Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἅπαντας [205]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἅπαντας


000-00-00 Serial Number=0572002172
Commentaria in Isaiam Ante [Go Back]  
 [01668]  οὕτως ἅπαντας ἐξεδειμάτωσε τῶν πολεμίων τὸ κράτος.
 [01684]  Οἱ τὸ τῆς ἀλαζονείας εἰσδεχόμενοι πάθος ἀδεῶς παροινοῦσι καὶ προπηλακίζουσιν ἅπαντας.
 [01796]  Πρῶτον μὲν γὰρ καὶ τὴν εἰκόνα ἐκείνην τὴν παμμεγέθη τὴν χρυσῆν τεκτηνάμενος προσκυνεῖν αὐτὴν ἐκέλευσεν ἅπαντας, τὸ θεῖον σέβας ἁρπάζων·
 [03289]  καὶ μάρτυς ὁ εὐαγγελιστὴς διδάσκων ὡς ἐκέλευσαν ἅπαντας τοὺς ὁμολογοῦντας τὸν σωτῆρα Χριστὸν ἀποσυναγώγους γενέσθαι.
000-00-00 Serial Number=0258828104
De providentia orationes decem Ante [Go Back]  
 [00061]  Ἀλλὰ τοὺς μὲν ἄλλους ἅπαντας ἐπὶ τοῦ παρ όντος καταλίπωμεν·
 [00503]  Ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἅπαντας ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη [83.605] τοῦ σώματος ὑποδέχεται, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ κυριωτάτῳ μορίῳ, φημὶ δὴ τῷ ἐγκεφάλῳ, τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ὅλων Ποιητὴς, ἀλλὰ πόρους τινὰς ἐν αὐτοῖς ἐργασάμενος, καὶ σπογγοειδεῖς καὶ σηραγγοειδεῖς πεποιηκὼς, τὰ ὑγρὰ καὶ τὰ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῷαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντό μως τὸ βλαβερὸν ἐκφορῆται·
 [00981]  Ὑπελείπετο τοίνυν ἅπαντας πανολεθρίαν ὑπομεῖναι, διὰ τὴν ἴσην τῶν χρημάτων εὐπορίαν, καὶ συμβῆναι ταυτὸν τοῖς τῷ κόρῳ τῶν σιτίων τὴν ἡδονὴν ἀφανίζουσι.
 [01167]  Ἢ γὰρ ἂν ἐγχειρίδια λαβόντες, ἅπαντας τοὺς προστυχόντας κατέσφαξαν, καὶ τὰς ἐκείνων κτή σεις διείλοντο.
 [01196]  Ἔστι δὲ ὅτε κέρας ἑκάτε ρον ἐπὶ πλεῖστον ἐκτείναντες, κυκλοῦσι μὲν τοὺς πολεμίους, οὐδὲ φυγεῖν ἐπιτρέποντες, ἀλλὰ πάντοθεν ὁμοίως ἀφιέντες τὰ βέλη, καὶ ἄρδην ἅπαντας ἀναι ροῦντες.
 [01510]  Οἱ μὲν γὰρ κατὰ τῶν τοῦ Θεοῦ προφητῶν μεμηνότες, ἅπαντας ἠπείγοντο παραδιδόναι σφαγῇ, καὶ τρυφὴν ἡγοῦντο τῶν τοῦ Θεοῦ θεραπευτῶν τὴν ἀναίρεσιν, παντελῶς τὸν τῆς εὐσεβείας σπινθῆρα κατασβέσαι φιλονει κοῦντες.
 [01618]  Οὔτε γὰρ τοὺς δουλεύειν λαχόντας ἅπαντας ἐλευθερίας ἔστιν ἰδεῖν ἀπολαύον τας, οὔτε τοὺς πενίᾳ μὲν συγκληρωθέντας, ἀρετῆς δὲ φροντιστὰς γεγενημένους, εἰς τὸν τῶν πλουσίων μεταβάντας ὁρῶμεν κατάλογον, ἀλλ' ἐν τῇ προτέρᾳ τοὺς πλείστους ταλαιπωρίᾳ διαμεμενηκότας.
 [01764]  Καὶ ὁ μὲν, ἕστηκε μετὰ τῶν ἀκριβάντων, καὶ τῆς στρατηγικῆς στολῆς, Οἰνομάου τινὸς, ἢ Κρέοντος προσωπεῖον ἔχων, μο νονουχὶ λέγων πρὸς ἅπαντας, ὅτι μετὰ τούτων ὑπ εκρινάμην, καὶ μετὰ τούτων νενίκηκα.
 [01865]  Ταῦτα δὲ πάντα διέξεισιν ὁ θεῖος ἐκεῖνος ἀνὴρ, πεῖσαι βουλόμενος ἅπαντας, καὶ χαλινοῦν τοῦ νοῦ τὴν ἀπληστίαν, ἵνα μὴ τῶν ἀδυνάτων κατατολμᾷ, καὶ ἀναμένειν τὴν ἐσομέ νην ἐν τῷ μέλλοντι βίῳ τῶν πραγμάτων ἀκριβῆ κα τανόησιν.
 [02054]  καὶ διδάξεις ἅπαντας τοῖς προσοῦσιν ἀρ κεῖσθαι, καὶ τῶν μὴ προσηκόντων ἀπέχεσθαι.
 [02140]  Καὶ καθάπερ εἰς τοῦδε τοῦ ἔθνους ἐπιμέλειαν, νῦν μὲν ἐξελέξατο τὸν Μωϋσῆν, νῦν δὲ τὸν Ἰησοῦν, καὶ πάλιν τὸν Σαμουὴλ, ἄλλοτε δὲ ἄλλον τῶν προφητῶν, καὶ δι' ἑνὸς ἀνθρώπου φιλοσοφίαν ἀσκοῦντος, ἅπαντας εὐηργέτει τοὺς ὁμοφύλους·
000-00-00 Serial Number=0991502166
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00618]  Ἀνθ' ὅτου τοίνυν μεμισήκατε τοὺς φιλοῦντας, καὶ τῆς ὑμετέρας αὐτοὺς ἐστε ρήσατε προμηθείας, καὶ θρηνεῖν ἅπαντας καὶ ὀδύρεσθαι πεποιήκατε, τὴν οἰκείαν θεραπείαν τῆς τῶν ἄλλων προτιμή σαντες ὠφελείας;
 [00620]  Οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας, εἰ καὶ μὴ τὴν περὶ τὰ θεῖα γνῶσιν ἔχουσιν ἀκριβῆ, τὸ τῆς ἀθυ μίας ὁμοίως δέχεσθαι πάθος, τὰς ὑμετέρας λογιζομένους εὐεργεσίας.
 [01157]  ∆ιὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, καὶ τοὺς προφήτας ἅπαντας ἡρμηνεύσαμεν, καὶ τὸ Ψαλτή ριον, καὶ τὸν Ἀπόστολον·
 [01653]  Τῆς δὲ ὑμετέρας μεγα λοφυΐας διηνεκῶς ὑπερεύχομαι καὶ τοὺς ἁγίους ἅπαντας κοινωνεῖν μοι τῶν εὐχῶν ἱκετεύω.
000-00-00 Serial Number=0601524413
Eranistes Ante [Go Back]  
 [00064]  Σημαίνει γὰρ καὶ τὸν Ῥωμαῖον καὶ τὸν Ἀθηναῖον καὶ τὸν Πέρσην καὶ τὸν Σαυρομάτην καὶ τὸν Αἰγύπτιον, καὶ συλλήβδην εἰπεῖν, ἅπαντας ὅσοι ταύτης κοινωνοῦσι τῆς φύσεως.
000-00-00 Serial Number=0784824371
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00019]  Ἐπειδὴ γὰρ αἱ θεῖαι Γραφαὶ, αἱ μὲν ὑπὸ Μανασσοῦ, τοῦ πονηρίᾳ καὶ δυσσεβείᾳ τούς τε πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἅπαντας ἀποκρύψαντος, ἐνεπρήσθησαν·
 [00573]  καὶ οἱ ἀπόστολοι δὲ, ὡσαύτως θεόθεν ἐμπνεόμε νοι, τῆς εὐσεβείας τὸ κήρυγμα εἰς ἅπαντας τοὺς ἀν θρώπους τοῦτο διαπορθμεύοντες διετέλεσαν.
 [01377]  καὶ βίαιον ἔχει τὸ κάλλος, ἅπαντας τοὺς ὁρῶντας βιαζόμενον.
