Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄλλοις [269]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄλλοις


000-00-00 Serial Number=0892849922
Commentaria in Isaiam Ante [Go Back]  
 [01404]  Νομίσας γὰρ ὁ ἀλαζὼν ἐκεῖνος καὶ δυσσεβὴς τοῖς ἄλλοις θεοῖς ἐοικέναι τῆς Ἱερουσαλὴμ τὸν θεόν, τοῖς μανικοῖς τούτοις κέχρηται λόγοις, καὶ τῷ Ἐζεκίᾳ δὲ γέγραφεν·
 [01814]  παρα πλησίως γὰρ τοῖς ἄλλοις ὁπλίταις ἐπὶ τῆς γῆς ἐρριμμένος οἰωνοῖς καὶ θηρίοις βορὰ ἔσῃ.
 [01869]  Τούτου χάριν εὐχείρωτος πᾶσι τοῖς πλησιοχώροις ἐγένετο, καὶ οὐ μόνον αὐτὸν αἱ δέκα φυλαὶ μετὰ τῶν Σύρων κατεπολέμησαν, ἀλλὰ καὶ Ἀλλόφυλοι πρὸς τοῖς ἄλλοις πολλὰς αὐτοῦ πόλεις καὶ κώμας διήρπασαν.
 [02084]  Οὐκέτι φησὶ βασιλευθή σονται ἀλλὰ τοῖς ἄλλοις ἔθνεσι παραπλησίως δουλεύσουσιν.
 [02909]  Αὐτὸς δὲ ὁ δεσπότης τοῖς εἰς αὐτὸν πεπιστευκόσι παρεγγυᾷ ὥσπερ ἔν τισι ταμιείοις τῇ πίστει τῶν κηρυγμάτων καὶ τῇ ἐλπίδι τῶν μελλόντων κατακρυβῆναι καὶ διαφυγεῖν τὸν τοῖς ἄλλοις ἀνθρώποις ἐπιφερόμενον ὄλεθρον·
 [03156]  Ὥσπερ γὰρ ὁ ἐκ πυρῶν καὶ κριθῶν καὶ ζειῶν ἄρτος τὸ κύμινον δεχόμενος καὶ τὸ μελάνθιον ἡδίων γίνεται, οὕτω διὰ τούτων τοῖς ἄλλοις ἔθνεσιν ὁ θεὸς τὴν ὠφέλειαν ἐπόριζεν.
 [03255]  Ἀλλ' ὅμως καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς οἰομένοις ἀγνοεῖν τὸν θεὸν τὰ κρύβδην γινόμενα τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου φησίν·
 [04098]  ∆ῆλος δὲ ἦν οὗτος ἄλλοις ἐπι στρατεῦσαι βουλόμενος, διὸ δὴ ἔφη·
 [05541]  Οἱ τοῖς ἄλλοις προλέγειν τὰ ἐσόμεν
 [05556]  Εἰσὶ μέν φησι καὶ ἐν τοῖς ἄλλοις ἔθνεσι παράνομον αἱρούμενοι νόμον, ἀλλ' οὐ ταύτην ἅπαντες τὴν πολιτείαν ἀσπάζονται·
000-00-00 Serial Number=0379536808
De providentia orationes decem Ante [Go Back]  
 [00038]  Καὶ οἱ τὸ φιλοσοφεῖν ὑπισχνούμενοι, καὶ τὴν ἀπὸ τοῦ σχή ματος τιμὴν παρὰ πάντων δρεπόμενοι, καὶ τῶν παθῶν κρατεῖν ἐπαγγελλόμενοι, προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἐποίησαν, καὶ τὸν αὐτοκρά τορα νοῦν τῶν παθῶν ἡνίοχον, θύειν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ κλοπῇ, καὶ μέθῃ, καὶ τοῖς ἄλλοις πάθεσιν ἀνοήτως πεπείκασιν.
 [00118]  Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Θεοῦ τὴν πρόνοιαν, ἐφεστῶσαν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις φωστῆρσι, καὶ οἷόν τινι φωνῇ παρακελευομέ νην δᾳδουχεῖν τοῖς ἀνθρώποις, καὶ οὐχ ἁπλῶς δᾳδου χεῖν, ἀλλὰ κατὰ χρόνου διανομήν.
 [00558]  Εἰ δέ τις μόνον ἀν τιλέγειν τῇ ἀληθείᾳ δεδιδαγμένος, τὰς ἐν ἄλλοις μο ρίοις τοῦ σώματος τῶν τριχῶν ἐκφύσεις προβάλ λοιτο, μανθανέτω καὶ περὶ τούτων μάτην ἀχαριστῶν.
 [00588]  Λέουσι μὲν γὰρ, καὶ ἄρκτοις, καὶ παρδάλεσι, καὶ τοῖς ἄλλοις θηρίοις, ὀξεῖς καὶ παχεῖς καὶ μακροὺς καὶ μάλα ἰσχυροὺς ἐνέφυσεν ὁ Ποιητὴς ὄνυχας, καὶ φυσικὴν αὐτοῖς περιτέθεικε πανοπλίαν, ἐπειδὴ τῆς τεχνικῆς αὐτοὺς μεταλαχεῖν βοηθείας ἡ ἀλογία κωλύει.
 [00669]  Νῦν δὲ τοῦ μεγάλου τοῖς ἄλλοις ἀντικειμέ νου, καὶ γραφίδα μάλα ῥᾳδίως κατέχομεν, καὶ σκα πάνην, καὶ δίκελλαν, πρίονά τε, καὶ σκέπαρνον, καὶ σφύραν, καὶ πυράγραν, καὶ πάντα ὅσα τέχνης ἐστὶν ὄργανα.
 [00739]  Εὔδηλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς ἡμῶν χάριν ὁ Ποιητὴς καὶ ταῖς μελίτταις, καὶ τοῖς ἄλλοις ἀλό γοις ἅπασι, φυσικά τινα πλεονεκτήματα δέδωκε καὶ διένειμεν, ὡς ἂν ἡμεῖς πανταχόθεν τὴν ὠφέλειαν συλλέγωμεν.
 [00791]  Τούτου χάριν ἐν τοῖς ἄλλοις ἅπα σιν ἐξεταστικός τίς εἰμι καὶ λογικὸς, καὶ κρίνειν τὸ δέον ἐπίσταμαι, καὶ φεύγειν τὸ λυποῦν οἶδα σα φῶς·
 [00792]  σοῦ δὲ ἄγοντος, ἐῤῥῶσθαι φράσας ἐκείνῳ τῷ λογικῷ, τοῦ κτήνους μιμοῦμαι τὸ εὐπειθὲς, καὶ τοῖς ἄλλοις ὢν λογικὸς, κτηνώδης γίνομαι παρὰ σοί.
 [00921]  Τί τοίνυν ἀχαριστεῖς τοῖς δικαίοις τὴν πενίαν συνεζευγμένην ὁρῶν, καὶ τὸ τῆς ἀρετῆς ὄργανον διαβάλλεις, ὅμοιον ποιῶν, ὥσπερ ἂν εἴ τις θρόνους μὲν ἐπαινοίη, καὶ βάθρα, καὶ κλίνας, καὶ θύρας, καὶ οἰκοδομημάτων κάλλη, τὰ δὲ τοῦ οἰκοδόμου καὶ τέκτονος ὄργανα σκώπτοι, καὶ μέμφοιτο τῷ σκεπάρνῳ, καὶ τῷ τερέτρῳ, καὶ τοῖς ἄλλοις, δι' ὧν ἐκείνων ἕκαστον γίνεται;
 [01169]  Καὶ δύο δὲ τούτων ἢ τρεῖς φωραθέντες, καὶ κολασθέντες ὑπὸ τῶν νόμων, ἱκανὸν τοῖς ἄλλοις ὠφελείας ὑπόδειγμα γίνονται, καὶ τῶν ὁμοτρόπων τὴν τιμωρίαν ὁρῶντες, μισοῦσι τὴν πονη ρίαν, ὡς θανάτων τοιούτων μητέρα.
 [02049]  Μᾶλλον δὲ καὶ τοῖς ἄλλοις ἀνοίγω τοῦ θανάτου τὸ δεσμωτήριον, σὲ δὲ καθείρξω μόνον, ὡς τὸν ὅρον παραβεβηκότα τὸν θεῖον.
000-00-00 Serial Number=0629620194
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00078]  Παρακαλῶ τοίνυν τὴν ὑμετέραν ἀγχίνοιαν αἰδεσθῆναι τὸν νομοθέτην, καὶ τὸν δίκαιον φοβηθῆναι κριτήν, καὶ μὴ γενέσθαι κακὸν τοῖς ἄλλοις παράδειγμα, μηδὲ τὴν τῆς παρανομίας θύραν ἀνοῖξαι τοῖς φιληδόνοις, μηδὲ προτιμῆσαι τὸ ἡδὺ τοῦ συμφέροντος.
 [00088]  Τοῦτο δὲ καὶ τοῖς ἄλλοις κτήμασι προξενήσει τὴν εὐλογίαν.
 [00329]  Πολλοῖς μὲν οὖν καὶ ἄλλοις καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐντετυχήκαμεν, ἄρχειν ὑπὸ τῆς ὑμετέ ρας ψήφου λαχοῦσιν, ἀξιάγαστον δὲ μάλιστα καὶ αἰδοῦς ἀξιώ τατον εἴδομεν τὸν λαμπρότατον Νέωνα.
 [00515]  ἡ δὲ σὴ θεοσέβεια κρουνοὺς τοῖς ἄλλοις προσφέρει.
000-00-00 Serial Number=0936437905
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00138]  ἵνα τὴν μὲν σεβασμίαν ὑμῶν κεφαλὴν τῷ νικηφόρῳ κατακοσμήσῃ στεφάνῳ, ἀρχέτυπον δὲ ὠφελείας τοὺς ὑμετέρους ἄθλους προσενέγκῃ τοῖς ἄλλοις.
 [00156]  Λωβᾶται γὰρ καὶ οἴνοις, ὥσπερ αὖ καὶ σώμασι καὶ φυτοῖς καὶ οἰκοδομαῖς καὶ τοῖς ἄλλοις χειροποιήτοις.
 [00200]  μείζονα γὰρ ἔχομεν κηδεμόνα, ὃς καὶ τοῖς ἄλλοις νομοθετεῖ ὀρφανῶν καὶ χηρῶν πολλὴν ποιεῖσθαι φροντίδα·
 [00232]  Ἧκον δὲ καὶ οἱ τὴν σύνοδον συγκαλοῦντες, καὶ ἀπέδωκαν ἄλλοις τέ τισι τῶν μητροπολιτῶν, καὶ τῷ ἡμετέρῳ, τὰ τῆς κλήσεως γράμματα.
 [00504]  ὑμεῖς δὲ τοῖς ἄλλοις ὑποδείξατε, καὶ πρὸς οἶκτον κινήσατε.
