Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄστεως [27]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄστεως


000-00-00 Serial Number=0535554886
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00058]  Ἵνα δὲ μὴ φθόνος τῷ κάλλει τοῦ δώρου λυμήνηται, συμπεπόμφαμεν ἄρτους, τοῦ ἄστεως τὴν ἐρημίαν δηλοῦντας.
000-00-00 Serial Number=0721929729
Historia ecclesiastica Ante [Go Back]  
 [02075]  ἀπαγομένων δὲ αὐτῶν ἔξω τοῦ ἄστεως, ἠκολούθει τὸ τῆς πόλεως πλῆθος, ἀγάμενον αὐτοὺς τῆς εὐψυχίας καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας παρρησίαν θαυμάζον.
 [02498]  καταλαβὼν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην (παρ' αὐτοὺς γὰρ τοῦ ἄστεως τοὺς περιβόλους ὁ Εὐφράτης ἔχει τὸν πόρον), ἐπέβη τε πορθμείου καὶ τοῖς ἐρέταις ἐλαύνειν ἐπὶ τὸ Ζεῦγμα προσέταξεν.
 [02543]  ἐπειδὴ δὲ ἅπαντες τὴν πόλιν κατα λιπόντες πρὸ τοῦ ἄστεως συνηθροίζοντο, ἀφίκετο μὲν αὐτὸς εἰς τὴν Ἔδεσσαν, τῷ δὲ ὑπάρχῳ προσέταξε (Μόδεστος δὲ τηνικαῦτα ἦν) τούς τε ὑπ' αὐτὸν στρατιώτας ἀθροῖσαι οἳ τὰς εἰσφορὰς εἰσπράττειν εἰώθασι, καὶ τῆς ὁπλιτικῆς δυνάμεως τοὺς παρόντας παραλαβεῖν καὶ τὸ συναθροιζόμενον σκεδάσαι πλῆθος, καὶ ῥάβδοις παίοντας καὶ ῥοπάλοις καὶ τοῖς ἄλλοις πολεμικοῖς ὀργάνοις εἰ δεήσοι χρωμένους.
 [02557]  τοὺς δὲ τούτων ἡγουμένους, πρεσβυτέ ρους φημὶ καὶ διακόνους, ἀγαγεῖν τε προσετάχθη καὶ δυοῖν θάτερον, ἢ πεῖσαι κοινωνῆσαι τῷ λύκῳ, ἢ τοῦ ἄστεως ἐξελάσαι καὶ εἴς τινας ἐσχατιὰς παραπέμψαι.
 [02813]  μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν ὑποδεχομένη τοὺς ἐκ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεως ἐξιόντας καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα.
 [03472]  εἰς μικρὰ δὲ αὐτὸν διελόντες τὰ μὲν παρέδοσαν τῷ πυρί, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεως ἔσυρον, τῶν προσκυνούντων ὁρώντων καὶ τοῦ παρ' αὐτῶν προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων.
 [03612]  οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν.
 [03613]  ὁ δὲ βασιλεὺς ὡς ἱερεῦσι πιστεύσας πόρρω αὐτὸν τοῦ ἄστεως γενέσθαι προσέταξεν.
000-00-00 Serial Number=0790917993
Historia religiosa Ante [Go Back]  
 [00180]  Οἱ δὲ μέγα ἐβόησαν, ὡς εὐαλώτου γενομένου τοῦ ἄστεως·
 [00202]  Χρόνου δὲ διελθόντος καὶ τοῦδε τοῦ ἄστεως ὑπὸ τοῦ τηνικάδε κρατοῦντος τῇ περσικῇ βασιλείᾳ παραδοθέντος, ἐξῄεσαν μὲν ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες, ἔφερον δὲ τοῦ προμάχου τὸ σῶμα, ἀσχάλλοντες μὲν καὶ ὀλοφυρόμενοι τὴν μετοικίαν, ᾄδοντες δὲ τοῦ νικηφόρου ἀριστέως τὴν δύναμιν.
 [00382]  Τούτου γενο μένου, συρρεῖ ἅπαν τὸ τοῦ ἄστεως πλῆθος, καὶ τὸ πολεμικὸν γυμνάσιον πλῆρες τῶν συνθεόντων ἐγένετο.
 [00478]  Ἐπανιόντι γὰρ αὐτῷ καὶ ὀλίγους τοῦ ἄστεως σταδίους ἀπέχοντι οἰκέτης τις ἀπήντησεν, εἰς ἀγρὸν ὑπὸ τῆς δεσποίνης ἀποσταλείς.
 [00708]  Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ τριάκοντα σταδίους ἀφεστηκός.
 [00868]  [8.2] Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς κυκωμένην καὶ πρὸ τοῦ ἄστεως ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας καὶ τῆς ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια εἷλκε μὲν ὅτι πλείστους εἰς τὴν τῶν θείων λογίων ἀκρόασιν·
 [01156]  ∆ιὰ δὲ μέσου τοῦ ἄστεως τὸ σῶμα τὸ ἱερὸν ἐφέρετο οἷόν τισι στεφάνοις χρυσοῖς τῷ σιδήρῳ ἐκείνῳ ὡραϊζόμενον, πάντων ἡγουμένων καὶ τῶν τὰς μεγάλας ἀρχὰς πεπιστευμένων.
