Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄρχων [79]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄρχων


000-00-00 Serial Number=0517463565
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00067]  Καὶ Ἡσαΐας δὲ βοᾷ, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ [83.1421] ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυ ρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλον τος αἰῶνος.».
000-00-00 Serial Number=0740925372
Commentaria in Isaiam Ante [Go Back]  
 [01387]  Οὐ σὺ μόνος εἶ ἄρχων, [9καὶ] ἐρεῖ·
 [01400]  Οὐ σὺ μόνος εἶ ἄρχων, τὰ ὅμοια εἴρηκεν.
 [01509]  Μετὰ ταῦτα ἔδειξεν ἡμῖν τοῦ τεχθέντος παιδίου τὴν ἀξίαν καὶ τὰς θεοπρεπεῖς αὐτοῦ προσηγορίας ἐδίδαξεν, ὅτι θεὸς ἰσχυρός, ὅτι ἐξουσιαστής, ὅτι ἄρχων εἰρήνης, ὅτι πατὴρ τοῦ μέλλοντος αἰῶνος.
 [01565]  «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ δοκία ἐθνῶν.».
 [01955]  Καὶ ὁ ἄρχων ἀπολεῖται ὁ καταπατῶν τὴν γῆν.
 [03593]  «Οὐ κληθήσεται ἔτι ὁ ἄφρων ἄρχων οὐδὲ δολίῳ ῥηθήσεται σωτήρ.».
 [03859]  [22Κύριος] κριτὴς ἡμῶν, κύριος ἄρχων ἡμῶν, κύριος βασιλεὺς ἡμῶν, κύριος σωτὴρ ἡμῶν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.
 [05684]  «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν», πλεῖστος δὲ διεληλύθει ἐτῶν ἀριθμὸς ἐκ τῆς δοθείσης τῷ Ἀβραὰμ ἐπαγγελίας μέχρι τῆς κλήσεως τῶν ἐθνῶν·
 [07645]  «Οὐκ ἐκλείψει» γὰρ ἔφη «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.».
000-00-00 Serial Number=0714766026
De incarnatione domini Ante [Go Back]  
 [00027]  Ἐπειδὴ γὰρ ἔμελλε τοσούτοις ἀγαθοῖς ἐντρυφήσειν, καὶ τοσούτων ἄρχων ἀνηγορεύθη καὶ βασιλεὺς, ἵνα μὴ τῷ πλήθει τῶν δωρεῶν ὑπερμαζή σας, καὶ τῷ ὕψει τῆς ἡγεμονίας ἐπαρθεὶς κατα σκιρτήσῃ τοῦ κτίσαντος, καὶ μεγίστην ἐκ τῆς τυ ραννίδος ἀπενέγκηται βλάβην, κατὰ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον τὸν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα δι' ἀλαζονείαν, ἀναγκαίως ὁ σοφὸς τῶν ὅλων πρύτανις κωλύων αὐτοῦ τὸν ὄγκον τοῦ φρονήματος, Ἀδὰμ προσηγόρευσεν, ἵνα ἐκ τῆς προσηγορίας ἐν νοῶν τὴν συγγένειαν, καὶ τὰς ἀφορμὰς τῆς φύσεως λογιζόμενος, καὶ τὸν πρόγονον χοῦν πρὸ τῶν ὀφθαλ μῶν θεώμενος, ἑαυτὸν μὲν γνωρίζῃ, προσκυνῇ δὲ τὸν τοσαύτην εὐπρέπειαν αὐτῷ καὶ μεγαλοπρέπειαν δωρησάμενον·
 [00197]  «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω·
 [00202]  «Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται·» καὶ αὖθις·
 [00203]  «Ἔρχεται ὁ τοῦ κόσμου τού του ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·» πάσης γὰρ ἀπηλλαγμένος αἰτίας, οὐδὲν εἶχε τῶν τοῦ διαβόλου σπερμάτων.
 [00583]  Καλεῖται γὰρ τὸ τῆς Παρθένου βρέφος Ἐμ μανουὴλ, καὶ τὸ τοῖς σπαργάνοις ἐνειλημμένον, καὶ θηλὴν ἕλκον, καὶ τρεφόμενον γάλακτι, καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ Θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς, καὶ ἄρχων εἰρή νης, καὶ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, καὶ Υἱὸς Ὑψίστου, καὶ Σωτὴρ, καὶ Κύριος, καὶ τῶν ὅλων ∆ημιουργός.
000-00-00 Serial Number=0548065841
De providentia orationes decem Ante [Go Back]  
 [02081]  «Ἔρχεται ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν.».
 [02086]  «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.».
000-00-00 Serial Number=0721201062
Eranistes Ante [Go Back]  
 [00205]  Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
 [00336]  Οὐκ ἐκλείψει, γὰρ ἔφη, ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
 [00544]  Τίς γὰρ τῶν ἐκ ∆αβίδ, κατὰ τὸν Ἡσαΐαν, ἄρχων ἐθνῶν ἀνεδείχθη;
000-00-00 Serial Number=0370191395
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02408]  Τίς δ' ἂν εἴη ἕτερος οὗτος ὁ ἡγεμὼν, ἢ ὁ ἄρχων, ἢὁ παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον;
000-00-00 Serial Number=0355532408
Graecarum affectionum curatio Ante [Go Back]  
 [00947]  Ὁ αὐτὸς δὲ τῷ Πλούτωνι οὗτος ὁ θεός, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων [3.63] ἄρχων.