 [00507]  Πολλοῖς μὲν καὶ ἄλλοις, δέσποτα, διαλάμπεις εἴδεσιν ἀρε τῆς, οὐχ ἥκιστα δὲ κοσμεῖ σου τὴν ὁσιότητα φιλανθρωπία καὶ χρημάτων ὑπεροψία καὶ δεξιὰ τὴν τῶν δεομένων ἀναβλύζουσα θεραπείαν.
 [00532]  προστεθῆναι δὲ τοῖς ἄλλοις καλοῖς καὶ τὸν κολο φῶνα τῶν ἀγαθῶν τὴν εὐσέβειαν, ἵνα μὴ χωλεύῃ τῶν ἐγκωμια ζόντων ὁ ἔπαινος.
 [00731]  Πολλοῖς μὲν καὶ ἄλλοις εἴδεσιν ἀρετῆς κοσμεῖσθαι τὴν σὴν ἁγιωσύνην ἀκούομεν ὑπόπτερος γὰρ ἡ φήμη πάντοσε δια δραμοῦσα τῆς σῆς εὐκλείας τὰς ἁπάντων ἐνέπλησεν ἀκοάς ·
 [01025]  ∆ιὰ τοῦτο καὶ ὅρκον τῷ λόγῳ προτέ θεικεν, καὶ ὁ τοῖς ἄλλοις ἀπαγορεύων τοὺς ὅρκους, ὀμώμοκεν, ἵνα πείσῃ ὡς τῆς ἡμετέρας μεταμελείας καὶ σωτηρίας ἐφίε ται.
 [01101]  μᾶλλον δὲ τοῖς μὲν ἄλλοις ἅπασι πᾶσα πόλις ἀνέῳ κται, οὐ μόνον τοῖς τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦσιν, ἀλλὰ καὶ Μανιχαίοις, καὶ Μαρκιωνισταῖς, καὶ τοῖς τὰ Βαλεντίνου καὶ Μοντανοῦ νοσοῦσι, καὶ μέντοι καὶ Ἕλλησι καὶ Ἰουδαίοις·
 [01386]  Οὕτω γὰρ καὶ τοῖς ἄλλοις ἡ ὑμετέρα μεγαλοφυΐα δικάζουσα πράγμασιν ἐκφέρει τὰς ψήφους, ἐκ τῶν τῆς κατηγορίας καὶ ἀπολογίας λόγων συνορῶσα τὸ δίκαιον.
 [01395]  Πρέπει γὰρ ὑμῖν τοῖς ἄλλοις κατορθώμασι καὶ τόδε προσθεῖναι τὸ κλέος.
 [01583]  Ἔγραψα δὲ οὐκ ἄλλοις προσφέρων διδασκαλίαν, ἀλλὰ πρὸς τὴν γεγενημέ νην συκοφαντίαν ἀπολογίαν ποιούμενος καὶ τὸ ἐμαυτοῦ φρό νημα τοῖς ἀγνοοῦσι τοῦτο δεικνύς.
 [01805]  Πρέπει γάρ σου τῇ ὁσιότητι τοῖς ἄλλοις αὐτῆς κατορθώμασι καὶ τοῦτον προσθεῖναι τὸν ζῆλον.
 [01816]  Οὗτοι δὲ ὅπως μὲν τοῖς ἄλλοις ἐδίκασαν, οὐδὲν ἐρῶ, ἵνα μὴ δόξω περιττός τις εἶναι καὶ πολυπραγμονεῖν τὰ ἀλλότρια·
 [02262]  Ἔδει καὶ τοῦτο τοῖς ἄλλοις τῆς ὑμετέρας ἀνδρίας κατορθώ μασι προστεθῆναι, τὸ τὸν εὐσεβέστατον ἡμῶν καὶ φιλόχριστον βασιλέα, ὃν ἡ θεία χάρις ἐπ' εὐεργεσίᾳ τῶν ἀρχομένων ἀν έδειξε, διὰ τῆς ὑμετέρας μεγαλοφυΐας μαθεῖν τὴν τῆς καθ' ἡμῶν ἀδικίας ὑπερβολὴν καὶ λῦσαι νόμῳ νόμον δικαίῳ τὸν οὐ τοιοῦτον.
 [02495]  οὐδὲν δὲ τὸν Θεὸν Λόγον ἐκ τῆς Παρθένου προσειλη φέναι φασίν, ἀλλὰ πάροδόν τινα δι' αὐτῆς ὥσπερ διὰ σωλῆνος ποιήσασθαι, ἐπιφανῆναι δὲ τοῖς ἀνθρώποις φαντασίᾳ χρησά μενον, καὶ δόξας εἶναι ἄνθρωπος, ὃν τρόπον ὤφθη τῷ Ἀβραάμ, καί τισιν ἄλλοις τῶν παλαιῶν.
 [02882]  Καὶ αὐτὸς δὲ ὁ Κύριος, τὴν δευτέραν αὑτοῦ παρουσίαν προαγορεύων, πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα εἴρηκε·
000-00-00 Serial Number=0282281160
Eranistes Ante [Go Back]  
 [00529]  Ὁ γὰρ τοῖς ἄλλοις ἀπαγορεύων ὀμνύναι, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, καθά φησι καὶ ὁ ἀπόστολος, ἐμεσίτευσεν ὅρκῳ, ὰΙνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.
 [01235]  {ΟΡΘ.} Καὶ πῶς οἷόν τε παραιτουμένους ἡμᾶς τὸ καὶ ἄνθρωπον ἀποκαλεῖν τὸν Χριστόν, ἄλλοις τοῦτο παρεγγυᾶν;
 [01256]  Καὶ ὁ μακάριος Παῦλος ἐπὶ τοῦ Ἀρειου πάγου τοῖς παρεστῶσι προσφέρων τὸ σωτήριον κήρυγμα πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα ἔφη·
 [01302]  {ΟΡΘ.} Ἐκείνων, ἔνθα παρεξετάζων ὁ θεῖος ἀπόστολος τὴν λευϊτι κὴν ἱερωσύνην τῇ τοῦ Χριστοῦ, ἀπείκασε μὲν ἐν τοῖς ἄλλοις τὸν Μελχισεδὲκ τῷ δεσπότῃ Χριστῷ·
 [01536]  {ΕΡΑΝ.} Ὑποσχόμενος δείξειν τὸν κύριον τὴν ἐλλείπουσαν διδα σκαλίαν προστιθέντα τοῖς δεομένοις, ὅτι μὲν τοῖς Φαρισαίοις καὶ τοῖς ἄλλοις Ἰουδαίοις περὶ τῆς οἰκείας διελέχθη θεότητος, εἴρη κας·
 [01842]  ἐν δέ γε τοῖς ἄλλοις πλείστην συγγένειαν ἔστιν εὑρεῖν.
 [02158]  Οὐ γὰρ τὸ ἀσώματον τῆς σοφίας πνεῦμα σύμμορφον τοῖς σωματικοῖς ἀνθρώποις ἐστίν, ἀλλ' ὁ τῷ πνεύματι σωματοποιηθεὶς ἀνθρώπινος χαρακτήρ, ὁ τοῖς ἄλλοις ἅπασιν ἰσάριθμα μέλη φορῶν, καὶ τὴν ὁμοίαν ἑκάστοις περιβεβλημένος ἰδέαν.
 [02432]  ∆ιὰ τοῦτο οὔτε ἐξ ἀρχῆς τελείας ἡλικίας [174] τὸν ἄνθρωπον ἀνέλαβεν, ἀλλ' ἠνέσχετο καὶ συλληφθῆναι καὶ τεχθῆναι καὶ γαλακτοτροφηθῆναι, καὶ τοσοῦτον χρόνον ἐπὶ τῆς γῆς διατρίψαι, ἵνα καὶ τῷ μήκει τοῦ χρόνου καὶ τοῖς ἄλλοις ἅπασι τοῦτο αὐτὸ πιστώσηται.
 [02979]  Πῶς τοίνυν ὁ τὸ ἀνενδεές τε καὶ ἄπονον τοῖς ἄλλοις δωρούμενος, αὐτὸς τοῦ κόπου τὸ πάθος καὶ τῆς πείνης καὶ τοῦ δίψους ὑπέμεινεν;
 [03361]  Τοῖς δέ γε ἀγγέλοις καὶ τοῖς ἄλλοις, ὧν ἀρτίως ἐμνήσθης, αὐτὸς τὴν ἀθανα σίαν δεδώρηται.
 [03637]  Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι.
 [03694]  Πέρας γοῦν ὁ προφήτης Ἡσαΐας αὐτὰ μὲν τὰ τῶν παθῶν αὐτοῦ διεξιὼν ἴχνη πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ τό·
 [04264]  Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, τοῖς ἄλλοις σώμασι συγγενές, τοῦ ὕπνου τὴν χρείαν δεξά μενον, καὶ ὁ τῆς συγχύσεως λόγος ἀποδέδεικται μῦθος.
000-00-00 Serial Number=0133362234
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01761]  πρῶτον γὰρ αὐτῆς θαυμάζει τὸν τῆς ἀγάπης καρπὸν, λέγει δὲ αὐτὴν καὶ τοῖς ἄλλοις τῆς ἀρετῆς εἴδεσι κομᾷν·
 [02308]  διδάσκει δὲ ὡς ἐν τῷ ταῦτα ποιεῖν, καὶ τὴν διδασκαλίαν τοῖς ἄλλοις προσ φέρειν ἀνθρώποις, ἅρμασιν Ἀμιναδὰβ περιέπεσαν, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, ἅρμασι λαοῦ τοῦ ἡγουμένου, ἢ, ὡς ὁ Ἀκύλας, ἅρμασι λαοῦ ἑκου σιαζομένου ἄρχοντος.
000-00-00 Serial Number=0851786494
Graecarum affectionum curatio Ante [Go Back]  
 [00021]  p.12 Προύργου δὲ ᾠήθην καὶ τοῖς παρ' Ἕλλησιν ὀνομαστοτάτοις γεγενημένοις νομοθέταις τοὺς ἡμετέρους παρεξετάσαι, τοὺς ἁλιέας λέγω καὶ τὸν σκυτοτόμον καὶ τοὺς τελώνας, καὶ δεῖξαι πάλιν ἐκ ξυγκρίσεως τὸ διάφορον, καὶ ὡς ἐκεῖνοι μὲν οἱ νόμοι μετὰ τῶν τεθεικότων τῷ τῆς λήθης παρεδόθησαν ζόφῳ, οἱ δὲ τῶν ἁλιέων ἀνθοῦσιν οὐ μόνον παρ' Ἕλλησι καὶ Ῥωμαίοις, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Σαυρομάταις καὶ Πέρσαις καὶ τοῖς ἄλλοις βαρ βάροις.
