Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄλλοι [169]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄλλοι


000-00-00 Serial Number=0572580934
Commentaria in Isaiam Ante [Go Back]  
 [00985]  Ἐπειδὴ δὲ μικρὸν ὕστερον ἔμελλον ἄλλοι ἐπιέναι πολέμιοι, προλέγει κἀκεῖνα διδάσκων ὡς οὐδὲν ἀγνοεῖ τῶν ὅλων ὁ ποιητὴς ἀλλ' αὐτὸς ἅπαντα πρυτανεύει καὶ πρὸς τὸ συμφέρον ἰθύνει.
 [01811]  Εἶτα προστίθησιν ὅτι οἱ μὲν ἄλλοι βασιλεῖς οἴκοι καθήμενοι τοῦ βίου τὸ τέλος ἐδέξ αντο , [19σὺ] δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσι
 [01978]  Οὐκέτι γὰρ σὺ τὰ ἐπιλήνια ᾄσματα ἐρεῖς, ἀλλ' ἄλλοι σε καταπατοῦντες τὸ πολεμικὸν ᾄσονται μέλος·
 [02039]  Καθάπερ γάρ φησιν ὑμεῖς ἐκεῖνα τὰ ἔθνη καταλύσαντες τὰς ἐκείνων διενείμασθε πόλεις, οὕτω νῦν δορυαλώτων ὑμῶν γενομένων ἄλλοι ταύτας οἰκήσουσιν·
 [03595]  εἷς γὰρ ἐκείνων τὸν κύριον ἐπὶ κόρρης ἐπάταξε, καὶ τῷ θειοτάτῳ ἄλλοι ἔλεγον Παύλῳ·
 [05419]  καὶ διαφερόντως Αἰγύπτιοι πιθήκων καὶ κυνῶν καὶ λεόντων καὶ προβάτων καὶ κροκοδίλων προσεκύνουν ἰνδάλματα, Ἀκαρωνῖται δὲ καὶ μυίας εἶχον εἰκόνα, ἄλλοι δὲ νυκτερίδων προσεκύνουν εἰκάσματα·
 [05810]  [12Ἰδοὺ] οὗτοι πόρρωθεν ἥξουσι καὶ οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
 [07723]  [22καὶ] οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύ<σ>ουσι καὶ ἄλλοι φάγονται.
 [07893]  Ἐκ τούτων ἦν Κρῖσπος ὁ ἀρχισυνάγωγος καὶ Σωσθένης πάλιν ἀρχισυνάγωγος, οἳ τῆς τοῦ θεσπεσίου Παύλου διδασκαλίας ἀπήλαυσαν, καὶ ἄλλοι δὲ μυρίοι ἔν τε Ἀντιοχίᾳ τῆς Πισιδίας καὶ Ἰκονίῳ καὶ Λύστροις κἀν ταῖς ἄλλαις πόλεσιν, οἳ τὴν σωτήριον διδασκαλίαν ἐδέξαντο.
000-00-00 Serial Number=0543102562
De providentia orationes decem Ante [Go Back]  
 [01025]  ὑποδήματα ἕτεροι τοῖς ποσὶ προσαρμόττουσιν, ἄλλοι χιτῶνας, καὶ ἀμπεχόνας, καὶ ἐφεστρίδας κατασκευάζουσιν·
 [01026]  ἄλλοι τάπητας, καὶ στέμματα, καὶ περιβόλαια·
000-00-00 Serial Number=0155646563
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00175]  ἄλλοι περιφανείᾳ σεμνυνό μενοι γένους τὸν βαρύτατον ἕλκουσι τῆς δουλείας ζυγόν.
 [00830]  Αὕτη γάρ ἐστι μὲν θυγάτηρ τοῦ μεγαλοπρεπεστάτου Εὐδαίμονος, ὡς καὶ αὐτή φησι καὶ ἄλλοι τινὲς μεμαρτυρήκα σιν.
 [00860]  καὶ ἄλλοι δὲ ἄλλων ἐπετέλουν δημοθοινίαν δαιμόνων.
 [01334]  Ταῦτα δὲ ἡμῖν παρέδοσαν οὐ μόνον οἱ ἀπόστολοι καὶ προφῆται, ἀλλὰ καὶ οἱ τὰ τούτων ἡρμηνευκότες συγγράμματα, Ἰγνάτιος, Εὐστάθιος, Ἀθανάσιος, Βασίλειος, Γρηγόριος, Ἰωάννης, καὶ οἱ ἄλλοι τῆς οἰκουμένης φωστῆρες·
 [01763]  Ἀλλὰ νῦν ἐκδημούντων ἡμῶν πολλοὶ μὲν καὶ ἄλλοι ταύτην ἀπέλιπον, ἐκδημῆσαι δὲ καὶ αὐτὸς ἐδοκίμασε.
 [02049]  Ἐπειδὴ γὰρ χριστοὶ καὶ ἄλλοι προσηγορεύθησαν, καὶ ἱερεῖς, καὶ βασιλεῖς, καὶ προφῆται, ἵνα μή τις αὐτὸν ὑπολάβοι ἐκείνοις προσόμοιον, συνέζευξαν οἱ ἄγγελοι τὸ Κύριος ὄνομα τῷ Χριστῷ, τὸ ∆εσ ποτικὸν ἀξίωμα τοῦ τικτομένου δεικνύντες.
 [02353]  ἄλλοι δέ γε μέσοι τούτων κἀκείνων εἰσί, καὶ οὔτε τὴν ἐπαινουμένην ζηλοῦσι σπουδήν, οὔτε τὸν ἀκόλαστον ἀσπάζονται βίον, τὴν δὲ ἁπλότητα τιμῶσι τῆς πίστεως.