 [01436]  Τοὺς ἐν νόμῳ τοίνυν τελειωθέντας κύκλῳ τῆς κλίνης ἑστάναι φασὶν, ἀπὸ μὲν τοῦ Ἰσραὴλ τὸ γένος κατά γοντας, δυνατοὺς δὲ ὄντας ὑπὲρ ἅπαντας, καὶ ῥομ φαίαν κατέχοντας, καὶ πολεμικὴν ἐμπειρίαν εἰδότας, καὶ ἄλλας ῥομφαίας ἐπὶ τῶν μηρῶν φερομένους.
 [01571]  ἔχει γὰρ ὁ τράχηλός σου, ὁ τὴν κεφαλήν σου φέρων καὶ τὸ στόμα, πάσας τὰς τῶν ἄλλων διδασκαλίας, τροπικῶς βολίδας ὀνομαζομένας, αἷς τοὺς ἐναντίους ἅπαντας καταγωνίζῃ.
 [02088]  ὅλος γάρ ἐστιν ἐπιθυμία, ἕλκων ἅπαντας εἰς ἔρωτα, βιαζόμενος εἰς ἀγάπην, ἐπιθυμίαν ἐμβάλλων, οὐ τοῖς ὁρῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσι·
 [02307]  ἀλλὰ πᾶσαν συνεισφέρουσι προθυμίαν, ὥστε καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀπαλλάξαι μὲν τῆς ἀκαρπίας, γονίμους δὲ ἀποφῆναι, καὶ τὸν τῆς ἀρετῆς γεννῆσαι καρπόν·
000-00-00 Serial Number=0882324398
Graecarum affectionum curatio Ante [Go Back]  
 [00114]  Ἀλλ' ὅμως καὶ ἀμαθῆ γε γλῶτταν καὶ ἀπαίδευτον ἐσχηκώς, οὐ μόνον τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ Πλάτωνος τοῦ ἅπαντας Ἕλληνας εὐεπείᾳ νενικηκότος αἰδοῦς ἀξιώτερος ἦν.
 [00117]  Ὅτι δὲ καὶ οὗτος, ὁ ἅπαντας [1.32] ἀνθρώπους καὶ οὐ τοὺς ἄλλους Ἕλληνας μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἀθηναίους εὐγλωττίᾳ καὶ ὀνομάτων κάλλει πάμπαν ἀποκρύψας, μὴ τῇ κομψείᾳ τῶν λόγων, ἀλλὰ τῇ τῶν ἐνθυμημάτων ἁρμονίᾳ προσέχειν παρεγγυᾷ, ἀκούσατε αὐτοῦ διαρρήδην ἐν τῷ Πολιτικῷ λέγοντος·
 [00120]  Τούτους οὖν ἅπαντας καὶ τοὺς ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν;
 [00348]  μὴ πρὸς ἅπαντας ἀναρρῆ ξαι τὸν ἀρχαῖον λόγον;
 [00902]  Καὶ οὐκ αἰσχύνονται τῆς μὲν ἀκολασίας κατηγοροῦντες καὶ τοὺς ταύτης ἐργάτας κολάζοντες, πάλιν δ' αὖ ταύτην γεραί [3.50] ροντες ὡς θεόν, καὶ νόμῳ μὲν τιμωροῦντες τοὺς ἑταιροῦντας καὶ τὰς πορνευομένας, τοὺς δὲ τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνὰς κατασφάττοντες, καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους ἀνασκολοπί ζοντες καὶ ἀποτυμπανίζοντες, τὰ δέ γε τούτων αἴτια τῶν ἁμαρτάδων, τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν καὶ τὴν μέθην, θεοὺς οὐρανίους προσαγορεύοντες καὶ θεῖον αὐτοῖς ἀπονέμοντες σέβας, καὶ τοὺς μὲν νόμους ἅπαντας διὰ τάδε τιθέντες τὰ πάθη, αὐτὰ δέ γε τὰ πάθη νόμῳ τιμᾶσθαι κελεύοντες, καὶ τὴν ἀρετὴν δι' ἑτέρων μὲν λόγων θαυμάζοντες, ἐν δέ γε τούτοις ὡς περιττὴν [3.51] ἐξελαύνοντες.
 [01025]  Ἐχρῆν δὲ καὶ τὰ ἐφ' ὕβρει καὶ κωμῳδίᾳ τῶν καλουμένων θεῶν τεκταινόμενα ξυντρίβειν καὶ διαφθείρειν καὶ πείθειν ἅπαντας, ὡς ψευδῆ τὰ [3.84] περὶ τούτων παρὰ τῶν μύθων θρυλούμενα.
 [01224]  Ἐγὼ δὲ τοὺς μὲν ἄλλους ἅπαντας παραλείψω, Πλάτωνος δὲ τὰ μὲν ἐπαινέσομαι, τὰ δέ, ὡς οὐκ εὖ ἔχοντα, διελέγξω·
 [02294]  Ἀλλ' ὅμως ταῦτα καὶ τὰ τοιαῦτα διηγούμενα τῶν ἀποστόλων τὰ ξυγγράμματα ἔπεισεν ἅπαντας ἀνθρώπους, ὅτι υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς προαιώνιος καὶ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς ὁ τὴν ἀνθρωπείαν ὑποδὺς φύσιν καὶ διὰ ταύτης τὴν τῶν ἀνθρώπων πραγματευσάμενος σωτηρίαν.
 [02407]  Εἰ τοίνυν τοὺς ἀρηϊφάτους ἅπαντας προσήκει τιμᾶν, ὥρα ὑμῖν καὶ τοῖς Οἰδίπου παισὶ τόδε ἀπονεῖμαι τὸ γέρας, οἳ τὸν πατέρα μὲν κατέλιπον ἀτημέλητον, ἕνεκα δὲ τυραννίδος κατ' ἀλλήλων λυττήσαντες τῷ ἀλλήλων αἵματι τὰς [8.41] οἰκείας ἐφοίνιξαν δεξιάς·
 [02619]  [9.23] Καὶ ἵνα Κόμοδον καταλίπω καὶ Μαξιμιανὸν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἄχρις Αὐρηλιανοῦ καὶ Κάρου καὶ Καρίνου βεβασι λευκότας, τίς ἀγνοεῖ τὴν ∆ιοκλητιανοῦ καὶ Μαξιμιανοῦ καὶ Μαξεντίου καὶ Μαξιμίνου καὶ Λικινίου κατὰ τῆς εὐσεβείας μα νίαν;
 [02646]  Καὶ τοῖς μὲν ἄλλοις αὐτῶν νόμοις ἅπαντας ὑποκύπτειν τοὺς ὑπηκόους καταναγκά ζουσι, τοὺς δὲ τῶν ἁλιέων ἐξαρνηθῆναι τοὺς πεπιστευκότας οὐ πείθουσιν.
 [03005]  Εὐθὺς δὲ τοῦ Σωτῆρος ἡμῶν κατὰ σάρκα τεχθέντος, Αὔγουστος Καῖσαρ ἁπάν των ἐκράτησε, καὶ καταλύσας τὰς ἐθναρχίας καὶ μερικὰς βασι λείας τοῖς Ῥωμαίων ἅπαντας ὑπέταξεν οἴαξιν.
 [03407]  Παρακαλῶ δὲ καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους, καθ' ὅσον δύναμαι·
000-00-00 Serial Number=0585124612
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00193]  Καὶ τούτου δὴ μάρτυρα τὸν Στρωματέα παρέξομαι Κλήμεντα, ἱερὸν ἄνδρα, καὶ πολυπειρίᾳ ἅπαντας ἀπολιπόντα.
 [00199]  εἶεν δ' ἂν ἐν ταῖς μείζοσι παρ' αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι, ἀνέδην ἐκδε χόμεναι τοὺς βουλομένους ἅπαντας.
 [00491]  Οὗτος τὸν μὲν Κάϊν, καὶ τοὺς Σοδομίτας, καὶ τοὺς ἄλλους δυσσεβεῖς ἅπαντας σωτηρίας ἔφησεν ἀπολελαυκέναι, προσεληλυθότας ἐν τῷ ᾅδῃ τῷ Σωτῆρι Χριστῷ, καὶ εἰς τὴν βασιλείαν ἀναληφθῆναι·
 [01119]  Εἰξάντων ἐκείνων, καὶ τὰ δεσμὰ δεξα μένων, ῥάβδοις ἅπαντας αἰκισάμενος, ᾤχετο δεδεμένους καταλιπών.