 [00091]  [1.25] Εἰ δὲ ἄρα τοῦτό φατε, ὡς ἔξω μὲν τῆς Ἑλλάδος καὶ ἔφυσαν οἵδε οἱ ἄνδρες καὶ ἐτράφησαν, τὴν δέ γε Ἑλληνικὴν ἠσκήθησαν γλῶτταν, πρῶτον μὲν ὁμολογεῖτε καὶ ἐν ἄλλοις ἔθνεσιν ἄνδρας γεγενῆσθαι σοφούς·
 [00098]  Λέγωμεν περὶ τοῦ Σωκράτους τὰ καὶ παρὰ τοῖς ἄλλοις μνήμης κατηξιω μένα, τὰ μὲν πρὸς ἔπαινον αὐτοῦ καὶ ψόγον πολλαχῶς ὑπὸ τῶν λογίων ἀνδρῶν μεμυθευμένα ἐπ' ὀλίγον φυλοκρινοῦντες, καταλι πόντες δὲ ἀνεξέταστον τὸ εἴτε αὐτὸς εἰργάσατο ξὺν τῷ πατρὶ τὴν λιθοκοπικὴν τέχνην, εἴτε ὁ πατὴρ αὐτοῦ μόνος.
 [00168]  Εἰ τοίνυν ἀμφισβητήσιμα μὲν τὰ τῶν φιλοσόφων δόγ ματα λογισμῶν γάρ ἐστιν ἀνθρωπίνων εὑρέματα , ἔρις δὲ πολλὴ παρ' αὐτοῖς καὶ λογομαχία τις ἄσπονδος, ἄλλοις δέ τισι τὴν πρὸς Θεὸν ξυνουσίαν τε καὶ ὁμιλίαν ὁ Πορφύριος μεμαρτύ ρηκε, τοῦ δὴ χάριν, ὦ φιλότης, τῶν μὲν ἀνθρωπίνων καὶ ἀμφι βόλων ἐξήρτησθε λόγων, τῶν δὲ θεοφιλῶν ἀνδρῶν οὐ προσίεσθε [1.50] τὰ μαθήματα;
 [00189]  Ταῦτα ἐν τῷ Τιμαίῳ περὶ τῶν ποιητῶν ὁ Πλάτων εἴρηκε καὶ προσέταξεν Ὁμήρῳ καὶ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις ποιηταῖς μυθολογοῦσι πιστεῦσαι καὶ οὐκ ᾐδέσθη φάναι, ὅτι ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι, καὶ ταῦτα κωμῳδῶν ἀλλαχοῦ τὰ παρ' ἐκείνων λεγόμενα, ὡς ἐν ἑτέρῳ δὴ χωρίῳ σαφῶς ἐπιδείξομεν.
 [00429]  Ἐγὼ γάρ, ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, ὑπὸ ταύτης τῆς σκέψεως οὕτω σφόδρα διετυφλώθην, ὥστ' ἀπέμαθον καὶ ἃ πρὸ τοῦ ᾤμην [2.14] εἰδέναι.
 [00547]  Ἀλλ' ὅ γε ἐν τούτοις ἀκριβῶς οὕτω θεολογήσας, ἐν ἄλλοις, ἢ τοὺς πολ λοὺς ὀρρωδήσας ἢ τῷ ὄντι γε ἀγνοήσας, πολλῶν ἐποιήσατο μνήμην θεῶν καὶ πολλὴν ἐνεργάζεται τοῖς ἐντυγχάνουσι λώβην.
 [00685]  [2.84] Καὶ ἕτερα δέ γε πλεῖστα εἴρηται καὶ τούτῳ καὶ Πλουτάρχῳ καὶ Νουμηνίῳ καὶ τοῖς ἄλλοις, ὅσοι τῆς τούτων ἦσαν ξυμμορίας.
 [00722]  Τὸν αὐτὸν δὲ καὶ Υἱὸν μονογενῆ καὶ Λόγον καὶ Ζωὴν καὶ Φῶς καὶ Ἀλήθειαν ὀνομάζομεν, καὶ ἄλλοις δὲ παμπόλλοις ὀνόμασι κεχρημένοι τὴν θείαν φύσιν ἀνυμνοῦμεν.
 [01029]  Καὶ τοῖς ἄλλοις δὲ ζῴοις αἱ ἄλλαι πόλεις θείας τιμὰς ἀφιέρωσαν·
 [01156]  Οὐ μόνον δὲ ἐν τούτοις διαφωνίᾳ γε πλείστῃ, ἀλλὰ κἀν τοῖς ἄλλοις ἐχρήσαντο.
 [01317]  ἀλλ' ὅπερ ἐστὶ τοῖς ἄλλοις τεχνί ταις καὶ ὕλη καὶ ὄργανα, καὶ μέντοι καὶ χρόνος καὶ πόνος καὶ ἐπιστήμη καὶ ἐπιμέλεια, τοῦτο τῷ Θεῷ τῶν ὅλων ἡ βούλησις·
 [01341]  ∆ιά τοι τοῦτο καὶ τὸν Νεϊλόν φασιν οὐ κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις ποτα μοῖς πλημμυρεῖν καιρόν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε ἡλίου τὴν βορειοτέραν διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν ποταμοῖς ἐνοχλοῦντος, τούτου δέ γε πλεῖ στον ἀπέχοντος.
 [01343]  Καὶ γὰρ τοῖς ἄλλοις παρεγγυῶ τῆς μὲν θείας οἰκονομίας μὴ πολυπραγμονεῖν τὰς αἰτίας, θαυμάζειν δὲ τὰ γινό μενα καὶ τὸν ποιητὴν ἀνυμνεῖν.
 [01362]  [4.68] Ταῦτα ταῖς τῶν φιλοσόφων, ὦ φίλοι ἄνδρες, παρεξετάσατε δόξαις, καὶ σκοπήσατε, ὀρθῇ γε καὶ δικαίᾳ χρώμενοι ψήφῳ, τίνα τούτων περὶ Θεοῦ λέγειν πρόσφορα καὶ ἁρμόδια, τὸ ἀγέ νητον εἶναι τὸ πᾶν, ἢ ἀπὸ ταὐτομάτου ξυστήναι, ἢ τὸ ἀπὸ τῶν ἀτόμων καὶ τοῦ κενοῦ ξυναρμοσθῆναι, ἢ τὸ ὑπὸ Θεοῦ μέν, ἐκ δὲ τῆς ὕλης γενέσθαι, ἢ τούτων μὲν ἕκαστον περὶ Θεοῦ λέγειν ἀνόσιον, ἐκεῖνο δέ γε εἰκός τε καὶ ἀληθές, ὡς τῶν ὅλων ποιητὴς ὁ Θεός, οὐ τοῖς ἄλλοις τεχνίταις παραπλησίως ἐξ ὕλης τὰ πάντα δημιουργήσας, ἀλλ' αὐτὸς τὰ πάντα μὴ ὄντα παραγαγὼν καὶ [4.69] παρασχεῖν ἐθελήσας τοῖς μὴ οὖσι τὸ εἶναι.
 [01511]  Μίαν γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις μετρίοις ἕκα [5.31] στον·
 [01698]  Τῷ ὄντι γὰρ ὥσπερ τοῖς Ἕλ λησιν Ἰλλυριοὶ καὶ Παίονες καὶ Ταυλάντιοι καὶ Ἀτιντᾶνες βαρβαρίζειν δοκοῦσιν, οὕτως αὖ ἐκείνοις καὶ τοῖς ἄλλοις, ὅσοι τῆς Ἑλλάδος φωνῆς ἐπαΐειν οὐ δύνανται, ἡ Ἀτθὶς καὶ ∆ωρὶς [5.71] καὶ Αἰολὶς καὶ Ἰὰς βάρβαροι εἶναι δοκοῦσιν.
 [01757]  Ἐπίκουρος δὲ ὁ Νεοκλέους καὶ ἡ ἐκείνου ξυμμορία εἶναι μὲν ἔφασαν τὸν Θεόν, πρὸς αὑτὸν δὲ ἀπεστράφθαι [6.7] καὶ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἄλλοις ἐθέλειν.
 [01823]  καὶ πτάρνυσθαι μὲν τοὺς πταί ροντας ἔλεγον, οὐκ ἄλλοις τι προσημαίνοντας, ἀλλὰ τὸ ξύνηθες ὑπομένοντας πάθος·
 [01824]  καὶ τοὺς διαλεγομένους οὐκ ἄλλοις τι προ δηλοῦν, ἀλλὰ περὶ τῶν αὐτοῖς προκειμένων ποιεῖσθαι τοὺς λόγους·
 [01846]  ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ' ὕβρεως, ὡς δή γε οὔτε ἄρχοντος οὔτε αὖ ἡγε μόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλεί πεται ἔρημος θεοῦ·
 [01850]  Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ βελτίονι γί νεσθαι καὶ ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίνεσθαι, ἵν' ἐκεῖνοι ὁρῶντες πάσχοντα, ἃ ἂν πάσχῃ;
 [02041]  Ἐπεὶ καὶ τοῖς ἄλλοις ὅσα ἐλάττω ζῷα αὐτοῦ κόσμον γῇ φέροντα μέμφεται οὐδεὶς νοῦν ἔχων.
 [02052]  καὶ Ξενοφῶντι τῷ Σω κρατικῷ καὶ Ἐπικτήτῳ τῷ Στωϊκῷ καὶ ἄλλοις πλείοσι μάρτυσι δυνάμενος χρήσασθαι καὶ φυσικαῖς ἀποδείξεσιν οἷός τε ὢν δι ελέγξαι τῶν ἀπιστούντων τῷδε τῷ λόγῳ τὴν ἄνοιαν, ἀποχρῆν οἶμαι τὰ ξυνειλεγμένα εἴς γε τὴν τῆς ἀληθείας βεβαίωσιν.
 [02071]  Καίτοι καὶ τοὺς ἰατροὺς ἐκείνους θαυμάζετε, οἳ οὐκ ἄλλοις προσφέρειν τὴν θεραπείαν κελεύου σιν, ἀλλ' αὐτοὶ τῆς ἀμπεχόνης γυμνούμενοι καὶ τὸν χιτωνίσκον διαζωσάμενοι τὸν σίδηρον μεταχειρίζουσι καὶ τὴν τομὴν ἐπιφέρουσι καὶ δυσοσμίας ἀνέχονται καὶ τοῦ ἰχῶρος δέχονται τὰς ῥανίδας καὶ καταιονῶσι τῇ σπογγιᾷ καὶ τὰ φάρμακα ἐπιπάττουσι καὶ τἄλλα [6.84] δρῶσιν, ὅσα τῆς ἰατρικῆς τέχνης ὁ νόμος διαγορεύει.
 [02122]  καὶ τοῖς ἄλλοις δὲ ἅπασι πολὺς γὰρ ὁ τούτων ὅμιλος ἀπε κλήρωσε πανηγύρεις, ἑκάστῳ τῶν δαιμόνων ἐκ τῆς προσηγορίας ὀνομάσας τὴν ἑορτήν, Ἕρμαια καὶ Κρόνια καὶ Ποσειδώνια καὶ Ἡράκλεια καὶ Ἀσκλήπια καὶ Ἀνάκια.
 [02307]  Καὶ γὰρ τὸν Ἡρακλέα, ἄνθρωπον γεγονότα καὶ Ἀλκμήνης παῖδα καὶ Ἀμφιτρύωνος, καὶ θεὸν ἀπέφηναν, ὡς ἐνόμισαν, καὶ τοῖς ἄλλοις θεοῖς ξυνηρίθμησαν.
