Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄγαν [119]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄγαν


000-00-00 Serial Number=0187107742
Commentaria in Isaiam Ante [Go Back]  
 [01035]  Τὰ αὐτὰ διαφόρως λέγει ὅτι καὶ τὰ ἄγαν ἠροτριωμένα καὶ πολλῆς ἐπιμελείας ἀξιούμενα ὄρη, ἔνθα πάλαι φόβος οὐκ ἦν, καὶ αὐτὰ διὰ τὴν πολλὴν ἐρημίαν νομὴ βουκολίων καὶ ποιμνίων γενήσεται.
 [01654]  ἀλλὰ κατὰ τὸ ἰδίωμα τῆς θείας γραφῆς, ὥσπερ τὸ ἀνάθημα καὶ ἐπὶ τοῦ ἄγαν ἁγίου καὶ ἀφιερωμένου τῷ θεῷ τίθησι τὰ θεῖα λόγια καὶ μέντοι καὶ ἐπὶ τοῦ ἄγαν ἐναγοῦς καὶ βεβήλου ἀνάθημα γὰρ καλοῦμεν καὶ τὰ τῷ θεῷ προσφε ρόμενα καὶ τοὺς διά τινα παρανομίαν τῆς ἐκκλησίας ἐκβαλλομένους , οὕτως ἁγίους οὐ μόνον τοὺς ἀφιερωμένους τῷ θεῷ ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ἀφωρισμένους καλεῖ.
 [04476]  Κἂν γὰρ ἄγαν τις ᾖ σοφός, ἀνατίθεται τὸ πρακτέον ἑτέρῳ·
000-00-00 Serial Number=0495481610
De providentia orationes decem Ante [Go Back]  
 [00289]  Οὐδεὶς δὲ, οὐδὲ τῶν ἄγαν φθονερωτάτων ἀνθρώπων, οἰκίαν εὐπρεπῆ καὶ λαμπρὰν δειμάμενος, ἐφθόνησε ταύτῃ πώποτε, ἀλλ' ἐναβρύνεται, καὶ σεμνύνεται, καὶ οὗτός τε γάν νυται, καὶ τοῖς ἀγνοοῦσιν ὑποδείκνυσιν.
 [00468]  Ἀλλὰ τὴν μὲν λεπτοτάτην καὶ χοροειδῆ καλουμέ νην, συνέφυσεν αὐτῷ, καὶ λίαν αὐτῷ προσψαύειν πεποίηκε, καὶ συνέχειν αὐτὸν δυναμένην, καὶ πλη κτικὴν οὐκ ἔχουσαν δύναμιν διὰ τὴν ἄγαν λεπτότητα·
 [00864]  τοῖς δὲ νηπίοις ἔτι τὰς φρένας, ἄγαν εἰσὶν ἀναγκαῖαι καὶ χρήσιμοι.
 [01288]  Εἰ δὲ βλέπων ἐνίους τῶν δεσποτῶν, ἄγαν ὠμοὺς, καὶ λίαν ἀκολάστους, [83.685] καί τινας τῶν ἀρχόντων δώροις ἀπεμπολοῦντας τὸ δίκαιον, προσπταίεις, καὶ τὴν ἀντιλογίαν ὠδίνεις, ἐγώ σου προλαμβάνω τὸν πονηρὸν τῆς διανοίας τό κον, καί φημι, ὡς τοῖς τοιούτοις οὐχ ὁ Θεὸς τὴν ἡγεμονίαν ἐπίστευσεν, ἀλλ' ἡ τῶν ἀρχομένων πονη ρία τὴν τούτων ἀρχὴν ἐπεσπάσατο.
 [02199]  Οὐ γὰρ ἂν φθονοῦντες τῇ τῶν ἀνθρώπων εὐημερίᾳ, πρόφασιν αὐτοῖς τῆς ἄγαν εὐκληρίας παρέσχον·
000-00-00 Serial Number=0973131001
De sancta trinitate Ante [Go Back]  
 [00126]  Τῶν κηρύκων δὲ τῆς ἀληθείας τοιαῦτα διδασκόν των, τίς οὕτως ἄγαν θρασὺς καὶ αὐθάδης, ὡς ἀντὶ [75.1157] μὲν τοῦ ἦν, τὸ οὐκ ἦν εἰπεῖν;
000-00-00 Serial Number=0769369841
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00359]  Τὸ μηδὲν ἄγαν καὶ μέτρον ἄριστον , καὶ ὅσα τοιαῦτα τοῖς πάλαι σοφοῖς εἴρηται, ἐπὶ παντὸς ἡγοῦμαι καλοῦ τε καὶ συμφέροντος·
 [00361]  Χρὴ τοίνυν σε, δέσποτα, σοφὸν ὄντα καὶ τοὺς ἄλλους σοφίζειν δυνάμενον καὶ τῶν τοιούτων λόγων πλήρη τυγχάνοντα καὶ φιλεῖν τὸν πέλας ὡς σεαυτὸν δεδιδαγμένον, μὴ βλάπτειν τοῖς ἐγκωμίοις τοῦ φιλουμένου τὸ φρόνημα, μηδὲ τὸν μὲν αἴρειν εἰς ὕψος καὶ μετεωρίζειν τοῖς λόγοις, ἑαυτὸν δὲ ταπεινοῦν ὑπὲρ τὸ ἄγαν καὶ τὴν οὐκ ἐπαινουμένην ταύτην ἀμετρίαν αἱρεῖσθαι, μηδὲ τῷ πόθῳ τὴν εὐφημίαν μετρεῖν, ἀλλὰ τὴν ἀλήθειαν προτιμᾶν τῆς φιλίας, καὶ κρύπτειν μὲν τὰς τοῦ φίλου κηλῖδας (ταῦτα γὰρ ὁ τῆς φιλίας νομοθέτης παρεγ γυᾷ·
000-00-00 Serial Number=0380592287
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00220]  Εἰ γὰρ ἡμᾶς οὕτως ἄγαν ἠνίασεν ἡ φήμη καὶ παμπόλλης ἀθυ μίας ἐνέπλησε, τί οὐκ ἂν ἔπαθεν ἀνὴρ τὸν αὐτὸν ζυγὸν ἕλκων καὶ εἰς μίαν σαρκός, κατὰ τὴν θείαν Γραφήν, συνάφειαν ἁρμοσθείς, τῆς καὶ χρόνῳ καὶ πόθῳ γεγενημένης συναφείας βίᾳ διασπασθείσης;
 [00252]  Πρῶτον μὲν γάρ, ὦ φίλη μοι κεφαλή, πολλοὺς καὶ ἄλλους περιφανεῖς ἄνδρας καὶ λαμπροὺς ἄγαν γεγενημένους.