 [02065]  ∆ιὸ δὴ στέργειν ἅπαντας χρὴ τὰ παρ' αὐτῆς γιγνόμενα, καὶ μὴ πολυπραγμονεῖν τὰς αἰτίας·
000-00-00 Serial Number=0678323090
Historia ecclesiastica Ante [Go Back]  
 [00390]  ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ παρανόμου γράμματος διαρραγέντος ὑπ' ὄψει πάντων ὁμοῦ, τινὲς ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας.
 [00483]  διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο ἡ θεία πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾶν.
 [00493]  τοὺς δὲ συνελη λυθότας (ὀκτωκαίδεκα δὲ ἦσαν καὶ τριακόσιοι) πολλοῖς μὲν ἐφιλο φρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας κατὰ ταὐτὸν εἱστίασεν ἅπαντας, τοὺς μὲν ἀξιωτέρους ὁμο τραπέζους λαβών, τοὺς δὲ ἄλλους διελὼν εἰς τὰς ἄλλας.
 [00598]  πᾶσι γὰρ τοῖς ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν ἐπέστειλε δή μοις, τῆς μὲν προτέρας αὐτοὺς ἐξαπάτης ἀπαλλαγῆναι παρεγγυῶν, τὴν δὲ τοῦ σωτῆρος ἡμῶν μεταμαθεῖν διδασκαλίαν προτρέπων καὶ ἐπὶ ταύτην ἅπαντας τὴν ἀλήθειαν ξεναγῶν.
 [00709]  εἶτα τοὺς ἄλλους ἅπαντας ἔξω γενέσθαι κελεύσαντες, τὸ τρισάθλιον εἰσήγαγον γύναιον.
 [00801]  ἀλλ' ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ' ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ' ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι.
 [00904]  συνελθεῖν δὲ καὶ τοὺς ἄλλους ἅπαντας πανταχόθεν ἐκέλευσε καὶ τοὺς ὑπ' αὐτοῦ δομηθέντας·
 [01292]  πείθουσι γὰρ δὴ τὸν πάντα ῥᾳδίως πειθόμενον καὶ τὴν αἱρετικὴν εἰσδεξάμενον νόσον, εἰς Μεδιόλανον (πόλις δὲ αὕτη τῆς Ἰταλίας) σύνοδον συνα γεῖραι, καὶ πρῶτον μὲν τοὺς συνεληλυθότας ἅπαντας ἀναγκάσαι τῇ παρὰ τῶν ἀδίκων ἐκείνων δικαστῶν ἐν Τύρῳ γεγενημένῃ καθαιρέσει συνθέσθαι, εἶθ' οὕτως Ἀθανασίου τῶν ἐκκλησιῶν ἐξελαθέντος ἑτέραν πίστεως ἐκθέσθαι διδασκαλίαν.
 [01554]  Ἡ δὲ ἀξιάγαστος ξυνωρὶς Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερατικῆς μὲν λειτουργίας οὐδέπω τετυχηκότες, τῷ δὲ λαῷ συντεταγμένοι, νύκτωρ καὶ μεθ' ἡμέραν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διήγειρον ἅπαντας.
 [01684]  ἀλλὰ γὰρ ἄδικον ἔλεγον ἐκεῖνοι καὶ λίαν ἀνόσιον μὴ ἅπαντας τοὺς ὑπ' αὐ τὸν τελοῦντας τῆς ἀληθείας μεταλαχεῖν.
 [01860]  ἐν γὰρ δὴ τῷ πρὸς Μα γνέντιον πολέμῳ ἅπασαν συναλίσας τὴν στρατιὰν μεταλαχεῖν ἅπαντας τῶν θείων συνεβούλευσε μυστηρίων, ἀεὶ μὲν ἄδηλον εἶναι λέγων τοῦ βίου τὸ τέλος, οὐχ ἥκιστα δὲ ἐν πολέμῳ, μυρίων ἑκατέρωθεν ἀφιε μένων καὶ βελῶν καὶ πελτῶν καὶ δοράτων, καὶ μὲν δὴ καὶ ξιφῶν καὶ κοπίδων ἐπιφερομένων καὶ τῶ
 [01865]  Ταῦτα δὲ Ἰουλιανὸς σαφῶς ἐπιστάμενος τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν, εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας εἰς τὰς οἰκείας ἐπανελθεῖν ἐκκλησίας προσέταξε.
 [01941]  ἅπαντας γὰρ εἰς τὸν οἰκεῖον μεταστήσει χορόν.
 [02114]  καὶ νύκτωρ δὲ παμπόλλων ἔν τινι πελαζούσῃ καθευδόν των στοᾷ, κατηνέχθη μὲν ἀθρόως σὺν τῷ ὀρόφῳ τὸ οἰκοδόμημα, τοὺς δὲ καθεύδοντας συνέχωσεν ἅπαντας.
 [02503]  ὁ δὲ σμικρά τινα παρὰ τῶν γνωριμωτέρων λαβὼν καὶ διδασκαλίαις [235] ἅπαντας καὶ προσευχαῖς καθοπλίσας καὶ τῶν ἀποστολικῶν ὑπερμα χεῖν δογμάτων παρεγγυήσας, ἐπὶ τὸν Ἴστρον ἀπῆρεν.
 [02539]  ὡς δὲ κἀκεῖ τὸ τούτου κλέος συνή γειρεν ἅπαντας, εἰς φρούριον ἔσχατον τοῖς ἐκεῖ γειτονεῦον βαρβάροις (Φηνὼ δὲ τούτῳ ὄνομα) ὁ τῶν οὐρανῶν ἄξιος ἀπήχθη πρεσβύτης.
 [02558]  ἐπειδὴ δὲ συνήθροισεν ἅπαντας, ἠπίοις χρώ μενος λόγοις πείθειν ἐπειρᾶτο ταῖς βασιλέως νομοθεσίαις ἀκολουθεῖν·
 [02565]  ὁ δὲ Εὐλόγιος πρὸς ἅπαντας ἔφη ἐκεῖνα εἰρῆσθαι, καὶ ἄτοπον ὑπειληφέναι τοὺς ἄλλους παρωσάμενον ἀποκρίνασθαι.
 [02845]  πέφυκε γὰρ τὰ παράδοξα ἕλκειν ἅπαντας ὡς ἐπίπαν πρὸς ἑαυτά.
 [02848]  καταλιπὼν [268] γὰρ τὴν ἔρημον ἅπαν ἐκεῖνο περιῄει τὸ ἄστυ, διδάσκων ἅπαντας ὡς τῆς ἀποστολικῆς διδασκαλίας κήρυξ ἐστὶν Ἀθανάσιος καὶ ὡς ἀντί παλοι τῆς ἀληθείας οἱ τῆς Ἀρείου συμμορίας.
 [03129]  καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας τῷ μεγάλῳ Μελετίῳ προσέδραμε, καὶ οἷόν τις παῖς φιλοπάτωρ διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει καὶ ὀφθαλμοὺς καὶ χείλη καὶ στέρνα καὶ τὴν κεφαλὴν καὶ τὴν στεφανώσασαν δεξιάν·
 [03131]  φιλοφρονησάμενος δὲ καὶ τοὺς ἄλλους ἅπαντας, βουλεύσασθαι περὶ τῶν προκειμένων ὡς πατέρας ἠξίωσε.
 [03466]  πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλός, ὡς εἴ τις τούτῳ πελάσοι, κλονη θήσεται μὲν ἡ γῆ, πανωλεθρία δὲ ἅπαντας καταλήψεται.
 [03527]  ταῦτα καὶ τοῖς στρατιώταις [326] εἰπὼν καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς.
 [03604]  τότε τοὺς ἄλλους ἅπαντας ὡς δεδιότας καταλιπόντες, τὸν μέγαν τοῦτον ἔπεισαν ἀριστέα τὴν πρεσβείαν ποιήσασθαι.
000-00-00 Serial Number=0231430292
Historia religiosa Ante [Go Back]  
 [00061]  οὔτε γὰρ ἴσμεν τοὺς πανταχοῦ διαλάμψαντας, οὔτε δυνατὸν ἅπαντας ὑφ' ἑνὸς συγγραφῆναι.