 [02330]  Τοιγαροῦν καὶ ἄνθρωπος ἦν, οὐδὲ τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τραφείς, ἀλλὰ καὶ παρὰ κυνὸς τῆς πρώτης ἀπολαύσας τροφῆς καὶ τῷ τῶν θηρευόντων οἴκτῳ διασωθείς, καὶ οὐκ ἐκ θείας σοφίας καὶ ἐπιστήμης τὸ ἰατρεύειν ἔχων, ἀλλὰ παρὰ Χείρωνος τήνδε [8.21] τὴν τέχνην ἐκπαιδευθείς.
 [02334]  Ἀλλὰ καὶ οὕτω γε φύντα, ὡς εἴρηται, καὶ σωθέντα γε καὶ τραφέντα καὶ ἐμπρησθέντα, τοῖς ἄλλοις θεοῖς κατέλεξαν καὶ τεμένη γε καθω σίωσαν καὶ καθιέρωσαν βωμούς, καὶ λοιβῇ καὶ κνίσῃ, πάλαι μὲν προφανῶς, νῦν δὲ ἴσως ἐν παραβύστῳ, γεραίρετε καὶ τὰ τούτου ἀγάλματα θείας ἀξιοῦτε τιμῆς καὶ τὸν ἐνειλημένον αὐτῷ θαυμάζετε δράκοντα καὶ ξύμβολον εἶναι τῆς ἰατρικῆς φατε, ὅτι καθάπερ ἐκεῖνος ἀποδύεται τὸ γῆρας, οὕτως ἡ ἰατρικὴ τῶν νόσων ἐλευθε [8.23] ροῖ.
 [02355]  [8.27] Ἵνα δὲ γνῶτε καὶ ὑμεῖς, ὧν δὴ εἵνεκα τῷ ∆ιῒ καὶ τοῖς ἄλλοις ξυνετάχθη καὶ οὗτος, ἐγὼ τὰ περὶ τοῦδε ἐρῶ διηγήματα.
 [02646]  Καὶ τοῖς μὲν ἄλλοις αὐτῶν νόμοις ἅπαντας ὑποκύπτειν τοὺς ὑπηκόους καταναγκά ζουσι, τοὺς δὲ τῶν ἁλιέων ἐξαρνηθῆναι τοὺς πεπιστευκότας οὐ πείθουσιν.
 [02827]  ἐν τοίνυν τούτῳ πρὸς πολ [10.6] λοῖς ἄλλοις καὶ ταῦτα ἔφη·
 [03002]  καὶ Ἄραβες δὲ καὶ Μαδιηναῖοι καὶ Ἀμαληκίται ὑπ' ἄλλοις ἡγεμόσιν ἐτέλουν·
 [03444]  ἐνταῦθα δὲ σφηκῶν αὐτοῖς καὶ μελιττῶν καὶ μυρμήκων ἀπεκλήρωσε βίον, καὶ τοὺς ἐν τῷ προτέρῳ βίῳ μηδὲν ἠδικηκότας ἆθλον ἔφη λαμ [11.39] βάνειν τὸ ἀδικεῖν καὶ λωβᾶσθαι τοῖς ἄλλοις.
 [03534]  [11.58] Οὗτος καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως καὶ Κορινθίοις καὶ Θεσσαλονικεῦσι καὶ Φιλιππησίοις καὶ πολλοῖς ἄλλοις ἐπέ στειλεν.
 [03910]  Καὶ ἑσπερίσαι αὐτὸν καὶ διανυκτερεῦσαι πίνοντα ἔφη, καὶ τῶν ἄλλων ἀπειρηκότων ἤδη καὶ τὸν ὕπνον ἀσπασαμένων, ἐγρηγορότα μεῖναι πίνοντα καὶ μεταξὺ διαλεγόμενον, ὀνησιφόρον μὲν οὐδέν, ἃ δὲ Ἀλκιβιάδῃ καὶ Ἀριστοφάνει καὶ τοῖς ἄλλοις ἥρμοττε κωμασταῖς.
 [04022]  [12.92] Ἐπειδὴ τοίνυν τοσαύτη τῶν παρανομούντων διαφορά, οὐ χρεὼν ἅπασι χαλεπαίνειν ὁμοίως, ἀλλὰ τοὺς μὲν προδήλως τὸν συώδη βίον ἀσπαζομένους μυσάττεσθαι, τοῖς δὲ ἄλλοις καὶ ξυμβουλεύειν καὶ παραινεῖν καὶ χεῖρα ὀρέγειν καὶ θεραπεύειν ἐπιμελῶς καὶ προσφέρειν τῆς ὑγιείας τὰ φάρμακα·
000-00-00 Serial Number=0069011271
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00090]  Ἑαυτὸν δὲ τὴν ἄπειρον ὠνόμασε δύναμιν, καὶ Ἰουδαίοις μὲν ὡς Υἱὸν φανῆ ναι, πρὸς δὲ Σαμαρείτας ὡς Πατέρα κατεληλυθέναι, ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ὡς Πνεῦμα ἅγιον ἐπιφοι τῆσαι.
 [00164]  τὸν δὲ Κύριον Ἰησοῦν ἐκ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας γεννηθῆναι τοῖς ἄλλοις ἀνθρώποις πα ραπλησίως, ἀρετῇ δὲ αὐτὸν διαπρέψαι, καὶ καθαρὰν ἐσχηκότα ψυχὴν, καὶ μεμνημένην τῆς μετὰ τοῦ ἀγεν νήτου διαγωγῆς.
 [00218]  Τούτους φασὶ τοὺς λʹ Αἰῶνας τοῖς μὲν ἄλλοις ἅπασιν ἀδήλους εἶναι, αὐτοῖς δὲ μόνοις γνωρίμους.
 [00220]  φύντα καὶ ἰδεῖν αὐτὸν, καὶ τοῖς ἄλλοις δηλῶσαι, κατέσχεν ἡ Σιγὴ, καὶ τὴν ἐπι χείρησιν διεκώλυσεν.
 [00446]  Ἐντετύχηκα δὲ κἀγὼ λόγοις αὐτοῦ, καὶ κατὰ εἱμαρμένης γραφεῖσι, καὶ πρὸς τὴν Μαρκίωνος αἵρε σιν, καὶ ἄλλοις οὐκ ὀλίγοις.
 [00685]  Τὸν Ἰησοῦν δὲ, τοῖς Ἑβραίοις παραπλησίως, ἔφησε κατὰ φύσιν ἐξ ἀνδρὸς γεγεν νῆσθαι καὶ γυναικὸς, τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας, σωφροσύνῃ δὲ, καὶ δικαιοσύνῃ, καὶ τοῖς ἄλλοις ἀγα θοῖς διαπρέψαι.
 [00730]  Ἐν ἄλλοις δὲ συγγράμ μασιν οὐδὲ τοῦτο.
 [00874]  Κέχρηνται δὲ καὶ ταῖς πεπλανημέναις τῶν ἀποστόλων Πράξεσι, καὶ τοῖς ἄλλοις νόθοις, μᾶλλον δὲ ἀλλοτρίοις τῆς χάριτος, ἃ καλοῦσιν ἀπόκρυφα.
 [00913]  Κατὰ τούτου πάλιν συνέγραψε ∆ιονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ἐν μὲν τοῖς ἄλλοις ἐπαινῶν, ἐν δὲ τούτοις διελέγχων τὸν πλάνον.
 [01053]  Καὶ βαπτίζον τες δὲ μέχρι τῶν στέρνων τῷ ὕδατι δεύουσι, τοῖς δὲ ἄλλοις μορίοις τοῦ σώματος ὡς ἐναγέσι προσφέρειν τὸ ὕδωρ ἀπαγορεύουσιν.
 [01242]  Ἀλλὰ ταῦτα μὲν, ὡς καὶ ἄλλοις πολλοῖς ἐξητασμένα, παραδρα μεῖν ἀναγκαῖον, ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν τῆς ἱστορίας.
 [01692]  Καὶ πρὸ τούτου δὲ Μωϋσῆς ὁ μέγας ἀσφαλέστερον ἡμᾶς διδάσκει, ὡς αὐτὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν τοῖς ἄλλοις στοιχείοις·
 [01914]  οὕτως ὁ διάβολος καὶ τῶν δαιμόνων τὸ στίφος σὺν τοῖς ἄλλοις ἀσωμά [83.476] τοις γενόμενοι, τὴν μὲν ἐκείνων περὶ τὸν ∆εσπότην Θεὸν οὐκ ἐζήλωσαν εὔνοιαν, τὸ δὲ τοῦ τύφου καὶ τῆς ἀλαζονείας εἰσδεξάμενοι πάθος, ἐπὶ τὸ χεῖρον ἐτρά πησαν, καὶ τῆς προτέρας ἐξέπεσον λήξεως.
 [02126]  ῥᾴδιον γὰρ ἦν αὐτῷ καὶ δίχα σώματος ὀφθῆναι, καθάπερ πάλαι τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς ἄλλοις ἁγίοις ἑωράθη·
 [02170]  Καὶ γὰρ τοῦ Ἀδὰμ ἡμαρτηκότος, καὶ τῶν πλείστων τοὺς θείους παραβεβηκότων νόμους, διέμεινάν τινες ἐπὶ τῶν ὅρων τῆς φύσεως, καὶ τῆς ἀρετῆς ἐγένοντο φροντι σταὶ, ὡς Ἄβελ, καὶ Ἐνὼχ, καὶ Νῶε, καὶ οἱ πατριάρχαι, καὶ οἱ προφῆται, καὶ ἕτεροι πλεῖστοι, οὐ μόνον παρὰ Ἰουδαίοις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσι, περὶ ὧν ὁ θεῖος εἶπεν Ἀπόστολος·
 [02682]  Καθάπερ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, τοῖς μὲν ἁγίοις προφήταις, καὶ τοῖς ἱεροῖς ἀποστόλοις, καὶ μέντοι καὶ τοῖς ἄλλοις ἁγίοις, δι ένειμε τοῦ παναγίου Πνεύματος τὰ χαρίσματα, ἐναν θρωπήσας δὲ οὐ μερικήν τινα τῇ ληφθείσῃ φύσει δέδωκε χάριν, ἀλλὰ πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν Ἀπόστολον, ηὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι·
 [02683]  οὕτως ὁ διάβολος, τοῖς μὲν ἄλλοις ἀνθρώποις, ὅσοις ἔπεισεν ἐργάτας γενέσθαι πονηρίας, οὐ πάσας ἐντέ θεικε τὰς τῆς κακίας ἰδέας·
000-00-00 Serial Number=0737344265
Historia ecclesiastica Ante [Go Back]  
 [00284]  Συνῳδὰ τούτοις ἐπέστειλε καὶ Φιλογονίῳ τῷ τῆς Ἀντιοχέων ἐκκλησίας προέδρῳ καὶ Εὐσταθίῳ τῷ τηνικαῦτα τὴν Βέροιαν ἰθύνειν πεπιστευμένῳ καὶ τοῖς ἄλλοις ὅσοι τῶν ἀποστολικῶν ἦσαν δογμάτων συνήγοροι.