 [00314]  ήθη σαν ταύτῃ πάντως ἀνιάσειν ἡμᾶς, δυσάγγελον αὐτὴν ἄγαν ὑπειληφότες.
 [00353]  Καὶ ταῦτα δὲ τέθεικα, δεῖξαι βουληθείς, ὡς ἄγαν αἰσχρὸν τῶν τῆς φύσεως μαθητῶν ἡττηθῆναι τοὺς προφητικῆς καὶ ἀποστολικῆς μετεσχηκότας διδασκαλίας καὶ τῷ σωτηρίῳ πάθει πεπιστευκότας καὶ προσμένοντας σωμάτων ἀνάστασιν καὶ φθορᾶς ἀπαλλαγὴν καὶ χορηγίαν ἀθανασίας καὶ οὐρανῶν βασιλείαν.
 [00372]  Νῦν γὰρ τοὺς μὲν ταπεινοὺς τῶν λόγων ὡς ἀνθρώπῳ προσ άπτομεν, τοὺς δὲ ὑψηλοὺς καὶ θεοπρεπεῖς ὡς Θεῷ, καὶ εὐπε τὴς ἄγαν ἡμῖν ἐστιν ἡ τῆς ἀληθείας ἀπόδειξις.
 [01258]  Εὖ ἴσθι τοίνυν, θεοφιλέστατε, ὡς ἄγαν ἥσθημεν τὰ περὶ τοῦ κοινοῦ φίλου μεμαθηκότες·
 [01811]  οἱ δὲ τοῦτο μήτε ὑπομείναντες, μήτε δράσαντες, τοῖς μὲν ἠδικημένοις συναλγοῦσι, τοὺς δὲ ἠδικηκότας θρηνοῦ σιν, ὡς ὠμῶς ἄγαν καὶ παρὰ πάντας τοὺς νόμους, τούς τε θείους, τούς τε ἀνθρωπίνους, τὰ οἰκεῖα κατασφάξαντας μέλη.
 [01842]  Τὰ γὰρ παρὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου τῆς μεγάλης Ῥώμης ἀρχι επισκόπου τοῦ κυρίου Λέοντος, τὰ πρὸς τὸν τῆς ὁσίας μνή μης Φλαβιανὸν καὶ πρὸς τοὺς ἄλλους τοὺς ἐν Ἐφέσῳ συν αθροισθέντας γραφέντα, ἄγαν συμφωνεῖ τοῖς παρ' ἡμῶν καὶ συγγραφεῖσι καὶ ἐπ' ἐκκλησίας κηρυχθεῖσιν ἀεί.
 [02064]  Ὥσπερ τοίνυν εὐκρινῆ ταῦτα καὶ ἀναμφίλεκτα καὶ τοῖς ἄγαν αἱρετικοῖς, καὶ ἴσμεν τὴν μὲν προαιώνιον, τὴν δὲ πρόσ φατον φύσιν, οὕτως εἰδέναι χρὴ τό τε τῆς σαρκὸς παθητόν, καὶ τὸ τῆς θεότητος ἀπαθές, οὐ διαιροῦντας τὴν ἕνωσιν, οὐ δὲ εἰς δύο μερίζοντας πρόσωπα τὸν Μονογενῆ, ἀλλ' ἐν τῷ ἑνὶ θεωροῦντας Υἱῷ τὰ τῶν φύσεων ἴδια.
 [02114]  Ἐκ γὰρ τῶν πρῶτον φύντων ἀνθρώ πων μέχρι τοῦ παρόντος καιροῦ, τοὺς τὸν ὅλων ἐσπουδακότας σέβειν Θεὸν ἔστιν εὑρεῖν παρὰ τῶν συμβεβιωκότων ἀνθρώπων ἠδικημένους, καὶ πλείστοις ἄγαν περιπεπτωκότας ἀνιαροῖς.
 [02278]  Ἡμεῖς δὲ τοιαῦτα πεπόνθαμεν, οὐ μόνον παρὰ τῶν προ δηλοτάτων ἐχθρῶν, ἀλλὰ καὶ παρὰ τῶν γνησίων, ὡς ὑπελαμ βάνομεν, φίλων, ὑπὸ μὲν ἐκείνων πολεμηθέντες, ὑπὸ δὲ τούτων προδοθέντες, οἷα ἢ οὐδείς, ἢ ἄγαν ὀλίγοι τῶν παλαιῶν ὑπέστησαν.
