Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἅπαντες [235]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἅπαντες


000-00-00 Serial Number=0724248111
Commentaria in Isaiam Ante [Go Back]  
 [00269]  Οὗ δὴ χάριν καὶ πρὸς αὐτὴν συντρέχουσιν ἅπαντες ἰδεῖν ποθοῦντες οὐ περιβόλων μέγεθος οὐδὲ πύργων ὕψος οὐδὲ κιόνων καὶ λίθων μαρμαρυγὰς ἀλλὰ τάφον δεσποτικὸν |99 a| καὶ σταυροῦ τύπον δεσποτικοῦ καὶ τὴν σμικρὰν ἐκείνην καὶ πολυθρύλητον φάτνην.
 [00333]  Τῇ δὲ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφανείᾳ συνήκμασεν ἡ τῶν Ῥωμαίων ἀρχή, αὕτη δὲ τὰς πολλὰς καταλύσασα βασιλείας τὸ κατὰ πάντων ἀνεδήσατο κράτος, ὑπ' ἐκείνην δὲ τὰ ἔθνη τελοῦντα οὐκέτι τοῖς πολεμικοῖς ὀργάνοις κέχρηνται κατ' ἀλλήλων, τῶν δὲ ἀπὸ γεωργίας ἅπαντες ἀπολαύουσιν ἀγαθῶν.
 [00425]  Οὕτω δὲ φευκτὴν ἅπαντες τὴν ἀρχὴν νομίσουσιν, ὡς τὸν ἄρχειν παρακαλούμενον εἰπεῖν·
 [00516]  Γνόντες γὰρ ἅπαντες, τίνος ἕνεκεν τὴν πολιορκίαν ἐκείνην καὶ τὸν ἀνδραποδισμὸν ὑπέμειναν Ἰουδαῖοι, τοὺς τοῦ σωτηρίου κηρύγματος ὑπη ρέτας πάσης τιμῆς καὶ θεραπείας ἠξίωσαν.
 [00785]  ἅπαντες γὰρ οἱ ἄνθρωποι τὸ τῆς θεογνωσίας εἰσδεξάμενοι φῶς πανταχοῦ ναοὺς ἀναστήσουσι τῷ τῶν ὅλων δημιουργῷ, ἐκείνων δὲ πληρουμένων τῆς δόξης οὗτος τῆς προτέρας γυμνωθήσεται δόξης καὶ ἀντὶ τοῦ θείου φωτὸς τοῦ Ῥωμαϊκοῦ πυρὸς εἰσδέξεται τὸν καπνόν.
 [01200]  Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τῆς ἀκτῖνος ἐκείνης ἀπέλαυσαν, ἀλλὰ πολλοὶ σφᾶς αὐτοὺς ἑκόντες ἐστέρησαν τοῦ φωτός, οὗτοί φησιν, οὓς εἵλκυσας διὰ τῶν θαυμάτων καὶ εὐφροσύνης ἐνέπλησας, διηνεκῶς ταύτης ἀπολαύσονται τῆς εὐφροσύνης θεριστὰς μιμούμενοι καὶ νικηφόρους στρατιώτας σκῦλα διαιρουμένους.
 [01659]  ∆ιὰ τούτων δὲ ἅπαντες δυσσε βείας καὶ παρανομίας ποινὴν εἰσεπράττοντο.
 [01766]  Εὐφράνθησαν ἅπαντες τῷ τῶν Βαβυλωνίων ὀλέθρῳ·
 [02675]  μεθύουσι γάρ φησιν ἐοικότες ἅπαντες τῇδε κἀκεῖσε περιπλανῶνται.
 [05332]  Ἐπειδὴ δὲ οὐχ ἅπαντες ἔμελλον πιστεύειν τῷ σωτηρίῳ κηρύγματι, προλέγει καὶ περὶ τῶν ἀπιστ ούντων ·
 [05457]  Μαθή σονται γὰρ ἅπαντες διὰ τῆς τοῦ Ἰσραὴλ σωτηρίας τὴν ἐμὴν δύναμιν καὶ γνώσονται ὅτι ἀληθῶς ὑπάρχω θεός.
 [05556]  Εἰσὶ μέν φησι καὶ ἐν τοῖς ἄλλοις ἔθνεσι παράνομον αἱρούμενοι νόμον, ἀλλ' οὐ ταύτην ἅπαντες τὴν πολιτείαν ἀσπάζονται·
 [05905]  Γνώσονται τοίνυν φησὶν ἅπαντες ὅτι ἐγὼ ταῦτα εἰργασάμην ὁ δυνάστης τοῦ Ἰακώβ, ὁ ἐξ Αἰγύπτου τοῦ Ἰακὼβ τοὺς ἀπογόνους ἐξ αγαγών, ὁ τὴν Ἐρυθρὰν Θάλατταν διελών, ὁ τὰ μυρία θαύματα ἐργασάμενος.
 [06243]  ∆είξει φησὶ τὴν ἑαυτοῦ δύναμιν ὁ τῶν ὅλων θεὸς πᾶσι τοῖς ἔθν εσιν βρ αχίονα γὰρ τὴν δύναμιν ὀνομάζει , καὶ γνώσονται ἅπαντες τῆς σωτηρίας τὸν χορηγόν.
 [06257]  Ἡνίκα ἔμελλον ἐπιστρατεύειν Ῥωμαῖοι τῇ Ἱερουσαλήμ, ἅπαντες οἱ τὸ κήρυγμα δεξάμενοι εἰς ἑτέρας ἐξεδήμησαν πόλεις·
 [07087]  οὐδὲ γὰρ ἅπαντες ἐπανῆλθον οἱ γενόμενοι δορυάλωτοι ἀλλ' οἱ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς καὶ οὐδὲ οὗτοι πάντες ἀλλ' ὅσοι τῆς προγονικῆς εὐσε βείας ἀντείχοντο·
 [07401]  καθάπερ γὰρ ἐν ταῖς ληνοῖς ἅπαντες οἱ βότρυες ἀποθλίβονται, οὕτω καὶ τὸν διάβολον καὶ πᾶσαν αὐτοῦ τὴν φάλαγγα παντελῶς ὁ δεσπότης κατέλυσεν.
000-00-00 Serial Number=0329861283
De incarnatione domini Ante [Go Back]  
 [00167]  ὅτι καθάπερ τῷ προπάτορι Ἀδὰμ, καὶ τῆς ἀρᾶς ἐκοι νωνήσαμεν, καὶ γεγόναμεν ἅπαντες ὑπὸ τὸν θάνατον ὥσπερ ἐκεῖνος, οὕτω τοῦ Σωτῆρος Χριστοῦ καὶ τὴν νίκην οἰκειούμεθα, καὶ τῆς δόξης συμμεθέξομεν, καὶ τῆς βασιλείας συναπολαυσόμεθα.
 [00231]  ὡς γὰρ ἡττήθη παλαίσας, καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι αὐτός ἐστιν ὃν οἱ προφῆται προεκήρυξαν ἅπαντες, οὐδὲ τὴν θέαν αὐτοῦ προσιόντος φέρειν ἐτόλμησεν, ἀλλ' εὐθὺς ἐδραπέτευσεν, νῦν μὲν βοῶν, «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ;
000-00-00 Serial Number=0632589638
De providentia orationes decem Ante [Go Back]  
 [00230]  Τούτου χάριν ὁ τῆς ζωῆς ἡμῶν συνεργὸς ἀὴρ, ὃν ἀναπνέοντες διαζῶμεν ἅπαντες, ὁ κοινὸς οὗτος θησαυρὸς, καὶ πενομένων καὶ ἐπὶ πλούτῳ βρενθυομένων, οἰκετῶν καὶ δεσποτῶν, ἰδιωτῶν καὶ βασιλέων, ὃν οὐ μᾶλλον τοῦ πένητος ἀναπνέουσιν οἱ τῇ ἁλουργίδι κοσμούμενοι, ἀλλὰ τῇ ἰσομοιρίᾳ κατὰ τὴν τούτου χρείαν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τετίμηται, οὐ μόνον ἡμᾶς εὐφραίνει ταῖς ἀναπνοαῖς, καὶ ταῖς αὔραις, καὶ τῇ τοῦ ὑετοῦ χορηγίᾳ, ἀλλὰ καὶ ἀνιᾷ τῷ κρυμῷ, διδάσκων ἡμᾶς, ὡς οὐκ ἀρκεῖ μόνος εἰς ζωογονίαν, καὶ τῶν ζώντων τὴν θερα πείαν.
 [00923]  ∆ιὰ πενίας γὰρ ἅπαντες τὴν ἠθικὴν κατώρθωσαν ἀρετὴν, καὶ ταῦτα τῶν θείων οὐκ ἐπακούσαντες λογίων, τῶν ἄντικρυς βοώντων·
 [00967]  Πῶς δ' ἂν ἰσονο μίας οὔσης, καὶ χρημάτων ὁμοίως ἅπαντες εὐπο ροῦντες, τῶν ἀναγκαίων ἀπήλαυσαν;
 [01011]  Οὐ μόνον δὲ τὴν εἰς τὸν βίον εἴσοδον μίαν καὶ τὴν αὐτὴν ἔχο μεν ἅπαντες, ἀλλὰ καὶ τὴν ἔξοδον ἴσην.