 [00446]  τοῦτο δὲ τοῖς μὲν ἄλλοις ἅπασι συνεχωρήθη·
 [00562]  Ἔδει μὲν οὖν τοὺς τὰ Ἀρείου φρονοῦντας, εἰ καὶ τοῖς ἄλλοις πατράσιν ἀντιλέγειν οὐκ ἐνόμιζον δυσσεβές, τούτῳ γοῦν πιστεύειν ὃν θαυμάζειν εἰώθασι, σύμφωνον γεγενῆσθαι τὴν ὁμολογίαν ἐκείνην διδάσκοντι.
 [00623]  Μακάριος δὲ ἦν οὗτος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν.
 [01215]  καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνή θησαν (ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα), ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή.
 [01306]  ὁπόσα δὲ καὶ ἄλλοις ἐπεβούλευσαν πλείστοις οἱ τῆς Ἀρειανικῆς φάλαγγος προστατεύοντες, πάλιν ὁ θεῖος οὗτος ἀνὴρ ἐν τῷδε διηγήσατο τῷ συγγράμματι.
 [01609]  τοῦτον, ἔφη, κοινωνὸν ἔχοντες κρίνειν τοῖς ἄλλοις καὶ δικάζειν ἐπιχειροῦσι.
 [01616]  καὶ ἅμα λέγων ἐπέδωκεν ἔκθεσιν, ᾗ πρὸς ἄλλοις πολλοῖς δυσσεβέσι [160] καὶ ταῦτα προσέκειτο·
 [01648]  Ἐλεύσιος δὲ καὶ Σιλβανὸς σὺν τοῖς ἄλλοις καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν τῆς τι μωρίας καὶ σφὰς αὐτοὺς τῆς εὐσεβείας ἢ δυσσεβείας·
 [01744]  Ὁ δὲ βασιλεὺς καὶ αὐτῷ καὶ τοῖς ἄλλοις οἳ λέγειν ἠδύναντο τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ παρηγ γύησεν ἀναπτύξαι τῷ πλήθει·
 [01869]  [180] οὗτοι σὺν τοῖς ἄλλοις ὁμόφροσι κατὰ ταὐτὸν γενόμενοι χρῆναι τὰς ἐκκλησίας ἔλεγον εἰς μίαν συναγαγεῖν συμφωνίαν.
 [02543]  ἐπειδὴ δὲ ἅπαντες τὴν πόλιν κατα λιπόντες πρὸ τοῦ ἄστεως συνηθροίζοντο, ἀφίκετο μὲν αὐτὸς εἰς τὴν Ἔδεσσαν, τῷ δὲ ὑπάρχῳ προσέταξε (Μόδεστος δὲ τηνικαῦτα ἦν) τούς τε ὑπ' αὐτὸν στρατιώτας ἀθροῖσαι οἳ τὰς εἰσφορὰς εἰσπράττειν εἰώθασι, καὶ τῆς ὁπλιτικῆς δυνάμεως τοὺς παρόντας παραλαβεῖν καὶ τὸ συναθροιζόμενον σκεδάσαι πλῆθος, καὶ ῥάβδοις παίοντας καὶ ῥοπάλοις καὶ τοῖς ἄλλοις πολεμικοῖς ὀργάνοις εἰ δεήσοι χρωμένους.
 [02599]  τοῦ γὰρ ἀνδρὸς τὸ κλέος προπεπυσμένος πρώτῳ προσβαλεῖν οὐκ ἠθέλησεν, ἵνα μὴ γενναίως τὴν προσβολὴν δεξάμενος καὶ ταύτην ἀποκρουσάμενος ἀνδρείας τοῖς ἄλλοις ἀρχέτυπος γένηται.
 [02601]  ἤρκεσε γὰρ τοῖς ἄλλοις ἀρχιερεῦσιν εἰς ὠφέλειαν τὰ παλαιὰ διηγήματα, καὶ οἷόν τινες πύργοι τὸν τῆς πίστεως περίβολον ἀκλινῆ διετήρησαν.
 [02695]  ἀντὶ γὰρ θείων ῥημάτων αἰσχρότητα προὐβάλλετο, ἀντὶ σεμνῶν λόγων ἀσέλγειαν, ἀντ' εὐσεβείας ἀσέβειαν, ἀντὶ ἐγκρα τείας πορνείαν, μοιχείαν, ἀρσενοκοιτίαν, κλοπήν, πόσιν καὶ βρῶσιν τῷ βίῳ πρὸς τοῖς ἄλλοις εἰσηγούμενος εἶναι χρήσιμα.
 [02742]  ὃς φονέων βασάνοις ἐπέκεινα κοινωνήσας, λίθοις καὶ μολιβδίσι κατ' αὐτῶν τῶν αὐχένων ἐπὶ πολὺ μαστιζόμενος ἐπέβαινε σκάφους ἐπὶ θαλάττης παραπλησίως τοῖς ἄλλοις, τοῦ θείου σταυροῦ τὸ σημεῖον ἐπὶ μετώπου χαρακτηρίσας, οὐ τημελείας οὐ θε ραπείας τυχών, τοῖς κατὰ Φέννησον παραδοθῆναι μετάλλοις·
 [02789]  Ἐν Ἀντιοχείᾳ δὲ ὁ Βάλης χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, ἅπασι μὲν ἄδειαν ἐδεδώκει καὶ Ἕλλησι καὶ Ἰουδαίοις καὶ τοῖς ἄλλοις ὅσοι τὸ Χριστιανῶν ὄνομα περικείμενοι τἀναντία ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι.
 [03360]  τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά, τοῖς δὲ ἄλλοις ἅπασιν ἄδυτά τε καὶ ἄψαυστα.
 [03361]  ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως·
 [03423]  ὁ δὲ Βάλης πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλονται καὶ τὰ θρησκευόμενα θεραπεύειν, μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων.
 [03499]  οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, [324] τὴν μακρὰν καταλύσας δυσμένειαν δι' ἑπτακαίδεκα ἐτῶν, ταῖς ἐκκλη σίαις ἐπρυτάνευσε τὴν εἰρήνην.
 [03631]  ἔδοσαν μέντοι καὶ δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι καὶ τοῖς ἄλλοις δι' ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν.
 [03688]  οὗτος τὴν Ἀπολιναρίου φατρίαν τοῖς ἄλλοις προβάτοις ἀνέμιξε, λιπαρηθεὶς αὐτοὺς ἑνῶσαι τῇ ποίμνῃ·
000-00-00 Serial Number=0459823310
Historia religiosa Ante [Go Back]  
 [00565]  Εἰς τούτους δὲ ἐξέβην τοὺς λόγους, δεῖξαι βουλόμενος ὅσοις καὶ ἄλλοις μεγάλων κατορθωμάτων ὁ μέγας Μαρκιανὸς ἐγένετο πρόξενος.
 [00566]  [3.20] Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος ὁ πολλοῖς ὕστερον χρόνοις παρὰ τὴν Σελευκόβηλον πόλις δὲ αὕτη τῆς Συρίας τὸ μοναχικὸν δειμάμενος καταγώγιον καὶ λάμψας μὲν ἐν πολλοῖς καὶ ἄλλοις εἴδεσιν ἀρετῆς, λάμψας δὲ διαφερόντως ἐν τῷ θεοφιλεῖ τῆς ἀγάπης κτήματι, καὶ τῷ θείῳ τῆς φιλοξενίας κατορθώματι.
 [00596]  Ἐν ταύτῃ φιλοσοφίας φροντιστήριον Ἀμμιανός τις ἐδείματο, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις ἀρετῆς εἴδεσι λάμπων, φρονήματι δὲ ὅτι μάλιστα μετρίῳ τοὺς ἄλλους ἐπλεονέκτει.
 [00647]  διηγήσατο δὲ τοῦτ' αὐτὸ τὸ διήγημα καὶ ὁ πρεσβύτης, ὁ μέγας Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐν τοῖς ἄλλοις διηγήμασιν ἀπεμνημονεύσαμεν.
 [00664]  ∆ιαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην Ἀγρίππας, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κομῶν ἀγαθοῖς, διαφερόντως δὲ τῇ τῆς ψυχῆς καθαρότητι δι' ἣν καὶ τοῦ θείου κάλλους διηνεκῶς τὴν φαντασίαν δεχόμενος καὶ τῷ τοῦ ἔρωτος ἐκείνου πυρσῷ πυρπολούμενος δάκρυσι κατέβρεχε διηνεκέσι τὰς παρειάς.
 [00698]  Ἅπαντα δὲ τοῦτον τὸν χρόνον ὕδατος μεταλαχεῖν οὐκ ἠνέσχετο, οὐκ ἐκεῖνα ἐσθίων ἃ τοῖς τὸ μὴ πίνειν ἐπιτηδεύουσι προσφέρεσθαι σύνηθες ὑγροτέρων γὰρ οὗτοι σιτίων ἀπολαύειν εἰώθασιν , ἀλλὰ τῶν αὐτῶν τοῖς ἄλλοις ἀπολαύων σιτίων, ἐσθίων δὲ βραχέα, καὶ ὅσα βραχεῖαν ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖται τὴν τοῦ ὕδατος χρείαν.
 [01533]  [17.7] Τοιούτοις δὲ πόνοις κατατήκων τὸ σῶμα ἄπληστον τοῖς ἄλλοις προσέφερεν ἐπιμέλειαν·
 [01559]  Οὗτος τοίνυν ἄλλοις τὰ πρῶτα τὴν οἰκείαν καταπιστεύσας ἐπιμέλειαν ἤγετο ᾗ ἂν ἐκεῖνοι ἦγον·
 [01636]  Ὁ ἐκείνου τοίνυν ὁμώνυμος καὶ ὁμότροπος τῆς τῶν ἔτι περιόντων ἀγωνιστῶν πρωτευέτω συμμορίας, οὐκ ἐπειδὴ τῆς προσηγορίας ἐστὶ κοινωνός, ἀλλ' ὅτι καὶ τὴν ἐκείνου ἐζήλωκεν ἀρετὴν καὶ παράδειγμα φιλοσοφίας αὐτὸς τοῖς ἄλλοις ἐγένετο.
 [01650]  Οὐδὲ γὰρ τοῖς ἄλλοις ἀνθρώποις ἐν ἐλευθερίᾳ βραχείᾳ τεθραμμένοις, ξένων παρόντων, εὐπετὲς τὰς τῶν περιττωμάτων ἐκκρίσεις ποιεῖ σθαι μή τί γε ἀνδρὶ τὴν ἄκραν φιλοσοφίαν ἐξησκημένῳ.