 [00659]  [4.8] Τοῦτο τὸ κλέος αὐτοῦ πάντοσε διαθέον εἵλκυσεν ἅπαντας πρὸς αὐτὸν τοὺς τῆς ἀρετῆς ἐραστάς.
 [00724]  Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος καὶ συναγείρας ἅπαντας καὶ τοὺς μικροὺς ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνει λεγμένοις δειμάμενος κοινῇ τε πολιτεύεσθαι καὶ παραθήγειν ἀλλήλους ἐκέλευσε καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πρᾳότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾷον καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα τοῦ τῆς νηστείας μεταλαμ βάνειν μαθήματος.
 [00742]  Τοσαύτης δὲ πνευματικῆς χάριτος ἀνάπλεως ἦν ὡς προσευχομένου σιγᾶν μὲν ἅπαντας τοὺς παρόντας, ἐπαΐειν δὲ μόνον τῶν ἱερῶν ἐκείνων ῥημάτων, προσευχὴν σπουδαίαν τὴν ἀκρόασιν ἡγουμένους.
 [01188]  [11.4] Πρὸς δὲ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν πόνων καὶ ἡ ἐπανθοῦσα χάρις θαυμάζειν αὐτὸν ἅπαντας καὶ γεραίρειν ἀνέπειθε.
 [01272]  Ὡς δὲ τέλος ἔλαβεν ἡ λειτουργία καί τις αὐτῷ τοῦτο μεμήνυκε πάμπαν γὰρ ἠγνόει τὸ γεγονός , τὰ μὲν πρῶτα ἐλοιδορεῖτο καὶ λόγοις ἔβαλλεν ἅπαντας·
 [01447]  ὑπεδέξατο δὲ ἅπαντας τοὺς ἰδεῖν ἐθελήσαντας.
 [01578]  Πάλιν δὲ τὴν πρὸς ἅπαντας ἀπαγορεύσας διάλεξιν ἐμὲ μόνον τῆς γλυκείας ἐκείνης καὶ τῷ θεῷ φίλης ἠξίου φωνῆς·
 [02092]  ὀγδοήκοντα δὲ συναγωνιστὰς ἔχων, ὑπερηκόντισεν ἅπαντας·
 [02168]  Κἂν ἀπεπνίγην ὑπὸ τῆς ἐκείνων θερμοτέρας προσόδου, εἰ μὴ βοῇ χρησά μενος ἀπεσκέδασεν ἅπαντας.
 [02241]  ∆υσχερανάντων δὲ πρὸς τὴν ἐρώτησιν τῶν παρόντων σιγὴν μὲν ἄγειν ἐκέλευσεν ἅπαντας, πρὸς ἐκεῖνον δὲ ἔφη·
000-00-00 Serial Number=0761500776
Interpretatio in Danielem Ante [Go Back]  
 [00024]  ἅπαντας γὰρ ἴσμεν τοῦ θείου Πνεύματος ὄργανα·
 [00093]  ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπ ηκόους παρέπεμψε, νόμον τεθεικὼς τὸν διαῤῥήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν Θεόν.
 [00146]  Ἐπειδὴ δὲ Βαλτάζαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτίκα καὶ τὴν ἀξίαν ἔτισε δίκην, ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ Θεοῦ ἡ δύναμις τῶν σκευῶν ἐκείνων, καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ' ἑκὼν αὐτὰ προὔ δωκε διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν.
 [00488]  εἰκότως ὁ τῶν ὅλων Θεὸς τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουληθεὶς βασιλέα τῆς ἀνθρω πίνης ὀφρύος τὸ μάταιον, καὶ διδάξαι, ὅτι ῥᾴστην ἔχει τὰ ἀνθρώπινα τὴν μεταβολὴν, εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησι, τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις, τὰς συχνὰς καὶ ἐπαλλήλους διδάσκων τῶν βασιλέων διαδοχὰς, καὶ πείθων ἅπαντας, ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος, ἄναρχόν τε καὶ ἀτε λεύτητον, καὶ ἁπαξαπλῶς αἰώνιον τὴν βασιλείαν.
 [00689]  Οὕτως ἥρπασεν ὁ δείλαιος, ὡς ἐνόμισε, τὴν θείαν τιμὴν, καὶ οὐκ ἀπέχρησεν αὐτῷ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ἀλλὰ καὶ τῇ εἰκόνι προσφέρεσθαι τὴν προσκύνησιν ταύτην ἐνο μοθέτησε, καὶ καταπλήττει μὲν ἅπαντας τῇ τε ὕλῃ, καὶ τῇ τέχνῃ, καὶ τῷ μεγέθει τῆς εἰκόνος·
 [00693]  ἑώρα γὰρ ἅπαντας τὸ κε λευόμενον ποιοῦντας, καὶ φόβῳ καὶ ἡδονῇ δουλεύειν εἰθισμένους·
 [00888]  ἐλεεῖν τε γὰρ πέφυκας, καὶ μακροθυμίᾳ κεχρῆσθαι πρὸς ἅπαντας, σύνδρομόν τε ἔχεις τῇ βουλήσει τὴν δύναμιν·
 [01158]  Ἀλλὰ πάλιν, οὐ πολλοῦ διελθόντος χρόνου, τὴν εἰκόνα ἐκείνην ἀνέστησε, καὶ ἅπαντας τοὺς ὑπηκόους προσκυνεῖν αὐτὴν κατ ηνάγκασε, καὶ τοὺς τὴν εὐσέβειαν προτετιμηκότας, τῇ ἀπλήστως τραφείσῃ πυρᾷ παραδέδωκεν.
 [01175]  Οὕτως ἀνανεύσας ἐκεῖνος, ἐπιγινώσκει μὲν τὰς ὀξυῤῥόπους τοῦ βίου μεταβολὰς, θρηνεῖ δὲ καὶ ὀλοφύρεται τὴν οἰκείαν ἀβελτηρίαν, ὁμολογεῖ τε τὴν τοῦ Θεοῦ βασιλείαν ἀδιάδοχον εἶναι, εἰς ἅπαντας διαμένουσαν τοὺς αἰῶ νας.
 [01177]  ἀδικεῖν δὲ νομίσας ἅπαντας τοὺς ἀνθρώπους, εἰ κρύψειε Θεοῦ τὴν προμήθειαν, δι' ἐπιστολῆς πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται τήν τε προτέραν εὐημερίαν, καὶ συμβᾶ σαν δυσκληρίαν·
 [01409]  Οὐχ ἁπλῶς δὲ προστέθεικε τὸ ἐγὼ, ἀλλὰ διδάσκων ἅπαντας ἀνθρώπους, ὡς Ὁ τῇ ἀλαζο νείᾳ ἐκείνῃ χρησάμενος, ὁ εἰρηκώς·
 [01422]  Καὶ τὸν μὲν Θεὸν καὶ Ὕψιστον, καὶ ∆εσπότην, καὶ ζῶντα καὶ βασιλέα αἰώνιον ἀπεκάλεσεν, ἅπαντας δὲ ἀνθρώπους οὐδὲν προσ ηγόρευσεν.
 [01774]  Οὐ γὰρ μόνον σφᾶς αὐτοὺς τοῦτο ποιεῖν κωλύουσιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ὑπὸ τῆς βασιλείας ὄντας.
 [01857]  οὕτω δὲ ῥᾷστα καταναλωθέντες ὑπὸ τῶν θηρίων τὴν τοῦ Θεοῦ σοφίαν ὑποδεικνύουσι, καὶ διδάσκουσιν ἅπαντας, ὡς οὐχ ὁ τῶν λεόντων κόρος, ἀλλ' ὁ περὶ τὸν Θεὸν τοῦ ∆ανιὴλ πόθος, τῆς τῶν λεόντων αὐ τὸν λύμης ἀπέφηνε κρείττονα.
 [01927]  οὕ τως, ἡνίκα μὲν Ἀσσύριοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας, πρὸς ἑαυτοὺς ἅπαντας εἷλκον τοὺς ὑπ ηκόους·
 [02040]  Πάντα γὰρ, φησὶ, πραγματεύεται, κοινωνοὺς τῆς πονηρίας καὶ τῆς τιμωρίας ἅπαντας ἀνθρώπους λαβεῖν ἐφιέμενος.
