Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁπλῶς [161]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁπλῶς


000-00-00 Serial Number=0068421781
Commentaria in Isaiam Ante [Go Back]  
 [00077]  οὐ γὰρ ἁπλῶς λαὸν ἀλλὰ μετὰ τῆς ἀντωνυμίας καλεῖ.
 [03404]  Οὐχ ὅταν ἁπλῶς στενάξῃς ἀλλ' ὅταν καταλιπὼν τὴν παρανομίας ὁδὸν τὰ γεγενημένα θρηνήσῃς, τότε τεύξῃ τῆς σωτηρίας καὶ τῆς προτέρας δυσσεβείας ἐν αἰσθήσει γενήσῃ.
 [05011]  Τὸ ἐμαυτῷ ἁρμόττον ποιῶ καὶ φιλάνθρωπος ὢν ἐλέῳ χρῶμαι καὶ οὐχ ἁπλῶς ἀφίημι τ ὰς ἁμαρτίας ἀλλὰ καὶ αὐτὰς τὰς τούτων ἐξαλείφω κηλῖδας καὶ λήθῃ τὴν τούτων παραδίδωμι μνή μην.
 [05174]  Τοῦτο δὲ ἐνταῦθα οὐχ ἁπλῶς εἴρηκεν ἀλλ' εἰς τὴν τῶν ῥηθησομένων βεβαίωσιν·
000-00-00 Serial Number=0375709414
De incarnatione domini Ante [Go Back]  
 [00041]  οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποιηκὼς, ἀλλ' ἵνα τὸν πεποιη κότα γνωρίζῃ, καὶ ὥσπερ τινὰ ζυγὸν ἔχῃ τὸν νόμον τοῦ δημιουργήσαντος, ἵνα γινώσκῃ ὡς βασιλεύει μὲν τῶν ἐν τῇ γῇ, βασιλεύεται δὲ ὑπὸ πλάσαντος, ἄρχει καὶ ἄρχεται, δεσπόζει καὶ δεσπόζεται, ἡγεῖται καὶ ἄγεται.
 [00102]  «Ὁ Θεὸς, φησὶ, τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας·» οὐχ ἁπλῶς εἶπεν, ἐν ὁμοιώματι σαρκὸς, διαλύων τῶν ἀσεβῶν δογμάτων τὴν βλασφημίαν·
000-00-00 Serial Number=0509937823
De providentia orationes decem Ante [Go Back]  
 [00118]  Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Θεοῦ τὴν πρόνοιαν, ἐφεστῶσαν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις φωστῆρσι, καὶ οἷόν τινι φωνῇ παρακελευομέ νην δᾳδουχεῖν τοῖς ἀνθρώποις, καὶ οὐχ ἁπλῶς δᾳδου χεῖν, ἀλλὰ κατὰ χρόνου διανομήν.
 [00178]  Οὔτε γὰρ διχῆ τὸν ἐνιαύσιον κύκλον ἐμέρισεν ὁ Ποιητὴς, οὔτε θέρος ἡμῖν ἁπλῶς δέδωκε καὶ χειμῶνα, οὐδὲ ἀπὸ τῶν ἄκρων ἀμέσως ἐπὶ τὰ ἄκρα μεταβαίνομεν, ἀλλὰ τὸ ἔαρ καὶ τὸ μετόπωρον μέσην λαχόντα τὴν κρᾶσιν, τοῦ κρυμοῦ καὶ τοῦ φλογμοῦ μέσα γίγνεται.
 [01749]  Μὴ τοίνυν με, ∆έσποτα, χωρίσῃς ὁμόζυγος ἄνωθεν συζευχθείσης μοι, μηδὲ διαζεύξῃς συζυγίαν, οὐχ ἁπλῶς οὕτως ἐκ τοῦ συμβάντος γεγενημένην, ἄνωθεν δὲ ὑπὸ τῆς σῆς κληρωθεῖσαν δημιουργίας·
 [01919]  Ὃς τοίνυν οὐχ ἁπλῶς κήδεται τῶν ἀνθρώ πων, ἀλλὰ καὶ ἀγαπῶν κήδεται.
 [02012]  Οὐχ ἁπλῶς δὲ ὁ προφήτης καὶ σφαγῆς ὁμοῦ καὶ κουρᾶς ἐμνημόνευσεν.
 [02063]  οὐχ ἁπλῶς ἐλέῳ χρώμε νος, ἀλλ' ἐλέῳ δικαίῳ, οὐδὲ τῇ τῆς δεσποτείας ἐξουσίᾳ, ἀλλ' ἐξουσίᾳ δικαίᾳ.
000-00-00 Serial Number=0376478672
De sancta trinitate Ante [Go Back]  
 [00238]  Ὁρᾶτε πῶς οὐχ ἁπλῶς τέθεικε τὸ «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» προορῶν τὴν αἱρετικὴν κακοήθειαν, ἵνα μὴ ἐπὶ βουλήματος καὶ θελήματος ταύτην λά βωσι τὴν φωνήν·
000-00-00 Serial Number=0656677902
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00145]  κἄν τις γραμμάτων πρός τινα δεηθῇ, οὐδὲ ἁπλῶς οὕτως, ὡς ἐν ὄχλῳ πραγμάτων ὄντες, ἐπιστέλλειν ἀνέχεσθε, οὐ γνησίως μέν, οὐ γλαφυρῶς δὲ οὐδὲ ἀκρίβως, ἀλλὰ πάντα ὁμοῦ συντρέ χει τοῖς γράμμασι, καὶ κάλλος ὀνομάτων καὶ πλῆθος νοημάτων καὶ τάξεως ἁρμονία καὶ τιμὴ τρέφουσα τοὺς δεχομένους τὰ γράμματα, καὶ τῶν ἀγαθῶν ἁπάντων τὸ κάλλιστον, ἡ ἐπανθοῦσα τοῖς λόγοις τοῦ φρονήματος μετριότης.