000-00-00 Serial Number=0433187902
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00013]  Ἐπειδὴ δέ τινες τῶν τὸ Ἆσμα τῶν ᾀσμάτων διαβαλλόντων, καὶ πνευματικὸν εἶναι τὸ βιβλίον οὐ πιστευόντων, μύθους δέ τινας οὐδὲ γραϊδίοις παρα ληροῦσιν ἁρμόττοντας ὑφαινόντων, καὶ λέγειν τολμών των, ὡς σοφὸς Σολομὼν εἰς ἑαυτὸν, καὶ τὴν τοῦ Φα ραὼ θυγατέρα, τοῦτο συγγέγραφε, καὶ ἄλλοι δέ τινες ταυτησὶ τῆς συμμορίας ὑπάρχοντες, Ἀβισαὴ τὴν Σου ναμῖτιν, ἀντὶ τῆς τοῦ Φαραὼ θυγατρὸς, εἶναι τὴν νύμ φην ἀνεπλάσαντο·
 [02082]  καὶ ἄλλοι ἐβόων·
 [02208]  Εἰσὶ δὲ καὶ ἄλλοι ῥᾳθυμίᾳ συζῶντες, καὶ μήτε τῷ φίλτρῳ τοῦ νυμφίου κατεχόμενοι, μήτε τῷ πόθῳ τῆς βασιλείας ἑλκόμενοι, μήτε τῷ φόβῳ τῆς γεέννης νυτ τόμενοι, ἀμελέστερον τὰ καθ' ἑαυτοὺς οἰκονομοῦντες·
 [02797]  ἄλλοι παρ' ἡμᾶς εἰσιν οἱ ἀμεταστρεπτὶ πρὸς σὲ ἀτενίζοντες, διὰ τὸ μὴ μερί ζεσθαι δεσμῷ σώματος, αἱ ἄϋλοι πάντως καὶ ἀγγε λικαὶ τάξεις·
000-00-00 Serial Number=0192543864
Graecarum affectionum curatio Ante [Go Back]  
 [00023]  p.13 Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγό ρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώ πων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ ∆ωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδό μενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθε σπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, p.14 Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει.
 [00096]  Καὶ τοῦτο πολλοὶ μὲν εἰρήκασι καὶ ἄλλοι, καὶ ὁ Πορφύριος δὲ ἐν τῷ τρίτῳ τῆς Φιλο σόφου τοῦτο ἱστορίας ξυνέγραψεν·
 [00441]  Ὀλίγου δ' ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο, οἷον ἀκίνητον τελέθει τῷ παντὶ ὄνομ' εἶναι, καὶ ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τού [2.16] τοις διϊσχυρίζονται.
 [00885]  ∆ήμητρα δὲ τὴν γῆν καὶ αὐτὸς καὶ Ὀρφεὺς καὶ ἄλλοι προσονομάζουσιν, ὡς δὴ μητέρα οὖσαν καὶ τροφὸν τῶν ἐν αὐτῇ διαιτωμένων ἁπάντων.
 [01030]  ἔσεβον γὰρ δὴ καὶ Μεμφῖται τὸν ταῦρον, καὶ Λυκοπολῖται τὸν λύκον, καὶ Λεοντο πολῖται τὸν λέοντα, καὶ μέντοι καὶ Κυνοπολῖται τὸν κύνα, καὶ ἰχθύν τινα λάτον ὀνομαζόμενον τῆς Λατοῦς οἱ οἰκήτορες, καὶ ἄλλοι τὴν ἶβιν, καὶ ἕτεροι τὸν κροκόδειλον·
 [01151]  Τὸ δὲ κενὸν οἱ περὶ ∆ημόκριτον τῶν ἀτόμων ὠνομάκασι τόπον, οἱ δὲ ἄλλοι ἅπαντες τοῦτόν γε ἄντικρυς κωμῳδοῦσι τὸν λόγον.
 [01175]  Ἡρακλείδης δὲ καὶ ἄλλοι τῶν Πυθαγορείων τινὲς ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν φασί, γῆν περιέχοντα καὶ ἀέρα·
 [01192]  καὶ οἱ μὲν μείζονα τῆς γῆς ἀποφαίνονται, οἱ δὲ ἰσόμετρον, οἱ δέ γε ἐλάττονα, ἄλλοι δὲ σπιθαμῆς ἔχειν διάμετρον.
 [01311]  δη μιουργῆσαι δὲ τὰ ξύμπαντα ἔφησε τὸν Θεόν, οὐ καθάπερ οἰκο δόμοι καὶ ναυπηγοὶ καὶ χαλκοτύποι καὶ χρυσοχόοι, καὶ μέντοι καὶ ὑφάνται καὶ σκυτοτόμοι καὶ οἱ ἄλλοι τεχνῖται τὰς ὕλας ἐρανι ζόμενοι ταύτας εἰδοποιοῦσί τε καὶ διαγλύφουσι, καὶ τὰ ὄργανα παρ' ἀλλήλων ἀντιλαμβάνοντες, ἀλλ' ἅμα βουληθῆναί τε καὶ τὰ μηδαμῇ μηδαμῶς ὄντα παραγαγεῖν.
 [01414]  Οἱ μὲν γὰρ ἀΐδιον εἶναι τῶν ἀνθρώπων τὴν φύσιν εἰρήκασι καὶ τοῦδε τοῦ γένους ἀεὶ ἔμπλεων γεγενῆσθαι τὴν γῆν, οἱ δὲ ἐν τῇ Ἀττικῇ πρῶτον φῦναι ἀνθρώπους, ἄλλοι δὲ ἐν Ἀρκαδίᾳ τοῦτο γενέσθαι πρῶτον, ἕτεροι δ' αὖ πάλιν ἐν Αἰγύπτῳ καὶ ἄλλαις δὲ πόλεσι πολλὴ περὶ τούτου φιλοτιμία γεγένηται.
 [01454]  [5.19] καὶ ἄλλοι δ' αὖ ἄλλα λεληρήκασιν ἐναντία.
 [01668]  Οἱ μὲν γὰρ τού τοις Περίανδρον ξυντάττουσι τὸν Κορίνθιον, οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα, οἱ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον, οἱ δὲ Ἀνάχαρσιντὸν Σκύθην, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον, ὁ δέ γε Πλάτων [5.64] Μύσωνα τὸν Χηνέα.