 [02191]  Ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος Παῦλος διδάσκει Θεσσαλονικέας, καὶ δι' ἐκείνων ἅπαντας τοὺς τῆς εὐσεβείας ἐραστὰς, ὅτι Μὴ νομίσητε νῦν [81.1433] φανήσεσθαι τὸν τῆς ἀληθείας ἐχθρόν·
 [02459]  ἐκέχρητο δὲ καὶ κωτίλοις λόγοις, τοὺς εὐσεβεῖς ἐξ απατῆσαι πειρώμενος, καὶ βασιλικὰς δωρεὰς ὑπ ισχνεῖτο, παρανομοῦντας ἅπαντας ἰδεῖν ἐφιέμενος.
 [02621]  καὶ γὰρ ἤδη θαυματουργίαις μυρίαις, καὶ τιμωρίαις κατὰ τῶν Αἰγυπτίων χρησάμενος, τῆς πικρᾶς δουλείας ἐκείνης τὸν σὸν λαὸν ἠλευθέρωσας, ὡς εἰς ἅπαντας ἀνθρώπους τῶν γεγενημένων θαυμά των τὴν φήμην δραμεῖν, καὶ τὴν σὴν δύναμιν ἅπασι γενέσθαι δήλην.
 [02902]  Λέγει δὲ ἀληθῆ εἶναι τὸν λόγον, ὥστε ἀνενδοιάστως ἅπαντας τὰ ῥηθησόμενα δέξασθαι.
 [03436]  Καὶ γὰρ οὗτος, φησὶ, προγινώσκων τὸ ἑαυτοῦ τέ λος, πολλῇ χρήσεται σπουδῇ εἰς ἀσέβειαν ἅπαντας ἐκκαλούμενος, καὶ πολλοὺς κοινωνοὺς τῆς τιμωρίας λαβεῖν βουλόμενος.
 [03446]  ἀλλ' αὐτῷ τῷ ἀρχετύπῳ τοῦ Ἀντιόχου, οὗ εἰκὼν καὶ τύπος ὁ Ἀντίοχος γεγονὼς, νικῆσαι εἰς ἀσέβειαν ἅπαντας τοὺς πρὸ αὐτοῦ γενομένους βασιλέας ἐφιλο νείκησε.
000-00-00 Serial Number=0540613055
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00057]  τοὺς δὲ τὴν τοῦ λιμοῦ φθορὰν, καὶ τὴν πολεμικὴν διαφυγόντας σφαγὴν, ἅπαντας αἰχμαλώτους ἀπήγα γεν·
 [00746]  Ὁ τῶν ὅλων Θεὸς τὸ Ἰουδαίων ἐξελέξατο ἔθνος, διὰ τούτων ἅπαντας ἀν θρώπους εὐεργετῆσαι βουλόμενος·
 [02786]  Ταύτης δὲ, φησὶν, ἀξιώσω τῆς κηδεμονίας ὑμᾶς, καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους διὰ τῆς εἰς ὑμᾶς εὐεργεσίας εἰς τὴν ἐμὴν ἐπίγνωσιν τρέψαι βουλόμε νος·
 [03348]  οὗτοι δὲ παραυτίκα τὴν σὴν ἀπόστασιν μαθόντες, μετὰ παντοδαπῆς ἀφί ξονται πανοπλίας, ἵπποις καὶ ἅρμασι κεχρημένοι, καὶ τοὺς ὑπηκόους ἅπαντας ἐπαγόμενοι, καὶ χαρα κώμασι τὰς σὰς ἀποτειχίσουσιν εἰσόδους.
 [04224]  Οὐχ ὁμοίως ἅπαντας τοὺς ἁμαρτάνοντας ὁ τῶν ὅλων παιδεύει Θεὸς, ἀλλὰ τοὺς μὲν οἰκειουμένους αὐτῷ ἰατρικῶς, δικαστικῶς δὲ τοὺς ἄλλους.
 [05856]  Τοῦτο μὲν γὰρ τὰ περὶ Τριάδος καὶ μονάδος ἅπαντας ἀνθρώπους δι δάσκει, καὶ ὅτι ἐν τῇ μιᾷ φύσει τὰς τρεῖς ἰδιότητας θεωροῦμεν·
000-00-00 Serial Number=0282805026
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00835]  ἐντέλλεται δὲ αὐτοῖς ἅπαντας αὐτοὺς συναγαγεῖν, ὡς ἀμπέλου καρπὸν, καὶ τὴν αἰτίαν διδάσκει.
 [03337]  τά τε γὰρ δι' αὐτοὺς γινόμενα θαύματα κατέπληττεν ἅπαντας, καὶ σαφῶς ἐδίδασκεν, ὅτι ὁ τούτων Θεὸς μόνος ἀλη θὴς Θεός·
 [03359]  ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἐτύγχανεν ὢν, καὶ τραπέζης σὺν αὐτῷ κοινωνήσας, ἀνεῖλε τὸν Γοδολίαν, καὶ τοὺς συγκαταλειφθέντας σὺν αὐτῷ ἅπαντας, καὶ Χαλδαίους, καὶ Ἰουδαίους.
 [03364]  ∆ιδάσκει δὲ, ὡς καὶ τούτους ἅπαντας ὁ Ἰσμαὴλ κατηκόντισε, καὶ εἰς φρέαρ τὰ τούτων ἔῤῥιψε σώματα·
 [03366]  Ταῦτα δὲ ἅπαντα δεδρακὼς, τοὺς ὑπολειφθέντας ἅπαντας ᾤχετο λαβὼν, καὶ πρὸς Ἀμμωνίτας κατέφυγεν.
 [03477]  Ὁ μέντοι προφήτης πρὸς ἅπαντας ἀπεκρίνατο, ὅτι Ταύτης ἕνεκα τῆς δεισιδαιμονίας, καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, τὰς παντοδαπὰς ὑμῖν ὁ ∆εσπότης Θεὸς ἐπήγαγε τιμωρίας.
 [04431]  ἀπήγαγε δὲ καὶ ἅπαντας τοὺς λοιποὺς εἰς ∆εβλαθὰ, ὀλίγους τινὰς τῶν πενήτων καταλιπὼν, ὥστε τὴν γῆν γεωργεῖν.
000-00-00 Serial Number=0255142689
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00039]  Τοὺς δὲ ψαλμοὺς οὐχ ἅπαντας αὐτοῦ τινες ἔφασαν εἶναι τοῦ ∆αβὶδ, ἀλλὰ καὶ ἑτέρων.
 [00059]  Ἐγὼ δὲ καὶ τοὺς Ἑβδομήκοντα, καὶ τοὺς ἄλλους ἅπαντας τῆς θείας Γραφῆς ἑρμηνευτὰς τῷ διαψάλματι κεχρημένους εὑρίσκων, οὐ δίκαιον ἡγοῦμαι τοσούτων μὲν καὶ τοιούτων καταφρονῆσαι, ἑνὸς δὲ μόνου διανοίᾳ πιστεῦσαι.
 [00538]  βδελύττῃ γὰρ ἅπαντας τοὺς παράνομον βίον ἀσπαζομένους.
 [00904]  Κρύφιον δὲ τοῦτο τὸ μυστήριον οἱ Ἑβδομήκοντα προσηγό ρευσαν, ἐπειδὴ καὶ τοὺς ἄλλους ἅπαντας, καὶ αὐτοὺς τοὺς ἀποστόλους ἐλάνθανε.
 [01404]  ἀλλ' ἐξέτασιν ἀκριβῆ καὶ αὐτῶν τῶν λογισμῶν ποιησάμενος, εἶδεν ἅπαντας κατὰ ταὐτὸν τῇ δυσσεβείᾳ καὶ τῇ τοῦ βίου παρανομίᾳ κατεχομένους.
 [01861]  ἀντὶ τοῦ, Πέ πεικεν ἅπαντας ὡς οὐρανόθεν μοι τὴν ἐπικουρίαν παρέσχε.
 [03199]  Τούτου δῆτα χάριν καὶ συντρέχειν ἅπαντας ἐν τῷ ναῷ δίκαιον, καὶ τῶν ὕμνων αὐτῷ προσφέρειν τὰς ἀντιδόσεις.
 [03551]  Προσήκει, φησὶν, ὑμᾶς ἅπαντας, τοὺς τὴν θείαν ὁδὸν ὁδεύειν προαι ρουμένους, ἐκθύμως ἀγαπᾷν τῶν ὅλων τὸν πρύτανιν, οἷόν τινι κανόνι τῇ ἀληθείᾳ χρώμενον, καὶ τοὺς ἄμε τρον ἀλαζονείαν κεκτημένους κολάζοντα.
