Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄῤῥητον [35]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄῤῥητον


000-00-00 Serial Number=0095030546
De incarnatione domini Ante [Go Back]  
 [00072]  Ἐπειδὴ δὲ ταῦτα, καὶ τἄλλα τὰ μυρία καὶ δυσδιήγητα τῆς θείας οἰκονομίας εἴδη ὀλίγους μὲν εὐηργέτησεν, οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων ἀνηκέστως διέκειντο, τότε δὴ, τότε τὸ μέγα καὶ ἄῤῥητον γίνεται τῆς οἰκονομίας μυστήριον·
 [00485]  Τούτου χάριν ὁ μονογε νὴς τοῦ Θεοῦ Λόγος ἐκ μόνης Παρθένου τὰς ἀφορ μὰς λαβὼν τῆς διαπλάσεως, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἀγεώργητον δημιουργήσας ναὸν, καὶ ἑαυτῷ συνάψας, πρόεισιν ἐκ τῆς Παρθένου, οὐ λύσας τῇ συλλήψει τὴν [75.1461] παρθενικὴν ζώνην, οὐ τῇ γεννήσει διαῤῥήξας, ἀλλ' ἀκήρατον καὶ ἀνέπαφον διαφυλάξας, καὶ τὸ μέγα τοῦτο καὶ ἄῤῥητον θαῦμα θαυματουργήσας·
000-00-00 Serial Number=0005172670
De providentia orationes decem Ante [Go Back]  
 [00570]  Ἐπειδὴ δ' ὁ λό γος εἰς τὰ δοκοῦντα μέλη τοῦ σώματος, κατὰ τὸν θεῖον Παῦλον, ἀτιμότερα ὑπάρχειν, οὐκ οἶδ' ὅπως ἐξελθεῖν ἐβιάσθη, βλέπε πάλιν τὴν ἄῤῥητον τοῦ Ποιη τοῦ φιλανθρωπίαν.
 [00574]  φρίξον αὐτῆς τὴν ἄῤῥητον κηδεμονίαν, ὁρῶν αὐτὴν δημιουργοῦ σαν, ἃ σὺ λέγειν αἰσχύνῃ, ὁρῶν αὐτὴν προμηθουμέ νην, ὧν καὶ τὴν μνήμην ἐρυθριᾷς.
000-00-00 Serial Number=0806179404
De sancta trinitate Ante [Go Back]  
 [00630]  ἀλλὰ τρεῖς μὲν τὰς ὑποστάσεις, μίαν δὲ τῆς Τριάδος τὴν φύσιν ἀσώματον, ἄτρεπτον, ἀναλλοίωτον, ἀτελεύτητον, ἀθάνατον, ἄπειρον, ἄφθαρτον, ἀπερίγραπτον, ἀπερίληπτον, ἀόρατον, ἀσαφῆ, ἄῤῥητον, ἄφραστον, ἀκατάληπτον, ἀνέφικτον, ἀπερινόητον, αὐτοζωὴν, φῶς νοερὸν, πηγὴν ἀγαθῶν, θησαυρὸν σοφίας, δημιουργὸν τῶν ὄλων, κυβερνῶσαν τὰ πάντα, σοφίαν ἰθύνουσαν τὸ τῆς κτίσεως σκάφος.
000-00-00 Serial Number=0996359885
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00972]  Ἐν ἀπολαύσει τοίνυν ἡ νύμφη τοῦ νυμφίου γενομένη, καὶ πείρᾳ μαθοῦσα τὴν ἄῤῥητον ἐκείνην τρυφὴν, βοᾷ καὶ λέγει·
 [01354]  Ταῦτα τῆς νύμφης εἰρηκυίας, καὶ κάλλος ἄῤῥητον ἐκ τῆς τοῦ νυμφίου περιλήψεως εἰληφυίας, ἐκπληττόμεναι αἱ θεῖαι δυνάμεις φασίν.
 [01594]  Ὅτι μέγα, καὶ ἄῤῥητον, καὶ διανοίας ἐστὶν ἀνθρώ πων ἀνέφικτον, τὸ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα μὴ ἁρπαγμὸν ἡγήσασθαι, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν κενώσαντα μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον καὶ σχήματι εὑρεθέντα ὡς ἄνθρωπον, ταπεινῶσαι ἑαυτὸν μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ.