 [00186]  οὔτε γὰρ παρὰ τῶν ποιητῶν οὔτε παρὰ τῶν φιλοσόφων οὔτε μὴν παρὰ τῶν ἄλλων λογογ ράφων ἁπλῶς καὶ ὡς ἔτυχε δέχεται τὰ μαθήματα, ἀλλὰ τὴν μέλιτταν μιμουμένη, τὸ μὲν χρειῶδες συλλέγει, τὸ δὲ περιτ τὸν χαίρειν ἐᾷ.
 [00399]  οὐχ ἁπλῶς δὲ ταύτην πεπίστευκα, ἀλλὰ ταύτης λεγούσης διὰ πάντων ἀκούσας, καὶ τοὺς αὐτῆς ὑφαινούσης ἐπαίνους, καὶ τὸν τῶν κατορθωμάτων διεξιούσης κατάλογον.
000-00-00 Serial Number=0114114881
Eranistes Ante [Go Back]  
 [00067]  Τὸν μέντοι ἄνθρωπον ἁπλῶς ἀκούσας, οὐκ εἰς τὸ ἄτομον ἀπερείδει τὸν νοῦν, ἀλλὰ καὶ τὸν Ἰνδὸν καὶ τὸν Σκύθην καὶ τὸν Μασσαγέτην καὶ ἁπαξαπλῶς πᾶν γένος ἀνθρώπων λογίζεται.
 [00605]  Κοινοῦ γὰρ ἀνθρώ που διδάσκων συγγένειαν, οὐ λέγω, τοῦ δεῖνος ὁ δεῖνα κατὰ σάρκα υἱός, ἀλλ' ἁπλῶς υἱός.
 [00986]  Πρώτη μὲν αἰτία καὶ μεγίστη, τὸ σάρκα αὐτὸν περιβεβλῆσθαι, καὶ βούλεσθαι καὶ τοὺς τότε καὶ τοὺς μετὰ ταῦτα πιστώσασθαι πάντας, ὅτι οὐ σκιά τίς ἐστιν οὐδὲ σχῆμα ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' ἀλήθεια φύσεως.
 [02428]  Οὐ γὰρ εἶπεν ἁπλῶς τὴν χάριν, οὐδὲ τὸν πλοῦτον ἁπλῶς, ἀλλά, Τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος ἐν χρηστότητι.
 [02934]  Οὔτε γὰρ τὴν τοῦ Ἰσαὰκ διηγησαμένη τυφλότητα σώματος ἐμνημόνευσεν, ἀλλ' ἁπλῶς τὸν Ἰσαὰκ ἔφη τυφλόν·
 [03905]  Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀπορραγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ θεοῦ πρὸς τὸν παρόντα βίον.
000-00-00 Serial Number=0035199940
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00469]  καὶ οὐ λέγει μύ ρον ἁπλῶς, ἀλλὰ ἐκκενωθέν.
 [00859]  Κρίνον ἐγενόμην οὐκ ὀρέων, οὐδὲ βουνῶν, οὐδὲ πεδίων ἁπλῶς, ἀλλὰ κοιλωμάτων.
 [01095]  καὶ οὐχ ἁπλῶς αὐτὴν καλὴν, ἀλλὰ καλήν μου καλεῖ·
 [02139]  οὐ μόνον δὲ καλὴ εἶ, ἀλλὰ καὶ ὡραία, καὶ οὐχ ἁπλῶς ὡραία, ἀλλ' ὡς Ἱερουσαλήμ·
 [02146]  ∆ιὰ τοῦτο ὡραία εἶ, ὡς Ἱερουσαλὴμ, καὶ οὐχ ἁπλῶς ὡραία, ἀλλὰ θάμβος ἐμποιοῦσα τοῖς ὁρῶσί σε·
 [02173]  Οὐχ ἁπλῶς δὲ, οὐδὲ ὡς ἔτυχε δὶς τὰς αὐτὰς εὐφημίας τῇ νύμφῃ προσήνεγκεν, ἀλλὰ ἀναμιμνή σκων αὐτὴν τοῦ οἰκείου κάλλους, καὶ παραινῶν σῶον τοῦτο φυλάξαι, καὶ μηδένα δέξασθαι μῶμον·
 [02275]  Οὐχ ἁπλῶς δὲ ταύτην ἡγοῦμαι κεῖσθαι τὴν λέξιν.
 [02466]  Αὕτη δὲ οὐχ ἁπλῶς τὸν ὀμφαλὸν αὑτῆς ἔτεμεν, ἀλλ' οὕτως ἐβάθυνε τὴν τομὴν, ὥστε πᾶσαν τῆς εἰδωλολατρείας ἀνασπᾶσαι τὴν ῥίζαν, ὡς κρα τῆρι τορευτῷ παραβάλλεσθαι, καὶ τὸ κράμα τῆς εὐ φροσύνης διηνεκῶς ἔχειν, καὶ μηδέποτε ἐλλείπειν αὐτῇ τὴν ἐκ τῆς εὐσεβείας ἐγγινομένην αὐτῇ θυμη δίαν.
 [02667]  καὶ ὁ διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται·
000-00-00 Serial Number=0829256773
Graecarum affectionum curatio Ante [Go Back]  
 [00108]  Εἶναι δὲ αὐτὸν πρὸς οὐδὲν μὲν ἀφυῆ, ἀπαίδευτον δὲ περὶ πάντα, ὡς ἁπλῶς εἰπεῖν·
 [00694]  Καὶ οὗτος ἄρα ἦν ὁ λόγος, καθ' ὃν ἀεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος ἀξιώσειεν, καὶ νὴ ∆ία καὶ ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι, δι' οὗ πάντα ἁπλῶς γεγενῆσθαι, ἐν ᾧ τὸ γενόμενον ζῶν καὶ ζωὴν καὶ ὂν πεφυκέναι εἴς τε σῶμα πίπτειν καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον, μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον, ἀμέλει καὶ ἀνα λυθέντα πάλιν ἀποθεοῦσθαι καὶ θεὸν εἶναι, οἷος ἦν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι.