 [01856]  καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται, οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους.
 [02276]  Ἐγὼ δέ, εἰ μὲν ἁπλοῖς ἐκεῖνος καὶ διαφανέσιν εἰώθει κεχρῆσθαι λόγοις, ὥσπερ δὴ καὶ ἄλλοι τῶν φιλοσόφων τινές, ἔφην ἂν αὐτὸν ὡς ἡδίω τὴν τῶν Μουσῶν προκεκρικέναι φωνήν·
 [02286]  καὶ τῶν θείων ἀπολαύοντες ῥείθρων, οὐ μόνον οὐ κωμῳδοῦσι τῶν ἀποστόλων τὰς γλώττας, ἀλλὰ καὶ ἄγαν θαυμάζουσιν, ὅτι δὴ λόγων στωμύ λων ὄντες ἀμύητοι, καὶ οἱ μὲν ἁλιεύειν παιδόθεν μεμαθηκότες, οἱ δὲ τελωνικοῖς ἐργαστηρίοις προσηδρευκότες, ἄλλοι δὲ σκυτο τομικὴν μεταχειρίσαντες τέχνην, ἀπεφάνθησαν ἐξαίφνης θείων λόγων διάκονοι καὶ δωρεῶν ἐπουρανίων διανομεῖς, καὶ σωτῆρες ἀλεξίκακοι καὶ φωστῆρες φανότατοι, οὐχ ἓν ἔθνος φωτίζοντες, [8.6] ἀλλ' ὅσαπερ ὁ ὁρώμενος ἥλιος.
 [02340]  [8.24] Καὶ τὸν ∆ιόνυσον δὲ Σεμέλης υἱὸν γεγενῆσθαι καὶ Ὅμηρος ἔφη καὶ Εὐριπίδης καὶ ἄλλοι γε πλεῖστοι·
 [02514]  Οἱ μὲν γὰρ ὀφθαλμῶν, οἱ δὲ ποδῶν, ἄλλοι δὲ χειρῶν προσφέρουσιν ἐκτυπώματα·
 [02573]  ἀλλ' οὔτε Ἀκαρνᾶνες οὔτε Φωκεῖς οὔτε μὴν οἱ ἄλλοι Λοκροὶ τῆς τούτου νομοθεσίας ἠνέσχοντο, καὶ ταῦτα οὐ μακρὰν [9.10] οἰκοῦντες, ἀλλ' ἀστυγείτονες ὄντες.
 [02588]  Καὶ αὐτοὶ δὲ Ἀθηναῖοι τούτοις ἐρρῶσθαι [9.13] φράσαντες, καὶ μέντοι καὶ Λακεδαιμόνιοι καὶ Λοκροὶ καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι δὲ Ἕλληνες κατὰ τοὺς Ῥωμαίων πολιτεύονται νόμους.
 [02591]  Οὔτε γὰρ Αἰθίοπες οἱ Θηβῶν τῶν Αἰγυπτίων ὁμοτέρ μονες οὔτε τὰ πάμπολλα φῦλα τοῦ Ἰσμαήλ, οὐ Λαζοί, οὐ Σάννοι, οὐκ Ἀβασγοί, οὐχ οἱ ἄλλοι βάρβαροι, ὅσοι τὴν Ῥωμαίων ἀσπάζονται δεσποτείαν, κατὰ τοὺς Ῥωμαίων νόμους τὰ πρὸς ἀλλήλους ποιοῦνται ξυμβόλαια.
 [03251]  [10.101] Καὶ μὲν δὴ καὶ οἱ ἄλλοι προφῆται ταῦτα προλέγουσιν ἅπαντες.
 [03857]  Ὅθεν οὐ μόνον Σω κράτης καὶ Πλάτων καὶ Ἀριστείδης ὁ Λυσιμάχου καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ τῶν βαρ βάρων πολλοί.
 [03882]  καὶ ταῦτα αὐτῶν οὐκ ἄλλοι κατηγοροῦσιν, ἀλλ' αὐτοὶ περὶ [12.51] τοῦ σφῶν διδασκάλου ξυγγράφουσιν.
 [03907]  Καὶ μαρτυρεῖ Φίληβος καὶ Φαῖδρος καὶ Ἀντερασταὶ καὶ Χαρμί [12.59] δης καὶ ἄλλοι πολλοὶ διάλογοι τοιαῦτα ἔχοντες διηγήματα.
000-00-00 Serial Number=0326036036
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00271]  Καὶ ἄλλοι δὲ μυρίοι ἐντεῦθεν ἀνεφύησαν αἱρέσεως ἀρχηγοὶ, Κοσσιανὸς, Θεόδοτος, Ἡρακλέων, Πτολε μαῖος, Μάρκος, διάφορα προσεπινοήσαντες δόγματα.
 [00311]  οἱ δὲ ἐκ μόνων τῶν δέκα Αἰώνων, ἄλλοι δὲ ὑπὸ Χριστοῦ καὶ τοῦ Πνεύματος, εἰς στή ριγμα τοῦ Πληρώματος γεγονέναι, καὶ τῇ τοῦ Πα τρὸς αὐτὸν προσηγορίᾳ καλεῖσθαι Χριστόν.
 [00392]  Ἦσαν δὲ καὶ ἄλλοι τινὲς, οὓς Ἀντιτάκτας ἐκά λουν, ἀσεβεῖς, οἳ τὸν μέγαν ἄγνωστον Θεὸν, ὡς αὐτοὶ λέγουσι, πατέρα οἰκεῖον ὠνόμαζον·
 [00613]  Ἔτι γὰρ αὐ τῶν περιόντων, καὶ Σίμων ἀνεφάνη, καὶ Μένανδρος, καὶ οἱ ἄλλοι τοῦ Σίμωνος φοιτηταὶ, ὧν καὶ πρόσθεν ἐμνήσθημεν.