 [02736]  ἀποχρῶσί τε αὗται πεῖσαι καὶ τοὺς ἄγαν δυσπειθεστάτους τὰς θείας μὴ μερίζειν προσηγορίας.
000-00-00 Serial Number=0484608054
Eranistes Ante [Go Back]  
 [00556]  καὶ γὰρ τοῖς ἄγαν ἁγίοις κατὰ διαίρεσιν δίδοται τοῦ πνεύματος τὰ χαρίσματα.
 [01123]  {ΟΡΘ.} Ἐγώ σε τοιγαροῦν ἀναμνήσω καὶ διδάξω, ὡς τοὺς ἄγαν ἁγίους σάρκας προσηγόρευσεν.
 [01151]  πῶς ἡμῖν ἐγκαλεῖτε τὸν δεσπότην Χριστὸν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον ὀνομάζουσι, καὶ ταῦτα πολλῶν ἄγαν τοῦτο ποιεῖν ἀναγκαζόντων;
 [01319]  {ΕΡΑΝ.} Ἀτόπους ἄγαν ἐρωτήσεις προσφέρεις.
 [01625]  {ΕΡΑΝ.} Ὡς ἔοικεν, ἰσχυρὰν ἄγαν καὶ ἴσως ἀμήχανον ὑπολαμβά νεις τὴν πρότασιν.
 [01777]  {ΟΡΘ.} Ἁρμοδίως μὲν ἄγαν καὶ εὐγνωμόνως τὰς μαρτυρίας παρή γαγες.
 [01805]  {ΟΡΘ.} Γενναίως μὲν ἄγαν, ὦ ἄριστε, τὰς τρεῖς τῶν ἀντιπάλων διέρρηξας φάλαγγας·
 [01835]  Ἡμεῖς δὲ τοὺς τοιούσδε λόγους οὐχ ὡς δυσσεβεῖς μόνον, ἀλλὰ καὶ ὡς ἄγαν ἀνοήτους ἀποστρεφόμεθα.
 [02677]  {ΟΡΘ.} Βιάζεται τῆς ἀληθείας ἡ δύναμις καὶ τοὺς ἄγαν αὐτῇ μαχομένους τοῖς παρ' αὐτῆς λεγομένοις συνθέσθαι.
 [02874]  οὐκ ἀσθενὲς τὸ ἀδύνατον, ἀλλὰ ἄγαν αὐτὸ [197] δεικνὺς δυνατόν.
 [03114]  {ΕΡΑΝ.} Ἐναργῶς ἄγαν ὁ θεῖος ἀπόστολος κέκραγεν·
 [03195]  Οἱ δὲ τὸ ἀληθὲς εἰδότες ἀποκρινόμενοι λέγουσιν, ἢ τὸν Θωμᾶν τυχὸν τὸν ἀπόστολον, ἢ τὸν βαπτιστὴν Ἰωάννην, ἢ Στέφανον τῶν μαρτύρων τὸν πρόμαχον, ἢ ἕτερόν τινα τῶν ἁγίων ὀνομαστὶ λέγοντες, καίτοι σμικρῶν ἄγαν ἐνίοτε κειμένων λειψάνων.
000-00-00 Serial Number=0547011435
Graecarum affectionum curatio Ante [Go Back]  
 [00183]  Εἰ δ' ἀποχρῆν εἰς πίστιν ἐνόμιζον καὶ οἱ λέγοντες καὶ οἱ ἀκούοντες τὸ Πυθαγόρου εἶναι δόγματα καὶ μαθήματα, τίς οὕτως ἄρα ἠλίθιος, μᾶλλον δὲ ἄγαν ἐμβρόντητος, ὡς τοῦ Θεοῦ τῶν ὅλων διδάσκοντος ἐνδοιάσαι καὶ μὴ πιστεῦσαι τοῖς λεγομένοις καὶ μηδὲ τοσοῦτον ἀπονεῖμαι σέβας τῷ τῶν ὅλων Θεῷ, ὅσον τῷ Πυθαγόρᾳ προσένεμον οἱ τῆς ἐκείνου διδασκαλίας [1.58] μετεσχηκότες;
 [00592]  Ἐν Αἰγύπτῳ γὰρ αὐτοὺς πλεῖστον διατρίψαντας χρόνον καὶ τὴν πολύθεον τῶν Αἰγυπτίων μεμαθηκότας θρησκείαν, ὁ πάν σοφος Κύριος οὐκ ἐναργῶς ἄγαν τὰ περὶ τῆς Τριάδος ἐξεπαί δευσε δόγματα, ἵνα μὴ πρόφασιν πολυθεΐας λάβωσιν, εἰς τὸν τῶν Αἰγυπτίων ἐπιρρέποντες πλάνον·
 [01026]  Ἀλλὰ τούτων μὲν οὐδὲν πώποτε γεγένηται παρ' ὑμῶν, τἀναντία δὲ τούτων δρώμενα ἔστιν ἰδεῖν, θαυμαζομένους μὲν τοὺς ποιητὰς ἐπὶ τοῖς ποιήμα σιν, ἐπαινουμένους δὲ ἄγαν τοὺς ἀγαλματογλύφους καὶ ἀνδριαν τοποιοὺς καὶ ζωγράφους ἐπὶ τοῖς σφετέροις τεχνήμασι, προσκυ νούμενα δὲ τὰ τῷ λόγῳ κατηγορούμενα ξόανα καὶ θυσίαις καὶ τελεταῖς γεραιρόμενα, καὶ τὸ σμικρὸν ἐκεῖνο ζῴδιον, τὸν Πρίαπον λέγω, μετὰ τοῦ μεγίστου καὶ τεταμένου μορίου τιμώμενον, καὶ τὸν τοῦ ∆ιονύσου φαλλὸν ἐν τῇ φαλλαγωγίᾳ παρὰ τῶν ὀργια ζόντων προσκυνούμενον, καὶ τὸν κτένα τὸν γυναικεῖον οὕτω δὲ τὸ γυναικεῖον ὀνομάζουσι μόριον ἐν τοῖς Θεσμοφορίοις παρὰ τῶν τετελεσμένων γυναίων θείας τιμῆς ἀξιούμενον.