 [02295]  Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα.
 [03761]  οὐ γὰρ ἁπλῶς ὁμοιωθῆναι νενομοθέτηκεν, ἀλλ' ὡς ἀνθρώποις ἐστὶ δυνατόν.
000-00-00 Serial Number=0462650239
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00984]  δοξάζειν δὲ κατὰ τὸν τοῦ βαπτίσματος διεκώλυσε νόμον, καίτοι τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οὐχ ἁπλῶς βαπτίσαι, ἀλλὰ πρότερον μαθητεῦσαι προστεταχότος.
 [01553]  Οὐ γὰρ ἁπλῶς Λόγος ὠνό μασται, ἀλλὰ Θεὸς Λόγος·
000-00-00 Serial Number=0453277946
Historia ecclesiastica Ante [Go Back]  
 [00412]  ἀλλὰ καὶ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ θεοῦ ἔχομεν οὐχ ἁπλῶς, ἀλλ' ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν.
 [02332]  οὐ γὰρ ἁπλῶς [216] ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεοῦ, ἀλλ' ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ, ἐξ ἀληθινοῦ καὶ φύσει πατρός.
000-00-00 Serial Number=0996470511
Interpretatio in Danielem Ante [Go Back]  
 [00178]  εἰρηκὼς γὰρ ἄνω, ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίας, κάλλει λάμποντας, καὶ μεγέθει διαπρέποντας, καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα, τῆς Ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε, καὶ τὴν τῆς βασιλείας συγ γένειαν ἔκρυψε.
 [00250]  Τὰς δὲ συγκρίσεις οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ' ἐρωτήσεις τινὰς προσ αγαγὼν, τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκα λον, καὶ ηὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας·
 [00254]  Οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆ σαι θελήσας.
 [00288]  Ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικε, ἀλλ' ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν.
 [00367]  Καὶ τούτου μάρτυς ὁ θεσπέσιος ∆ανιὴλ, ὀλίγον μὲν χρόνον αἰτήσας εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν, οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας, ἀλλ' εἰς ἱκετείαν καὶ προσευχὴν, καὶ οὐδὲ ἑαυτῷ μόνῳ θαῤῥήσας, ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβών·
 [00375]  ∆ιὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι, καὶ πλέκει τὸν ὕμνον οὐχ ἁπλῶς, ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν.
 [00379]  δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι αὐτὸν βου λομένοις·
 [00478]  οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ μά την ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἀποκαλύπτεται.
 [00681]  Οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν ὑπηκόων εἰς τὴν τῆς εἰκόνος συνεκά λεσεν ἑορτὴν, ἀλλὰ τούς τε τοπάρχας, καὶ τοὺς στρατηγοὺς, τοὺς τῶν σατραπειῶν τὴν ἡγεμονίαν πεπιστευμένους, καὶ εἴ τι ἕτερον εἶδος ἀρχῆς παρ' [81.1317] ἐκείνοις ἐνενόμιστο.
 [00870]  Ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως εἴρηκεν ὁ ἅγιος οὗτος ἀνὴρ, ἀλλ' ὑπὸ τοῦ προφήτου δεδιδαγμένος ∆αβὶδ, ὃς ἐν τῷ πεντηκοστῷ λέγει ψαλμῷ, ὅτι Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
 [01116]  Καὶ οὐχ ἁπλῶς ἔφη, τῆς δόξης αὐτοῦ, ἀλλὰ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ·
 [01171]  τιμωρεῖταί τε αὐτὸν οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἀλαζόνα νοῦν ἐκεῖνον τὸν τὰ ὑπὲρ φύσιν ὀνειροπολήσαντα, φρενοβλαβείᾳ παίει καὶ παραπλη ξίᾳ.
 [01202]  Τέθεικε δὲ τὴν ἑαυτοῦ προσηγορίαν οὐχ ἁπλῶς, ἀλλ' ἵνα τὸ ὄνομα μαρτυ ρήσῃ τοῖς λόγοις.
 [01213]  Οὐχ ἁπλῶς δὲ ταῦτα τέθεικεν, ἀλλὰ παράλληλα, ἵνα τῇ παρ εξετάσει δήλην ἅπασι ποιήσῃ τὴν τοῦ προφήτου σο φίαν·
 [01317]  οὐ γὰρ ἁπλῶς εἶπε, Τὸ δένδρον τὸ μέγα, ἀλλὰ, Τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός·
 [01385]  Ὁ δὲ τῆς ἀντωνυμίας διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται, ἀλλ' εἰς ἔλεγχον ἐναργέστερον τοῦ πρὸς ὃν ταῦτα λέγεται.
 [01409]  Οὐχ ἁπλῶς δὲ προστέθεικε τὸ ἐγὼ, ἀλλὰ διδάσκων ἅπαντας ἀνθρώπους, ὡς Ὁ τῇ ἀλαζο νείᾳ ἐκείνῃ χρησάμενος, ὁ εἰρηκώς·
 [01480]  Καταλέλοιπε δὲ τούτου τὴν μνήμην ὁ θειότατος ∆ανιὴλ, ἐπειδὴ οὐχ ἱστορίαν ἁπλῶς, ἀλλὰ προφητείαν συγγράφει·
 [01870]  Βούλομαι, φησὶ, πάντας ἀνθρώπους τοὺς ὑπὸ τὴν ἐμὴν τελοῦντας ἐξουσίαν, τὸν τοῦ ∆ανιὴλ προσ κυνεῖν Θεὸν, καὶ μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλὰ μετὰ δέους καὶ φρίκης προσφέρειν αὐτῷ τὴν προσκύνησιν.