 [01052]  διὰ τί δὲ οὐχ ἅπαντες δι καιοσύνης ὑπάρχουσι τρόφιμοι;
 [01144]  Οὐδὲ γὰρ ἐν ταῖς δημοκρατουμέναις πόλεσιν, ἔνθα ὁ δῆμος ἔσχε τῶν πραττομένων τὸ κῦρος, τῶν ἴσων ἅπαντες μετελάγχανον·
 [01598]  Εἰ τῆς ἀγαθῆς ἐκείνης παραινέσεως ἅπαντες ἤθε λον ἐπαΐειν, τῆς διαῤῥήδην βοώσης·
 [02178]  Ἐπει δὴ δὲ ἔμελλε τὸ μέγα τῆς οἰκονομίας ἐπιτε λεῖσθαι μυστήριον, καὶ τὸ διὰ τῆς θείας ἐναν θρωπήσεως εἰς πᾶσαν τὴν οἰκουμένην κατασπείρε σθαι κήρυγμα, τηνικαῦτα λοιπὸν τοῦτο τὸ ἔθνος, ὃ ἐπ' εὐεργεσίᾳ τῶν ἐθνῶν ἁπάντων ἐξ ἀρχῆς ἐξελέ ξατο, εἰς πᾶσαν κατέσπειρε τὴν οἰκουμένην, ἵν' ἐθίσωσιν ἅπαντες ἀκούειν οἱ τῇ πολυθέῳ κατεχό μενοι πλάνῃ, ὡς εἷς ἐστι Θεὸς, οὐρανοῦ καὶ γῆς ποιητὴς, καὶ ῥᾷον τὸ κήρυγμα ἐντεῦθεν τοῖς θείοις ἀποστόλοις γένηται.
000-00-00 Serial Number=0803200960
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00052]  Καὶ εἴη ταῖς τῶν ἁγίων εὐχαῖς ἐπὶ πλεῖστον ὑμᾶς ἀρετῆς ἀφικέσθαι, καὶ εἰς τὸ ἀκρό τατον ἀναβῆναι τῶν ἀγαθῶν, ἵνα τοῖς ὑμετέροις κατορθώμασιν ἅπαντες οἱ τὰ θεῖα φρονοῦντες ὡραΐζωνται.
 [00351]  Ἀλλ', ὦ θαυμάσιε, γενοῦ σαυτῷ καὶ σύμβουλος καὶ διδάσκαλος, καὶ ἣν ἐκ παιδὸς μετῆλθες φιλο σοφίαν ἐν τοῖς ἀγῶσιν ἐπίδειξαι, καὶ μαθέτωσαν ἅπαντες, ὡς ἔργῳ μᾶλλον ἢ λόγῳ φιλοσοφεῖς, οὐδὲν μὲν ἡγούμενος τὰ ἀνθρώπινα, πλούτου δὲ ῥεύματα καὶ πενίαν ἐσχάτην ἴσα τιθέ μενος.
 [00409]  Λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ ὕπνος ὁ φοβερὸς ἐκεῖνος γεγένηται θάνατος, καὶ ἀνάστασιν περιμένομεν ἅπαντες οἱ τῆς πίστεως τὴν ἀκτῖνα δεξάμενοι.
 [00443]  Ταῦτα ἡμᾶς ἅπαντες ἐκπαι δεύουσι καὶ Ἀπόστολοι καὶ προφῆται.
000-00-00 Serial Number=0742477834
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00185]  Καὶ οὐδὲ ἴσον ἅπαντες βιοτεύουσι χρόνον·
 [00277]  Θαυμάσονται γὰρ ἅπαντες τοῦ λογισμοῦ τὴν ἀνδρίαν, δεξαμένην γενναίως τοῦ πάθους τὴν προσβολὴν καὶ τὴν σφοδροτάτην αὐτοῦ διαλύσασαν ἐμβολὴν τῇ μεγαλοψυχίᾳ τῆς γνώμης.
 [00617]  Ὅτι καθάπερ παῖδες ἐπὶ πατέρα φιλόστοργον, διετέθησαν περὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅπαντες οἱ τὴν ἑῴαν οἰκοῦντες, οἶδεν ὑμῶν τὸ μέγεθος ἀκριβῶς.
 [00721]  Τὸν δὲ τῶν ὅλων ἱκετεύω ∆εσπότην, ἰθύνειν ὑμῶν τὸν βίον, καὶ φέρειν ἐξ οὐρίων ἀεί, ἵνα τῆς ὑμετέρας προμηθείας ἀπολαύσωμεν ἅπαντες.
 [00732]  οὐχ ἥκιστα δὲ ἅπαντες ᾄδουσι τὸ τοῦ φρονήματος μέτριον·
 [00846]  Τὴν ὑμετέραν ἀνδρείαν θαυμάζουσιν ἅπαντες, ὡς ἡμερότητι καὶ πραότητι κεκραμένην, καὶ τοῖς μὲν οἰκείοις ἠπίως, τοῖς δὲ πολεμίοις ἀνδρείως προσφερομένην.
 [00857]  Ἡνίκα τῶν ἀνθρώπων ὁ τῆς ἀγνοίας κατεκέχυτο ζόφος, οὐ τὰς αὐτὰς ἅπαντες ἑορτὰς ἐπετέλουν, ἀλλὰ διῃρημένας εἶχον κατὰ πόλεις τὰς πανηγύρεις.
 [01067]  ἐν θρήνοις δὲ καὶ αἱ τῆς Παλαιστίνης, ὡς ἅπαντες ἀπαγγέλλουσι·
 [01069]  Στένουσι δὲ οἱ παρ' ἡμῖν ἅγιοι ἅπαντες, καὶ πᾶς εὐσεβὴς ὀλοφύρεται σύλλογος·
 [01319]  οὐδὲ τὸ σκυθρωποῖς τισιν ἀδίκως περιπεσεῖν ὑφορώμενος τοῦτο γὰρ ὡς ἐπίπαν πεπόνθασιν ἅπαντες οἱ τῷ Θεῷ γνησίως δεδουλευκότες , ἀλλὰ τὴν ὑμετέραν μεγαλοφυΐαν πεῖσαι βουλόμενος, ὡς ψευδεῖς καθ' ἡμῶν ὠδίνουσι λόγους οἱ τῶν ἡμετέρων κατηγοροῦντες δογμάτων.
 [01748]  Ὅτι δὲ τοσοῦτον χρόνον ἐπισ κοπεύσας, οὐκ οἰκίαν ἐκτησάμην, οὐκ ἀγρόν, οὐκ ὀβολόν, οὐ τάφον, ἀλλὰ τὴν αὐθαίρετον ἠσπασάμην πενίαν, καὶ τὰ παρὰ τῶν πατέρων εἰς ἡμᾶς ἐλθόντα μετὰ τὴν ἐκείνων τελευτὴν εὐθὺς διανείμας, ἴσασιν ἅπαντες οἱ τὴν Ἑῴαν οἰκοῦντες.
 [01890]  Τὸν μὲν γὰρ θεῖον ἐκεῖνον προφήτην ἅπαντες καθῆκαν εἰς τὸ πέλαγος οἱ συμπλέοντες·
 [02330]  Θαυ μάζουσι γὰρ ἅπαντες τῆς πίστεως τὴν ὀρθότητα, τὴν τοῦ βίου λαμπρότητα, τὴν εὐστάθειαν τῆς ψυχῆς, τὴν τῶν ἠθῶν ἁρμονίαν, τὸ τῆς συνουσίας ἐπαγωγὸν καὶ γλυκύ, καὶ τἄλλα ὅσα τὸν τέλειον ὑπογράφει τῆς φιλοσοφίας τρόφιμον.
000-00-00 Serial Number=0508814692
Eranistes Ante [Go Back]  
 [00730]  ὑπὸ μιᾶς γὰρ ἅπαντες πνευματικῆς ἐνηχήθησαν χάριτος.
 [00992]  {ΕΡΑΝ.} Συνῳδὰ μὲν εἰρήκασιν ἅπαντες, καὶ συμφωνοῦσι τοῖς τὴν πρὸς ἀνίσχοντα ἥλιον γεωργήσασι γῆν οἱ τὴν πρὸς δυόμενον φυτουρ γήσαντες·
 [01993]  Μετὰ δὲ τὴν ἀνάστασιν ἅπαντες αὐτὴν τοῦ κριτοῦ τὴν ὁρωμένην ὄψονται φύσιν.
 [03076]  Εἰκότως τοίνυν ἅπαντες θνητὴν εἰληφότες φύσιν ἕπονται τῷ προπάτορι.
000-00-00 Serial Number=0644801676
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00037]  καὶ Ἰωάννης ὁ τοῖς ῥεύμασι τῆς διδασκαλίας μέχρι καὶ τήμερον πᾶσαν τὴν οἰκουμένην ἀρδεύων, καὶ οἱ μετ' ἐκείνους ἅπαντες, ἵνα συνελὼν εἴπω, καὶ τοῦ λόγου διαφύγω τὸ μῆκος.
 [02694]  Καὶ μαρτυροῦσιν ἅπαντες οἵ τε ἐν τῇ Πα λαιᾷ, οἵ τε ἐν τῇ Νέᾳ διαπρέψαντες ἅγιοι·
000-00-00 Serial Number=0369348049
Graecarum affectionum curatio Ante [Go Back]  
 [00338]  Καὶ παρ' ὑμῖν δέ γε ὡσαύ τως τὸν ἱεροφαντικὸν οὐχ ἅπαντες ἴσασι λόγον, ἀλλ' ὁ μὲν πολὺς ὅμιλος τὰ
 [00344]  Οὕτω πάλιν τὸν τοῦ ∆ιονύσου φαλλόν τὸ δὲ ἀνδρεῖον οὕτω [1.113] καλοῦσι μόριον οἱ τοῦ γέλωτος ποιηταί, καὶ ἐκαλεῖτό γε παρὰ τοῖς Ἕλλησι φαλλαγώγια ἡ τοῦ φαλλοῦ ἑορτή προσεκύνουν μὲν τοῦτον καὶ κατεφίλουν οἱ ὀργιάζοντες ἅπαντες, τὸν δὲ λό γον οὐκ ᾔδεσαν·
 [00409]  Οὐ γὰρ δὴ μίαν ἅπαντες λεωφόρον ἐσχήκασιν οὐδὲ τοῖς τῶν προωδευκότων ἠκολούθησαν ἴχνεσιν, ἀλλ' ἰδίαν ἕκαστος ἐτέμετο τρίβον καὶ μυρίας ἐπινενοή κασι [τρίβους]·
 [01151]  Τὸ δὲ κενὸν οἱ περὶ ∆ημόκριτον τῶν ἀτόμων ὠνομάκασι τόπον, οἱ δὲ ἄλλοι ἅπαντες τοῦτόν γε ἄντικρυς κωμῳδοῦσι τὸν λόγον.