 [01059]  Οὐδὲ γὰρ οὐδ' οἱ ἄγαν παμπόνηροι πάντα ἔχουσιν, ὅσα τοῦ πατρὸς τῶν θεῶν καὶ πάντων ὑπάτου τε καὶ μεγίστου κατηγορεῖτε.
 [01135]  Ἀδιαίρετον δὲ καὶ ἄτομον καὶ ναστὸν οἱ μὲν διὰ τὸ ἀπαθὲς ὠνομάσθαι φασίν, οἱ δὲ διὰ τὸ ἄγαν σμικρόν, ἅτε δὴ τομὴν καὶ διαίρεσιν δέξασθαι οὐ δυνάμενον.
 [01295]  καὶ οὕτως αὐτῆς ἰσχυρὰν ἄγαν καὶ ἀήττητον λέγει τὴν κάκην, ὡς μηδὲ τὸν ποιητὴν δυνηθῆναι ταύτην ἐπὶ τὸ κρεῖττον μεταβαλεῖν.
 [01344]  [4.63] ∆ιὸ δὴ καὶ ἔγωγε θαυμάζω καὶ τοῦ ἀέρος μὴ δαπανωμένην τὴν φύσιν, τοσούτων μὲν ἀνθρώπων, τοσούτων δὲ ἀλόγων ζῴων διαπνεόντων τοῦτον διηνεκῶς, τοσαύτης δὲ ἀκτῖνος καὶ οὕτως ἄγαν θερμῆς τοῦτον διαπερώσης, πρὸς δὲ τῷ ἡλίῳ καὶ τῆς σελήνης καὶ [4.64] τῶν ἀστέρων ταὐτό γε τοῦτο ποιούντων.
 [01406]  οὐκ ἀξιῶν μόνον, ἀλλὰ καὶ ἄγαν γε λιπαρῶν καὶ ποτνιώ μενος τὸν τῆς ἰατρείας μὴ προέσθαι καιρὸν μηδὲ ἀναβάλλεσθαι τὴν σωτηρίαν εἰς αὔριον, ἣν οὐκ ἴσμεν εἴπερ δὴ πάντως ὀψόμεθα, ἀλλ' ἀναμνησθῆναι τῆς τοῦ Ἀσκραίου ποιητοῦ παραινέσεως·
 [01704]  Φασὶ γὰρ αὐτοὺς ὀξέως φωρᾶν τὰς τῶν λόγων κλοπὰς καὶ ὀλίγα φθεγγομένους τοὺς προσδιαλε γομένους νικᾶν, καὶ ξυλλογιστικοὺς ἄγαν εἶναι καὶ διαλύειν ἱκανοὺς τὰ παρ' ἑτέρων πλεκόμενα καὶ παροιμίαις σοφωτάταις καὶ αἰνίγμασι κεχρῆσθαι, οὐκ ἐπειδὴ τοὺς Χρυσίππου καὶ Ἀρι στοτέλους ἀνέγνωσαν λαβυρίνθους, οὐδὲ ὅτι Σωκράτης αὐτοὺς καὶ Πλάτων τόδε τὸ εἶδος ἐπαιδευσάτην·
 [02127]  Τίς γὰρ τῶν ἄγαν λαγνιστάτων ἔνδον ἐν τῷ θαλάμῳ τετόλμηκε τοιαῦτα, ὁποῖα τῶν Σατύρων ὁ χορὸς ἠσέλγησε δημοσίᾳ πομπεύων, ἔχων ἐν μέσῳ τὸν Σιληνὸν καὶ τὸν Πάνα, τὸν μὲν ἐπιλυττῶντα ταῖς Βάκχαις, τὸν δὲ λελυμένον ὑπὸ τῆς μέθης, τὸν τοῦ θηλυδρίου [7.13] παιδὸς παιδαγωγὸν καλούμενον;
 [02260]  Ἐκείνας τραγῳδῶν τὰς μιαιφονίας Σοφοκλῆς ὁ Ἀθηναῖος ἄριστα μὲν ἐθεολόγησεν, ἄγαν δὲ σοφῶς ἐκωμῴδησε τὰ τῶν δαιμόνων ἀγάλματα καὶ τῶν θυσιῶν τὰς παρανόμους σφαγάς·
 [02286]  καὶ τῶν θείων ἀπολαύοντες ῥείθρων, οὐ μόνον οὐ κωμῳδοῦσι τῶν ἀποστόλων τὰς γλώττας, ἀλλὰ καὶ ἄγαν θαυμάζουσιν, ὅτι δὴ λόγων στωμύ λων ὄντες ἀμύητοι, καὶ οἱ μὲν ἁλιεύειν παιδόθεν μεμαθηκότες, οἱ δὲ τελωνικοῖς ἐργαστηρίοις προσηδρευκότες, ἄλλοι δὲ σκυτο τομικὴν μεταχειρίσαντες τέχνην, ἀπεφάνθησαν ἐξαίφνης θείων λόγων διάκονοι καὶ δωρεῶν ἐπουρανίων διανομεῖς, καὶ σωτῆρες ἀλεξίκακοι καὶ φωστῆρες φανότατοι, οὐχ ἓν ἔθνος φωτίζοντες, [8.6] ἀλλ' ὅσαπερ ὁ ὁρώμενος ἥλιος.