 [01891]  Τοῖς δὲ ἄλλοις ταυτησὶ τῆς φιλοσοφίας ἐρασταῖς καὶ θριγκία καὶ θύραι εἰσὶ καὶ ἡσυχίας ἀπόλαυσις, καὶ ἀνοίγνυσιν ἐθελήσας ὁ καθειργμένος καὶ ἀναβάλλεται ὅσον βούλεται καὶ τῆς θείας ἐμφορεῖται θεωρίας ὅσον ἐθέλει·
 [01916]  Ἐν τούτῳ τὸ ἀσκητικὸν ἐδείματο καταγώγιον Θαλάσσιος ὁ θαυμάσιος, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κατακοσμηθεὶς ἀγαθοῖς, ἁπλότητι δὲ ἤθους καὶ πρᾳότητι καὶ φρονήματος μετριότητι τοὺς ἐπ' αὐτοῦ γε ἀνθρώπους ὑπερβαλλόμενος.
 [01956]  [23.1] Ταύτην ἐζήλωσε τὴν πολιτείαν καὶ Ἰωάννης, ἀνὴρ πρὸς τοῖς ἄλλοις ἡμερότητι καὶ πρᾳότητι λάμπων·
 [01974]  [24.2] Φιλοξενίᾳ δὲ πρὸς τοῖς ἄλλοις κοσμούμενος ἀγαθοῖς μένειν τὴν ἑσπέραν πολλοὺς τῶν ὡς αὐτὸν ἀφικνουμένων ἐκέλευεν.
 [02283]  οὗ χάριν οὔτε τῆς τῶν ὑετῶν ἀπηλλάττετο προσβολῆς οὔτε τῆς ἡλιακῆς ἠλευθεροῦτο φλογός, ἀλλ' ἀμφότερα τοῖς ἄλλοις ὑπαιθρίοις παραπλησίως ἐδέχετο·
 [02441]  Ποιμέσι μὲν γὰρ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, τροφῆς καιρὸς ἅπας καιρός·
 [02546]  ἐπειδὴ γὰρ καθίσαι προσέταξε, καὶ τὰ εὑρεθέντα σιτία διένειμε, τῆς πρὸς αὐτὸν εὐθὺς ἤρξατο διαλέξεως, ἐρόμενος μὲν δῆθεν, καὶ πυθόμενος πόσον ἔχοι τὸ φίλτρον, ἀποκαλύπτων δὲ τοῖς ἄλλοις τοῦ μεγάλου Πέτρου τὸν ἔρωτα·
000-00-00 Serial Number=0047452092
Interpretatio in Danielem Ante [Go Back]  
 [00235]  καὶ ἑρμηνεύειν δὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα·
 [00629]  Ἐπειδὴ δὲ τοῦτο ἄλλοις πάντως ἁρμόττον ἦν, αὐτὸς μὲν οὐκ ἐπεχείρει ποιεῖν, ἃ μὴ προσῆκον ἦν, τοῖς δὲ ποιεῖν εἰωθόσι τοῦτο ποιῆσαι παρακελεύεται.
 [01088]  οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις, ἀλλὰ καὶ τῷ προσαγορευομένῳ μου λαῷ.
 [01630]  μεῖζον γάρ ἐστι τοῦ ζῇν τὸ καὶ τοῖς ἄλλοις παρέχειν ζωὴν, καὶ ἀφαιρεῖσθαι πάλιν αὐτὴν ὅταν θέλῃ.
 [03656]  Ἐπειδὴ γὰρ εἰρηκὼς εἰς καιρὸν, καὶ καιροὺς, καὶ ἥμισυ καιροῦ, Εἶδε μὴ νενοηκότα τὸν μακάριον ∆ανιὴλ, ἀναλύσας εἰς ἡμέρας τὸν χρόνον, δῆλον αὐτῷ τὸ ἀγνοούμενον πεποίηκε, τοῖς δὲ ἄλλοις καὶ οὕτως ἀσαφῆ τὸν λόγον κατέλιπε.
000-00-00 Serial Number=0206867993
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02045]  Ἔχει τοίνυν πρὸς ἄλλοις πολλοῖς καὶ τοῦτο ἰδίωμα, τὸ καὶ τὰ γεγενημένα, ὡς ἐσόμενα λέγειν, καὶ τὰ ἐσόμενα ὡς γεγενημένα.
 [02620]  Πάλιν κἀνταῦθα κεχωρισμένως ἐμνήσθη τῶν Σαββάτων, οὐ συνάψας αὐτὰ τοῖς ἄλλοις δικαιώμασιν·
 [02624]  κατὰ τὰ ἄλλα τοίνυν τοῖς ἄλλοις κοινωνοῦν τες, κατὰ τὴν τοῦ Σαββάτου φυλακὴν, ἰδίαν τινὰ πο λιτείαν ἔχειν ἐδόκουν.
 [02847]  Εἶτα διδάσκει καὶ τὰ τοῖς ἄλλοις ἔθνεσι τοῖς ἐν μέσῳ διακειμένοις κατ' ἐκεῖνο τοῦ καιροῦ συμβησόμενα.
 [02867]  Ῥομφαίαν πάλιν τροπικῶς τὴν τιμωρίαν καλεῖ διὰ τῶν Βαβυλωνίων, καὶ Ἰουδαίοις, καὶ τοῖς ἄλλοις τοῖς ἐν μέσῳ ἔθνεσιν ἐπενεχθεῖσαν.
 [02952]  ταύτην τοίνυν καὶ διὰ τῶν μαντείων τῷ δυσσεβεῖ προεσήμαινον βασιλεῖ, ὅτι δεῖ πρῶτον τῇ Ἱερουσαλὴμ ἐπιστρατεῦσαι, καὶ χαρακώμασι καὶ χώμασι χρήσασθαι, καὶ τοῖς ἄλλοις ἅπασι πολεμικοῖς μηχανήμασιν.
 [04230]  Τοῖς μὲν γὰρ ἄλλοις τέως οὐδὲν χρηστὸν ἐπηγγείλατο·
 [04284]  Ἐπειδὴ δὲ μέγα φρονῶν, καὶ τοῖς ἄλλοις ὑπισχνοῦ βοηθεῖν, μαθήσῃ τῇ πείρᾳ, ὡς οὐδὲ τῆς οἰκείας γῆς ὑπερμαχῆσαι δυνήσῃ, ἐμοῦ σοι τὴν τιμωρίαν ἐπάγοντος·
 [04546]  Ὁ τούτου, φησὶν, ὄλεθρος, καὶ ἡ τῆς δυναστείας αὐτοῦ κατάλυσις, ὄνησις ἔσται τοῖς ἄλλοις, καὶ ἀφορμὴ ἀσφαλείας·
 [04554]  Λέγει τοίνυν ὅτι αὐτὸς ὁ Ναβουχοδονόσορ, καὶ οἱ σὺν αὐτῷ θανάτῳ παραδοθήσονται, ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις πεισό μενοι.
 [04711]  Εἶτα πάλιν εἰρηκὼς, ὅτι οἱ πάλαι πᾶσι φοβεροὶ τὴν οἰκείαν ἐδέξαντο βάσανον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀπέθανον, ἐπήγαγεν·
 [06026]  Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία, ἐκείνους μὲν ἐκ τοῦ [81.1232] ἀμπελῶνος ἐκβαλὼν εἰς τὴν οἰκουμένην διέσπειρε, τὸν δὲ ἀμπελῶνα ἐξέδοτο ἄλλοις γεωργοῖς, μεθ' ὧν εἰς τὸν αἰῶνα κατασκηνοῖ, εἰς καιρὸν παρ' αὐτῶν τοὺς καρποὺς κομιζόμενος.
 [06084]  Καὶ τὰς ἑορτὰς δὲ κατὰ τὸν νόμον ἐπιτελείτωσαν, καὶ τὰ Σάββατα τῇ ἀργίᾳ καὶ τοῖς ἄλλοις τιμάτωσαν.
 [06272]  Περὶ μὲν γὰρ Ἰουδαίων ἔφη, ὅτι Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἐν καιρῷ δώσουσι τὸν καρπὸν αὑτοῦ.
000-00-00 Serial Number=0399213552
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00074]  προεθέσπισε δὲ καὶ ἄλλοις παμπόλ λοις ἔθνεσιν, οὐ μόνον παντοδαπὰς συμφορὰς, ἀλλὰ καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως τοῦ ∆εσπότου Χρι στοῦ παρασχεθεῖσαν σωτηρίαν.
 [02492]  Μετὰ γὰρ δὴ τὴν διὰ τούτου τοῖς ἄλλοις προσενεχθεῖσαν τιμωρίαν αὐτὸς ἔδωκε δίκας.
 [02826]  Προλέγει δὲ, ὅτι πάλιν χορεύσουσι τυμπάνοις κεχρη μένοι, καὶ τοῖς ἄλλοις ὀργάνοις, καὶ φυτουργίας φροντίσουσι, καὶ τὰς θείας ἐπιτελέσουσιν ἑορτάς.
 [03351]  Εἶτα διδάσκει ὡς ὁ Ἰωανὰν σὺν τοῖς ἄλλοις ἄρχουσιν ἐπιβουλήν τινα τυρευομένην ὑπὸ τοῦ Ἰσμαὴλ, ἐμή νυσε τῷ Γοδολίᾳ·
 [03528]  Πέρας ἐπιθεὶς ταῖς περὶ τοῦ λαοῦ προφητείαις, τοῖς ἄλλοις ἔθνεσι τὰ γενησόμενα προθεσπίζει, διδάσκων ὅτι πάντων ἐστὶ καὶ δημιουργὸς, καὶ Θεὸς, καὶ ∆ε σπότης.
 [04081]  Τὰ τοῖς ἄλλοις ἔθνεσι συμβησόμενα προθεσπίσας, τῆς Βαβυλῶνος λοιπὸν προλέγει τὸν ὄλεθρον.
 [04248]  Λέγει τοίνυν, ὅτι καὶ τοῖς ἄλλοις ἔθνεσι τὴν τιμωρίαν ἐπήνεγκε, καὶ ἐξαίφνης αὐτὴ παρὰ πᾶσαν ἐλπίδα ἑάλω, καὶ ἀνάστατος γέγονεν.
 [04527]  Ἡ μεταβολὴ τῶν ἡμετέρων κακῶν πρόφασις εὐσεβείας τοῖς ἄλλοις
000-00-00 Serial Number=0497897089
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00741]  Ὃ τοίνυν τοῖς ἄλλοις ἐνετεί λω ποιεῖν, δρᾶσον, ὦ ∆έσποτα, καὶ τῆς σῆς μοι με τάδος ῥοπῆς.
 [01128]  ἀλλὰ τοῖς ἄλλοις παραπλησίως τῷ τάφῳ παραδοθήσεται.
 [02391]  Ἵνα δὲ μὴ δόξωμεν τοῖς ἄλλοις ἑρ μηνευταῖς ἐνταῦθα κεχρημένοι, ἐκ περινοίας τοὺς ἑτέρους τὸν ψαλμὸν ἑρμηνευκότας ἐλέγχειν, τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ χρησόμεθα.
 [04723]  οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τῷ Σύρῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς.