 [01085]  Καὶ ἄλλοι δὲ πάλιν ἐξ αὐτῶν χωρισθέντες, οἱ μὲν παρ' ἐνίων Κυρτιανοὶ, Πιθηκιανοὶ δὲ παρ' ἄλλων ἐκλήθησαν, σμικροῦ τινος ἀνθρωπίσκου, καὶ τὸ μετάφρενον ὑψηλὸν ἐσχηκότος, σὺν ἐκείνοις ἐξεληλυθότος, καὶ ταύτην αὐτοῖς τὴν ἐπωνυμίαν ἐπιτεθεῖναι παρα σκευάσαντος.
 [01155]  Καὶ ἄλλοι δέ τινες ἐκ τῆς Ἀπολιναρίου συναγωγῆς, ἐκ τῶν οὐρανῶν ἔφασαν κατεληλυ θέναι τοῦ Κυρίου τὸ σῶμα·
 [01206]  Καὶ ἕτε ρα ἄττα δρῶσι παραπλησίως παραπληξίας μεστὰ, διὸ δὴ καὶ τῶν Ἐνθουσιαστῶν ἐσχήκασιν ὄνομα Ταύτης ἡγήσατο τῆς αἱρέσεως Σάββας, καὶ Ἀδέλφιος, καὶ ∆αώδης, καὶ Συμεώνης, καὶ Ἑρμᾶς, καὶ ἄλλοι τινές.
 [01968]  Ἀλλὰ τίς γὰρ ἱκανὸς ἀξίως θαυ μάσαι τὴν τοῦ ζωτικοῦ τούτου ζώου διάπλασιν, ἣν πολλοὶ μὲν καὶ ἄλλοι διαβάλλειν ἐπιχειροῦσιν, οὐχ ἥκιστα δὲ οἱ τοῦ Μάνεντος διάδοχοι;
000-00-00 Serial Number=0128379345
Historia ecclesiastica Ante [Go Back]  
 [00360]  ἕτεροι δὲ ὀρωρυγμένους εἶχον τοὺς δεξιοὺς ὀφθαλμούς, ἄλλοι δὲ τὰς ἀγκύλας ἐκκεκομμένοι τὰς δεξιάς·
 [00862]  Οὕτω δὴ τῶν ἐπισκόπων εἰς τὴν Τύρον συναλισθέντων, ἀφί κοντο μὲν καὶ ἄλλοι τινὲς δογμάτων διαφθορὰν ἐγκαλούμενοι, ὧν εἷς ἦν καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος·
 [01090]  ἄλλοι δὲ ξιφῶν πληγὰς ἐπεδείκνυντο, ἄλλοι λιμὸν ὑπομεμενηκέναι παρ' αὐτῶν ἀπωδύροντο.
 [01742]  ὑπήντησαν δὲ καὶ οἱ ἄλλοι τῆς ἐκκλησίας χοροὶ καὶ ἅπαν τὸ τῆς πόλεως πλῆθος·
 [02054]  Καὶ ἄλλοι δὲ τῶν ἐν τέλει καὶ ἀξιωτάτων παραπλησίῳ παρρησίᾳ χρησάμενοι τῶν ἴσων στεφάνων ἀπήλαυσαν.
 [02064]  ἄλλοι δὲ τῶν χρημάτων ὀρεγόμενοι τῆς σφετέρας κατωλιγώρησαν σωτηρίας·
 [02180]  ἀλλ' οἱ μέν τινα τῶν ἀοράτων ταύτην ἐπε νηνοχέναι φασίν, οἱ δὲ τῶν νομάδων ἕνα τῶν Ἰσμαηλιτῶν καλου μένων, ἄλλοι δὲ στρατιώτην τὸν λιμὸν καὶ τὴν ἔρημον δυσχεράναντα.
 [02264]  Τίνες ἄλλοι μονάζοντες κατὰ τοῦτον διέπρεπον τὸν καιρόν.
 [02450]  ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ ∆αδώης τε καὶ Σάβας καὶ Ἀδέλφιος καὶ Ἑρμᾶς καὶ Συμεώνης καὶ ἄλλοι πρὸς τούτοις, οἳ τῆς μὲν ἐκκλησιαστικῆς οὐκ ἀπέστησαν κοινωνίας, οὐδὲν οὔτε ὀνινάναι οὔτε λωβᾶσθαι φάσκοντες τὴν θείαν τροφήν, περὶ ἧς ὁ δεσπότης ἔφη Χριστός·
 [02502]  ἐπειδὴ δὲ οὐκ ἔπεισαν (ἤκουσαν δὲ αὐτοῦ τὸν ἀποστολικὸν ἀναγινώσκοντος νόμον ὃς διαγορεύει σαφῶς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι ) οἱ μὲν αὐτῷ χρυσίον προσήνεγκαν, οἱ δὲ ἀργύριον, ἄλλοι δὲ ἐσθῆτα, ἕτεροι δὲ οἰκέτας, ὡς εἰς ξένην καὶ ἑκὰς κειμένην ἀπαίροντι γῆν.
 [02655]  ταύτης πολλοὶ μὲν ἦρξαν καὶ ἄλλοι τῆς πολιτείας, παιδο τρίβης δὲ ἄριστος τῶν ἀσκητικῶν ἐγένετο συνταγμάτων Ἀντώνιος ἐκεῖνος ὁ πολυύμνητος, ἀρετῆς παλαίστραν τοῖς ἀσκηταῖς ἀποφήνας τὴν ἔρημον.
 [02850]  Ἦσαν δὲ καὶ ἄλλοι κατ' ἐκεῖνον τὸν καιρὸν τὰς τῆς μοναχικῆς φιλοσοφίας ἀφιέντες μαρμαρυγάς·
 [02853]  ἐν δὲ τῇ Ζευγματέων, Πούπλιος καὶ Παῦλος καὶ ἄλλοι τὴν ἄκραν φιλοσοφίαν συλλέγοντες.
 [02857]  ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς καὶ Εὐ σέβιος καὶ Ἀμμιανός, Παλλάδιός τε καὶ Συμεώνης καὶ Ἀβραάμης καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες.