 [02603]  Καὶ ἀργεῖ μὲν παρ' Ἀθηναίοις ὁ Ἄρειος [9.18] πάγος καὶ ἡ Ἡλιαία καὶ τὸ ἐπὶ ∆ελφινίῳ δικαστήριον καὶ ἡ τῶν πεντακοσίων βουλὴ καὶ οἱ ἕνδεκα καὶ οἱ θεσμοθέται καὶ ὁ πολέ μαρχος καὶ ὁ τοῦ ἐνιαυτοῦ ἄρχων ὀνόματα ἄλλως ἐστὶν ὀλί γοις κομιδῇ γνώριμα τοῖς ἀναγινώσκειν ἐθέλουσι τὰ τοῖς πάλαι ξυγγεγραμμένα·
 [03213]  Οὐκ ἐκλείψει γὰρ ἔφη ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται·
000-00-00 Serial Number=0290073335
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01864]  Ἔστη γὰρ, φησὶν, ἐξεναντίας μου, ὁ ἄρχων Περσῶν.
 [01865]  Μέμνηται δὲ τοῦ ἄρχοντος τῶν Ἑλλήνων, καὶ προστέθεικεν, ὡς οὐδεὶς ἕτερος αὐτῷ συνέπραξεν ὑπὲρ τῆς Ἰουδαίων ἐλευθερίας πρεσβευομένῳ πρὸς τὸν Θεὸν, εἰ μὴ Μιχαὴλ ὁ ἄρχων αὐτῶν.
 [02262]  Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν σου, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν ἔσται·
000-00-00 Serial Number=0752258658
Historia religiosa Ante [Go Back]  
 [01849]  ἐνενόουν γὰρ ὡς οὔτε ἄρχων ἐπεδήμει τότε τῇ πόλει οὔτε ὀχημάτων ἡ ὁδὸς ἦν οὔτε ὁ καιρὸς τοῖς ὀχήμασιν ἐπιτήδειος.
000-00-00 Serial Number=0755778372
Interpretatio in Danielem Ante [Go Back]  
 [00332]  Οὐκ ἔστι γὰρ, ἔλεγον, ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις δυνήσεται γνωρίσαι τὸ ῥῆμα τῷ βασιλεῖ, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ ἐπαοιδὸν καὶ Χαλδαῖον.
 [00650]  Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτὸν ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτὸν, καὶ κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρ χοντα πάσης τῆς κτήσεως αὑτοῦ·
 [00856]  Καὶ οὐκ ἔστι, φησὶν, ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος.
 [01094]  Σὺ μόνος εἶ ἄρχων, καὶ ἐρεῖ·
 [01224]  Βαλτάσαρ, ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων, ὅτι Πνεῦμα ἅγιον ἐν σοὶ, καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σοι, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπέ μοι.
 [03008]  Καὶ ὁ ἄρχων, φησὶ, βασιλείας Περσῶν εἱ στήκει ἐξ ἐναντίας μου, εἴκοσι καὶ μίαν ἡμέραν.
 [03010]  πάσας δὲ ταύτας τὰς ἡμέρας διεκώλυσέ μου τὴν πρὸς σὲ ἄφιξιν ὁ τῆς τῶν Περσῶν βασιλείας ἄρχων.
 [03022]  Τούτων τοίνυν ἐντεῦθέν τε κἀκεῖθεν δήλων γεγενημένων, ζητητέον τί δήποτε ὁ τῆς Περ σικῆς βασιλείας ἄρχων ἐναντιοῦσθαι ἐδόκει τῷ τὴν ὑπὲρ τοῦ λαοῦ ποιουμένῳ συνηγορίαν.
 [03025]  Πῶς τοίνυν τῇ τῶν Ἰσραηλιτῶν κηδεμονίᾳ ἐναντιοῦσθαι ἐδόκει τῆς Περσῶν βασιλείας ὁ ἄρχων;
 [03027]  Ὅ τε γὰρ τῶν Περσῶν ἄρχων, καὶ ὁ τῶν Ἑλλήνων ἄρχων, τουτέστιν, οἱ τὴν τούτων φυλα κήν τε καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι, ἀναγκαίως, ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι, ὧν τὴν κηδεμονίαν εἶχον, καὶ τοῦ Ἰσραὴλ δὲ τὴν παρανομίαν ὁρῶντες, ἐδυσχέραινον πλείονος αὐτοὺς βλέποντες ἀπολαύοντας προμηθείας.
 [03032]  Καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν·
 [03075]  καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο.
 [03076]  Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν Γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.
 [03537]  Καὶ ἐν τῷ καιρῷ, φησὶν, ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἐφεστηκὼς τοῖς υἱοῖς τοῦ λαοῦ σου.