 [03680]  Τὰ μὲν γὰρ ὑπ' αὐτοῦ γινόμενα, ἀπεριέργως ἅπαντας ἄνευ τινὸς διχονοίας, παρακελεύεται δέχε σθαι·
 [03871]  Ὁ γὰρ εἰρηνικὸς εἰρήνην πρὸς ἅπαντας ἀσπαζόμενος, οὔτε κρύβδην τὰ τοῦ πέλας [80.1108] ὑφαιρεῖται·
000-00-00 Serial Number=0428888977
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00457]  Ὁσίους δὲ καλεῖ, τὸν Μωσέα, τὸν Ἀαρὼν, τὸν Ἐλεάζαρον, τὸν Φινεὲς, καὶ τοὺς μετ' αὐτοὺς ἅπαντας κατὰ νόμον ἱερατεύσαντας.
 [00862]  Εὗρε, φησὶν, ἅπαντας τῆς εὐθείας ἐκτραπέντας πορείας, πᾶν δὲ κακίας εἶδος ἀσπασαμένους.
 [00880]  [Ἐπέστη γὰρ αὐτῶν ἡ θανατικὴ καὶ πανωλέθριος ψῆφος, καὶ ἅπαντας ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐξηφάνισεν·
 [01882]  Οὗ δὴ χάριν καὶ τοὺς ἄλλους ἅπαντας ὁμοφύλους εἰς τὴν αὐτὴν εὐσέβειαν διεγείρουσιν, οὐκ ἀνεχόμενοι μόνοι νικη φόροι καλεῖσθαι.
 [02230]  Ὁρῶμεν γὰρ συντρέχοντας ἅπαντας πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας, καὶ τὴν ἀκροτάτην ἀρετὴν μετιόντας.
 [02320]  τὸ γὰρ ὑπὲρ ἡμῶν ὑπεισελθὸν λουτρὸν, ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἅπαντας ἡμᾶς ἀνεγέννησε δι' ὕδατος καὶ Πνεύματος.] Τούτου γὰρ μνημονεύσαντες, καὶ διδάξαντες ὅπως αὐτὸν παρῆλθον οἱ πρόγονοι, ἐπ ήγαγον·
 [02349]  Συναπέστειλε γὰρ αὐτοῖς ὁ Θεὸς καὶ τοὺς εὐσεβείᾳ λαμπρυνομένους, οἷόν τινας παιδονόμους καὶ παιδοτρίβας, ἀλείφοντας καὶ φωτίζοντας, καὶ ποδηγοῦντας ἅπαντας εἰς εὐσέ βειαν.
 [02440]  ∆ιά τοι τοῦτο προσήκει καὶ λαοὺς ἅπαντας, καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη, εὐφραίνεσθαι καὶ χορεύειν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι.
 [03269]  Οὐ παύ σομαι τὴν δικαίαν σου ταύτην διηγούμενος ψῆφον, καὶ διδάσκων ἅπαντας, ὅπως ἐμοὶ καὶ τοῖς πολεμίοις δικάσας, τῆς ἐκείνων δουλείας ἀπήλλαξας.
 [03323]  Ὑπερβάλλεις γὰρ ἅπαντας, καὶ τῇ φύσει, καὶ τῇ δυνάμει, καὶ πᾶσι τοῖς ἀγαθοῖς·
 [03863]  Τούτους δὲ, φησὶν, ἅπαντας ὑποβρυχίους ἐποίησας, καὶ ἢν ἐφ' ἡμῶν ἐκραταίωσας θάλασσαν, [80.1461] ἐπ' ἐκείνων διέλυσας, καὶ τοῖς ἐκείνης αὐτοὺς ἔχωσας κύμασιν.
 [04655]  Ἀντιβολοῦμεν τοίνυν, τού τους μὲν τῖσαι τῆς μιαιφονίας ποινὴν, τοὺς δὲ ἄλλους ἅπαντας ἰδεῖν σὺν ἡμῖν τὴν δικαίαν σου ψῆφον, καὶ τὴν ὑπὲρ τῶν ἀνῃρημένων σοῦ θεραπόντων ὀργήν.
 [05011]  Νικῶσι δὲ ὅμως ἅπαντας, στρατηγοῦντος μὲν τοῦ Ζοροβάβελ, ἄνωθεν δὲ τοῦ Θεοῦ συμμαχοῦντος, καὶ τὸ τῶν πολεμίων καταλύοντος θράσος.
000-00-00 Serial Number=0572872281
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00329]  Ἐπηγγείλω δὲ καὶ ἅπαντας αὐτοῦ κα ταλύσειν τοὺς πολεμίους, καὶ βεβαίαν αὐτῷ τὴν σὴν παρέξειν φιλανθρωπίαν, καὶ περιφανῆ ποιήσειν αὐτὸν καὶ περίβλεπτον.
 [00923]  [Ὑψηλοὺς δὲ καλεῖ τοὺς μεγάλους πα τριάρχας προφήτας τε καὶ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς κατ' ἐκείνους ἅπαντας.] εʹ.
 [01090]  Οὗτος θεασάμενος τοῦ λαοῦ τὸ πλεῖστον τὴν τῶν εἰδώλων ἀσπασάμενον θεραπείαν, προσέταξε μὲν ἅπαντας κατασφαγῆναι τῶν εἰδώλων τοὺς ἱερέας, τοὺς δὲ τούτων βωμοὺς ἐκ βάθρων ἀνασπασθῆναι·
 [01328]  ἡ δευτέρα μέντοι παρ ουσία σαφῶς ἅπαντας ἀνθρώπους διδάξει τοῦ ∆ε σπότου τὴν βασιλείαν·
 [01500]  Χρὴ τοίνυν ἅπαντας ἀνυμνεῖν σε, καὶ τὰς σὰς εὐεργεσίας διεξιέ ναι, καὶ τὴν ἄῤῥητόν σου μὴ περιεργάζεσθαι φύ σιν, τῷ δὲ ὀνόματί σου προσφέρειν τὸ σέβας, καὶ φοβερῷ ὄντι, καὶ παναγίῳ.
 [01602]  Ἰωσίας ὁ βασιλεὺς ἀνέσπασεν ἅπαντας ἐκ βάθρων τοὺς τῶν εἰδώλων βωμούς·
 [03395]  Κατ' ἐκεῖνον γὰρ τὸν καιρὸν τῆς τῶν εἰδώλων πλάνης ὁ λαὸς ἠλευθέρωτο, τοῦ βασιλέως ἅπαντας ἐκπαιδεύοντος τὴν εὐσέβειαν.
 [03860]  Κατὰ ταυτὸν ἅπαντας εἰς χορείαν καλεῖ·
 [04834]  ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας.
 [04907]  Ἡνίκα τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων [80.1865] τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ, καὶ δυνάμει, καὶ κάλλει σώματος κεκο σμημένους ἀπεδοκίμασεν ἅπαντας ἤρετο δὲ τοῦ Ἰεσσαὶ εἰ ἐκλελοίπει τὰ παιδάρια·
 [05289]  Ἐπειδὴ γὰρ εἶπεν, Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, δείκνυσι τὴν τοῦ πλή θους ὑπερβολὴν, χειμάῤῥου δίκην προσβάλλοντος, καὶ συγκαλύψαι ἅπαντας προσδοκήσαντος.
 [05576]  Οὐκ ἀρκοῦνται οἱ δίκαιοι μό νον τῆς εἰς Θεὸν ἐλπίδος ἔχειν τὸν πλοῦτον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὴν ὁμοίαν κτῆσιν προτρέπουσι, καὶ τὸ ἐντεῦθεν φυόμενον δηλοῦσι κέρδος.
 [05870]  Τὸ μὲν γὰρ μέγεθος τῶν ὑπὸ σοῦ γεγενημένων θαυμάτων τὸ σὸν ἅπαντας ἐδίδαξεν ὄνομα·
 [06167]  Οὗτος γὰρ ἐκ δυσσεβοῦς βλαστή σας πατρὸς, τοιούτου δὲ καὶ πάππου γενόμενος ἔκ γονος, τὴν μὲν ἐκείνων ἀσέβειαν ἐβδελύξατο, διὰ πά σης δὲ ὥδευσεν ἀρετῆς, καὶ ζήλῳ θείῳ πυρποληθεὶς, τοὺς τῶν εἰδώλων ἱερέας κατηκόντισεν ἅπαντας·
 [06690]  οὕτω γὰρ ἐκείνους ἅπαντας κατανάλω σεν.