 [02860]  καὶ γὰρ ἐν τούτῳ Πέτρος ὁ Γαλάτης διέλαμπε, καὶ ὁ τούτου γε ὁμώνυμος ὁ Αἰγύπτιος, καὶ Ῥωμανὸς καὶ Σευῆρος καὶ Ζήνων, Μωϋσῆς τε καὶ Μάλχος καὶ ἄλλοι πλεῖστοι, παρὰ μὲν τῶν πολλῶν ἀγνοούμενοι, παρὰ δὲ τοῦ θεοῦ γινωσκόμενοι.
 [03162]  ἄλλοι διαφόροις κατα ξανθέντες αἰκίαις ἔτι τὰ στίγματα τοῦ Χριστοῦ καὶ τοὺς μώλω [290] πας ἐν τῷ σώματι περιφέρουσι.
 [03583]  ἐπεφρί κεσαν δὲ αὐτὸν οὐ μόνον οἱ ἄλλοι πάντες, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς [332] τὴν μελετωμένην ὑφορώμενος τυραννίδα.
 [03617]  καὶ ἕτεροι δὲ μετ' ἐκείνους ἐπέμφθησαν καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης ὁ Βόσπορος τῶν πεμπομένων ἐγένετο.
000-00-00 Serial Number=0800389946
Historia religiosa Ante [Go Back]  
 [00155]  τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν, ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων θεόν.
 [00548]  Πολλοὶ δὲ καὶ ἄλλοι κατ' ἐκεῖνο τοῦ καιροῦ ταύτην ἐνόσουν τὴν ἄγνοιαν.
 [00646]  [4.7] Ταῦτα δέ με πολλοὶ μὲν καὶ ἄλλοι τῶν ἐκεῖνον ἱστορη κότων καὶ τὰ κατ' αὐτὸν ἀκριβῶς ἐπισταμένων ἐδίδαξαν·
 [00908]  Καὶ Σκύθαι μὲν καὶ οἱ ἄλλοι βάρβαροι τὴν Θρᾴκην ἅπασαν ἀπὸ τοῦ Ἴστρου μέχρι τῆς Προποντίδος ἀδεῶς ἐληΐζοντο·
 [01334]  καὶ τοῦτο οἱ μὲν ἄλλοι δαίμονος ἐκάλουν ἐνέργειαν, οἱ δὲ ἰατροὶ τοῦ ἐγκεφάλου προσηγόρευον νόσημα.
 [01358]  Οἱ μὲν οὖν ἄλλοι καὶ προσεύχεσθαι ὑπισχνοῦντο καὶ στέργειν αὐτῷ τὸ θεῖον βούλημα παρηγγύων·
 [01399]  [14.1] Οἶδα μὲν ὡς καὶ ἄλλοι πολλοὶ παρὰ τὴν Ἀντιόχου πόλιν διέλαμψαν εὐσεβείας φωστῆρες, Σεβῆρός τε ὁ μέγας καὶ ὁ Αἰγύπτιος Πέτρος καὶ Εὐτύχιος καὶ Κύριλλος, Μωϋσῆς τε καὶ Μάλχος καὶ ἕτεροι πλεῖστοι τὴν αὐτὴν πορείαν ὁδεύσαντες·
 [01483]  καὶ οἱ ἄλλοι δὲ ἅπαντες ὧν ἰδίᾳ σὺν θεῷ φάναι μνησθήσομαι.
 [01769]  Τῶν δὲ ῥημάτων ἐκείνων καὶ οἱ ἄλλοι ἡμῶν ἐπήκουσαν σύνοικοι.
 [01875]  [21.30] Τούτῳ τοίνυν ᾠκοδόμησαν μὲν καὶ ἄλλοι σηκὸν μέγιστον ἐν τῇ πελαζούσῃ κώμῃ οὐ πολλοὺς ἀφεστῶτα σταδίους·
 [02050]  [25.2] Πολλοὶ δὲ καὶ ἄλλοι τὴν τούτου ἐζήλωσαν ἀρετήν, καὶ πλήρης οὐχ ἡ ἡμετέρα μόνη, ἀλλὰ καὶ αἱ γειτονεύουσαι πόλεις καὶ κῶμαι τῆς τοιᾶσδε φιλοσοφίας.
 [02167]  Βαρβαρικώτερον δὲ συνδραμόντες ἐκεῖνοι, οἱ μὲν ἔμπροσθεν εἷλκον, οἱ δὲ ὄπισθεν, ἄλλοι ἐκ πλαγίων, οἱ δὲ ἀφεστῶτες τῶν ἄλλων ἐπιβαίνοντες καὶ τὰς χεῖρας προτείνοντες, οἱ μὲν τὸ γένειον εἷλκον, οἱ δὲ τῶν ἱματίων ἐπελαμβάνοντο.
 [02260]  Συγγράψουσι δὲ ὡς εἰκὸς καὶ ἄλλοι τουτωνὶ πολλῷ πλείονα·
000-00-00 Serial Number=0484736562
Interpretatio in Danielem Ante [Go Back]  
 [02239]  καὶ οἱ ἄλλοι δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξιὼν, μῆκος ἐργάσωμαι τῷ λόγῳ, ὀλίγον τινὰ κρατοῦντες χρόνον, ἢ τῷ θανάτῳ ἐσβέννυντο, ἢ περιστάσεσί τισι ζῶντες τῆς ἡγεμονίας ἐστέρηντο.
 [02841]  Εἶτα τῶν κατὰ τὸν ἅγιον Στέφανον ὑπὸ τῶν Ἰουδαίων τολμηθέντων, διεσπάρησαν μὲν οἱ ἄλλοι κατὰ τὰς πόλεις τῆς Ἰουδαίας, οἱ δὲ θεῖοι ἀπόστολοι σμικρὸν ἐν Ἱεροσολύμοις διατρίψαντες χρόνον, εἰς τὴν Σαμάρειαν καὶ Καισάρειαν, Λύδδαν τε καὶ Ἰώππην περιιόντες, ἅπασιν ἀνθρώποις τὰ σωτήρια δόγματα προσφέρειν ἠπείγοντο.