 [02523]  Τού των γὰρ οὐδενὸς μετεσχήκασιν, ἀλλ' ἰδιῶται ἦσαν ἢ στρατιῶται, τινὲς δὲ αὐτῶν καὶ οἰκέται γεγένηνται καὶ θεραπαινίδες, ἐν ἀσθε νέσι δ' ἄγαν σώμασι γενναίως ἀγωνισάμεναι·
 [02553]  Ἔδει δὲ ξυνιδεῖν, ὡς τὰ πολλὰ τῶν ἄγαν τιμιωτάτων ἐν ἐλύτροις εὐτελέσι καλύπτεται.
 [02561]  Εἰκότως οὖν ἄρα καὶ τὴν ἀληθῆ περὶ τῶν θείων καὶ τῶν ἀνθρωπίνων δόξαν οὐ λαμπροί τινες καὶ ὄγκον ἔχοντες, ἀλλ' ἁπλοῖ καὶ πεζοὶ καὶ πᾶσι γνώριμοι κηρύττουσι λόγοι, καὶ τὸν μέγαν καὶ ἄρρητον [9.6] θησαυρὸν εὐτελεῖς ἄγαν φέρουσι θῆκαι.
 [02587]  Ἀλλ' οὔτε Μεγαρέας οὔτε Εὐβοέας οὔτε Θηβαίους, ὁμόρους γε ὄντας καὶ ἄγαν πλησιοχώρους, τοῖς τοῦ Σόλωνος ἢ τοῦ ∆ράκοντος ἢ τοῦ Κλεισθένους ὑπακοῦσαι νόμοις ἔπεισαν Ἀθηναῖοι.
 [03459]  τὰ δὲ μεταξὺ τούτων οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν ἤπου γε φιλοσόφῳ;
 [03825]  τοὺς μὲν ἄγαν θαυμάζειν ὡς ὑπεραλλο μένους τὰ τῆς φύσεως σκάμματα, τοῖς δὲ νέμειν τινὰ ξυγγνώμην, [12.38] ὡς ὑπὸ τῶν ἐμφύτων κατασυρομένοις παθῶν.
000-00-00 Serial Number=0673949242
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00358]  Ἐπέθεσαν δὲ καὶ τὰ ὀνόματα τοῖς προειρημέ νοις υἱοῖς, τῇ Ἑβραίων χρησάμενοι γλώττῃ, ὧν ἐπι μνησθῆναι περιττὸν ἄγαν ὑπέλαβον.
 [00469]  ἄλλως τε καὶ τοῖς τὰς θείας ἀνεγνωκόσι Γραφὰς εὐφώρατος ἄγαν ἡ βλασ φημία.
 [00659]  Ὀλίγοι δέ τινες ἄγαν εὐαρίθμητοι, καὶ οὗτοι σποράδες ἔν τισι τῶν πόλεων, τὴν Βαλεντίνου, καὶ Μαρκίωνος, καὶ τοῦ Μάνεντος διέμειναν περι κείμενοι λώβην·
 [01075]  Καὶ γὰρ ἄγαν εἰσὶν εὐαρίθμητοι, πάντων αὐτοὺς βδελυττομένων διὰ τὴν τῆς βλασφημίας ἀναίδειαν.
 [01076]  Καὶ τὸ μὲν πλεῖστον τῆς οἰκουμένης τῆς τούτων λύμης ἀπήλλακται, ὀλίγαι δὲ καὶ ἄγαν εὐαρίθμητοι πόλεις ἔχουσιν ἐκ τού των τινὰς, καὶ αὐτοὺς πειρωμένους λανθάνειν.
 [02028]  Τῶν γὰρ ἄγαν ἀτοπωτάτων, πεποιηκέναι μὲν αὐτὸν τὰ σύμπαντα λέγειν, οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ μό νην φιλανθρωπίαν, ἀμελεῖν δὲ ὧν ἐποίησε, καὶ πε ριορᾷν τὴν κτίσιν οἷόν τι σκάφος ἀνερμάτιστόν τε καὶ ἀκυβέρνητον ὑπὸ τῶν ἐναντίων ἀνέμων τῇδε κἀκεῖσε πεμπόμενον, καὶ σκοπέλοις καὶ ῥάχεσι προσρηγνύμενον.
 [02805]  Καὶ ὁ μέγας δὲ Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν συνημμένους μὲν οὐ διέστησε, κε κλοφότας δὲ θερμῶς ἄγαν διήλεγξε.