 [01381]  Πολλοὶ μὲν γὰρ δὴ τούτων, μᾶλλον δὲ ἅπαντες, ὡς ἔπος εἰπεῖν, ἐπαίουσιν ἄνθρωποι·
 [01621]  ἅπαντες γὰρ ξυμφώνως διδάσκουσιν, ἀπὸ γῆς μὲν καὶ ὕδατος καὶ τῶν ἄλλων στοιχείων διαπλασθῆναι τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ προϋπάρχουσαν εἰς τοῦτο καταπεμφθῆναι, ἀλλὰ μετὰ τὴν τούτου δημιουργηθῆναι διάπλασιν·
 [01641]  Καὶ ἅπαντες δὲ οἱ προφῆται ξύμφωνα τούτοις τῆς ἀνθρω πείας πέρι διδάσκουσι φύσεως.
 [01661]  Καὶ γὰρ ἅπαντες τῆς ἀληθείας οἱ κήρυκες, προφῆταί φημι καὶ ἀπόστολοι, τῆς μὲν Ἑλληνικῆς οὐ μετέλαχον εὐγλωτ τίας, ἔμπλεοι δὲ τῆς ἀληθινῆς ὄντες σοφίας, πᾶσι τοῖς ἔθνεσι, καὶ Ἑλληνικοῖς καὶ βαρβαρικοῖς, τὴν θείαν διδασκαλίαν προσ ήνεγκαν καὶ πᾶσαν γῆν καὶ θάλατταν τῶν ἀρετῆς πέρι καὶ εὐσεβείας [5.61] ξυγγραμμάτων ἐνέπλησαν.
 [01662]  Καὶ νῦν ἅπαντες τῶν φιλοσόφων τοὺς λήρους καταλιπόντες τοῖς τῶν ἁλιέων καὶ τελωνῶν ἐντρυφῶσι μαθήμασι καὶ τὰ τοῦ σκυτοτόμου ξυγγράμματα περιέπουσι·
 [01839]  [6.24] Ἐπειδὴ γὰρ οὐχ ἅπαντες οἱ πλημμελοῦντες τῇδε τίνουσι δίκην, οὔτε μὴν οἱ ἀξιόνικοι τῆς ἀρετῆς ἀθληταὶ τὰ τῶν ἀγώνων ἆθλα πάντες πρὸς ἀξίαν ἐνθάδε κομίζονται, μάλα εἰκότως οὗτος τὸν πάντα ἐφορῶντα ἐπέδειξεν ὀφθαλμὸν καὶ τὴν ἐσομένην προηγόρευσε κρίσιν, ἵνα κἀκεῖνα δειμαίνοντες καὶ τοῦτον ὁρᾶν πιστεύοντες, ἅπαντες τοὺς ἀξιεράστους τῆς ἀρετῆς ἀγῶνας ἀσπάσωνται καὶ μὴ δυσχεραίνωσι μὴ ὁρῶντες τῶν πόνων τἀπί [6.25] χειρα.
 [02287]  Ἄγανται δὲ διαφερόντως ἅπαντες καὶ θαυμάζουσιν, ὅτι δὴ καὶ τεθνεῶτες ἐπιτελοῦσιν, ἅπερ δὴ καὶ περιόντες εἰώθεσαν ἐνεργεῖν, μᾶλλον δὲ πολλῷ μείζονα καὶ λαμπρότερα τὰ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν παρ' ἐκείνων τελού μενα.
 [02289]  ἐπειδὴ δὲ πρὸς ἐκεῖνον ἐξεδήμησαν, ὑφ' οὗ κατεπέμφθησαν, ἅπαντες αὐτῶν ἐνδελεχῶς ἀπολαύουσιν, οὐ μόνον Ῥωμαῖοι, καὶ ὅσοι γε τὸν τούτων ἀγαπῶσι ζυγὸν καὶ ὑπὸ τούτων ἰθύνονται, ἀλλὰ καὶ Πέρσαι καὶ Σκύθαι καὶ Μασσαγέται καὶ Σαυρομάται καὶ Ἰνδοὶ καὶ Αἰθίοπες, καὶ ξυλλήβδην εἰπεῖν ἅπαντα τῆς οἰκουμένης τὰ
 [02528]  Καὶ φιλόσοφοι μὲν καὶ ῥήτορες παραδέ δονται λήθῃ, καὶ βασιλέων καὶ στρατηγῶν οὐδὲ τὰς προσηγορίας γινώσκουσιν οἱ πολλοί, τὰς δὲ τῶν μαρτύρων προσηγορίας μᾶλ λον ἴσασιν ἅπαντες ἢ τὰ τῶν φιλτάτων ὀνόματα·
 [02540]  Καὶ φιλόσοφοι μὲν καὶ ῥήτορες παραδέ δονται λήθῃ, καὶ βασιλέων καὶ στρατηγῶν οὐδὲ τὰς προσηγορίας γινώσκουσιν οἱ πολλοί, τὰς δὲ τῶν μαρτύρων προσηγορίας μᾶλ λον ἴσασιν ἅπαντες ἢ τὰ τῶν φιλτάτων ὀνόματα·
 [02625]  ἀλλ' οὗτοι ἅπαντες, τοσοῦτοί γε ὄντες καὶ τοσαύτην ἰθύνοντες βασιλείαν καὶ τοσούτων βαρβάρων καταλύσαντες θράσος καὶ λαμπρῶς ἐν πολέμοις ἠριστευκότες, ἀποχειροβιώτων ἀνθρώ πων καὶ ἀγροίκων καὶ πενίᾳ ξυζώντων καὶ γυναικῶν ἐκ ταλα σιουργίας ποριζομένων τὸν βίον, μυρίαις χρησάμενοι μηχαναῖς, [9.26] οὐκ ἐκράτησαν.
 [02802]  Τοσοῦτο δὲ σέβας τῶν μέχρι θανάτου κεκινδυνευκότων καὶ εἶχον ἐκεῖνοι, καὶ μὲν δὴ καὶ ἔχουσιν ἅπαντες, ὡς τὰς ἐκείνων γε θήκας θησαυροὺς ὑπολαμβάνειν ἀγαθῶν παντοδαπῶν χορηγούς.
 [02969]  ἐπειδὴ δὲ ἀνέσχε τῆς ἀληθείας τὸ φῶς, ἐδραπέτευσαν ἅπαντες καὶ τοὺς [10.44] οἰκείους κατέλιπον χηραμούς.
 [03013]  Εἰ δὲ ὑμεῖς λέγειν οὐ βούλε σθε, ἀλλ' οὖν ἴσασιν ἅπαντες αὐτόπται γενόμενοι τῶν ἐν τῇ γῇ πολλάκις καταχωσθέντων θεῶν καὶ ὑπὸ τῶν εὐσεβεῖν δεδιδαγμέ [10.58] νων ἀνασπασθέντων ἐκεῖθεν καὶ δήλων γεγενημένων.
 [03144]  Καθάπερ γὰρ εἰς τὴν βασίλειον λεωφόρον αἱ ἀπὸ τῶν κωμῶν καὶ τῶν ἀγρῶν εἰσβάλλουσιν ἀτραποί, οὕτως ἅπαντες οἱ προφῆται ταύτην τοῖς πιστεύειν ἐθέλουσιν ὑπεδείκνυον τὴν ὁδόν·
 [03251]  [10.101] Καὶ μὲν δὴ καὶ οἱ ἄλλοι προφῆται ταῦτα προλέγουσιν ἅπαντες.
 [03282]  μητροδίδακτον γὰρ [11.2] αὐτὸν ὠνόμαζον ἅπαντες.
 [04006]  Οὐ γὰρ ἴσῳ γε σκοπῷ παραβαίνουσιν ἅπαντες.
 [04017]  Οὕτω καὶ ταῖς τῆς ἡδυπαθείας οὐχ ἅπαντες ὁμοίως οἱ ἄνθρωποι περιπίπτουσιν ἁμαρτίαις·
000-00-00 Serial Number=0485686958
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00454]  Οὗτοι μὲν οὖν ἅπαντες ἀπὸ τοῦ Σίμωνος ἀρξάμενοι, συγ γενῆ τινα ἀλλήλοις ἀπεκύησαν δόγματα, Αἰῶνάς τινας ὀνομάσαντες, καὶ προβολὰς Αἰώνων, καὶ ἄλλας προβολὰς προβολῶν.
 [01006]  Εἰς πᾶσαν δὲ τὴν πο λυανθρωποτάτην πόλιν τῆς θεηλάτου μηνυθείσης πληγῆς, εἰς τὸν θεῖον νεὼν συνέδραμον ἅπαντες.