 [03691]  οἵ τε γὰρ ἄλλοι προφῆται μαρτυροῦσι, καὶ αὐτὰ βοᾷ τὰ πράγματα τὰς περὶ αὐτοῦ προῤῥήσεις ἁρπάζοντα.
 [03697]  Οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ τὸν καιρὸν ὥρισεν εἰς ὃν ταῦτα ἀποβήσεται.
000-00-00 Serial Number=0518061459
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03404]  οἱ ἄλλοι ἑρμη νευταὶ κρίθητι ἡρμήνευσαν·
 [03621]  Υἱοὺς Κεδὲμ οἱ ἄλλοι ἑρμηνευταὶ υἱοὺς Ἀνατο λῶν ἡρμήνευσαν·
 [03674]  Ἦσαν μὲν οὖν ἀλλόφυλοι καὶ Τύριοι καὶ Σι [81.1065] δώνιοι, καὶ οἱ ἄλλοι πάντες οἱ τούτων πλησιόχωροι·
 [03836]  Ἀντὶ δὲ τοῦ, τὰ ἱερά σου, οἱ ἄλλοι ἑρμηνευταὶ τὸ κέρας σου τεθείκασι, κατὰ τῶν προειρημένων ἀκολουθίαν·
 [04996]  Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξαν οἱ ἄλλοι ἑρμηνευταί·
 [05220]  Οὕτω γὰρ καὶ οἱ ἄλλοι ἑρμηνευταὶ ἡρμήνευσαν·
 [05708]  Καὶ Ἰωὴλ, καὶ Ὠσηὲ, καὶ Μιχαίας, καὶ οἱ ἄλλοι προφῆται περὶ τούτων τῶν ἐθνῶν προεθέσπι σαν.
 [06064]  οὕτως γὰρ καὶ οἱ ἄλλοι ἑρμη νευταὶ ἡρμηνεύκασιν·
000-00-00 Serial Number=0596492529
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01199]  ἐπειδὴ δὲ ἦσάν τινες ἐν αὐτοῖς, οἱ μὲν αὐχοῦντες ἐπὶ πλούτῳ, οἱ δὲ ἐπὶ σοφίᾳ, ἄλλοι δὲ ἐπὶ ῥώμῃ σώμα τος, παραινεῖ μὴ ἐπὶ τούτοις σεμνύνεσθαι, ἀλλ' ἐπὶ θεογνωσίᾳ, καὶ πράξει δικαίᾳ·
 [03934]  ἀπ ήχθησαν δὲ εἰς Βαβυλῶνα καὶ προφῆται καὶ ἱερεῖς, ∆ανιὴλ, Ἐζεκιὴλ, καὶ ἄνδρες εὐσεβεῖς, Ἀνανίας,Ἀζαρίας, Μισαὴλ, καὶ ἄλλοι ὡς εἰκὸς πλεῖστοι, ὧν ἡ ἱστορία μέμνηται.
 [04635]  Ἠφανίσθησαν, καὶ εἰς ᾄδου κατ έβησαν, καὶ ἄλλοι ἀνέστησαν ἀντ' αὐτῶν.
000-00-00 Serial Number=0513482034
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00014]  ἄλλοι δὲ τοῦ θεσπεσίου Ἰεζεκιὴλ, καὶ ἕτεροι τῶν δώδεκα προφητῶν τὰς τῇ ἀσαφείᾳ κεκρυμμένας προρ
 [01634]  Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ τὴν ἀντωνυμίαν οὐ προστεθείκασιν·
 [01786]  οὕτω καὶ ὁ Σαοὺλ, καὶ οἱ ἄλλοι πολέ μιοι, ταῖς ἐφόδοις ἐχρῶντο.
 [02423]  ἀντὶ γὰρ τοῦ ἔπαινος, ὕμνος οἱ ἄλλοι τεθεί κασιν ἑρμηνευταί.
 [02843]  Καὶ ἐπειδὴ πολλοὶ καὶ διάφοροι τῆς εὐσεβείας οἱ βίοι, μοναδικοὶ καὶ κοινωνικοὶ, ἐρη μικοὶ καὶ πολιτικοὶ, ἰδιωτικοὶ καὶ στρατιωτικοὶ, βασιλικοὶ καὶ ἀποχειροβιωτικοὶ, ναυτικοὶ καὶ γεωρ γικοὶ, καὶ οἱ ἄλλοι πολλοὶ καὶ διάφοροι·
 [03072]  Τὸ, μὴ ἀποσκορακίσῃς με, μὴ ἀποῤῥίψῃς με εἶπον οἱ ἄλλοι ἑρμηνευταί·
 [04414]  Καὶ ἄλλοι δὲ, ὡς εἰκὸς, ταῦτα δεδράκασιν ἐκείνῳ·
 [04914]  Οἱ δὲ ἄλλοι σαφεστέραν ἐποιήσαντο τὴν ἑρμηνείαν·
 [05197]  Οἱ [80.1196] μὲν οὖν ἄλλοι τρεῖς ἑρμηνευταὶ αὐτὴν ἐκέλευσαν ποιήσασθαι τὴν προσκύνησιν.
 [05259]  ἄλλοι δὲ εἰς τὸν Ἐζεκίαν, καὶ τὸν Ἀσσύριον.
 [05303]  καὶ ἕτεροι μὲν τὴν Ἰουδαίαν ἐπιστεύθησαν ἄρδειν, ἕτε ροι δὲ Συρίαν καὶ Κιλικίαν, ἄλλοι δὲ ἄλλων ἐθνῶν τὴν γεωργίαν ἐνεχειρίσθησαν.