 [02073]  Προσήκει δὲ ἐπισημήνασθαι, ὅτι οὐχ ἁπλῶς, ἐδόθη τὸ θηρίον εἰς καῦσιν πυρὸς, ἀλλὰ, τὸ σῶμα αὐτοῦ, εἶπεν.
 [02502]  Οὐχ ἁπλῶς γὰρ Μῆδον τὸν ∆αρεῖον προσηγόρευσεν, ἀλλ' ἀπὸ τοῦ σπέρματος τῶν Μή δων·
 [02538]  Οὐ γὰρ, φησὶν, ἁπλῶς ἀνέμενον τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, ἀλλ' ἱκετείαν τῷ ∆εσπότῃ προσέφερον, τὴν ἐλευθε ρίαν τοῖς ὁμοφύλοις αἰτῶν.
 [02549]  Μετὰ πάσης δὲ ἀκριβείας εὐχόμενος, διδάσκει, ὅτι οὐχ ἁπλῶς φυλάττει, ἀλλὰ τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ φυλάτ τουσι τὰς ἐντολὰς αὐτοῦ.
 [02779]  ∆ιεῖλε δὲ αὐτὰς οὐχ ἁπλῶς, ἀλλὰ πραγμάτων ἐνίων προσημαίνων μεταβολάς.
 [03039]  Καὶ οὐχ ἁπλῶς εἶπε τῷ ἄρχοντι Περ [81.1500] σῶν, ἀλλὰ τῷ ἄρχοντι βασιλείας Περσῶν, ἀντὶ τοῦ, καὶ αὐτοῦ τοῦ βασιλέως Περσῶν ἄρχειν πε πιστευμένῳ.
 [03643]  Οὐδὲ γὰρ δεῖ πᾶσιν ἁπλῶς προσκεῖσθαι τὰ θεῖα, ἀλλ' οἱ μὲν νοήμονες διὰ τῆς ἄνωθεν αὐτοῖς χορηγουμένης γνώσεως συνήσουσιν·
 [03651]  Πάλιν δὲ περὶ τοῦ μὴ δεῖν ἅπασιν ἁπλῶς προτιθέναι τὰ θεῖα, ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί·
 [03676]  ἀναστήσῃ δὲ, καὶ οὐχ ἁπλῶς ἀναστήσῃ, ἀλλ' εἰς τὸν κλῆρόν σου, τουτέστι, μετὰ τῆς τῶν ὁμοτρόπων συμμορίας.
000-00-00 Serial Number=0259165764
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00025]  καὶ τῶν βουλευμάτων τὰ σπουδαιότερα τοῖς γνησιω τέροις τῶν φίλων, ἀλλ' οὐ πᾶσιν ἁπλῶς ἐκφαίνειν εἰώθαμεν.
 [00134]  Σαφῶς δὲ καὶ ἡμᾶς αὐτὸς ἐδίδαξεν, ὅτι οὐ τῆς αἰχμαλωσίας ἁπλῶς πέμπτον ἔτος, ἀλλὰ τῆς Ἰωακεὶμ τοῦ βα σιλέως αἰχμαλωσίας·
 [00188]  Οὐ γὰρ ἁπλῶς ἔφη τέσσαρα τεθεᾶσθαι ζῶα, οὔτε μὴν ὁμοίωμα ζώων, ἀλλ' ὡς ὁμοίωμα τεσσάρων ζώων·
 [00292]  εἰρηκὼς γὰρ ἄνω τεθεωρηκέναι διανοιχθέντας τοὺς οὐρανοὺς, νῦν ἐπάνω τῶν ζώων ὡς ὁμοίωμα στερεώματος θεωρεῖ, καὶ τὰ ζῶα ὑποκείμενα, καὶ κινοῦντα τὰς πτέρυγας, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν ἄνωθεν φερομένην φωνήν·
 [00562]  Οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ ὁ δίκαιος, ἀλλ', Ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσῃ παράπτωμα, τουτέστιν, ἐὰν τὴν εὐ θεῖαν ὁδὸν ἣν ὥδευσεν καταλίπῃ, καὶ ἐπὶ τὴν ἑτέραν τραπῇ.
 [01892]  Τὴν δὲ τῆς τοιαύτης πορνείας ὑπερβολὴν διελέγχων, δείκνυσιν αὐτὴν ἅπασιν ἁπλῶς τοῖς συγγενέσθαι βουλομένοις προκειμένην, δι' ὧν ἐπλήρωσεν εἰδώλων καὶ τὰς ὁδοὺς, καὶ τὰς πλα τείας, καὶ τὰς ἀγορὰς, καὶ τὸ τῆς εὐσεβείας ἐλυμή νατο κάλλος, καὶ πάντα πάροδον εἰς τὴν τοιαύτην ἀκολασίαν ὑπεδέξατο, νῦν μὲν τοὺς τῶν Αἰγυπτίων, νῦν δὲ τοὺς τῶν Ἀσσυρίων καὶ Χαλδαίων προσκυνή σασα θεούς.
 [02032]  Οὐχ ἁπλῶς εἶπεν, ἐδικαίωσας, ἀλλ' ὑπὲρ σεαυτήν.