 [01337]  καὶ τὴν ὑγείαν ἀξιέραστον μὲν ἅπαντες νομίζουσι, μετὰ δὲ νόσον, ἀξιεραστοτέραν νομίζουσι·
 [01695]  Συμφώνως δὲ καὶ οἱ προφῆται ἡμᾶς διδάσκουσιν ἅπαντες·
 [02155]  Ὅτε, φησὶν, εἷς ἥμαρτε, κατ εκρίθησαν ἅπαντες·
 [02172]  Καὶ μετὰ τὴν τοῦ Σωτῆρος ἐπιφάνειαν οὐχ ἅπαντες ἀπολαύουσι τῆς σωτηρίας, ἀλλ' οἱ πιστεύοντες, καὶ
000-00-00 Serial Number=0204236150
Historia ecclesiastica Ante [Go Back]  
 [00378]  ἣν ἀναγνωσθεῖσαν εὐθέως διέρρηξαν ἅπαντες, νόθον καὶ κίβδηλον ὀνομάσαντες.
 [00380]  οὕτω δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γενομένου, συμφώνως ἅπαντες τὴν μέχρι καὶ νῦν ἐν ταῖς ἐκκλησίαις πολιτευομένην πίστιν ὑπαγορεύσαντες καὶ ταῖς ὑπογραφαῖς βεβαιώ σαντες διέλυσαν τὸ συνέδριον.
 [00484]  Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν [45] μετὰ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων εἶναι κοινόν, ἔστι τε τάξις εὐπρεπής, ἣν ἅπασαι αἱ τῶν δυτικῶν τε καὶ μεσημ βρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν ἐκκλη σίαι καί τινες τῶν κατὰ τὴν Ἑῴαν τόπων, ὧν ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν' ὅπερ δἂν κατὰ τὴν Ῥωμαίων πόλιν Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν.
 [00552]  ὅτι δὲ καὶ ἅπαντες οἱ τηνικαῦτα συναθροισθέντες συμφώνως τὴν ἐκτεθεῖσαν κατεδέξαντο πίστιν, κἀνταῦθα ἔφη καὶ πάλιν ἐν ἑτέρῳ συγγράμματι μαρτυρεῖ, τοῦ μεγάλου Κωνσταντίνου τὴν πολιτείαν εὐφημίαις γεραίρων.
 [00643]  καὶ ὅτι μὲν εἷς ἐκ τούτων ὁ τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν ἐτύγχανεν ὤν, οἱ δ' ἕτεροι τῶν σὺν αὐτῷ προσηλωθέντων λῃστῶν, ἀναμφι σβητήτως ἐπίστευον ἅπαντες·
 [00723]  Εὐσταθιανοὺς δὲ τούτους ὠνόμαζον ἅπαντες, ἐπειδὴ μετὰ τὴν ἔξοδον τὴν ἐκείνου συνέστησαν.
 [00729]  τῆς γὰρ τοῦ βασιλέως ἀνδρίας καὶ εὐσεβείας πανταχοῦ θρυλουμένης καὶ τῶν ἐν κύκλῳ βαρβάρων τὴν εἰρήνην αἱρεῖσθαι πρὸ τοῦ πολέμου τῇ πείρᾳ μεμαθηκότων, ἀδεῶς ἀλλήλοις ἅπαντες ἐπεμίγνυντο.
 [00926]  οἱ δὲ ὕπαρχοι καὶ οἱ στρατηγοὶ καὶ οἱ λοιποὶ ἅπαντες ἐν λάρνακι τοῦτον καταθέντες χρυσῇ εἰς τὴν Κωνσταντινούπολιν μετεκόμισαν, τῆς στρατιᾶς ἁπάσης ἡγουμένης καὶ ἑπομένης καὶ πικρῶς ὀλοφυρομένης τὴν στέρησιν·
 [00927]  πατρὸς γὰρ ἠπίου πεῖραν εἰλήφεσαν ἅπαντες.
 [01495]  Ὅτι μέντοι τῆσδε τῆς ἐκθέσεως ἅπαντες κατηγοροῦσιν οἱ τῆς ἀληθείας ἀγωνισταὶ καὶ διαφερόντως οἱ τὴν Ἑσπέραν οἰκοῦντες, μαρ τυρεῖ τὰ πρὸς Ἰλλυρίους παρ' ἐκείνων γραφέντα.
 [01741]  ἐπειδὴ δὲ βασιλικὴν δεξάμενος κλῆσιν ἧκεν ὁ μέγας Μελέτιος, ὑπήντησαν μὲν ἅπαντες οἱ τῆς ἀρχιερωσύνης μετειληχότες.
 [01765]  ἐπειδὴ δὲ ἀφίκετο καὶ τὰ παρὰ βασιλέως ἀπήγγειλεν, οὐκ ἀνέχομαι, ἔφη Εὐσέβιος ὁ θαυμάσιος, τὴν [174] κοινὴν ἀποδοῦναι παρακαταθήκην, πρὶν ἂν ἅπαντες οἱ δεδωκότες κατὰ ταὐτὸν γένοιντο.
 [02168]  ταῦτα μεμαθηκότες ἐχόρευον ἅπαντες καὶ τῷ θεῷ τὸν χαριστήριον προσέφερον ὕμνον.
 [02500]  τοῦ γὰρ οἰκέτου ἐκείνου τοῖς γνωρίμοις τὰ προστεταγμένα μηνύσαντος, καὶ τίνας μὲν αὐτῷ συνεκδημῆσαι προσή κει, ποίας δὲ βίβλους κομίσαι, ὠλοφύροντο μὲν ἅπαντες τοῦ ποι μένος τὴν στέρησιν, πλήρης δὲ ὁ τοῦ ποταμοῦ πόρος τῶν πλεόντων ἐγένετο.
 [02519]  ὅπως δὲ καὶ τοῦτον ἅπαντες ἐμυσάττοντο, ἕτερον διδάξει διήγημα.
 [02543]  ἐπειδὴ δὲ ἅπαντες τὴν πόλιν κατα λιπόντες πρὸ τοῦ ἄστεως συνηθροίζοντο, ἀφίκετο μὲν αὐτὸς εἰς τὴν Ἔδεσσαν, τῷ δὲ ὑπάρχῳ προσέταξε (Μόδεστος δὲ τηνικαῦτα ἦν) τούς τε ὑπ' αὐτὸν στρατιώτας ἀθροῖσαι οἳ τὰς εἰσφορὰς εἰσπράττειν εἰώθασι, καὶ τῆς ὁπλιτικῆς δυνάμεως τοὺς παρόντας παραλαβεῖν καὶ τὸ συναθροιζόμενον σκεδάσαι πλῆθος, καὶ ῥάβδοις παίοντας καὶ ῥοπάλοις καὶ τοῖς ἄλλοις πολεμικοῖς ὀργάνοις εἰ δεήσοι χρωμένους.
 [02560]  ἐπειδὴ δὲ σιγῶντες εἱστήκεισαν ἅπαντες, πρὸς τὸν τούτων ἡγούμενον (Εὐ λόγιος δὲ ἦν, ἀνὴρ ἀξιέπαινος,) εἶπεν ὁ ὕπαρχος·
 [02591]  ἐθαύ μαζον δὲ ἅπαντες τὸν Πρωτογένην, θεώμενοι τοιαῦτα μὲν θαυμα τουργοῦντα, τοσούτοις δὲ τοῦ τῆς θεογνωσίας μεταδιδόντα φωτός, καὶ τῷ Εὐλογίῳ τῶν πρωτείων παραχωροῦντα καὶ τοὺς ἀγρευο μένους ἐκείνῳ προσάγοντα.
 [02593]  ἐπειδὴ δὲ τοῦ κλύδωνος παυσαμένου καὶ καθαρᾶς γενομένης γαλήνης ἐπανελθεῖν προσετά χθησαν, προὔπεμψαν αὐτοὺς ἅπαντες ὀλοφυρόμενοι καὶ δακρύοντες, οὐχ ἥκιστα δὲ ὁ τῆς ἐκκλησίας ἡγούμενος, τῆς ἐκείνων γεωργίας ἐστερημένος.
 [02660]  ἤκουον δὲ ἅπαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκείνου τοῦ δαίμονος λέγοντος·
 [02670]  τούτων ἐν τῷ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες, τῷ Λουκίῳ λοιδορούμενοι καὶ θεήλατον σφὰς ὀργὴν καταλήψεσθαι λέγοντες εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός·
 [03042]  χρόνῳ γὰρ ὕστερον τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν καὶ τὴν τῆς ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον·
 [03078]  [283] Ὁ δὲ μέγας Εὐσέβιος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν Ἀκάκιον μέν, οὗ πολὺ τὸ κλέος, ἐν Βεροίᾳ κεχειροτόνηκεν, ἐν Ἱεραπόλει δὲ Θεόδοτον, οὗ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾄδουσιν ἅπαντες, Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον ἀξιαγάστω δὲ ἤστην ἄμφω καὶ ζήλῳ θείῳ κεκοσμημένω.
 [03396]  ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνας κομίζοντες, Ἐλλέβηχός τε στρατηγὸς τηνικαῦτα ὢν καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος (μάγιστρον δὲ οἱ Ῥωμαῖοι καλοῦσι τὸν ταύτην ἔχοντα τὴν ἀρχήν), ἐν δέει μὲν ἦσαν ἅπαντες τὰς ἀπειλὰς πεφρικότες.
 [03468]  ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἅπαντες τὸ θρυλούμενον δείσαντες·
 [03602]  ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο οὔτε πρεσβεύεσθαι ἀδεὲς ὑπελάμβανε·
000-00-00 Serial Number=0033390820
Historia religiosa Ante [Go Back]  
 [00146]  Ἐν τοίνυν τῇ μεγάλῃ συνόδῳ πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων ἦσαν γὰρ ὀλίγοι τινὲς οἳ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάρρουν ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωρίμοις, τοῖς δὲ ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις , ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπὶ τοῦ πάροντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία, ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν·
 [00159]  Καὶ ἐπειδὴ ἀπήντησεν ἡ κυρία, καθ' ἣν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρός, καὶ προσέμενον ἅπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα·
 [00202]  Χρόνου δὲ διελθόντος καὶ τοῦδε τοῦ ἄστεως ὑπὸ τοῦ τηνικάδε κρατοῦντος τῇ περσικῇ βασιλείᾳ παραδοθέντος, ἐξῄεσαν μὲν ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες, ἔφερον δὲ τοῦ προμάχου τὸ σῶμα, ἀσχάλλοντες μὲν καὶ ὀλοφυρόμενοι τὴν μετοικίαν, ᾄδοντες δὲ τοῦ νικηφόρου ἀριστέως τὴν δύναμιν.