000-00-00 Serial Number=0243165374
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00039]  καὶ ἕτεροι μὲν τὴν Ἰουδαίαν ἐπιστεύθησαν ἄρδειν, ἕτε ροι δὲ Συρίαν καὶ Κιλικίαν, ἄλλοι δὲ ἄλλων ἐθνῶν τὴν γεωργίαν ἐνεχειρίσθησαν.
 [01715]  καὶ Γαζαῖοι δὲ, καὶ Ἀσκαλωνῖται, καὶ οἱ ἄλλοι πλησίον ᾤκουν.
 [02107]  Ταῦτα οὔτε τὸ Ἑβραϊκὸν ἔχει, οὔτε οἱ ἄλλοι ἑρμηνευταὶ, οὔτε οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ·
 [02263]  Οὐδὲ ταύτην τὴν προσθήκην τὸ Ἑβραϊκὸν ἔχει, οὐδὲ οἱ ἄλλοι ἑρμηνευταὶ, οὐδὲ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ·
 [02309]  Οἱ δὲ ἄλλοι τὸν χρόνον ἐφύλαξαν.
 [02483]  Οὓς γὰρ ἁμαρτωλοὺς οἱ Ἑβδομήκοντα εἰρήκασιν, ἀσεβεῖς ὠνόμασαν οἱ ἄλλοι πάντες ἑρμηνευταί·
 [02845]  Καὶ ἄλλοι δὲ, φησὶν, ἅπαντες τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν ὑμνεῖσθαι παρασκευάζουσι, κατὰ τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν·
 [03872]  Ὁ δὲ Ἑβραῖος, καὶ οἱ ἄλλοι ἑρμηνευταὶ, πηγὴν εἰρήκασι.
 [04426]  Τὰς μέντοι συκαμίνους οἱ ἄλλοι ἑρμηνευταὶ συκομόρους ἡρμήνευσαν.
 [04564]  Καὶ οἱ ἄλλοι δὲ τὴν αὐτὴν διάνοιαν ἡρμηνεύκασι.
 [04651]  Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ ὡς γεγενη μένον τοῦτο εἰρήκασιν·
 [04720]  Καὶ γὰρ οἱ ἄλλοι ἑρμηνευταὶ, Ἐπὶ τὴν προσευχὴν τοῦ λαοῦ σου, ἀντὶ τοῦ, δούλου σου, τεθείκασιν.
 [04725]  καὶ γὰρ οἱ ἄλλοι ὡς γεγενημένα ταῦτα εἰρήκασιν·
 [04888]  καὶ οἱ ἄλλοι δὲ τὴν βρόντησιν ὁμοίως τεθείκασι.
 [05047]  Εἶτα κατα λέγει τοὺς ὁμόρους, ὑφ' ὧν συγκληθέντες καὶ οἱ ἄλλοι συνῆλθον.
 [05067]  Ἀλλοφύλους οἱ ἄλλοι Φιλιστιαίους καλοῦσιν ἑρμηνευταί·
 [05154]  Καθάπερ γὰρ στρουθία καὶ τρυγόνες, καὶ μὲν δὴ καὶ οἱ ἄλλοι ὄρνιθες, πλανῶνται μὲν οὐκ ἔχοντες καλιὰν, πηξάμενοι δὲ ταύτην ἐν αὐτῇ διατρίβειν εἰώθασι, καὶ τοὺς οἰ κείους ἑαυτῶν τρέφουσι νεοττούς·
000-00-00 Serial Number=0799659789
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00941]  ∆ῆλον, ὡς τὴν ἐπιγραφὴν ἄλλοι τινὲς τεθείκασι, καὶ οὔτε ὁ προφήτης, οὔτε οἱ τοῦτον ἐξ ἀρχῆς ἑρμηνεύσαντες.
 [00952]  Οὕτω καὶ ὁ θαυ μάσιος Ἱερεμίας, καὶ μέντοι καὶ οἱ ἄλλοι προφῆται, τῆς τούτων ἀδικίας διετέλουν κατηγοροῦντες.
 [00960]  οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί.
 [02149]  Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ κτίσεως τεθείκασιν·
 [02804]  οἱ δὲ ἄλλοι τοῦ Πυθαγόρου διαδόχους πικρῶς αἰκισάμενοι, πρόωρον αὐτοῖς ἐπήγαγον θάνατον.
 [03138]  Οἱ δὲ ἄλλοι, τῶν ἀντικειμένων, ἡρ μήνευσαν.
 [03419]  Τὴν τροφὴν, θή ραν οἱ ἄλλοι εἶπον ἑρμηνευταί.
 [04455]  ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρ μήνευσαν ἑρμηνευταὶ, καὶ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ.
 [06740]  Οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί.
 [06920]  οἱ δὲ τὰς ἐν πολέμοις ὀνειροπολοῦσι νίκας, ἄλλοι δὲ τοῖς ἐχθροῖς τεκταίνουσιν ὄλεθρον·
 [07136]  οὕτω δὲ καὶ οἱ ἄλλοι.
000-00-00 Serial Number=0331043243
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01106]  Τοῦτο οἱ ἄλλοι ἑρμηνευταὶ, καὶ Ἀκύλας, καὶ Σύμμαχος, καὶ Θεοδοτίων, ὡς περὶ τοῦ Ἰακὼβ εἰρημένον τε [81.1617] θείκασιν·
 [01665]  Ἐντεῦθεν δῆλον, ὡς τῶν ὁμόρων ἡγουμένων ἠκολούθουν οἱ ἄλλοι·
 [04052]  ἄλλοι δὲ Ἰουδαίους καὶ Βαβυλωνίους.