000-00-00 Serial Number=0038191974
Historia ecclesiastica Ante [Go Back]  
 [00371]  παυσαμένου δὲ τούτου, βασιλεὺς ὁ πανεύφημος τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσενήνοχε λόγους, τῆς τε τῶν τυράννων ἐκείνων ἀναμιμνήσκων ὠμότητος καὶ τῆς ἐπ' αὐτοῦ θεόθεν παρασχεθείσης ἐντιμοτάτης εἰρήνης, καὶ ὡς δεινὸν εἴη καὶ ἄγαν δεινόν, τῶν πολε μίων καταλυθέντων καὶ μηδενὸς ἀντιτείνειν τολμῶντος, ἀλλήλους βάλλειν καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν, ἄλλως τε καὶ περὶ θείων διαλεγομένους πραγμάτων καὶ τοῦ παναγίου πνεύ ματος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας.
 [00654]  τὸ δὲ τούτων κάλλος καὶ μέγεθος ἐκφράσαι περιττὸν ἄγαν ὑπείληφα, πάντων ὡς ἔπος εἰπεῖν τῶν φιλοθέων ἐκεῖσε θεόντων καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν.
 [00924]  καὶ ταῦτα λέγω, οὐ τοῦ προφήτου κατηγορῶν, ἀλλ' ὑπὲρ τοῦδε τοῦ βασιλέως τὴν ἀπολογίαν προσφέρων καὶ τῆς ἀνθρω πίνης φύσεως ἐπιδεικνὺς τὴν ἀσθένειαν, καὶ διδάσκων ὡς οὐ χρὴ μόνοις τοῖς κατηγοροῦσι πιστεύειν κἂν ἄγαν ὦσιν ἀξιόχρεοι, ἀλλὰ θατέραν ταῖν ἀκοαῖν τῷ κατηγορουμένῳ φυλάττειν.
 [02457]  τὸν δὲ Ἀδέλφιον, ἄγαν ὄντα πρε σβύτην, ἠπίως τε καλέσας καὶ πλησίον καθεσθῆναι κελεύσας·
 [03113]  ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας.
 [03433]  τὸ δὲ τοῦ ∆ιὸς τέμενος, μέγιστόν τε ὂν καὶ πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη, στεγανὴν δὲ ἄγαν καὶ στερεμνίαν τὴν οἰκοδομίαν ἰδών, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν·
 [03434]  μέγιστοί τε γὰρ ἦσαν καὶ ἀλλήλοις ἄγαν συνηρμοσμένοι καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι.
 [03607]  οὕτω πέφυκεν ἀρετὴ καται δεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους.
 [03717]  Ὁρμίσδης τις τῶν ἄγαν περιφανῶν παρὰ Πέρσαις ἐτύγχανεν ὤν, Ἀχαιμενίδης ἀνήρ, πατέρα ὕπαρχον ἐσχηκώς.
000-00-00 Serial Number=0647795320
Historia religiosa Ante [Go Back]  
 [00195]  Ἐγὼ δὲ πρὸς τούτῳ κἀκεῖνο ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρησάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι καὶ κεραυνούς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα πρὸς αὐτὸν πεντηκόνταρχος ἑκάτερος μετὰ τῆς πεντηκοστύος ἀφίκετο.
 [00633]  ἤρκει γὰρ καὶ φαινόμενος ὀξὺν ἐργάσασθαι πρὸς τὸν τῆς ἀρετῆς δρόμον καὶ τὸν ἄγαν νωθέστατον.
000-00-00 Serial Number=0899490654
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00544]  Φοβερὰ καὶ φρίκης γέμουσα ἡ ἀπειλὴ, καὶ ἱκανὴ δεδίξασθαι καὶ τοὺς ἄγαν λιθίνους·
 [00590]  Συνιδεῖν δὲ προσήκει, ὅτι οὐδὲ τὰς [81.853] συμμέτρους τῇ ἀνθρωπείᾳ φύσει ἀποκαλύψεις οὐδὲ οἱ ἄγαν καθαροὶ τὴν διάνοιαν ἠδύναντο καθορᾷν·
 [03108]  Εἰ δὲ μὴ τελευταῖον ὡς χαλεπώτερον ἔκειτο, συνετέτακτο δὲ ὅμως τοῖς εἰρημένοις, ἱκανὸν ἦν δεδίξασθαι τοὺς χρωμένους, καὶ πεῖσαι φυγεῖν τῆς ἀπληστίας ταύτης τὸ εἶδος, ὡς τοῖς ἄγαν δυσσεβέσι καὶ παρανόμοις συνεζευγμένον·
 [03511]  Ταῦτα δὲ, φησὶν, ὑπομένουσι τῆς ἄγαν μιαιφονίας τίνοντες δίκας.
 [06312]  Οὐ γὰρ μόνον οὐκ εἰμὶ τῶν ἡμιδούλων, ἀλλὰ καὶ πρὸς τοὺς ἐλευθέρους ἔχω δια [81.1252] φορὰν, ὡς ἐκ τῆς προμνηστευθείσης καὶ ἄγαν ἀγα πηθείσης βλαστήσας.
000-00-00 Serial Number=0340388536
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00374]  ἐπειδὴ ὡς ἐν σκότει διάγειν νομίζουσιν οἱ τοῖς ἄγαν ἀνιαροῖς περιπίπτοντες·
 [04250]  Προσφυῶς δὲ ἄγαν τὸ, ὑποστηρίζει τοὺς δικαίους, τέθει κεν·
000-00-00 Serial Number=0117243230
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04042]  Ἐν μιᾷ γὰρ νυκτὶ τῶν τοσούτων μυριάδων δι' ἀγγέλου τὴν θανατηφόρον [80.1473] δεξαμένων πληγὴν, δῆλος ἐγένετο πᾶσιν ὁ τῶν ὅλων Θεὸς, ἄγαν τοῦ Ἰσραὴλ προμηθούμενος, καὶ ἐν τῇ Ἰουδαίᾳ τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν.