 [00337]  ἐξελήλαντο δὲ τῶν θείων νεῶν οἱ εἰς τὸν ἱερὸν κλῆρον τελοῦντες ἅπαντες σὺν τῷ ὁμογνώμονι λαῷ, οἱ τὴν μίαν τῆς τριάδος θείαν οὐσίαν πρεσβεύοντες.
 [00374]  Ἀλλ' εὐθύς, ἵνα μάθωσιν ἅπαντες ὡς ἄνθρωπος εἴη, καταβολή τις αὐτῷ πυρετοῦ γίνεται σφοδροτάτη.
 [00484]  [3.11] Ἀμέλει κατ' ἐκεῖνον ἅπαντες ὁρᾶν αὐτὸν ἐσπούδαζον τὸν καιρόν.
 [00848]  [7.3] Ὡς δὲ ἡμέρα ἐγένετο καὶ ἡ φήμη διέδραμε καὶ ἡ πανήγυρις ἅπασα τὸ γεγενημένον ἐθρύλει, συνέθεον ἅπαντες καὶ τὴν θύραν διαρρήξαντες εὐθύνας εἰσέπραττον τῆς σφαγῆς τὸν θεῖον Παλλάδιον·
 [01247]  [13.1] Μακεδόνιον δὲ τὸν ἐπίκλην Κριθοφάγον ἡ γὰρ τοιάδε τροφὴ ταύτην αὐτῷ τὴν ἐπωνυμίαν ἐπέθηκεν ἴσασι μὲν ἅπαντες, Φοίνικές τε καὶ Σύροι καὶ Κίλικες·
 [01249]  οὐ μὴν ἅπαντες ἴσασιν ἅπαντα, ἀλλ' οἱ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο μεμαθηκότες, ὃ γινώσκουσιν εἰκότως μόνον θαυμάζουσιν.
 [01395]  ἅπαντες γὰρ καὶ πολῖται καὶ ξένοι καὶ οἱ τὰς μεγάλας ἀρχὰς οἰκονομεῖν πεπιστευμένοι τὴν ἱερὰν ἐκείνην ἐπὶ τῶν ὤμων φέροντες κλίνην εἰς τὸν τῶν νικηφόρων μαρτύρων σηκὸν ἀπεκόμισαν καὶ μετὰ τῶν θείων ἐκείνων ἀνδρῶν Ἀφραάτου καὶ Θεοδοσίου τὸ ἅγιον ἐκεῖνο καὶ θεοφιλὲς κατέθηκαν σῶμα.
 [01402]  Ἐκ τῶν συγγραφέντων τοίνυν καὶ τὸν τῶν παραλειφθέντων τεκμαιρόμενοι βίον εὐφημείτωσαν ἅπαντες καὶ ζηλούτωσαν καὶ τὴν ὠφέλειαν καρπούσθωσαν·
 [01483]  καὶ οἱ ἄλλοι δὲ ἅπαντες ὧν ἰδίᾳ σὺν θεῷ φάναι μνησθήσομαι.
 [01547]  μαθὼν δὲ ὡς ὅσιον εἴη τοῖς ποιμνίοις ἀποδοθῆναι τοῦ ποιμένος τὸ σῶμα, καὶ αὐτὸς προὔπεμπεν ἡγούμενος καὶ ὁ τῶν βασιλίδων χορὸς ἐφεπόμενος καὶ ἄρχοντες ἅπαντες καὶ ἀρχόμενοι, στρατιῶται καὶ ἰδιῶται.
 [01684]  Πολλῶν δὲ πολλαχόθεν συνεληλυθότων ὡς ἁρπασομένων τὸ σῶμα, πυθόμενοι οἱ τοῦ ἄστεως συνέδραμον ἅπαντες καὶ στρατιῶται καὶ ἰδιῶται, οἱ μὲν τὴν πολεμικὴν ἀναλαβόντες σκευήν, οἱ δὲ ὅπλοις τοῖς προστυχοῦσι χρησάμενοι·
 [02058]  [26.1] Συμεώνην τὸν πάνυ, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἴσασι μὲν ἅπαντες οἱ τῆς Ῥωμαίων ἡγεμονίας ὑπήκοοι, ἔγνωσαν δὲ καὶ Πέρσαι καὶ Μῆδοι καὶ Αἰθίοπες, καὶ πρὸς Σκύθας δὲ τοὺς νομάδας ἡ φήμη δραμοῦσα τὴν τοῦδε φιλοπονίαν καὶ φιλοσοφίαν ἐδίδαξεν.
 [02136]  [26.11] Τῆς τοίνυν φήμης πάντοσε διαθεούσης συνέθεον ἅπαντες, οὐχ οἱ γειτονεύοντες μόνοι, ἀλλὰ καὶ οἱ πολλῶν ἡμερῶν ἀφεστηκότες ὁδόν·
 [02144]  [26.12] Ἐπειδὴ τοίνυν ἀριθμοῦ κρείττους οἱ ἀφικνούμενοι προσψαύειν δὲ ἅπαντες ἐπεχείρουν καί τινα εὐλογίαν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων τρυγᾶν, πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ πράγματος τὸ ἐπίπονον δυσχεραίνων τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν, πρῶτον μὲν ἓξ πήχεων τμηθῆναι κελεύσας, εἶτα δύο καὶ δέκα, μετὰ δὲ ταῦτα δύο καὶ εἴκοσι, νῦν δὲ ἓξ καὶ τριάκοντα·
 [02218]  Καὶ οἱ περὶ βασιλέα δὲ ἅπαντες ὑπὸ τῆς φήμης βαλλόμενοι καὶ πολλὰς παρὰ τῶν μάγων κατ' αὐτοῦ συκοφαντίας δεχόμενοι καὶ ἀκριβῶς ἐπυνθάνοντο καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον.
000-00-00 Serial Number=0029020071
Interpretatio in Danielem Ante [Go Back]  
 [00004]  ἐπειδὴ δὲ, μίαν μὲν ἅπαντες φύσιν ἐλάχομεν, οὐκ ἴσην δὲ ἅπαντες γνῶσιν ἐλάβομεν (Ἑκάστῳ γὰρ δίδοται, φησὶν, ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον, καὶ ἄλλῳ μὲν δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι·
 [00117]  μάθωσιν ἅπαντες καὶ ἀκριβῶς, ὅτι τοῦ Θεοῦ προδεδωκότος, καὶ τὴν πάλαι φρουροῦ σαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολε μίους ἐγένετο.
 [00705]  καὶ τῆς εἰκόνος δὲ τὴν προσ κύνησιν, ἣν ἅπαντες οἱ ἀρχόμενοι προσενηνόχασιν, ἠρνήθησαν προφανῶς.
 [01050]  Ἐξελθόντων δὲ τῶν ἁγίων, θαυμάζουσι μὲν ἅπαντες σατράπαι, καὶ τοπάρχαι, καὶ στρατηγοὶ, θεωροῦντες ἀκήρατα διατηρηθέντα τῶν ἁγίων τὰ σώματα, καὶ τὰς τρίχας αὐτὰς οὐδε μίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης·
 [01292]  Ταῦτα, φησὶν, ὁ ἄγ γελος ἔφη, ὅτι τούτου χάριν τὰ κατὰ τὸ δένδρον γε νήσεται, ἵνα διὰ τούτου μάθωσιν ἅπαντες, ἕνα εἶναι [81.1364] Θεὸν ∆εσπότην καὶ βασιλέα, τοὺς ἐπὶ γῆς καθ ιστῶντα βασιλέας, καὶ ἐγχειρίζοντα, ᾧ ἐὰν θέλῃ, τὴν βασιλείαν.
 [01394]  ἔπειτα δὲ καὶ διὰ τὴν ἀπέχθειαν, ἣν περὶ αὐτὸν ἅπαντες ἔχοντες, ἡνίκα μὲν ἔῤῥωτο, ἐπειρῶντο λανθάνειν, συμφορᾷ δὲ περιπεσόντι ἐπέθεντο, τῆς ὠμότητος αὐτὸν βδελυξά μενοι.
 [01886]  ἀλλὰ κἂν ἅπαντες ἄνθρωποι κατὰ ταὐτὸν καθ' ἡμῶν διὰ ταύτην στρατεύωσι, δέ χεσθαι προθύμως τὴν προσβολὴν τῇ ταύτης δυνάμει θαῤῥοῦντας.
 [01929]  Μακεδόνων δὲ πάλιν τὰ σκῆπτρα λαβόντων, ἀφέντες ἅπαντες ἐκείνους οἷς ὑπήκουον πρότερον, τούτοις προσέφερον τὸν συνήθη δασμόν.
 [01930]  Ἐπειδὴ δὲ Ῥωμαῖοι τὸ κατὰ πάντων ἀνεδήσαντο κράτος, εἰς τὴν ἑσπέραν συντρέχουσιν ἅπαντες, Μακεδόνων οὐ δένα ποιούμενοι λόγον·
 [02525]  Τὸν μὲν οὖν χρόνον τῆς αἰχμαλω σίας συμφώνως τεθείκασιν ἅπαντες, ὅ τε θεῖος Ἱε ρεμίας, ὅ τε θεσπέσιος Ζαχαρίας, καὶ ὁ μακάριος Ἔσδρας·
 [02526]  τὸν ἑβδομηκοντούτην γὰρ ἀριθμὸν τεθεί κασιν ἅπαντες·
 [03576]  ἅπαντες γὰρ ἀναιρεθέντες ὑπεξῆλθον τοῦ βίου.