 [02602]  Φησὶ τοίνυν ἡ νύμφη, ἐκπληττομένη τὴν ἄῤῥητον φιλανθρωπίαν, ὅτι Καὶ σὺ ἐθήλασας τοὺς μαστοὺς τῆς μητρός μου.
000-00-00 Serial Number=0083716393
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00009]  Πρὸς δὲ τούτῳ, καὶ πολὺς τῶν μύθων ὁ λῆρος, καὶ τῆς κατὰ τοῦ Θεοῦ τολμηθείσης βλασφημίας τὸ μέ γεθος ἄῤῥητον γλώσσαις εὐσεβεῖν παιδευθείσαις·
 [01000]  εἰ δὲ ἐνδί δως αὐτὸν εἰσελθεῖν καὶ τοιαῦτα βεβουλευμένον διὰ τὴν ἄῤῥητον οἰκονομίαν (ἀνεξιχνίαστα γάρ σου τὰ κρίματα), ἐμὲ τὸν δοῦλόν σου τῆς παρούσης ζωῆς ἐλευθέρωσον.
000-00-00 Serial Number=0535453022
Interpretatio in Danielem Ante [Go Back]  
 [00710]  Ἔπειτα τὴν ἄῤῥητον ἐκείνην καὶ θηριώδη βλασφημίαν τολμᾷ·
 [01048]  ὅτι ἔστι Θεὸς ἄῤῥητον ἔχων δύναμιν, τῷ πυρὶ κε λεύων ἐναντίαν ἐπιδείξασθαι τοῖς ἁγίοις ποιότητα.
 [01065]  κατὰ δὲ τῶν τῷ Θεῷ ἀνακειμένων τῇ λύττῃ χρησάμενος, εἶδε τοῦ Θεοῦ καὶ τὴν ἄπειρον δύναμιν, καὶ τὴν μακροθυμίαν τὴν ἄῤῥητον·
 [02059]  Ἐπειδὴ γὰρ εἶδεν τὸ κέρας ἀλαζονικοῖς μὲν χρώμενον λόγοις, τοῖς τε τοῦ Θεοῦ θεράπουσι μυρίας καττύον ἐπιβουλὰς, διδάσκε ται διὰ τῆς πανταχόθεν ἀστραπτούσης καθαρότητος, ὡς οὐ παρορῶντος τοῦ Θεοῦ ταῦτα τολμᾶται, ἀλλὰ διὰ τὴν ἄῤῥητον συγχωροῦντος οἰκονομίαν.
000-00-00 Serial Number=0976324677
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00150]  δηλοῖ δὲ τοῦτο καὶ τὴν ἄῤῥητον ἀγαθότητα, ὅτι καὶ αἰχμαλωσίᾳ παραδοὺς ἀτημελήτους οὐκ ἐᾷ, ἀλλὰ προμηθείας ἁπάσης καὶ τῆς προσηκούσης ἀξιοῖ κηδεμονίας.
000-00-00 Serial Number=0452965081
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00453]  Καὶ ἀποστάντας υἱοὺς ὀνομάζει, διὰ τὴν ἄῤῥητον αὐτοῦ ἀγαθότητα.
 [00832]  Τὴν ἄῤῥητον τοῦ ∆εσπότου φιλανθρωπίαν καὶ ταῦτα δηλοῖ·
 [02511]  Πάλιν τὴν ἄῤῥητον αὑτοῦ δείκνυσιν ἀγαθότητα.
000-00-00 Serial Number=0062777758
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01343]  Εἰ γὰρ καὶ τὴν ἄῤῥητον οὐκ ἐπίσταμαι φύσιν, ἀλλ' οὖν ἀπόχρη μοι τὸ ὄνομά σου εἰς τὸ προσκυνεῖν καὶ ὑμνεῖν, καὶ πᾶσαν δικαίαν ἐπικου ρίαν αἰτεῖν.
 [04663]  καὶ αὕτη ἡ σεσωσμένη φύσις ταύτην ὑπὲρ τῆς σωτηρίας ὑπι σχνεῖται τὴν ἀντίδοσιν δώσειν, τὸ συντρέχειν εἰς ἐκκλησίαν, καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν ἄῤῥητον διεξιέναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνῦναι τὸ ἀληθές.