 [04977]  Οὔτε γὰρ τόξοις, οὔτε ἄλλοις ὅπλοις θαῤῥῶ·
000-00-00 Serial Number=0112185836
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00657]  Οὐ γὰρ μόνον με τοῖς βασιλικοῖς ἐνίδρυ σας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δὲ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν, καὶ τῶν ἁμαρτημάτων τὴν φιλότιμον ἄφεσιν, τὰ μεγα λοπρεπῆ καὶ θεῖα τοῦ ἁγίου βαπτίσματος δῶρα Ταῦτα πάντα παρὰ τοῦ παναγίου σου προδιδαχθεὶς Πνεύματος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθεσπίζων τοῖς ἄλλοις βοῶ·
 [01572]  Καὶ ἄλλοις δὲ παν τοδαποῖς μετὰ ταῦτα περιέπεσον ἀλγεινοῖς·
 [02910]  Μὴ [80.1404] γένωμαι, φησὶ, βλάβης τοῖς ἄλλοις ἀρχέτυπον, προσ μείνας μὲν τὴν παρὰ σοῦ σωτηρίαν, διαμαρτὼν δὲ τῆς ἐλπίδος σου.
 [03135]  οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς.
 [03611]  Κατὰ ῥοῦν αὐτοῖς, φησὶ, τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις καὶ ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως.
 [04046]  Τούτου χάριν σὺν τοῖς ἄλλοις οὐκ ἀνῃρέθησαν.
 [04133]  Οὐ γὰρ ἠνεσχόμην ἄλλοις τοὺς ἐμοὺς λογισμοὺς ἐκφῆναι.
 [04997]  τὸν αὐτὸν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπομένετε θάνατον, εὔκλειαν οὐδεμίαν μετὰ θάνατον ἔχοντες.
000-00-00 Serial Number=0725801528
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00164]  Ὁ γὰρ μακάριος Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, πρὸς ἄλλοις πολλοῖς καὶ ταῦτα διεξ ελήλυθεν·
 [00991]  Ὁ ἐκ πηλοῦ γὰρ, φησὶ, τὸν ὀφθαλμὸν διαπλάσας, καὶ τὴν ὀπτι κὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡσ αύτως δημιουργήσας, καὶ τὴν ἀκουστικὴν αἴσθησιν χαρισάμενος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει, ἀλλὰ ὁ τούτων δημιουργὸς ἐστέρηται τῆς ἐνεργείας ἣν τοῖς ἄλλοις κεχάρισται;
 [01600]  Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ταύτην εὑρήκαμεν τὴν προσθήκην.
 [02371]  ἀλλ' ἵνα τοῖς ἄλλοις ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν δείξῃ, καὶ ἀρχέτυπον ἀληθείας προθῇ.
 [02417]  καὶ παραυτίκα Θεοῦ μὲν κελεύ οντος, Μωσοῦ δὲ λέγοντος, καὶ κυνόμυια, καὶ σκνί πες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίους ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώποις τὴν λύμην ἐπιφέ ροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες.
 [02612]  Τὸν τούτου ζῆ λον ἀποδεξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκώλυσεν.
 [04073]  Πρώτους ἑαυτοὺς, ἅτε δὴ τῶν ἄλλων προ τεταγμένοι, εἰς τὴν δοξολογίαν κινήσαντες, οὕτω καὶ τοῖς ἄλλοις παρεγγυῶσι τὸν ἀγαθὸν ὑμνῆσαι ∆εσπότην·
 [05064]  τοῦτο γὰρ καὶ παρὰ τοῖς ἄλλοις [80.1873] εὗρον ἑρμηνευταῖς, ∆ιαφόροις μέντοι χρώμενος λόγοις, τὸν ∆εσπότην μειλίσσεται.
 [06164]  Τοῦτο οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα, οὔτε παρὰ τοῖς ἄλλοις εὗ ρον ἑρμηνευταῖς·
 [06480]  Οἱ γὰρ τοῖς ἄλλοις τὰς παγίδας πηγνύντες, καθάπερ τινὶ δικτύῳ, τῇ θείᾳ συλληφθήσονται τιμωρίᾳ, καὶ ἅπερ δρῶσιν ὑπομε νοῦσιν, καὶ πείσονται ἃ τοῖς ἄλλοις ἐπάγουσιν.
 [06546]  Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς ταύτην εὕρηκα τὴν προσ θήκην.
 [06627]  Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε μὴν παρὰ τοῖς Ἑβδομήκοντα εὗ ρον ἐν τῷ Ἑξαπλῷ.
 [06744]  Εὑρίσκομεν δὲ καὶ παρὰ τοῖς ἄλλοις προφήταις συνῳδὰ τούτοις πολλά·
 [06892]  Τοῦτο δὲ οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευ ταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα εὗρον ἐν τῷ Ἑξαπλῷ.
 [07063]  Τοῦτο δὲ οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις ἀπ έστειλε.
 [07325]  Καὶ τὸν μὲν πόνον ἡμεῖς ἠνεσχόμεθα, ἄπονον δὲ ἄλλοις ὠφέλειαν προσφέρομεν.
000-00-00 Serial Number=0953008652
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00613]  Τοῦτο καὶ παρὰ τοῖς ἄλλοις προφήταις εὑρίσκομεν τὸ ἰδίωμα·
 [00755]  τὰ δὲ θεῖα, ἃ πάσης ἀξιοῦν θεραπείας ἐχρῆν, καὶ τριπό θητα ἔχειν, καὶ λίαν ἐπέραστα, ὡς ἄλλοις τισὶ προσ ήκοντα κατέλιπον ἀτημέλητα.
 [00784]  Καὶ οὐχ ἁρμόττει σοὶ, φησὶ, χαίρειν τοῖς ἄλλοις ἔθνεσι παραπλησίως·
 [01841]  Οἱ ἀλλόφυλοι τῇ Ἰουδαίᾳ φυλῇ πλησιάζοντες, καὶ συχνῶς τούτοις ἐπιστρα τεύοντες, οὓς ἐλάμβανον αἰχμαλώτους, οὐκ ἄλλοις τισὶν, ἀλλ' Ἰδουμαίοις ἀπεδίδοντο, ἐχθίστοις οὖσιν αὐτῶν ὅτι μάλιστα, καὶ πολεμιωτάτοις.
 [02279]  ὑμῶν δὲ ταῦτα παθόντων, ἄλλοις ἡ γῆ παραδοθεῖσα διανεμηθήσεται.
 [02351]  Τὴν αὐτὴν, φησὶν, Αἰθίοψι καὶ τοῖς ἄλλοις ἀνθρώποις ἔχοντες φύσιν, πλείονος παρὰ πάντας ἠξιώθητε προμηθείας.
 [02358]  Καὶ ἐκεῖνοι μὲν μεταστάντες ἄλλοις συνοικοῦσι κατὰ τοὺς ἐκείνων πολιτευόμενοι νόμους·
 [02551]  οὕτω τὸν Ἰσραηλίτην λαὸν τῶν ἄλλων ἐθνῶν ὁ Θεὸς ἀποκρίνας, τῇ περὶ τούτων ἐπιμελείᾳ, καὶ ταῖς συ χναῖς ἐπιφανείαις, καὶ ἀῤῥήτοις θαυματουργίαις, ὑπεδείκνυ καὶ τοῖς ἄλλοις ἔθνεσι τὴν εἰς θεογνωσίαν ὁδόν.
 [02732]  Εἰκὸς δὲ καὶ τοὺς Ἑβδομήκοντα σύμφωνον τοῖς ἄλλοις τεθεικέναι τὸν ἀριθμόν·
 [02987]  Σὺν τοῖς ἄλλοις γὰρ καὶ οἱ βασιλεῖς, καὶ οἱ ἱερεῖς, τῆς προτέρας στερηθέντες τρυφῆς, τὴν ἀλλοτρίαν δουλοπρεπῶς οἰκεῖν ἠναγκάσθησαν, δίκας ὧν ἐπλημμέλησαν τί νοντες.
 [03112]  Καὶ τοῖς ἄλλοις δὲ ἅπασιν ἐπιτηδεύμασιν ὡς ἐν εἰρήνῃ προσέχουσιν, οἱ μὲν ταῖς παντοδαπαῖς χρώμενοι τέχναις, οἱ δὲ ἐμπορίαν καὶ ναυτιλίαν αἱρούμενοι, οἱ δὲ τῆς τελειότητος ὀρε γόμενοι, τὴν θείαν ὁδὸν, καὶ τοῦ ∆εσπότου τὴν θεραπείαν, ὑποῤῥεόντων κερδῶν προαιρούμενοι, καὶ τὴν αἰώνιον ἐντεῦθεν κληρονομοῦντες ζωήν.
 [03495]  ἄλλοις ἐνέπνει τὴν προφητείαν, καὶ διὰ τῆς ἐκείνων ἐφθέγ γετο ἃ ἐβούλετο γλώττης.
 [03720]  Λέγει δὲ, ὅτι ∆ήλην ἅπασι διὰ τῆς τιμωρίας τὴν παρανομίαν σου καταστήσω, καὶ βασιλεῦσι, καὶ ἔθνεσιν, ἵνα καὶ τοῖς ἄλλοις ὠφελείας γένῃ παράδει γμα.
 [03825]  Τοιαῦτα πολλὰ καὶ ἐν ἄλλοις ψαλμοῖς, καὶ παρὰ ἄλλοις προφήταις εὑρίσκομεν.
 [04009]  Ἐπειδὴ γὰρ οἷόν τι θολῶδες πόμα τὴν τιμωρίαν τοῖς ἄλλοις ἐπέφερες, τοὺς κατορωρυγμένους ἀνα ζητῶν θησαυροὺς, δέξαι καὶ σὺ ὃ ἐκέρασας πόμα, καὶ πιὼν ἀπόθου μὲν τὴν προτέραν εὔκλειαν, ἀτιμίᾳ δὲ περιβληθεὶς ὀλοφύρου τὴν ἀθρόαν μεταβολήν.
 [04258]  Εἴδωλον δὲ τοῦτο Ἀμμανιτῶν ἦν, ὥς γε καὶ παρὰ τοῖς ἄλλοις προφήταις εὑρίσκομεν, καὶ ἐν τῇ τρίτῃ τῶν Βασι λειῶν.
 [04269]  καὶ τοῦτο ἔστι μὲν καὶ παρ' ἄλλοις προφήταις εὑρεῖν, ἔστι δὲ καὶ παρὰ τῷ θεσπεσίῳ Ἰεζεκιήλ.
 [05530]  Καὶ εἰς πλῆθος δὲ, φησὶν, αὐξηθή σονται, τῆς πολυγονίας τὴν εὐλογίαν δεξάμενοι, ὥστε μὴ ἀρκουμένους ταῖς οἰκείαις πόλεσι, καὶ εἰς ἑτέρας ἀποικισθῆναι πόλεις, καὶ γενέσθαι καὶ ἄλλοις δι' αὐτῶν πρόφασιν σωτηρίας.