000-00-00 Serial Number=0425534129
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04580]  Οὕτως οἱ ἄγαν διψῶντες, καὶ σπανίζον τες ὕδατος.
000-00-00 Serial Number=0771596491
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02714]  καὶ τοῦτο γὰρ τῶν ἄγαν ἐστὶ περιττῶν.
000-00-00 Serial Number=0358104229
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01693]  ὡσαύτως δὲ καὶ οἱ λίαν μεγαλοκέφαλοι, οἱ λεγόμενοι βαρυκέφαλοι, καὶ οἱ ἄγαν μικροκέ φαλοι, διὰ τὸ μὴ σῴζειν σύμμετρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος, διὰ τὴν ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνασθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων.
000-00-00 Serial Number=0411996543
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00108]  ἡ δὲ γῆ ἦν Ἠλίθιον καὶ ἄγαν ἀνόητον τὸ ἐρώτημα·
 [00157]  ἁρμοδίως δὲ ἄγαν ἑκάτερα τέθεικεν·
 [00356]  καὶ οὐ συνεῖδον οἱ ἄγαν ἠλίθιοι, ὡς ἀνθρώποις δι' ἀνθρώπων διαλεγόμενος ὁ δεσπότης Θεός, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ τοὺς λόγους
 [00448]  Τῆς θείας λεγούσης γραφῆς ἐξανέτειλεν ἔτι ὁ Θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν , τολμηρὸν ἄγαν τὸ τοῖς οἰκείοις ἀκολουθεῖν λογισμοῖς καταλιπόντας τὴν διδασκαλίαν τοῦ πνεύματος.
 [00648]  τὸ μὲν γὰρ περίεργον, τὸ δὲ ἄγαν μυθῶδες.
 [00704]  Ἐμβρόντητοί τινες καὶ ἄγαν ἠλίθιοι ἀγγέλους τούτους ὑπέλαβον, τῆς οἰκείας ἴσως ἀκολασίας ἀπολογίαν σχήσειν ἡγούμενοι, εἰ τῶν ἀγγέλων τοιαῦτα κατηγοροῖεν.
 [01084]  ΛΞΞΙΙΙ Ὠμὸν ἄγαν εἶναι δοκεῖ τὸ νέον ὄντα τὸν Ἰσμαὴλ ἐξελαθῆναι τῆς πατρικῆς οἰκίας, μετὰ μόνης τῆς μητρὸς καὶ τοῦ ἀσκοῦ τοῦ ὕδατος Καὶ τοῦτο ἄντικρυς δείκνυσι τὴν τοῦ Ἀβραὰμ ἀρετήν·
 [01131]  σο φωτάτη δὲ ἄγαν καὶ τοῦ παιδὸς ἡ ἐρώτησις·
 [01141]  ἐκείνην δὲ τὴν εὐχὴν οὐ συμ βολικῶς προσενήνοχεν, ὥς τινες τῶν ἄγαν ἠλιθίων ὑπέλαβον, ἀλλ' ἐπειδὴ τὸν Θεὸν συνεργὸν ἔλαβε τῆς μνηστείας σημεῖά τινα αὐτῷ δειχθῆναι παρεκάλει δι' ὧν ἠβούλετο γνῶναι, εἰ ἀρέσκουσα τῷ Θεῷ ἡ μνηστεία.
 [01383]  Περιφανὲς ἄγαν ἐγεγόνει τοῦ Ἀβραὰμ τὸ γένος δι' ἣν εἶχεν εὐσέβειαν.
 [01679]  ἐν γὰρ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ συμπλοκῇ νενικηκότες, ὕστερον ἄρδην ἀπώλοντο, πλὴν ὀλί γων τινῶν ἄγαν εὐαριθμήτων, οὓς οἱ νενικηκότες οἰκτίραντες δοῦναι μὲν αὐτοῖς γυναῖκας διὰ τὸν ὅρκον ὑπείδοντο, ἑτέρως δὲ αὐτοῖς τὸν γά μον ἐμηχανήσαντο.
 [01965]  ἀναγκαίως ἄγαν ὁ τῶν ὅλων Θεὸς οὐ μόνον
 [01972]  Ἐπειδὴ πρωτόγονον ὄντα τοῦ Θεοῦ τὸν Ἰσραήλ, ἄγαν σκληρῶς ἐκεῖνος ἐδουλαγώγει·
 [02630]  ἐρῶ δὲ ὅμως κἀνταῦθα ἐν κεφαλαίῳ, ὅτι μὲν ἀνενδεὴς ὁ Θεός, οὐκ οἶμαι οὐδὲ τοὺς ἄγαν ἀντερεῖν ἀνοήτους.
 [03880]  ἰστέον μέντοι, ὥς τισιν ἔδοξε μηδὲν αὐτὸν περὶ τοῦ σωτῆρος ἡμῶν προειρηκέναι, οὓς ἐχρῆν συνιδεῖν, ὅτι [221] καὶ τῷ Ναβουχοδονόσορ ἄγαν ὄντι δυσσεβεῖ, τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἀπεκάλυψε παρουσίαν.
 [04400]  δῆλον γὰρ καὶ τοῖς ἄγαν ἀνοήτοις, ὡς ὁ τοσαύτην διδασκαλίαν προσενεγκών, οὐκ ἀφαιρεῖται τὸ βλέπειν ἀλλὰ ποδηγεῖ καὶ φωτίζει καὶ τὴν εὐθεῖαν ὁδὸν ἐπιδείκνυσι.