 [02413]  Ἐπιστῆσαι δὲ χρὴ, ὡς οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' Ἐὰν ἀποστραφῇ ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀδικίας, ἃς ἐποίησεν ὁ ἄνομος·
 [02613]  οὐ τοίνυν ἁπλῶς ἡ ἀργία ζωο ποιός·
 [02840]  Ἐπειδὴ, φησὶ, παραβολὴν ἁπλῶς, καὶ οὐκ ἀλήθειαν ὑπολαμβάνουσιν εἶναι τὰ εἰρημένα, ὑπόδειξον αὐτοῖς σαφῶς, ὅτι δρυ μὸς ὁ Ναγὲβ, τουτέστιν, ὁ μεσημβρινὸς καὶ ὁ νότιος, αὕτη ἐστὶν ἡ Ἱερουσαλήμ.
 [02906]  ἐπειδὴ δὲ ἡ ἐπὶ Ἰεχονίου γενομένη ἀναιμωτὶ ἐγεγένητο (αὐτόματος γὰρ ἐξῆλθεν ὁ βασιλεὺς πρὸς τὸν Ναβουχοδονόσορ σὺν τῇ μητρὶ, καὶ τῇ γυναικὶ, καὶ τοῖ ἄρχουσι, καὶ οὕτως ἀπήχθη δορυάλωτος εἰς Βαβυλῶνα), εἰκό τως τρίτην καλεῖ ῥομφαίαν τὴν ἐπὶ Σεδεκίου γενομέ νην, τὰς συμπλοκὰς ἀριθμῶν, καὶ τὰς παρατάξεις, ἀλλ' οὐχ ἁπλῶς τὰς ἐφόδους·
 [04422]  Αἴτιον δὲ τούτου τὸ μὴ ἱστορίαν αὐτοὺς ἁπλῶς συγγράφειν, ἀλλὰ προφητείας κατὰ χρόνους τινὰς γεγενημένας.
 [06010]  Τοῦτο δὲ εἴ τις περὶ τοῦ Ἰσραὴλ ἁπλῶς λάβοι, ψευδὲς εὑρήσει·
 [06014]  Οὐδὲ ταῦτα τοίνυν ἁπλῶς τῷ Ἰσραὴλ ἁρμόττει, ἀλλὰ τοῖς καθα ρὸν ἔχουσι τῆς διανοίας τὸ ὄμμα, καὶ ὁρᾷν τὸν Θεὸν δυναμένοις, καὶ τὴν πνευματικὴν λατρείαν ἀσπαζομένοις.
 [06052]  οὐχ ἁπλῶς γὰρ, οὔτε ὡς ἔθει δουλεύοντες, ταῦτα ποιήσουσιν, ἀλλὰ μετά τινος λόγου καὶ σκοποῦ εὐ σεβεῖν προαιρουμένου.
000-00-00 Serial Number=0481761158
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00266]  Οὐχ ἁπλῶς δὲ τὸ πᾶ σαν προστέθεικεν·
 [00384]  Εἰ δὲ νομίζεις ἁπλῶς με ταῦτα λέγειν, βʹ.
 [00683]  Οὐδὲ γὰρ ἐν τοῖς πρόσθεν εἰρη μένοις μεταθεῖναι τὸν ὅρκον εἰς αὐτὸν ἁπλῶς παρηγγύησεν, ἀλλὰ μετὰ ἀληθείας ὀμόσαι.
 [00707]  Ταῦτα οὐχ ἁπλῶς εἴρηκεν ὁ προφήτης·
 [04661]  Οὐκ ἔστι, φησὶν, ὠνητὴ, οὐδὲ ἐμπόροις ἁπλῶς προκει μένη λαʹ.
000-00-00 Serial Number=0719431520
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00115]  Οὐχ ἁπλῶς δὲ πρῶτον ὁδοῦ, εἶτα στά σεως, εἶτα καθέδρας ἐμνημόνευσεν·
 [00160]  Τὸ δὲ πάντα οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ.
 [00447]  Οὐ γὰρ ἁπλῶς με τῶν προσπε [80.892] σουσῶν ἠλευθέρωσε συμφορῶν, ἀλλὰ καὶ περι φανῆ, καὶ περίβλεπτον διὰ τῆς νίκης πεποίηκε·
 [00471]  καὶ οὐχ ἁπλῶς εἶπε, Μὴ φέρον καρπὸν, ἀλλ' ἐν ἐμοὶ μὴ φέρον καρπὸν, τουτέστι, κατὰ τὰς ἐμὰς ἐντο [80.893] λὰς, κατὰ τὰς ἐμὰς νομοθεσίας, μετὰ τῆς εἰς ἐμὲ πίστεως ὥς τινων καὶ δίχα τῆς εἰς αὐτὸν ὁμολο γίας διὰ δόξαν ἀνθρωπίνην ἀρετῆς ἐπιμελεῖσθαι δοκούντων.
 [01172]  Ἐπειδὴ γὰρ οἱ δυσσεβεῖς ἔλεγον, Οὐ ζητεῖ, οὐδὲ βλέπει, εἰκότως ὁ προφητικὸς [80.937] λόγος διδάσκει ὅτι βασιλεύσει, καὶ οὐχ ἁπλῶς βασιλεύσει, ἀλλ' εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
 [01185]  Ταῦτα δὲ οὐχ ἁπλῶς ὁ προ φήτης τῷ προκειμένῳ συνῆψε ψαλμῷ·
 [02111]  Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τοὺς πολλοὺς οὐρανοὺς ἀριθμεῖν πειρωμένους.
 [02811]  Οὐχ ἁπλῶς, φησὶ, τούτοις ἐχρησάμην τοῖς λόγοις, ἀλλ' εἰδὼς ὡς οὐ μόνον δίκαιος, ἀλλὰ καὶ φιλάνθρωπος ὁ ∆εσπό της.
 [02861]  Ταῦτα γὰρ οὐχ ἁπλῶς ἅπασιν, ἀλλὰ τοῖς φοβουμένοις ἀποκαλύπτει, καὶ τῶν θείων αὐτοῦ λογίων ὑποδείκνυσι τὸν σκοπόν.