 [05976]  Τὸν δὲ χρόνον, τοῖς ἄλλοις παραπλησίως, οὐκ εἴρηκεν·
 [05979]  ἐγκαλεὶ [81.1961] δὲ χωρὶς μὲν τοῖς ἱερεῦσι, χωρὶς δὲ τοῖς ἄλλοις, τὰς ὑπ' αὐτῶν τολμωμένας παρανομίας φέρων εἰς μέσον.
 [06043]  καὶ πρῶτον τῶν ἱερέων διελέγχει τὰ πλημ μελήματα, ἐπειδὴ καὶ μειζόνων ἐγκλημάτων ἦσαν ἄξιοι, οὐ μόνον αὐτοὶ παρανομοῦντες, ἀλλὰ καὶ παρανομίας ἀρχέτυπον τοῖς ἄλλοις γενόμενοι.
 [06148]  ἄγγελος γὰρ Κυ ρίου παντοκράτορός ἐστιν, ἀπαγγέλλων τοῖς ἄλλοις τοῦ Θεοῦ βούλημα.
 [06153]  Λέγει δὲ, ὅτι Τὴν παρανο μίαν ἀσπασάμενοι, καὶ ἄλλοις λώβης ἐγένεσθε πρό ξενοι.
000-00-00 Serial Number=0754724681
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00034]  Ἀλλὰ ταῦτα μὲν, ὡς καὶ ἄλλοις πολλοῖς ἐξητασμένα, παραδραμεῖν ἀναγκαῖον.
000-00-00 Serial Number=0837064385
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00483]  καὶ τοῖς μὲν ἄλλοις περιεχομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόντων αὐτά, τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ.
 [01695]  παρὰ τὸ χεῖλος τῆς θαλάσ σης, καὶ ὡς τὸ οἷς μὲν δέδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλοις δὲ λόγος γνώσεως.
 [01979]  ἠτένιζε δὲ τὰ Σεραφὶμ οὐ μόνον τοῖς ὀφθαλμοῖς τοῖς ἐν τοῖς προσώποις τῶν ζῴων, ἀλλὰ καὶ τοῖς ἐν τοῖς ἄλλοις μέρεσι τοῦ σώματος αὐτῶν.
000-00-00 Serial Number=0315081894
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00294]  ἄλλως τε οὐδὲ ἐν τοῖς ἄλλοις ἡμῖν ἄχρηστα τὰ θηρία·
 [01070]  ἀδημονῶν γὰρ κομιδῇ καὶ ἀλύων, ὡς πάντων ὁμοῦ τῶν ὄντων γεγυμνωμένος καὶ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ αὐτῆς τῆς ὁμοζύγου ἠνέσχετο τῶν θυγατέρων τὸν οἶνον προσφερουσῶν περαι τέρω τῆς χρείας·
 [01936]  τὰς μέντοι φλυκταίνας καὶ τοῖς ἐκείνων ἐπήνεγκε σώμασιν, ἵνα καὶ αὐτοὶ μάθωσι καὶ ὁ ἀνόητος αὐτῶν βασιλεύς, ὡς οὐ μόνον ἐπέχειν οὐ δύνανται τὰς θεηλάτους πληγάς, ἀλλὰ καὶ αὐτοὶ συντιμωροῦνται τοῖς ἄλλοις.
 [02365]  Ὣς τοῖς αἰγυπτίοις βατράχους καὶ σκνῖπας καὶ κυνόμυιαν ἔπεμψεν, οὕτω τοῖς χαναναίοις καὶ τοῖς ἄλλοις ἔθνεσι τὰς σφηκίας.
 [02500]  τοῖς δὲ ἄλλοις αὐτοὶ τὰς χεῖρας ἐπετίθεσαν οἱ προσ φέροντες.
 [02932]  τὸν δὲ ὁλόλευκον γενόμενον, ἀνα μίγνυσθαι κελεύει τοῖς ἄλλοις, ἵνα μὴ παρὰ πάντα τὸν βίον τῶν ἄλλων ἀνθρώπων κεχωρισμένος διάγῃ.
 [03212]  συνηρίθμησε δὲ τοῖς ἄλλοις κλά δοις καὶ τὸν ἄγνον, ὡς σωφροσύνης δηλωτικόν, καὶ ἡδονῆς σβεστικόν.
 [03770]  πᾶσαν δὲ τὴν δάμαλιν σὺν τῷ δέρματι καὶ τοῖς ἄλλοις κατακαυθῆναι προσέταξεν·
 [04220]  εἰ δή τις τύφῳ χρώμενος τοῖς ὑπὸ τοῦ ἀρχιερέως, ἢ τοῦ κριτοῦ λεγομένοις ἀντείποι, θανάτῳ ζη μιούσθω, καὶ γινέσθω τοῖς ἄλλοις ὠφελείας ἀρχέτυπον.
 [04505]  τούτων ἡμᾶς ὁ δεσπότης, ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀρετὴν ἀπαιτεῖ καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν, τοῖς ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης.
 [04619]  ἡ γὰρ τοῖς ἄλλοις λύουσα τὰς ἀρὰς πολλῷ μᾶλλον ἔλυσε τὴν οἰκείαν.
 [04888]  ΞVΙΙΙ Τίνος ἕνεκα τοῖς ἄλλοις διανείμας τὴν γῆν ὁ θειότατος Ἰησοῦς, οὐκ ἀπένειμεν ἑαυτῷ κλῆρον, ἀλλὰ παρὰ τοῦ λαοῦ τὴν Θαμνασαχὰρ ἐκομίσατο;
 [04954]  οὕτω τοῖς ἄλλοις προστεθει [287] κὼς τὴν αἵρεσιν, αὐτὸς τὸ τῆς οἰκείας γνώμης ἐπέδειξεν εὐσεβές.
 [05059]  καὶ ὅτι τοῖς χαναναίοις καὶ τοῖς φερεζαίοις καὶ τοῖς ἄλλοις συνοικοῦντες ἀλλοφύλοις, τάς τε πρὸς αὐτοὺς ἐπιγαμίας ἐποιή σαντο καὶ διὰ τῆς ἐπιγαμίας τῆς
 [05354]  παιδεῦσαι δὲ αὐ τοὺς βουληθεὶς ὁ Θεός, ὡς τὰ ὅμοια δρῶντας, καὶ ἐν ἄλλοις μὲν τὸ κακὸν θεωροῦντας, ἐν ἑαυτοῖς δὲ τοῦτο ποιεῖν οὐκ ἐθέλοντας, καὶ ἅπαξ καὶ δὶς συνεχώρησεν ἡττηθῆναι, καὶ πολλὰς αὐτῶν χιλιάδας ἀναιρεθῆναι.
000-00-00 Serial Number=0143419504
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00105]  Οὐ γὰρ μόνον αὐτοὶ παρηνόμουν, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνοντο παρανομίας ἀρχέτυπον.
 [00651]  Ἀλλὰ προ εφήτευσε μὲν, οὐχ ὁμοίως δὲ τοῖς ἄλλοις.
 [00693]  βέβηλον δὲ, τὸ τοῖς ἄλλοις ἅπασιν ἀπονενεμημένον.
 [01396]  Ἑτέρως γὰρ ἐν ἄλλοις θεωροῦμεν τὴν ἁμαρτίαν, καὶ ἄλλως θεωροῦμεν τὰ οἰκεῖα κακά.
 [01397]  Ὅθεν οὐχ ὁμοίως ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις δι κάζομεν.
 [02480]  Λογισάμενος γὰρ, ὡς ὁ τῶν θυσιῶν νόμος δραμεῖν ἅπαντας εἰς τὴν μητρόπολιν ἀναγκάζει, ἀνιόντες δὲ συναφθῆ ναι τοῖς ἄλλοις πεισθήσονται, καὶ ὑπὸ τὴν ∆αβι δικὴν βασιλείαν γενήσονται, δύο δαμάλεις χρυσᾶς κατεσκεύασε, καὶ τοῖς ὁρίοις τῆς βασιλείας ἐπέστη σεν·
 [02661]  καὶ τεθαύμακε μὲν τὸν Ἰωσαφὰτ ἐν τοῖς ἄλλοις, καὶ ἔφη αὐτὸν τὸ εὐθὲς ἐνώπιον Κυ ρίου πεποιηκέναι.
 [02881]  Ἄλλως γὰρ ἐν ἑαυτοῖς, καὶ ἄλλως ἐν ἄλλοις τὴν ἁμαρτίαν ὁρῶμεν.
 [03111]  Ὁ θειότατος ∆αβὶδ, καὶ βασιλικῆς καὶ προφητι κῆς χάριτος ἠξιωμένος, καὶ τὴν ἱερατικὴν σοφῶς ἔταξε λειτουργίαν, καὶ τοὺς μὲν ἱερέας κατὰ τὸν Μωσαϊκὸν νόμον ταῖς σάλπιγξι κεχρῆσθαι προσ έταξε, τοὺς δὲ Λευΐτας ταῖς κινύραις, καὶ νάβλαις, καὶ κυμβάλοις, καὶ τοῖς ἄλλοις ὀργάνοις.
 [03724]  οὕτως Ἰωσίας ὁ εὐσεβὴς βα σιλεὺς τὰ τῷ Βάαλ, καὶ τῇ Ἀστάρτῃ, καὶ τοῖς ἄλλοις εἰδώλοις κατασκευασθέντα σκεύη ἐν τῷ χει μάῤῥῳ τῶν κέδρων συνέτριψε καὶ ἐχώνευσεν·
 [03766]  Οὔτε ἐκεῖνον τούτῳ συνέκρινεν, οὔτε τοῦτον ἐκείνῳ, ἀλλὰ τοῖς ἄλλοις τοῖς δόξασιν εὐσεβεῖν, τῷ Ἀσᾷ, καὶ τῷ Ἰωσαφὰτ, καὶ τῷ Ἰωάθαμ·
 [03772]  ἀλλὰ τοῖς ἄλλοις αὐτοὺς εὐσεβέσι συνέκρινεν.
 [03796]  ἀλλὰ τοῖς ἄλλοις αὐτοὺς παρεξήτασε βασιλεῦσι.
 [03821]  ∆ιδάσκει δὲ, ὅπως καὶ αἱ πέραν τοῦ Ἰορδάνου φυλαὶ, ἡ τοῦ Ῥουβεὶμ, καὶ ἡ τοῦ Γὰδ, καὶ τὸ ἥμισυ τῆς Μανασσήτιδος φυλῆς, συνεπλά κησαν τοῖς Ἀγαρηνοῖς, καὶ τοῖς Ἰτουραίοις καὶ Ναφισαίοις, καὶ τοῖς ἄλλοις τοῖς μετὰ τούτων παρατασσομένοις, καὶ ὡς μάχης καρτερᾶς γενο μένης κατακράτος ἐνίκησαν, καὶ τοὺς Ἀγαρηνοὺς ἐξήλασαν.
 [04549]  ἀλλὰ τοῖς ἄλλοις ἀποκαλύπτει τὰ κεκρυμμένα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»