 [04806]  γένοιτο, γένοιτο! Ταῦτα ὁ θεσπέσιος προαγορεύσας προφήτης, καὶ τὴν ἄῤῥητον τοῦ ∆εσπότου φιλανθρωπίαν θαυμάσας, καὶ συνιεὶς ἐπὶ τὸν τὴν ἐθελουσίαν πτωχείαν ἀναδεξάμενον, ὕμνον αὐτῷ διὰ τῆς γλώττης προ φέρει, ἵνα τὸ μακάριον καὶ αὐτὸς κομίσηται τέλος.
000-00-00 Serial Number=0801638067
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01959]  Παρίσταμαι δέ σοι, τὴν ἄῤῥητον φανταζόμενος δύναμιν.
 [02298]  Ἐπιστήσατε, φησὶ, τὸν νοῦν, καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ Θεοῦ γινομένων ἕκαστον, καὶ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν θαυμάσατε, δι' ἧς τὸ τῶν ἀνθρώπων γένος ποδηγεῖται πρὸς εὐσέβειαν.
 [03777]  Θαυμάσαι δὲ ἄξιον τὴν ἄῤῥητον ἀγαθότητα τοῦ ∆εσπότου·
000-00-00 Serial Number=0817662120
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00225]  Ἐπειδὴ τῶν οὐκ ὄντων θεῶν ἐμνημόνευσεν, ἠγνοεῖτο δὲ παρὰ τοῖς δυσσεβέσιν ὁ ὢν Θεὸς, εἰκότως τοὺς ἁγίους παρήγαγε, παρ' ὧν ὁ ἀληθὴς ὑμνεῖται Θεὸς, οἷς καὶ φοβερός ἐστιν, ἅτε δὴ πελάζουσιν αὐτῷ, καὶ τὴν ἄῤῥητον αὐτοῦ γινώσκουσι δύναμιν.
 [02230]  Τὸ θεῖον κάλλος, καὶ τὸν ἄῤῥητον πλοῦτον ὡς ἐνῆν ἀνθρω πείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐ τῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει·
 [02702]  Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην.
 [04023]  Ταύτης δὲ τῆς χάριτος χορηγὸς ὁ Θεὸς, ἡμεῖς δὲ τὴν ἄῤῥητον αὐτοῦ φιλαν θρωπίαν θαυμάζομεν.
 [06832]  Οὗτοι γὰρ οἱ ὅσιοι, εἴτε προφῆται, εἴτε ἀπόστολοι, καὶ οἱ μετ' ἐκείνους τὴν τοῦ κηρύγματος διακονίαν διαδεξάμε νοι, τὴν αἰώνιον βασιλείαν, καὶ τὴν ἄῤῥητον δύναμιν πάντας ἀνθρώπους διδάξουσιν.
 [07148]  ∆είκνυσι δὲ ταῦτα τοῦ Θεοῦ τὴν ἄῤῥητον δύναμιν.
000-00-00 Serial Number=0259275019
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02493]  Τίς ἂν ἀξίως ὑμνήσειε τὴν ἄῤῥητον ἀγαθότητα τοῦ δικαίου Κριτοῦ, ὃς ἀκριβῶς ἐπιστάμενος, ὡς τοῖς προφητικοῖς οὐ πεισθήσονται λόγοις, καὶ τὴν προκειμένην προσέθηκεν ἀπειλὴν, ἵνα τῇ μὲν δεδιξάμενος, τῇ δὲ καταθέλξας, μαλάξῃ τοὺς θηριώδεις;
 [02555]  Οὕτω καὶ διὰ τούτων μεμά θηκεν Αἴγυπτος τὴν ἄῤῥητον δύναμιν τοῦ τῶν ὅλων Θεοῦ.
 [04093]  ∆ιὰ πάντων δὲ τῶν εἰρημένων τὴν ἄῤῥητον τοῦ Θεοῦ δύναμιν ἡμᾶς ἐδίδαξε·
 [04147]  Καὶ τούτων γινομένων εἰς τοὺς ἀπὸ σοῦ πεμφθέντας τοῖς ἔθνεσι κήρυκας, μακροθυμεῖς, φησὶν, ἄῤῥητον μὲν ἔχων τὴν δύναμιν, ὅπλων δὲ κολαστικῶν παντοδαπῶν εὐπορῶν, καὶ διὰ μόνης ἀπειλῆς τὴν σύμπασαν γῆν μετὰ τῶν οἰκητόρων διαφθεῖραι δυνάμενος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»