαν, ὁ Ἀκύλας ἀν έπηξαν εἶπεν.
 [03926]  Πολλάκις εἰρήκαμεν, ὅτι τὸ ἐφοὺδ ἐπένδυμα ὁ Ἀκύλας εἶπεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»