000-00-00 Serial Number=0280352533
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00664]  μετὰ γὰρ τὴν ἐπάνοδον οὐκ ἔμεινεν ἡ διαίρεσις, ἀλλ' ὁμοφρονοῦντες διετέλουν ἅπαντες οἱ τῆς ἐπανόδου τετυχηκότες, τὴν Ἱερουσαλὴμ μητρόπολιν ἔχοντες.
 [00921]  ἴσοις γὰρ ἅπαντες περιπεσοῦνται κακοῖς, ὁμοίως ὀλοφυρόμενοι καὶ στένοντες·
 [01659]  Ταύτας, φησὶ, τὰς τιμωρίας ἐπαγαγὼν τῷ Ἰσραὴλ, κατα λιμπάνω ἀνασωζομένους ἐξ αὐτῶν υἱοὺς καὶ θυγα τέρας, ἵνα μάθωσιν ἅπαντες τὴν πολλὴν αὐτῶν ἀσέβειαν, καὶ τὰ πονηρὰ ἐπιτηδεύματα, καὶ γνῶσι τῆς τιμωρίας τὸ δίκαιον.
 [01664]  Τούτου γὰρ χάριν, φησὶν, οὐ πάντας παραδώσω πανωλεθρίᾳ, ἀλλὰ καταλείψω ἐξ αὐτῶν σωζομένους, ἵνα μάθωσι δι' ἐκείνων ἅπαντες τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας τὸ δίκαιον.
 [02776]  ὁρῶντες γὰρ ἅπαντες καὶ τὰς ἐμὰς εὐεργεσίας, καὶ τὴν ὑμετέραν εὐγνωμοσύνην, πολλὴν ὠφέλειαν καρπώσονται, τῶν μὲν καλουμένων αὐτῶν θεῶν βλέποντες τὴν ἀσθένειαν, τὴν δὲ ἐμὴν διὰ τῆς περὶ ὑμᾶς εὐεργεσίας δύναμιν θεωροῦντες.
 [02828]  ∆ιδάσκει δὲ, ὅτι ἀπὸ τῆς Χαλδαίων γῆς μέχρι τῶν Ἱεροσολύμων τῷ τῆς στρατείας χρήσεται πυρὶ, καὶ δαπανήσει τὰ ἐν μέσῳ διακείμενα ἔθνη, ἵνα διὰ γοῦν [81.1008] τῆς συμφορᾶς μάθωσιν ἅπαντες, ὡς αὐτὸς δεσπόζει τῆς οἰκουμένης.
 [03259]  καὶ γὰρ εἰώθεισαν ἅπαντες οἱ πάλαι ἀσεβοῦντες τὰ πολιτευόμενα παρ' αὐτοῖς σχήματα τοῖς ἑαυτῶν περιτιθέναι θεοῖς.
 [03769]  τὸν θάνατον σημαίνει, ὑφ' ὃν τελοῦσιν ἅπαντες τὸν παρόντα αἰῶνα οἱ τὸν βίον ἐπεξιόντες.
 [05435]  Ὅταν, φησὶν, ἄφεσιν ὑμῖν τῶν ἁμαρτημάτων χαρίσωμαι, [81.1188] καὶ καθαροὺς ὑμᾶς ἀποφήνω τῇ συγχωρήσει, τηνι καῦτα καὶ ταῖς πόλεσι τὰς οἰκοδομὰς, καὶ τῇ γῇ τὰς φυτουργίας παρέξομαι, καὶ ἀντὶ τῆς προτέρας ἐρη μίας, ἣν ἅπαντες ἑώρων οἱ παριόντες, οἰκεῖσθαι παρασκευάσω.
 [05439]  Ὥσπερ γὰρ, φησὶν, ἅπαντες πάλαι τὴν σὴν ἐρημίαν ἐν τοῖς στό μασι περιέφερον, οὕτω νῦν ἔσῃ πολυθρύλλητος, καὶ θαῦμα παρέξεις πᾶσι, τῆς μὲν ἐρήμου σου γῆς τῷ παραδείσῳ τῆς τρυφῆς εἰκαζομένης, τῶν δὲ ἀοικήτων πόλεων καὶ ἀναστάτων γεγενημένων ὀχυροῖς περιβό λοις τειχιζομένων.
 [05701]  Καὶ τῶν ἐθνῶν δὲ τούτων ἀναιρεθέντων ἐν τῇ Ἰουδαίᾳ, μαθόντες ἅπαντες τοῦ Θεοῦ τῶν ὅλων τὴν δύ ναμιν, εἰς ὑμνῳδίαν τὰς γλώσσας ἐκίνησαν.
 [05730]  Ὥσπερ γὰρ τοῦ σεισμοῦ τὴν αἴσθησιν ἅπαντες μετὰ δέους δεχό μεθα, οὕτω καὶ τῶν μεγάλων θαυμάτων τὴν γνῶσιν.
 [05817]  Θεω ροῦντες γὰρ ἅπαντες τὴν ἀθρόαν ἐκείνων ἀναίρεσιν, λογισμοῖς ὀρθοῖς χρώμενοι συνήσουσιν, ὅτι δίκας τί νοντες τῶν ἁμαρτημάτων, τὴν αἰχμαλωσίαν ἐκείνην ὑπέμειναν.
000-00-00 Serial Number=0749194503
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00223]  Ὅτι, φησὶ, τῆς Αἰγυπτίων ἠλευθερώθη δουλείας, ἅπαντες ἔγνωσαν·
 [00474]  ἀπέστησαν δὲ τῆς προτέρας πλάνης οἱ ταύτῃ δουλεύσαντες, καὶ τὸν τῶν ἁπάντων προσκυνοῦσι Θεὸν, καὶ ὡς εἰς θρόνον θεῖον τὴν Ἱερουσαλὴμ συντρέχουσιν ἅπαντες.
 [01694]  Παρὰ σοῦ γὰρ τὸν ἔλεον προσμένομεν ἅπαντες.
 [01877]  καὶ λέγει, ὡς κατ' ἐκεῖνον τὸν καιρὸν οὐκέτι τὰς προτέρας εὐεργεσίας προφέροντες τὸν Θεὸν ἀνυμνήσουσιν, οὐδὲ τῆς Αἰγυπτίων δουλείας τὴν ἀπαλλαγὴν διηγήσονται, ἀλλὰ τὴν ἀπὸ Βαβυλῶ νος ἐπάνοδον θαυμάσουσιν ἅπαντες.
 [02654]  ∆είσουσι γὰρ ἅπαντες τὰς ἐπ ενεχθείσας ἀκούοντες συμφοράς.
 [04794]  διὰ τοῦτο καὶ εἰς αὐτὴν συντρέ χουσιν ἅπαντες.
 [04834]  πάντοθεν γὰρ εἰς τήνδε τὴν πόλιν συνέτρεχον ἅπαντες·
000-00-00 Serial Number=0861650527
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00004]  ἐπειδὴ καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ ἀστοὶ καὶ χωρικοὶ, διαφερόντως ταύτῃ προσ έχειν ἐσπουδάκασιν ἅπαντες.
 [00042]  Ποίαν γάρ μοι προστίθησιν ὠφέλειαν, εἴτε τούτου πάντες, εἴτ' ἐκείνων εἶέν τινες, δήλου γε ὄντος, ὡς ἐκ τῆς τοῦ θείου Πνεύματος ἐνεργείας συνεγράφησαν ἅπαντες;
 [00825]  Σφόδρα γὰρ, φησὶ, τὸ σὸν, ὦ ∆έσποτα, παρὰ πάντων ὑμνεῖται ὄνομα, καὶ σὲ ποιητὴν οὐρανοῦ καὶ γῆς ἅπαντες ὀνομάζουσι.
 [00826]  Τὸ γὰρ, Ἐπήρθη ἡ μεγαλο [80.916] πρέπειά σου ὑπεράνω τῶν οὐρανῶν, τοῦτο δηλοῖ, ὅτι Ἔγνωσαν ἅπαντες, ὡς οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἁπάντων δεσπόζεις·
 [00902]  Συμφώνως τοίνυν ἅπαντες τοῦ υἱοῦ μνημονεύσαντες, διδάσκουσιν ἡμᾶς, ὡς προφητείαν καὶ οὗτος ὁ ψαλμὸς περιέχει τῆς κατὰ τοῦ θανάτου νίκης τοῦ ∆εσπότου Χρι στοῦ.
 [02430]  Καίτοι, φησὶν, οἶδα σαφῶς, ὡς ἅπαντες ἡμῶν οἱ πατέρες τῇ σῇ βοηθείᾳ θαῤῥήσαν τες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος·
 [02489]  ἐσκορπίσθησαν δὲ ἅπαντες κατὰ τὸν τοῦ πάθους καιρὸν, δίκην ὕδατος τῇδε κἀ κεῖσε διαιρηθέντες.
 [03483]  Ἀπέγνωσάν με, φησὶν, ἅπαντες, δίκην σκεύους ἀπολωλότος, καὶ νε κροῦ τάφον οἰκοῦντος.
 [04300]  Ταῦτα τοίνυν εἰδότες ἅπαντες ἄνθρωποι, καὶ μεμαθηκότες τῆς ἀρετῆς καὶ τῆς κακίας τὰ ἐπίχειρα, φεύγετε μὲν τῆς κακίας τὰ εἴδη, ὁδεύσατε δὲ τὴν ἐναντίαν ὁδὸν, ἵνα τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσητε.