 [01167]  Ῥωμανὸς δὲ ὁ θεῖος, ἐν τῇ Ῥώσῳ καὶ τεχθεὶς καὶ τὰ πρῶτα τραφεὶς, ἐν Ἀντιοχείᾳ τοὺς τῆς ἀρετῆς ὑπεδέξατο ἄθλους, ἔξω μὲν τῶν τοῦ ἄστεως περιβόλων παρὰ τὴν ὑπώρειαν ἐσκηνωμένος, ἐν ἀλλοτρίῳ δὲ οἰκιδίῳ καὶ τούτῳ σμικρῷ πάντα τὸν χρόνον διαβιώσας.
 [01326]  Ὡς δὲ καὶ ἕτερα λέγειν ἠπείγετο ἃ ὑπ' ἄλλων τινῶν βιασθεὶς ἐδεδράκει, τοῦ μὲν ἐμπρήσας τὴν οἰκίαν, τοῦ δὲ τὰ κτήματα διαφθείρας, τὸν δὲ ἄλλο τι λυμηνάμενος, σιγὴν ἄγειν ἐκέλευσεν ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ παραυτίκα πόρρω που καὶ τῆς κόρης καὶ τοῦ ἄστεως γενέσθαι.
 [01635]  Καὶ γὰρ τὴν ἐκείνων πολιτείαν διηγησάμενος ἀρχὴν τὸν θεῖον ἐκεῖνον ἐποιησάμην Ἰάκωβον ὃς τὴν περσικὴν ἐκείνην στρατιὰν ἐσκέδασε προσευχῇ καί, τῶν τοῦ ἄστεως περιβόλων κατα πεσόντων, οὔτε τὴν πόλιν ἁλῶναι συνεχώρησε καὶ τοὺς πολεμίους φυγεῖν κατηνάγκασεν ἐμπίδας αὐτοῖς ἐπιστρατεύ σας καὶ κώνωπας.
 [01647]  καὶ τοῦτο τὸ ὄρος καταλαβὼν ὃ τοῦδε τοῦ ἄστεως τριάκοντα σταδίους ἀφέστηκεν, ἐπίσημον ἀπέφηνε καὶ σεβάσμιον, ἄσημον ὂν πάλαι καὶ ἄκαρπον παντελῶς.
 [01684]  Πολλῶν δὲ πολλαχόθεν συνεληλυθότων ὡς ἁρπασομένων τὸ σῶμα, πυθόμενοι οἱ τοῦ ἄστεως συνέδραμον ἅπαντες καὶ στρατιῶται καὶ ἰδιῶται, οἱ μὲν τὴν πολεμικὴν ἀναλαβόντες σκευήν, οἱ δὲ ὅπλοις τοῖς προστυχοῦσι χρησάμενοι·
 [01722]  Ἧκε δέ τις ἀπὸ τοῦ ἄστεως εἴσπραξίν τινα στρατιωτικὴν ἐμπεπιστευμένος.
 [02336]  ἀλλὰ τούτων ἁπάντων ὑπεριδοῦσαι, καὶ βραχύ τι πρὸ τοῦ ἄστεως χωρίον περιλαβοῦσαι, καὶ εἴσω τούτου γενόμεναι, πηλῷ καὶ λίθοις τὴν θύραν ἀνῳκοδόμησαν.
000-00-00 Serial Number=0887114823
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03028]  Τὴν Μήδων καὶ Περσῶν ἐπανάστασιν κατὰ τῆς Βαβυλῶνος διὰ τούτων ᾐνίξατο, οἳ πᾶν εἶδος μηχανημάτων τοῖς περιβόλοις πολιορκοῦντες προσήνεγκαν, καὶ νύκτωρ ἐν ἑορτῇ εἴσω τοῦ ἄστεως γεγονότες, ἅπασαν μὲν ἐχειρώσαντο τὴν πόλιν, ἐν έπρησαν δὲ τὸ πλεῖστον, αἱμάτων δὲ καὶ τὰς οἰκίας καὶ τὰς ἀγυιὰς ἁπάσας ἐπλήρωσαν.
000-00-00 Serial Number=0126539469
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04430]  ∆ιδάσκει τε καὶ ὅπως Ναβουζαρδὰν ὑπὸ τοῦ Ναβουχοδονόσορ ἀποσταλεὶς, καὶ τὸν θεῖον νεὼν ἐνέπρησε, καὶ πρὸς τούτῳ τὰ βασίλεια, καὶ τὰς λαμ πρὰς τῆς πόλεως οἰκίας, καὶ τοὺς περιβόλους τοῦ ἄστεως ἐκ βάθρων ἀνέσπασεν·
000-00-00 Serial Number=0511720121
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02785]  Ἐνταῦθα δὲ τὰ μεταξὺ γενόμενα λέγει, ὅτι κηρύξας ἐξῆλθε τοῦ ἄστεως, καὶ πηξάμενος σκηνὴν τὸ τέλος ἀνέμενε τῆς προῤῥήσεως·
000-00-00 Serial Number=0983314395
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01924]  Ἐτέλεσε δὲ τὸ συσσίτιον παρά τινα πηγὴν, πρὸ τοῦ ἄστεως ἀναβλύζουσαν, παρ' ἣν βασιλικὸς ἐτεθήλει παράδεισος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»