 [03552]  Οὐχ ἁπλῶς γὰρ εἶπε, τοῖς ποιοῦσιν ὑπερηφανίαν, ἀλλὰ, τοῖς περισσῶς ποιοῦσιν.
 [04697]  Οὐ γὰρ τοῖς ἁπλῶς ἀγαπῶσιν ᾔτησε τὴν θυμηδίαν, ἀλλὰ τοῖς ἀεὶ καὶ διηνεκῶς ἔχουσι τὸν ἀξιέραστον ἔρωτα.
000-00-00 Serial Number=0477550805
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00063]  Τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ὁ προφητικὸς ἐποιήσατο λόγος, ἀλλ' ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν.
 [01947]  διαιρουμένου τοῦ πῶς ἀπὸ τοῦ ἁπλῶς·
 [02446]  Οὐχ ἁπλῶς τὴν ταυτολογίαν τέθεικεν·
 [02627]  Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσ έταξε.
 [02848]  Οὐχ ἁπλῶς δὲ ἐνταῦθα τοῦ Ἰσραὴλ ἐμνημόνευσεν·
 [03526]  οὐ γὰρ ἁπλῶς πρὸ τοῦ ἡλίου διαμένει, ἀλλὰ γενεᾶς γενεῶν.
 [03924]  Οὐχ ἁπλῶς ὁ προφητικὸς πᾶσιν ἐπεύχεται λόγος·
 [04012]  Ταῦτα δὲ οὐχ ἁπλῶς οἱ ἐν Βαβυλῶνι δορυάλωτοι ἐδιδάσκοντο λέγειν, ἀλλὰ [80.1472] προπαιδευόμενοι καὶ τὴν Βαβυλωνίων δουλείαν, καὶ τὴν οἰκείαν ἐλευθερίαν.
 [05140]  Ἀγαπητὰ μὲν γὰρ λέγει, καὶ ἀξιέραστα τοῦ Θεοῦ τὰ σκηνώματα, οὐχ ἁπλῶς δὲ ποθεῖν, ἀλλὰ καὶ ἐκλείπειν εἰς τὰς αὐλὰς τοῦ Κυρίου.
 [05463]  ∆ιάτοι τοῦτο καὶ ὁ προφήτης τῷ διορισμῷ προσεχρή σατο, καὶ οὐχ ἁπλῶς σημεῖον, ἀλλ' ἀγαθὸν σημεῖον ἐξῄτησεν·
000-00-00 Serial Number=0227301836
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00256]  Οὐχ ἁπλῶς δὲ τῶν δύο τμημάτων ἐμνημόνευσε τούτων·
 [00983]  οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὁ Θεὸς Ἰακὼβ, ἀλλ' εἰς αὔξησιν τῆς κατηγορίας.
 [01146]  Οὐ γὰρ ἁπλῶς εἶπε·
 [01520]  Οὐχ ἁπλῶς τοὺς ἄλλους προφήτας καταλιπὼν, τούτων ἐμνημόνευσε μόνον, ἀλλὰ τὴν σύντροφον Ἰου δαίων λύτταν καὶ τυραννίδα διδάσκων.
 [01936]  Καὶ οὐχ ἁπλῶς με μνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμί ζουσι βίον.
 [02559]  Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσε βείας διδάσκων ὑπερβολήν.
 [03528]  Λέγει δὲ, ὅτι ὁ τῇ εὐλαβείᾳ καὶ τῷ θείῳ φόβῳ κοσμούμενος οὐχ ἁπλῶς τοῖς δεομένοις ὀρέγει τὸν ἔλεον, ἀλλὰ μετὰ πολλῆς φιλοτιμίας τοῦτο ποιεῖ, καὶ μιμεῖται τοὺς σπείροντας ἀφειδῶς τὰ σπέρματα, καὶ σκεδαννύντας διὰ τὴν τῶν δραγμάτων ἐλπίδα.
 [03762]  Οὐχ ἁπλῶς δὲ τὴν τούτων ὁ προφητικὸς λό γος ἐποιήσατο μνήμην, ἀλλὰ διδάσκων, ὡς οὐκ ἀμεί βεται μόνον ὁ τῶν ὅλων Θεὸς τοὺς τῶν δικαίων καρ ποὺς, ἀλλὰ καὶ ἄρχει τῆς εὐεργεσίας, καὶ δημιουρ γεῖ τοὺς οὐκ ὄντας, καὶ διαπλάσας ἐπιμελεῖται, καὶ μετὰ τὴν τελείαν ἡλικίαν ἀναμένει τοὺς τῆς δικαιο σύνης καρποὺς, καὶ πάλιν τότε ταῖς εὐεργεσίαις τοὺς ἀγαθοὺς ἐπικλύζει.
 [03802]  Οὐχ ἁπλῶς δὲ πάσας τέ θεικα τὰς ἑρμηνείας, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς τὴν ἀνθρωπίνην εὐημερίαν ψεῦδος καλεῖ, διαῤῥέου σαν ὅτι τάχιστα, καὶ διαρκὲς οὐδὲν ἔχουσαν.
 [03812]  Οὐχ ἁπλῶς δὲ τοῦτο τῷ προτέρῳ συν ῆψεν·
 [04117]  Οὐ γὰρ ἁπλῶς φυ λάττειν, ἀλλὰ σφόδρα φυλάττειν παρεγγυᾷ·
 [04183]  Τὸ δὲ, Ἐπὶ παντὶ πλούτῳ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον
 [04286]  Οὐχ ἁπλῶς εἶπεν, ἠκολούθησα, ἀλλ' ἐκολλήθην, τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμόν.
 [04311]  Οὐχ ἁπλῶς αἰτεῖ γενέσθαι πο δηγὸν αὐτοῦ τὸν τῶν ὅλων Θεόν·
 [04720]  Οὐχ ἁπλῶς ἔφη τεταπεινῶ σθαι, ἀλλὰ σφόδρα τεταπεινῶσθαι·
 [04765]  Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω·
 [04864]  Τῆς θείας εὐμενείας ἱκετεύει τυχεῖν, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον.