 [05231]  Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τὴν ἄκραν ἔχουσι τελειότητα, τοὺς μὲν καλεῖ νύμφην, ὡς τελείους ἐν ἀρετῇ, τοὺς δὲ παρ θένους, ὡς ἀκήρατον φυλάξαντας ἣν παρέλαβον πίστιν.
000-00-00 Serial Number=0404836655
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00966]  [Οὐ μόνον δὲ ὁ Προφήτης, ἀλλὰ καὶ ἅπαντες ὅσοι διὰ τὸ ὄνομα αὐτοῦ κοινω νοῦσι τοῖς παθήμασιν αὐτοῦ, δοξασθήσονται·
 [02020]  Μετὰ παῤῥησίας δὲ λοιπὸν ἅπαντες καὶ ὀνομάσουσι βασιλέα, καὶ κατὰ τῆς τούτου σωτηρίας ὀμοῦνται·
 [02023]  τούτου δὲ τελευτήσαντος, ἀδεῶς λοιπὸν ἅπαντες καὶ τῷ βασιλεῖ τὸ πρέπον ἀπένεμον γέρας, καὶ ὅρκον ἐποιοῦντο τοῦ βασιλέως τὴν σωτηρίαν, φιλοτιμίαν τοῦτο καὶ πρόφασιν εὐνοίας ποιούμενοι.
 [02276]  οὕτως ἅπαντες ἄνθρωποι [μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος] τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευ θερώθησαν.
 [02422]  Θεασάμενος ὁ Προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώ ποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ὅτι τάχιστα παρασχεθῆναι, ἵνα τὴν ἐκ ταύτης φυομένην εὐλογίαν τρυγήσωμεν ἅπαντες·
 [02739]  ∆ήλη, φησὶ, πᾶσιν ἀνθρώποις ἡ σὴ γέγονε προμήθεια, καὶ τὰς διαφόρους σου οἰκονομίας δι έγνωσαν ἅπαντες.
 [02845]  Καὶ ἄλλοι δὲ, φησὶν, ἅπαντες τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν ὑμνεῖσθαι παρασκευάζουσι, κατὰ τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν·
 [03473]  οἱ δὲ μετὰ τὴν ἀνάστασιν ἅπαντες.
 [03483]  Προσ κυνήσουσιν αὐτῷ ἅπαντες, τῆς πικρᾶς τοῦ δια βόλου τυραννίδος ἀπαλλαγέντες.
 [03506]  ∆ιὰ τούτου προσεύξονται τοίνυν ἅπαντες τῷ Πα τρὶ, καὶ ὑμνήσουσιν αὐτὸν, ἐπὶ τοῖς παρὰ τοῦ Υἱοῦ εἰς αὐτοὺς γεγενημένοις ἀγαθοῖς.
 [04083]  ∆έους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ' ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ' ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογι σμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγεί λαντας, τῆς σωτηρίας τετυχηκότας.
 [04202]  ∆έους ἐπλή σθησαν ἅπαντες τὴν σὴν ἀκούσαντες δύναμιν.
 [04289]  Ταύ τας ἅπαντες τοῦ Θεοῦ τὰς θαυματουργίας, τὰς ἐν Αἰγύπτῳ γεγενημένας, ὧν οἱ πατέρες αὐτῶν αὐτό πται γεγένηνται, τῆς μνήμης ἐξέβαλον.
000-00-00 Serial Number=0821115673
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00087]  καὶ ἅπαντες ἄνθρωποι παντοδαπαῖς μετὰ τὴν ἁμαρτίαν περιέπεσαν συμφοραῖς.
 [00206]  [ἀντὶ τοῦ, Τὴν πίστιν σου ἅπαντες οἱ τὴν πεποίθησιν ἔχοντες εἰς σὲ διαφυλά ξουσιν.] Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι·
 [00413]  [Σπέρμα δὲ τοῦ Θεοῦ Λόγου οἱ εἰς αὐτὸν πιστεύοντες ἅπαντες.] Ὁ δὲ ταῦτα ὑποσχόμενος, καὶ διαμαρτυράμενος, ἐν οὐρα νῷ τέ ἐστι, καὶ ἀληθέσι καὶ πιστοῖς κέχρηται λό γοις, ὡς μόνος ὑπάρχων ἀψευδής.
 [00516]  [Ἀκρι βῶς δὲ καὶ ὁ παρὼν ψαλμὸς παρὰ τοῦ μακαρίου ∆α βὶδ ἐγράφη, ὡς καὶ οἱ λοιποὶ ἅπαντες.] Κύριε, κατα φυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.
 [00757]  Ἀλλὰ καὶ ἅπαντες οἱ εἰς τὸν Θεὸν ἠλπικότες παντο δαπῶν ἀπολαύσουσιν ἀγαθῶν·
 [01104]  Ἄλλως δ' ἂν νοή σειαν καὶ ἅπαντες οἱ κατ' αὐτούς·
 [01208]  Προσ δράμετε τοίνυν ἅπαντες ἄνθρωποι τῷ σῶσαι βουλομένῳ ∆εσπότῃ, καὶ τὸ προσῆκον αὐτῷ προσ ενέγκαντες σέβας, καὶ τὸν εὐεργέτην τοῖς τοῦ σώ ματος ὀφθαλμοῖς οὐχ ὁρῶντες, τῷ ὀνόματι αὐτοῦ τὴν ὑμνῳδίαν προσοίσατε.
 [01348]  εἰς σῶμα γὰρ ἓν ἅπαντες τελοῦσιν οἱ πιστεύσαντες·
 [01356]  Χαίρουσι δὲ ἅπαντες καὶ ἀγάλλονται, τοῦ ἀλη θοῦς Θεοῦ καὶ βασιλέως δεξάμενοι τὴν ἐπίγνω σιν, καὶ τῶν οὐκ ὄντων Θεῶν τὸν ἔλεγχον θεα σάμενοι.
 [01851]  οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες.
 [01969]  ὡς ἂν μά θοιμεν ἅπαντες, τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι.
 [02251]  ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν.
 [02879]  καὶ ἅπαντες δὲ οἱ μετ' ἐκείνους τὴν διδασκαλίαν πεπιστευμένοι, ταυτὸ τοῦτο δρῶντες διατελοῦσιν.
 [03876]  Οὕτως ἅπαντες πᾶ σαν τὴν οἰκουμένην περινοστήσαντες, καὶ τὸν τῆς ἀγνοίας ἀπεσκέδασαν γνόφον, καὶ τὸν τῆς δικαιο σύνης ὑπέδειξαν ἥλιον.
 [04064]  Συν αθροίσθητε τοίνυν ἅπαντες, καὶ πανήγυριν μεγί στην ἐπιτελέσατε, τὴν οἰκείαν ἑορτάζοντες σωτη ρίαν, ὡς μέχρις αὐτοῦ φθάσαι τοῦ θυσιαστηρίου τὸ πλῆθος στενοχωρούμενον.
 [04094]  Τοῦτον γὰρ ἐξ ὠδίνων μέχρι τα φῆς διοδεύομεν ἅπαντες.
 [04204]  Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχάνοντες λογίοις τὰ τούτων κατανοοῦσι θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης.
 [04209]  Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.
 [04460]  Οὕτως ὁ θεῖος ∆ανιὴλ, οὕτως οἱ μακάριοι παῖδες, οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι, οὕτως ἅπαντες τοῦ Σωτῆρος οἱ μάρτυρες, τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβο λάς.
 [05213]  μετὰ δὲ τὴν ἐπάνοδον μία γέγονεν ἡγεμονία, καὶ εἰς τὴν Ἱερουσαλὴμ συν έτρεχον ἅπαντες κατὰ τὸν θεῖον νόμον, τῷ Θεῷ τὴν [80.1881] συνήθη λειτουργίαν προσφέροντες.
 [05220]  καὶ ἐκεῖ συνέτρεχον ἅπαντες τὰ ἀμφισβη τούμενα διαλύοντες, ἀναγκαίως καὶ τοῦτο προηγό ρευσεν ὁ προφήτης·
 [05222]  ἀλλ' ὥσπερ ἐπὶ τοῦ ∆αβὶδ ἐκεῖνο εἶχον ἀκλινὲς δικαστήριον, οὕτω καὶ μετὰ τὴν ἐπάνοδον ἐκεῖ ἅπαντες ἀθροισθήσονται.
 [05272]  Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἅπαντες οἱ πλησιόχωροι, δυσ χεράναντες τὴν τῶν Ἰουδαίων ἐλευθερίαν, κοινῇ τὸν πρὸς αὐτοὺς ἀνεδέξαντο πόλεμον, καὶ βάρβαρα ἔθνη συναγαγόντες, κατὰ ταυτὸν αὐτοῖς ἐπεστράτευσαν, ἐλπίσαντες καὶ αὐτὴν αὐτῶν κατασβέσειν τὴν μνή μην.
 [05706]  καὶ ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχουσιν ἅπαντες τὴν ἐν ἐκείνοις ἀναβλύζουσαν εὐλογίαν ἀρύσασθαι.
 [05766]  Οὐκ ἐν Ἀερμὼν, ἀλλ' ἐν τῇ Σιὼν, ἐν ᾗ καὶ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ἡ ζωοποιὸς κατεπέμφθη δρόσος, δι' ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐλογίαν καρποῦνται.
 [06124]  Καὶ τηνικαῦτα μὲν ἅπαντες τὴν μεγίστην ἐκείνην μεμαθηκότες νίκην, ἐθαύμασαν τοῦ Θεοῦ τῶν ὅλων τὴν δύναμιν.
 [06131]  ὅτι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν οἰκονομίαν θαυ μάσουσιν ἅπαντες.