 [05343]  Ἰστέον δὲ ὡς οἱ ἄλλοι ἑρμηνευταὶ, Ἀκύλας, φημὶ, καὶ Θεοδοτίων, καὶ Σύμμαχος, οὐ τὴν τετρά δα λέγει, καὶ πέμπτην, καὶ ἑβδόμην, καὶ δεκάτην νηστεύειν, ἀλλὰ νηστείαν ἔφασαν συμφώνως οἱ τρεῖς, ἡ τοῦ τετάρτου, καὶ ἡ τοῦ πέμπτου, καὶ ἡ τοῦ ἑβδόμου, καὶ ἡ τοῦ δεκάτου·
 [05418]  νῦν γὰρ τὴν τῶν εἰδώλων ἀρνησά μενοι πλάνην, καὶ Ἀσκαλωνῖται, καὶ Ἀκκαρωνῖται, καὶ οἱ ἄλλοι ἀλλόφυλοι, τὸ τῆς θεογνωσίας εἰσεδέ ξαντο φῶς·
 [05959]  Εἴτε δὲ Αἰ γύπτιοι, εἴτε ἄλλοι τινὲς, ἐκπλαγέντες τὴν τοῦ Θεοῦ δύναμιν, καταμελήσωσι ταύτης τῆς ἑορτῆς, καὶ τὸ προσῆκον ἐν αὐτῇ τῷ Θεῷ μὴ προσενέγκωσι σέβας, καὶ ἐπ' αὐτοῖς, φησὶν ἔσται ἡ πτῶσις·
000-00-00 Serial Number=0821792781
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01694]  γίνονται δὲ καὶ ἄλλοι πρὸς τὴν κατάληψιν τῶν τῇ γνώσει συνεστώτων πραγμάτων ὀξεῖς τε καὶ ἕτοιμοι καὶ ἀπὸ τῆς θείας χάριτος, ὡς τὸ ὁ κύριος ἔδωκε τῷ Σολομῶντι πλάτος καρδίας, ὡς τὴν ἄμμον τὴν
000-00-00 Serial Number=0032344460
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00001]  Καὶ ἄλλοι μὲν φιλομαθεῖς ἄνδρες ἐπηγγείλαντο διαλῦσαι τῆς θείας γραφῆς τὰ δοκοῦντα εἶναι ζητήματα, καὶ τῶν μὲν ἀναπτύξαι τὸν νοῦν τῶν δὲ τὰς αἰτίας δηλῶσαι, καὶ ἁπαξαπλῶς ἀποφῆναι σαφῆ τὰ τοῖς πολλοῖς οὐ τοιαῦτα φαινόμενα.
 [00646]  ἄλλοι δέ τινες [41] ἀπὸ φλοιῶν δένδρων τούτους κατεσκευᾶσθαι εἰρήκασιν.
 [02441]  σανίδας γὰρ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί.
 [02444]  δώδεκα οὖν πήχεις ἐκ τούτων συναγόμενοι, οἱ μὲν δέκα τὸ ἔνδον εὖρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο, τῶν ἑκατέρωθεν πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο.
 [02512]  τοῦτο γὰρ λέγει, τὸ στέαρ τὸ ἐπὶ κοιλίας, καὶ οἱ δύο νεφροὶ καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, καὶ ὁ τοῦ ἥπατος λοβός , ὅπερ οἱ ἄλλοι ἑρμηνευταὶ περιττὸν προ σηγόρευσαν.
 [02526]  οἱ μέντοι ἄλλοι ἑρμηνευταὶ εὐαρεστή σεως ἀντὶ εὐωδίας τεθείκασιν.
 [02673]  ἄλλοι δέ τινες τὰς αἶγας μιμού μενοι, οἷόν τι γάλα, τοῖς δεομένοις παρέχουσι τῆς χρείας τὰ περιττὰ κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν τὴν λέγουσαν·
 [04187]  τινὲς δὲ τὰς τῶν γενείων, ἄλλοι τὰς τῶν ὀφρύων.
000-00-00 Serial Number=0539788544
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00836]  Οἱ γὰρ ἄλλοι ἑρμηνευταὶ μὴ μυσῶσαι εἰρήκασιν, ἀντὶ τοῦ, μὴ μύσους μεταλαχεῖν.
 [01049]  Ὁ δὲ Ἀβεννὴρ ἀντεχειροτόνησε τὸν Μεμ-φιβοσθὲ, τὸν υἱὸν τοῦ Σαοὺλ, ὃν οἱ ἄλλοι ἑρμηνευταὶ Ἱσβαὰλ ὀνομάζουσι·
 [01175]  καὶ ἐκ τούτων ἦν καὶ ὁ Γολιὰθ, καὶ ἄλλοι τινὲς, ὧν ὁ συγ γραφεὺς ἐμνήσθη τῶν ἀριστέων, τοῦ ∆αβὶδ τὰς ἀνδραγαθίας συγγράφων.
 [02006]  ἄλλοι βασιλείαν, ἢ στρατηγίαν ἰθύνουσι.
 [02065]  Καὶ γὰρ Ἀσὰ, καὶ Ἰωσαφὰτ, καὶ ἄλλοι τινὲς, τὸτοῖς δαίμοσι θύειν ἐκώλυσαν, καὶ τὰ ἐκείνων τεμένη κατέλυσαν·
 [02142]  Τὸ δὲ βὲθ οἱ ἄλλοι βάτον ἡρ [80.684] μήνευσαν.
 [03094]  Οἱ ἄλλοι ἑρμηνευταὶ τὸ νωκηδεὶ ἀρχιποιμένα ἡρμήνευσαν.
 [03181]  Τοῦτο οἱ ἄλλοι ἑρμηνευταὶ ἐνεφύσησεν εἰρήκα σιν.
 [03186]  Τὸ δὲ ἐνέπνευσεν ἐπ' αὐτὸν, συνεκάλυψεν οἱ ἄλλοι εἰρήκασι.
 [03192]  Οἱ ἄλλοι ἄγρια λάχανα ταῦτα ἡρμήνευσαν.
 [03351]  Οὕτω δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν.
 [03456]  Τὴν διαθήκην πανταχοῦ οἱ ἄλλοι ἑρμηνευταὶ συν θήκην εἰρήκασι.
 [03735]  Τὸ δὲ ἄλσος, ὡς ἔφην πολλάκις, οἱ ἄλλοι ἑρμηνευταὶ ἢ Ἀσηρὼθ, ἢ Ἀσταρὼθ ὀνομάζουσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»