 [06012]  Οὐχ ἁπλῶς δὲ, τοὺς ἄλλους παραλιπὼν βασιλέας, τούτων διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοσδότου νίκης ἀναμιμνήσκων·
 [06251]  Ταῦ τα δὲ, φησὶν, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τῇ σῇ φωτι ζόμενος χάριτι, καὶ τοῖς λογισμοῖς τὴν σὴν αἴγλην δεχόμενος.
 [06867]  Οὐ γὰρ τοῖς ἁπλῶς ἐπικαλουμένοις πελάζει, ἀλλὰ τοῖς ἐν ἀληθείᾳ τοῦτο δρᾷν προαιρουμένοις.
 [06925]  Θεὸν Ἰα κὼβ οὐχ ἁπλῶς ὠνόμασεν, ἀλλ' ἀναμιμνήσκων ἡμᾶς πόσης προμηθείας ἀπήλαυσεν Ἰακὼβ πρὸς τὸν Θεὸν ἐλπίσας, καὶ οἵους καὶ ὅσους ἐδρέψατο τῆς ἐλπίδος καρποὺς, εἰς τὸν τούτου Θεὸν ἐλπίζειν παρεγγυᾷ·
 [07085]  Οὐχ ἁπλῶς δὲ τούτων ἐποιήσατο τὴν διήγησιν, ἀλλὰ ἕτερα διὰ τούτων σημαίνων.
 [07193]  Οὐ γὰρ ἁπλῶς εἶπε τὰ τετράπο δα, ἀλλὰ διέκρινε τῶν ἡμέρων τὰ ἄγρια.
000-00-00 Serial Number=0593222082
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00134]  οὐχ ἁπλῶς δὲ τοῦδε τοῦ χώρου τὴν μνήμην ἐποιήσατο, ἀλλὰ τῆς θείας ἀνα μιμνήσκων εὐεργεσίας τὸν τηνικάδε βασιλέα, καὶ διδάσκων, ὅτι καθάπερ δίκας εἰσέπραξε τοὺς τὸν Ναβουθὲ κατασφάξαντας διὰ τοῦ προπάτορος αὐτοῦ Ἰηοῦ·
 [00175]  Καὶ ταύτην δὲ παιδεύων ὑπισχνεῖται τῆς πορνείας καὶ τῆς μοιχείας αὐτὴν ἐλευθεροῦν, οὐχ ἁπλῶς, ἀλλὰ πρόῤῥιζον ταύτην ἐκ μέσου τῶν μαστῶν ἀνασπᾷν.
 [00393]  Τὸ δὲ, Μὴ ὀμνύετε ζῶντα Κύριον, οὐχ ἁπλῶς ἀπαγορεύει·
 [00402]  Οἶστρός ἐστι μυῖά τις ταῖς βουσὶν ἐπιοῦσα, καὶ τοσαύτην αἴσθησιν ἐμποιοῦσα τοῖς δή γμασιν, ὡς τὰς ὑπ' ἐκείνης νυττομένας μήτε τῆς τῶν βουκόλων ἀνέχεσθαι φωνῆς, μήτε ταῖς ἄλλαις συννέμεσθαι βουσὶν, ἀλλὰ θέειν ἁπλῶς, καὶ κατὰ κρημνῶν ἔστιν ὅτε φέρεσθαι.
 [00759]  Τὸ δὲ φάγωσι κρέα, οὐχ ἁπλῶς πρόσκειται·
 [01102]  Καὶ τοῦ χρόνου δὲ προελθόντος εἰς ἄνδρα τελέ σας, οὕτως ἐν τοῖς τῆς ἀρετῆς διέπρεψε πόνοις, ὡς καὶ τὴν θείαν προμήθειαν ἐπισπάσασθαι, καί ποτε δείσας τὴν ἄφιξιν τοῦ Ἡσαῦ, καὶ τὸν Θεὸν ἀντιβολή σας, οὐχ ἁπλῶς τῆς ἐκεῖθεν ἐπικουρίας ἀπήλαυσεν, ἀλλὰ καὶ παλαίειν ἔδοξε νύκτωρ ὀφθέντι, καὶ δρέ πεσθαι τὴν νίκην, ἵνα τὸ δέος τῆς διανοίας ἐκβάλῃ, λογισάμενος ὡς ὁ τοῦ Θεοῦ περιγενέσθαι δόξας, ὑπ' ἀνθρώπων οὐχ ἡττηθήσεται.
 [02526]  Καὶ οἱ Ἑβδομήκοντα δὲ τὸν πυρφόρον τεθείκασιν οὐχ ἁπλῶς·
 [02620]  Καὶ τοσούτου κατὰ τοῦ σκάφους γιγνο μένου θορύβου, τῶν κυμάτων ἔξωθεν προσρηγνυμέ νων, καὶ τῶν ναυτῶν ἔνδοθεν ταραττομένων, αὐτὸς οὐχ ἁπλῶς οὐδὲ μετρίως ἐκάθευδεν, ἀλλὰ βαθεῖ κατ εχόμενος ὕπνῳ καὶ ἔρεγχεν, ὡς αὐτὸς συγγράψας ἐδίδαξεν.
 [04709]  Τὸ δὲ, Ἔτι ἅπαξ ἐγὼ σείων τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασ σαν, καὶ τὴν ξηρὰν, οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ τῆς ἐπὶ τοῦ Σενναχηρεὶμ εὐεργεσίας ἀναμιμνήσκει·
 [04753]  Ἵνα τοίνυν μὴ ἡ ὁμωνυ μία τῇ ἀληθείᾳ λυμήνηται, τῶν ψευδῶς εἰρημέ νων, ὡς τῶν ἀληθῶς προηγορευμένων, πᾶσιν ἁπλῶς προσφερομένων, δῆλον ἑαυτὸν ὁ προφήτης ἀπὸ τοῦ γένους πεποίηκεν.