000-00-00 Serial Number=0372266412
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00415]  Ταύταις τοίνυν ταῖς ἀπειλαῖς καὶ ὑμεῖς οἱ ἱερεῖς προσέχετε, καὶ ἅπας δὲ ὁ λαὸς, καὶ ἅπαντες οἱ ἐν τοῖς βασιλείοις διάγοντες, τοῖς ὠσὶ τὰ εἰρημένα προσ δέξασθε.
 [00420]  ἅπαντες γὰρ κατὰ τῶν ἐμῶν προφητῶν μυρία ὅσα ἐτεκτήνασθε κακὰ, οἷόν τινα δίκτυα κατ' αὐτῶν ἐξ απλοῦντες τὰς ὑμετέρας ἐπιβουλὰς, καὶ τοῖς ἐν τῷ Ἰταβυρίῳ·
 [01262]  τῆς γὰρ ἡμετέ ρας ἀπαρχῆς ἀναστάσης, ἅπαντες ἡμεῖς ἐδεξάμεθα τῆς ἀναστάσεως τὴν ἐλπίδα.
 [01270]  καὶ ἅπαντες ἄνθρωποι, τὸν θάνατον ὁρῶντες ἄρδην ἀμῶντα τὴν φύσιν, καὶ νῦν μὲν ἀδελ φὸν ἀδελφοῦ χωρίζοντα, νῦν δὲ παιδὸς πατέρα στε ρίσκοντα, παντελῶς ἀπηγόρευον τὴν ἀνάστασιν.
 [01365]  καὶ ἅπαντες δὲ οἱ τῆς ἐπαγγελίας τὴν γῆν οἰκοῦντες, ἀκριβῶς τοῖς λεχθησομένοις προσέχετε.
 [02311]  καὶ τὸ σχῆμα δὲ πένθιμον ἅπαντες ἕξουσι, τὴν εὐπρέπειαν τῆς κόμης ἀποκειρόμενοι, καὶ σάκκον περιβαλλόμενοι·
 [02357]  Τὴν μὲν γὰρ ἐκείνων οὐδεὶς οἶδε μετάβασιν, τὴν δὲ ὑμε τέραν ἅπαντες ᾄδουσιν ἄνθρωποι.
 [02385]  Ἐπει δὴ δὲ οὐχ ἅπαντες ταῖς πνευματικαῖς ἐπαγγελίαις προσέχειν ἠδύναντο, ἀναγκαίως καὶ τῶν σωματικῶν ἀγαθῶν ὑπισχνεῖται τὴν χορηγίαν, καὶ τοσαύτην ἔσεσθαι τούτων προλέγει τὴν ἀφθονίαν, ὡς ὑπὸ τοῦ τρυγητοῦ καταληφθῆναι τὸν ἀμητὸν, διὰ τὸ πλῆθος, ὡς εἰκὸς, τῶν καρπῶν, οὐ δυνηθέντων τεμεῖν καὶ λε πτῦναι τῶν γηπόνων τὰ δράγματα.
 [03666]  Τοσοῦτοι γὰρ ὄντες οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, ὡς ἀπεικάζεσθαι αὐτὴν κολυμβή θρᾳ ὑδάτων πεπληρωμένῃ, καὶ ἐκβλυζούσῃ τὰ πε ριττὰ, πρὸς φυγὴν εἶδον ἅπαντες, οὐδὲ ἐπιστραφῆ ναι πάλιν εἰς τοὐπίσω τολμήσαντες.
 [03687]  Οὐκ αὐτὸς γὰρ μόνος τηνικαῦτα ἐνδημῶν ἐτύγχανες, ἀλλὰ καὶ οἱ στρατηγοὶ ἅπαντες, οἱ πάλαι μηδένα δειμαίνοντες, ἀλλὰ τὰς ἄλλας καταλύοντες βασιλείας, καὶ τὸν ἐκεῖ θεν φόρον ἀθροίζοντες, καὶ τοῖς ἐκγόνοις τροφὴν πορίζοντες.
 [05056]  Τούτου δὲ, φησὶν, γενομένου, ἅπαντες οἱ ὑπὸ τῷ Ζοροβάβελ στρατευόμενοι, οἷα δὴ νικηφόροι γενόμενοι, ἀδεῶς λοιπὸν ὑπὸ τὰς ἀμπέλους καὶ τὰς συκᾶς ἀλλήλους εἰς ἑστίασιν συγκαλοῦντες εὐωχη θήσονται, τὴν τῶν πολεμίων οὐ δειμαίνοντες ἔφοδον.
 [05101]  Ἐπειδὴ γὰρ καὶ ὁ θεῖος νεὼς ἐμ πέπρηστο, καὶ ὁ λαὸς ἐξηνδραπόδιστο, καὶ ἡ πόλις ἀνάστατος ἐγεγόνει, ὑπώπτευον δὲ ἅπαντες, οὐ διὰ τὴν τοῦ λαοῦ παρανομίαν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τοῦ παρ' αὐτῶν τιμωμένου Θεοῦ, ταῦτα πάντα συμ βῆναι, λίθον κασσιτέρινον κατὰ τὴν ἐκείνων ὑπόνοιαν τὴν θείαν βοήθειαν προσηγόρευσε, διδάσκων ὅτι αὕτη ἡ παρὰ τῶν ἀπίστων εὐτελής τις νομιζομένη καὶ ἀσθενής, δι' ἑνὸς ἀνδρὸς τοῦ Ζοροβάβελ τὴν οἰ κείαν ἐπιδείξεται δύναμιν.
 [05285]  τὴν δὲ ἀλήθειαν τῆς προφητείας μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν διέγνωσαν ἅπαντες.
 [05308]  Ἡνίκα μὲν γὰρ τῆς οἰκοδομίας κατημελεῖτε, φησὶν, ἀκερδὴς μὲν ἦν τῶν ἀνθρώπων ὁ πόνος, ἀνόνητος δὲ τῶν κτηνῶν ὁ μισθὸς, ἐν δέει δὲ διηνεκεῖ καθειστή κεισαν ἅπαντες, καὶ ἀποδημοῦντες, καὶ ἐνδημοῦντες.
000-00-00 Serial Number=0506350815
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00008]  ἰστέον δὲ πρὸ τῶν ἄλλων ἁπάντων ὡς οὐχ ἅπαντες σύμφωνον ἔχουσι τῆς ἐρωτήσεως τὸν σκοπόν, ἀλλ' οἱ μὲν δυσσεβῶς ἐρωτῶσι, διελέγχειν οἰόμενοι τὴν θείαν γραφήν·
 [01051]  οὗτοι γὰρ ἅπαντες ὡς δυσσεβεῖς, ὑπὸ τῆς θείας κατηγοροῦνται γραφῆς·
 [01580]  ὅτι δὲ ἄμπελος ὁ Ἰσραὴλ ὠνομάζετο, ἅπαντες οἱ προφῆται διδάσκουσι·
 [01864]  ἐπειδὴ δὲ οὐχ ἅπαντες τῷ μέλλοντι πιστεύουσι βίῳ, μάλα σοφῶς ὁ τῶν ὅλων Θεὸς καὶ κολάζει τινὰς ἐν τῷδε τῷ βίῳ πονηρίᾳ συνεζηκότας, καὶ αὖ πάλιν ἄλλους ἀνακηρύττει εὐσε βείας πεφροντικότας ὡς μάλιστα.
 [03331]  οἱ δὲ τῆς λευϊτικῆς ἅπαντες ἐλει τούργουν·
 [03886]  υἱοὶ δὲ τοῦ Σὴθ ἅπαντες ἄνθρωποι.
 [04318]  ἐπειδὴ δὲ οὐχ ἅπαντες αἰδοῦνται τὸν τῆς φύσεως νόμον, τὴν τῆς ἀτιμίας αὐτοῖς ἀνάγκην ἐπέ θηκεν.
 [04769]  ἅπαντες δέ, ὡς ἔπος εἰπεῖν, πλὴν ὀλίγων, οἱ ἐν τῇ ἐρήμῳ φύντες ἀπερίτμητοι μεμενήκασι.
 [04862]  οὐδὲ γὰρ ἅπαντες τὸν σωτήριον ἐδέξαντο λόγον, ἀλλ' ἐπέμειναν ἀντιλέγοντες καὶ ἰουδαῖοι καὶ ἕλληνες, [282] τὰς αὐτὰς ἡμῖν καὶ πόλεις καὶ κώμας οἰκοῦντες·
 [05313]  εἰρήκαμεν δέ, ὡς τοῖς ἱερεῦσι καὶ λευΐ ταις ἴδιον κλῆρον οὐκ ἀφώρισεν ὁ Θεός, ἀλλ' ἐν ἁπάσαις αὐτοὺς διέσπειρε ταῖς φυλαῖς, ἵν' ἔχωσιν ἅπαντες τῆς εὐσεβείας τοὺς διδασκάλους.
000-00-00 Serial Number=0178987741
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03710]  Εἰς τοσαύτην δὲ τῶν θείων ἀμέλειαν ἐξώκει λαν ἅπαντες, ὡς μηδὲ τῶν θείων ἐπακούειν λογίων.
 [03933]  Αἰνίττεται δὲ ἡ βίβλος, ὡς τοῦ πανευφήμου ∆αβίδ εἰσιν ἅπαντες οἱ ψαλμοί.
 [04285]  Τούτων εἰρημένων ὑπὸ τοῦ Ἰεζεὴλ, προσεκύνησαν ἅπαντες·
 [04294]  Ἐπειδὴ δὲ ἅπαντες ἔπε σον, καὶ οὐδὲ εἷς διέφυγεν, ἵνα τοῖς οἰκείοις μηνύσῃ τὸ πάθος, ἀδεῶς τοὺς νεκροὺς ἐσκύλευσαν, καὶ τὴν λείαν ἀπήγαγον ἅπασαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»