000-00-00 Serial Number=0332755864
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00011]  καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα οὐ μόνον Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας, καὶ ἅπας ὁ τῶν ἀποστόλων χορὸς, οὐδὲ Παῦλος καὶ Βαρνάβας, οἱ μετὰ τούτους χειροτονηθέντες, εἰς ἅπαντας διεπόρθμευον ἀνθρώ πους, ἀλλὰ καὶ Σίλας, καὶ Τῖτος, καὶ Τιμόθεος, καὶ Ἀπολλὼς, οἱ τῶν μεγάλων ἐκείνων ἀνδρῶν μαθηταί.
 [00069]  Καὶ μέντοι καὶ πλήθει, καὶ δυνάμει οὐ τού τους μόνους, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ὑπερ εῖχον οὗτοι·
 [00318]  ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας, οἳ καθάπερ τινὲς ἰχθύες διανήχονται τοῦ βίου τὸ πέλαγος.
 [00448]  καλεῖ δὲ τροπικῶς καὶ τοὺς πολεμίους, ἐρυσίβης δίκην ἅπαντας διαφθείροντας.
 [00648]  εἶτα οἷόν τι δίκτυον τῶν πολεμίων τὸ νέ φος αὐτοῖς περιτιθεὶς, ἅπαντας δίκην ὀρνέων θη ρεύσω.
 [01088]  ταῦτα γὰρ κενὰ καὶ μάταια κέκληκεν, ἃ δίκην καύ σωνος ἅπαντας αὐτῶν διαφθερεῖ τοὺς καρπούς.
 [01372]  Οὕτως εἰς ἀκρόασιν τῶν ῥηθησομένων τούς τε πρεσβυτέρους, καὶ τοὺς ἄλλους ἅπαντας διεγείρας, διηγεῖται λοιπὸν πᾶν τὸ πλῆθος τῶν συμφορῶν, καὶ λέγει, πρώτην μὲν κάμπην ἐπελεύσεσθαι, τὰ δὲ ὑπὸ ταύτης μὴ διαφθαρέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι·
 [01461]  Ἀλλὰ καὶ τοῦ προφήτου προσενηνοχότος τὴν δέη σιν, πάλιν ὁ ∆εσπότης παρακελεύεται τὰς κατὰ νό μον προστεταγμένας ἠχῆσαι σάλπιγγας ἐν τῇ Σιὼν, καὶ διὰ κηρύκων συναγαγεῖν ἅπαντας εἰς τὸ ἀφιερω μένον τῷ Θεῷ ὄρος·
 [01532]  Ἡμέραν γὰρ μεγάλην καὶ ἐπιφανῆ κέκληκε τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησο μένων δεινῶν διατρέχουσαν φήμην.
 [01719]  καὶ δέος καθέξει τοὺς ἀλλοφύλους ἅπαντας, ὥστε μηδὲ ὁδίτην τοιοῦτον δι' αὐτῆς παρ οδεύειν, τὰ εἰς ἐκείνους γεγενημένα δειμαίνοντα.
 [01832]  Οὐ μόνον δὲ τὴν μητρόπολιν, ἀλλὰ καὶ τοὺς περιοίκους ἅπαντας, καὶ τοὺς ἐκ τῆς μὲν Χαῤῥὰν ἀποικισθέντας, ἐκεῖ δὲ οἰ κοῦντας, καὶ τοὺς τῷ Ὢν εἰδώλῳ παροικοῦντας, δορυαλώτους γενέσθαι παρασκευάσω, καὶ τὴν πάλαι περίβλεπτον τῆς Συρίας βασιλείαν παντελῶς κατα λύσω.
 [01949]  Εἰ γὰρ λέων βρυχώμενος ἅπαντας δεδίττεται τοὺς ἀκούοντας, πολλῷ μᾶλλον ἡμεῖς μετὰ δέους, Θεοῦ κελεύοντος, προφητεύομεν.
 [02330]  καὶ γὰρ ἐκεῖ ἀόρατοι δυνάμεις πελέκεσι χρώμεναι, τὴν πόλιν ἅπασαν περιδραμεῖν ἐκελεύσθη σαν, καὶ ἅπαντας πλὴν τῶν τὸ σημεῖον ἐχόντων κατ ακοντίσαι.
 [02556]  Καὶ τὸν ἐκείνων δὲ ὄλεθρον εἰς ἅπαντας ἀν θρώπους ἡ φήμη διαγαγοῦσα, θαυμάζειν ἅπαντας παρεσκεύασε τῆς θείας προμηθείας τὸ δίκαιον.
 [02570]  καὶ τοὺς μὲν ἄλλους ἅπαντας καὶ βασιλέας καὶ ἄρχοντας αἰχμαλώτους ἀπήγαγε, τούτῳ δὲ μόνῳ δέδωκεν ἐξουσίαν διάγειν ὅπου βούλεται.
 [02831]  Τὰς δὲ διῃρημένας εἰς δύο βασιλείας φυλὰς, οὐ λαὸν, ἀλλὰ λαοὺς ὀνομάζει, καὶ παρεγγυᾷ προσέχειν ἅπαντας τοὺς ἐκείνην οἰκοῦντας τὴν γῆν, ὡς τοῦ ∆ε σπότου Θεοῦ μαρτυρομένου, καὶ ἀπὸ τοῦ θείου νεὼ ποιουμένου τοὺς λόγους.
 [03165]  Τῆς γὰρ ἐμῆς ἀπο λαύουσα προμηθείας, οἷόν τισι κέρασι σιδηροῖς, καὶ χαλκαῖς ὁπλαῖς, κεχρημένη τῇ παρ' ἐμοῦ σοι χορ ηγουμένῃ δυνάμει, ἄρδην αὐτοὺς ἅπαντας ἀφανίσεις καὶ παραδώσεις πανωλεθρίᾳ·
 [03770]  ἀκρίδος δὲ δίκην καὶ βρούχου ἄρδην ἅπαντας ὑμᾶς [81.1808] δαπανήσουσι, καὶ ὃν πανταχόθεν συνηθροίσατε πλοῦ τον, οὐδὲ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, οἱ δυσμενεῖς λήψονται.
 [04419]  τουτέστι, τοὺς προῤῥηθέντας ἅπαντας, Ἀλλοφύλους, Παλαιστινοὺς, Μωαβίτας, Ἀμμανίτας, ∆αμασκηνοὺς, καὶ τὰ ἄλλα πάντα ἔθνη.
 [04420]  Καὶ ἐξολο [81.1852] θρεύσει ἅπαντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.
 [04918]  Τούτου, φησὶ, χάριν ἅπαντας ἐκεί νους τοὺς ληϊσαμένους ὑμᾶς καὶ σκυλεύσαντας τοῖς ὑπηκόοις αὐτῶν ὑποχειρίους ποιήσω·
 [05055]  καὶ ἅπαντας κατ' αὐτὸν θανάτῳ παρέπεμψεν, ὃν τροπικῶς προσηγόρευσε βόθρον.
 [05089]  πάσης γὰρ αὐτὸν ἐμπλήσας χάριτος, καὶ τελείᾳ αὐτὸν κατακοσμήσας χάριτι, καὶ στεῤῥὸν ἀποφήνας οἷα δὴ λίθον, ἅπαντας ὑμᾶς [81.1900] ὀλέθρῳ παραδοῦναι παρασκευάσω, ὥστε τὸ ἐλλεῖπον τῇ ἀνθρωπείᾳ δυνάμει ἀναπληρῶσαι καὶ ἐξισῶσαι τῇ ἄνωθεν χάριτι.
 [05115]  Ἐδιδά χθη δὲ διὰ τούτων καὶ ὁ προφήτης, καὶ ὁ λαὸς, ὡς πάντων ἀνθρώπων κριτής ἐστιν ὁ τῶν ὅλων Θεὸς, καὶ ἅπαντας ἀξίας εἰσπράξεται δίκας, πανωλεθρίαν ἐπάγων οὐ μόνον τοῖς εἰς αὐτὸν ἀσεβοῦσιν, ἀλλὰ καὶ τοῖς ἀδικοῦσι τὸν πέλας.