 [05019]  Τοῦ Ῥηχάβ, ὡς εὐσεβοῦς ἄγαν πολλαχοῦ ἡ θεία μνημονεύει γραφή·
 [05137]  ὥσπερ γὰρ ἀνόητος ὁ τῶν πυρίνων ἄρτων προτιμῶν τοὺς κριθίνους, οὕτως ἄγαν ἐμβρόντητος, ὁ τοὺς ψευδωνύμους θεοὺς τοῦ ἀληθινοῦ προτιθείς.
 [05234]  Ἀνόητος ἄγαν ἡ τοῦ Ἰεφθάε ὑπόσχεσις.
 [05355]  ἐπειδὴ δὲ εἶδε καὶ τὴν παιδείαν δεξαμένους καὶ τῷ δικαίῳ θυμῷ κεχρημένους καὶ ὀλοφυρομένους καὶ ποτνιωμένους, καὶ πολλὰ προχέοντας δάκρυα, συνήρ γησε τῇ προθυμίᾳ καὶ τὴν παράνομον φυλὴν ἄρδην ἀπώλεσε, πλὴν ὀλί γων ἄγαν εὐαριθμήτων.
000-00-00 Serial Number=0747573018
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00151]  Οὕτω γὰρ ἦν ἄγαν νέος, ὡς τὴν περὶ τοῦ Θεοῦ διδασκαλίαν μηδέπω δύνασθαι δέξασθαι.
 [00403]  εἶτα τραπέντας ἐκείνους ἰδὼν, ἀνοήτως καὶ ἄγαν ἠλιθίως ἀνεθεμάτισε τὸν τροφῆς ἢ ποτοῦ πρὸ τῆς ἑσπέρας μεταλαμβάνοντα.
 [01059]  Ὁ δὲ καὶ διωκόμενος πράως ἄγαν καὶ φιλικῶς [80.604] παρῄνεσε τὸν θυμὸν εἰς ἄλλον τινὰ κατακενῶσαι τῶν φευγόντων στρατιωτῶν, καὶ οὐδὲ τοῦτον ἀνε λεῖν, ἀλλὰ μόνον λαβεῖν τὴν σκευὴν παρηγγύησεν, ἵνα ἔχῃ τινὰ τοῦ πόνου καρπόν.
 [01806]  Ἐπειδὴ δὲ Ἰουδαῖοι προφήτην αὐτὸν ὀνομάζειν [80.657] οὐ βούλονται, ὡς ἐναργῶς ἄγαν τὰ περὶ τοῦ Σω τῆρος ἡμῶν καὶ τῆς τῶν ἐθνῶν προθεσπίσαντα πίστεως, ἀκουσάτωσαν αὐτοῦ λέγοντος, Πιστὸς ∆αβὶδ ὁ υἱὸς Ἰεσσαὶ, πιστὸς ἀνὴρ, ὃν ἀνέστησεν ὁ Θεὸς χριστὸν, ὁ Θεὸς Ἰακώβ.
 [01932]  Ἀνοήτως ἄγαν τήνδε τὴν ὑποψίαν ἐσχήκασιν.
 [01947]  ἢ ὡς ἄγαν μικρὸν εἰρωνικῶς οὕτω καλέσαντες·
 [01985]  Τυραννικὸν ᾔδει τὸν ἄνδρα, καὶ ἄγαν θρασύν·
 [02173]  Φωταγωγοὺς δὲ ὁ ναὸς εἶχεν, ἔνδοθεν μὲν εὐρείας, ἔξωθεν δὲ στενὰς ἄγαν, διατρήτοις δὲ λίθοις κεκαλυμμένας.
 [02294]  Φωταγωγοὺς γὰρ εἶχε ἄγαν σμικροτά τους, ἐπειδὴ καὶ ἑτέρους οἰκίσκους εἶχε δεδομημέ νους.
 [02503]  τὸ δὲ τῆς χειρὸς ἄγαν ἠνίασε.
 [02754]  Ὁ δὲ Ἀβδιοὺ τῶν ἄγαν ἦν εὐσεβῶν·
 [02978]  Καὶ νῦν δὲ αὐτὸν εἰς τὸ δεσμωτήριον ἔπεμψεν, τροφῆς αὐτὸν ὀλίγης ἄγαν μεταλαμβάνειν προστεταχὼς, ᾗ μόνον κωλύειν ἔμελλε τὴν ἐκ λιμοῦ τελευτήν.
 [03027]  Τολμηρὸν τοίνυν ἄγαν τὸ νεμεσῆ σαι ταῖς θείαις οἰκονομίαις.
 [03240]  Παραδόξως δὲ ἄγαν ὁ προφήτης ἀνήγαγε τὸ σιδήριον.
 [03370]  Τῶν δὲ ἄλλων παίδων τοῦ Ἀχαὰβ ἀναιρεθέντων ὑπὸ τῶν θρεψαμένων, σοφῶς ἄγαν πρὸς τὸν λαὸν ὁ Ἰηοῦ ἔφη·
 [04511]  Ὁ μέντοι βασιλεὺς ἄγαν ὢν εὐσεβὴς, καὶ τοὺς ἐν ταῖς πόλεσι τῶν δέκα φυλῶν οἰκοῦντας εἰς τὴν ἑορτὴν συνεκάλεσε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»