000-00-00 Serial Number=0012492180
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00999]  Ὁ βασιλεὺς πενθήσει, καὶ ὁ ἄρχων ἐνδύ σεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται.
 [01423]  Καὶ ὁ ἄρχων γὰρ αὑτῶν ἐν μέσῳ αὐτῶν ἐπ' ὤμων ἀρθήσεται, καὶ κεκρυμμένως ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι' αὐτοῦ·
 [02992]  Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
 [04028]  Ταύτην ἔσχε τὴν νόσον καὶ ὁ τῆς Τύρου ἄρχων, ὅ τε ὁρώμενος, ὅ τε ἀόρατος.
 [04038]  καὶ ὁ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός.
 [04515]  Τίς δὲ οὗτος ὁ ἄρχων τῶν ἐθνῶν, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ ∆εσπότης Χριστὸς, πρὸς ὃν ὁ προφήτης φησί·
 [04518]  Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
 [04520]  Ἔσται γὰρ, φησὶν, ἡ ῥίζατοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχων ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.
 [05086]  Καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ ὁ δοῦλός μου ∆αβὶδ ἄρχων ἐν μέσῳ αὐ τῶν.
 [05541]  (βʹ.) Καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, καὶ ἄρχων εἷς ἔσται πάντων αὐ τῶν εἰς βασιλέα.
 [05547]  Καὶ ὁ δοῦ λός μου ∆αβὶδ ἄρχων
 [05563]  καὶ ∆α βὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα.
000-00-00 Serial Number=0128031909
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02293]  ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ τοῦ θρόνου ∆αβὶδ, ἄρχων ἐπὶ Ἰούδαν.
 [02792]  Καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.
 [03098]  Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
000-00-00 Serial Number=0061869264
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02536]  νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.
 [02538]  Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν [80.1020] ἐμοὶ εὑρήσει οὐδέν.
000-00-00 Serial Number=0606487572
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00064]  Οὐκ ἐκλείψει γὰρ, φη σὶν, ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ [80.1205] δοκία ἐθνῶν.
 [02156]  ἐκείνου γάρ ἐστι φωνὴ, Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
 [02708]  Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.
 [03315]  Ἔοικε δὲ τῇ τοῦ πατριάρχου Ἰακὼβ προηγορίᾳ, Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται·
000-00-00 Serial Number=0371741533
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00381]  [ἵνα μή τις ὑπολάβῃ τὸ παιδίον ἄν [80.1592] θρωπον, καὶ οὐ Θεὸν, διὰ τῶν ἑξῆς σαφέστερον ἔδειξε, τῷ εἰπεῖν·] Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.
 [02374]  ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν.
 [05686]  Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγε λος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος, ἀμήν.
000-00-00 Serial Number=0566152990
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01000]  Καθὼς ἠφανίσθη ὁ ἄρχων Σαλμανὰ ἐν τῷ οἴκῳ Ἀρβεὴλ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν.
 [03370]  Ὁ γὰρ ἄρχων, φησὶν, αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε·
 [04819]  Οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.
000-00-00 Serial Number=0449898601
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01927]  καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξεναντίον μου εἴκοσι καὶ μίαν [129] ἡμέραν.
000-00-00 Serial Number=0585221827
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01571]  οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ δοκία ἐθνῶν .
 [01577]  οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγού μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπό κειται καὶ αὐτὸς προσδοκία ἐθνῶν .
 [04535]  προλέγει δὲ ὅτι ὁ νῦν τὸν Ἰσραὴλ ἐκλεξάμενος, μικρὸν ὕστερον καὶ πάντα καλέσει τὰ ἔθνη καὶ τούτων κἀκείνων αὐτὸς ἔσται ἄρχων καὶ βασιλεύς.
 [04536]  ἔσται, γάρ φησιν, ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχ θέντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ .
 [04974]  ὅσον μέντοι ὀνίνησιν ἄρχων εὐσεβὴς καὶ φιλό θεος, ἡ ἱστορία διδάσκει·
 [05200]  ὁ μέντοι τοῦ Γεδεὼν σκοπὸς οὐκ εἰς ἀσέβειαν ἀπέκλινεν, ἀλλ' ὡς ἄρχων καὶ στρατηγὸς ἐβού λετο διὰ τοῦ ἐφοὺδ τὸ πρακτέον μανθάνειν·
000-00-00 Serial Number=0257071972
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02054]  Ἦν γὰρ, φησὶν, ἄρχων ὁ Σολομὼν ἐπὶ πᾶσι τοῖς βασιλεῦ σιν ἀπὸ τοῦ ποταμοῦ, καὶ ἕως γῆς ἀλλοφύλων, καὶ ἕως ὁρίων Αἰγύπτου.
000-00-00 Serial Number=0695562065
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00079]  Ὁ δὲ περὶ τοῦ Ἐμμανουὴλ προαγορεύσας προφήτης μετ' ὀλίγα πάλιν τοιαῦτα περὶ αὐτοῦ γέγραφεν, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμ βουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»