 [05560]  Τούτους δὲ ἅπαντας ὀδύρεσθαι καὶ θρηνεῖν ἔφη, μέγα μὲν κατὰ τοῦ Ἰορδάνου φρονήσαντας, τῆς δὲ ἐλπίδος ψευσθέντας.
 [06163]  Ὑφ' ἑνὸς, φησὶ, δημιουργηθέντες Θεοῦ, ὃς δίκην πατρὸς εἰς ἅπαντας ὑμᾶς τὴν οἰκείαν ἀγάπην ἐπεδείξατο, οὕτω τῶν ὁμοφυῶν ἠμελήσατε, καὶ οὔτε τῆς φύσεως, οὔτε τῆς χάριτος τὴν κοινω νίαν ᾐδέσθητε, ἀλλ' ἀτημελήτους τοὺς ὑμετέρους ἀδελφοὺς κατελίπετε, καὶ περιείδετε τῶν ἐμῶν νόμων παραβάτας γεγενημένους·
 [06393]  Ἵνα γὰρ μὴ εὑρὼν ὑμᾶς πάντας ἐν ἀπιστίᾳ, ἅπαντας ὑμᾶς εἰς τὴν ἀτελεύτητον κόλασιν παραπέμψω, ἥξει πρότερος Ἠλίας, καὶ τὴν ἐμὴν ὑμᾶς παρουσίαν διδάξει, καὶ πείσει ὑμᾶς, ὦ Ἰου δαῖοι, τοῖς ἐξ ἐθνῶν εἰς ἐμὲ πεπιστευκόσιν ἀνενδοιά στως ἑνωθῆναι, καὶ μίαν ἀποφῆναι τὴν ἐμὴν Ἐκ κλησίαν.
000-00-00 Serial Number=0915104628
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00121]  Καὶ γὰρ οὕτως ἔχει, καὶ ταύτην ἡμῖν παρέδοσαν τὴν πίστιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, καὶ ὁ ἱερὸς τῶν μετ' ἐκείνους ἅπαντας ἁγίων Πατέρων κατάλογος.
000-00-00 Serial Number=0269559801
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01045]  ἡνίκα δὲ λοιπὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγοντο γῆν, τηνικαῦτα πάλιν ὁ τῶν ὅλων Θεὸς Ἰησοῦ τῷ τοῦ Ναυῆ προσέταξε περιτεμεῖν ἅπαντας·
 [01494]  Οὐ τάφου φροντίζων, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ γένος ψυχαγωγῶν καὶ διδάσκων ὡς ἅπαντας αὐτοὺς ὁ δεσπότης Θεὸς μεταστήσει τῆς Αἰ γύπτου καὶ τὴν ἐπηγγελμένην αὐτοῖς ἀποδώσει γῆν·
 [02654]  οὐ γὰρ πάντες ἅπαντας τοὺς νόμους ἠπίσταντο.
 [03968]  ἐκείνων δὲ ἀντειρηκότων καὶ τοῦτο δράσαι μὴ βουλη θέντων, ὤμοσε μηδενὶ τῶν ἀριθμηθέντων ὑπὸ τοῦ νομοθέτου δώσειν ἐκεί νην τὴν γῆν, ἀλλὰ τούτους ἅπαντας ἐν τῇ ἐρήμῳ καταναλώσειν.
 [04621]  οἶμαι δὲ αὐτὸν καὶ ἀρχηγὸν τῆς κατὰ τοῦ Ἰωσὴφ ἐπιβουλῆς γεγενῆσθαι καὶ τούτου τεκμήριον, τὸ τὸν ἀξιάγαστον ἄνδρα ἐκεῖνον τοὺς μὲν ἄλλους ἅπαντας ἀπολῦσαι, τοῦτον δὲ μόνον καὶ συλληφθῆναι καὶ δεθῆναι καὶ καθειρχθῆναι κελεῦσαι.
 [04919]  μέλλων μέντοι τὸν βίον ὁ προφήτης ὑπεξιέναι, συνεκάλεσε ἅπαντας καὶ τὰ εἰκότα παρῄνεσεν αὐτοῖς, ὥστε μηδεμίαν πρὸς ἐγχωρίους ἐπιγαμίαν ποιήσασθαι, ὡς τῆς τοιαύτης ἐπιμιξίας τὰς τῆς ἀσεβείας παρεχούσης προφάσεις·
 [05072]  τρὶς γὰρ τοῦ ἔτους ἑορτάζειν ὁ νόμος ἐκέλευσεν εἰς ἓν ἅπαντας χωρίον συντρέχοντας, ἐν ᾧ τὸν θεῖον νεὼν ἐδομήσαντο.
000-00-00 Serial Number=0839189887
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00239]  Καὶ γὰρ Ἠλίας ὁ πάνυ, τοῦ θείου νεὼ πρὸς ἑαυτὸν ἅπαντας κατὰ τὸν νόμον καλοῦντος, ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησε, καὶ θυσίαν προσήνεγκε.
 [01303]  καὶ τοὺς ἐκ τού του δὲ ἅπαντας κοινὸν διεδέξατο τέλος.
 [02042]  Τού τους, φησὶν, ἅπαντας ὁ Σολομὼν ἀπέκρυψεν, ἅτε δὴ θεόθεν τῆς σοφίας τὸ δῶρον δεξάμενος·
 [02480]  Λογισάμενος γὰρ, ὡς ὁ τῶν θυσιῶν νόμος δραμεῖν ἅπαντας εἰς τὴν μητρόπολιν ἀναγκάζει, ἀνιόντες δὲ συναφθῆ ναι τοῖς ἄλλοις πεισθήσονται, καὶ ὑπὸ τὴν ∆αβι δικὴν βασιλείαν γενήσονται, δύο δαμάλεις χρυσᾶς κατεσκεύασε, καὶ τοῖς ὁρίοις τῆς βασιλείας ἐπέστη σεν·
 [02631]  Αἰθιόπων κατηγωνίσατο μυριάδας, καὶ ἄρδην κατηκόντισεν ἅπαντας.
 [02819]  καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ, καὶ κεραυνοὺς καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι, καὶ κλονῆ σαι τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἀποφῆναι, καὶ βιαίοις ἀνέμοις ἄρδην ἅπαντας διολέσαι.
 [02901]  Οὗτος δὲ ὠμότητι χρησάμενος κατὰ τῶν προφητῶν, καὶ πάντας ἄρδην βουληθεὶς διαφθεῖραι, καὶ τοὺς ἁλόντας ἀνελὼν ἅπαντας, περὶ τὸν τοῦ Ἰσραὴλ πο λέμιον τὸ ἥμερον ἔδειξεν.
 [03409]  εἶθ' οὕτω μόνους ἐκείνους κατηκόντισεν ἅπαντας.
 [04142]  Μετὰ τῆς εὐσεβείας δὲ ταύτης παραταξάμενος ἐτρέψατο τοὺς Αἰθίοπας, καὶ διώκων ἅπαντας κατηνάλωσεν.
 [04150]  καὶ ἄλλους δέ τινας Ἀμαζονεὶμ ὠνομασμένους, οὓς κατ' αὐτῶν στρατεύσαντας ἄρδην κατέκτειναν ἅπαντας.
 [04174]  καὶ πάμπολλα θύματα προσενεγκὼν τῷ Θεῷ, ὀμόσαι παρεσκεύασεν ἅπαντας, ὡς τῆς ἐννόμου πολιτείας οὐκ ἀποστήσονται, ἀλλὰ μόνῳ λατρεύσουσι τῷ σεσω κότι Θεῷ.
 [04188]  Ἀναμιμνήσκει δὲ αὐτὸν καὶ τῶν Αἰθιό πων, καὶ τῶν Λιβύων, καὶ τῶν ἵππων, καὶ τῶν ἁρμάτων, καὶ τῆς αὐτοῦ πίστεως, δι' ἣν αὐτοὺς κατηνάλωσεν ἅπαντας·
 [04298]  Τὸ δὲ τῆς νίκης παράδοξον ἐξεδειμάτωσεν ἅπαντας τῶν ὁμόρων τοὺς βασιλεῖς.
 [04313]  Οὗτος καὶ τοὺς ἀδελφοὺς κατέκτεινεν ἅπαντας, καὶ διὰ πάσης ὥδευσε πονηρίας.
 [04452]  Ἄχαζ δὲ ὁ τού του παῖς ἐν ταῖς τῆς ἀσεβείας ἐπινοίαις τοὺς ὁμοίους ἀπέκρυψεν ἅπαντας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»