 [04899]  Ταῦτα δὲ ἅπαντα ὁ προφήτης ἑώρα, καὶ τοῦ προστατεύοντος ἀγγέλου τὴν κηδεμονίαν, καὶ τῶν ἄλλων ἀγγέλων τὸν δρό μον, καὶ τὰ τῆς πόλεως μέτρα, ἵνα καὶ αὐτὸς βε βαίως δέξηται τὰς ἀγαθὰς περὶ τῆς Ἱερουσαλὴμ ὑποσχέσεις, καὶ ὁ λαὸς ἀκριβῶς τοῖς λεγομένοις πιστεύσῃ, οὐ λόγους ἁπλῶς προσφερομένους, ἀλλὰ πράγματα θεωρῶν προτυπούμενα.
 [05194]  Μετὰ ταύτας τὰς θεωρίας, ὁ προφήτης κελεύεται τὰ κομισθέντα παρὰ τῶν αἰχ μαλώτων δῶρα λαβεῖν, ἀλλ' οὐχ ἁπλῶς παρὰ πάν των, ἀλλὰ παρὰ τῶν ἀρχόντων, καὶ παρὰ τῶν χρη σίμων αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν.
 [05770]  Οὐχ ἁπλῶς δὲ, τὰ ἄλλα δένδρα κα ταλιπὼν, τῆς ῥόας τέθεικε τὴν εἰκόνα·
000-00-00 Serial Number=0587441325
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00810]  Τῶν ἀνθρώπων τὰ νεκρὰ σώματα καὶ οἱ τού των τάφοι μυσάττονται διὰ τὴν ἑπομένην αὐτοῖς βαρεῖαν δυσω δίαν, οὐχ ἁπλῶς διὰ τὴν νέκρωσιν·
 [00811]  εἰ γὰρ ἁπλῶς διὰ τὴν νέ κρωσιν ἐμυσάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζῴων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζών των χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ τρίχαις καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύ ναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως.
 [01030]  Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου καλῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ' ἑκά τερον πρέποντι λόγῳ γινόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχε σθαι αὐτῶν ἐστιν ἐπαινετόν.
 [01427]  Οὐκ ᾐτήσατο Ἑλισσαῖος τὸ διπλοῦν τοῦ πνεύματος, πρὸς ποίησιν τῶν αὐτῶν διπλῶν ἔργων, ἀλλὰ πρὸς τὸ ἰσχύειν ἁπλῶς ἐκτελεῖν ὅσα ἦν χρεία τοῦ γενέσθαι ὑπ' αὐτοῦ μετὰ μείζονος δυνάμεως περιουσίας.
 [01700]  Οὐ τὸ ᾆσαι ἁπλῶς ἐστι τοῖς νηπίοις ἁρμό διον, ἀλλὰ τὸ μετὰ τῶν ἀψύχων ὀργάνων ᾆσαι καὶ μετὰ ὀρχή σεως καὶ κροτάλων.
 [01701]  διὸ ἐν ταῖς ἐκκλησίαις περιαίρεται ἡ χρῆσις τῶν τοιούτων ὀργάνων καὶ τῶν ἄλλων τῶν νηπίοις ὄντων ἁρμο δίων, καὶ ὑπολέλειπται τὸ ᾆσαι ἁπλῶς·
 [01839]  Βασιλείαν θεοῦ οἶδεν ἡ θεία γραφὴ ὀνομά ζειν οὐ τὴν ἀνάστασιν ἁπλῶς, ἀλλὰ τὴν μετὰ τὴν ἀνάστασιν κατάστασιν, ἐν ᾗ γίνεται κολαζομένων τε καὶ δοξαζομένων ἡ διαί ρεσις, τοῦ θεοῦ ὑπὸ πάντων ἀναμφιβόλως ὁμολογουμένου, τοῦ τὴν δόξαν ἐν τοῖς δοξαζομένοις ἐνεργοῦντος καὶ τὴν κόλασιν ἐν τοῖς κολαζομένοις.
000-00-00 Serial Number=0516343653
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00747]  ἐκεῖνο μέντοι ἐπισημήνασθαι χρή, ὡς οὐχ ἁπλῶς αὐτῶν ἁμαρτίαν ὁ θεῖος λόγος κατηγορεῖ, ἀλλὰ τὴν [47] μετ' ἐπιμελείας καὶ σπουδῆς παρανομίαν.
 [01479]  ἐπειδὴ δὲ οὐχ ἁπλῶς συνηγο ροῦντας, ἀλλὰ καὶ ὑπερμαχοῦντας ἐθεάσατο, ῥίψας τὸ προσωπεῖον τὸ ἀδελφικὸν ἐπέδειξε πρόσωπον·
 [02184]  οὐχ ἁπλῶς δὲ ἀπαγορεύει ἀμφότερα·
 [02912]  ἀλλ' εἰ τοῦτο ἁπλῶς οὕτως διηγόρευσεν, οὐκ ἂν ἐκράτησαν τῆς ἐπιθυμίας οἱ ἄνδρες·
000-00-00 Serial Number=0432456493
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02515]  Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι προφήτης καὶ πρεσβύτης κατῴκει ἐν Βαιθήλ·
 [04253]  Οὐχ ἁπλῶς εἶπε, μεθ' ὑμῶν, ἀλλὰ μετὰ τοῦ ἀγαθοῦ, τουτέστι, τοῦ σκοπὸν ἀγαθὸν ἔχοντος, καὶ πρὸς τοῦτο ῥέποντος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»