Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁπαξαπλῶς [37]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁπαξαπλῶς


000-00-00 Serial Number=0721696496
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00003]  Ὁρῶν τὴν ἐν τῷ παρόντι καιρῷ τῆς Ἐκκλησίας κατάστασιν καὶ τὴν ἔναγχος ἐπαναστᾶσαν τῇ ἱερᾷ νηῒ ζάλην, καὶ τὰς σφοδρὰς καταιγίδας καὶ τῶν κυμά των τὴν προσβολὴν καὶ τὴν βαθεῖαν σκοτομήνην, καὶ πρὸς τούτοις τῶν πλωτήρων τὴν ἔριν, καὶ τῶν ἐρέτ τειν λαχόντων τὴν μάχην, καὶ τὴν τῶν κυβερνητῶν μέθην, καὶ ἁπαξαπλῶς τὴν τῶν κακῶν ἀωρίαν, τῶν Ἰερεμίου θρήνων ἀναμιμνήσκομαι, καὶ μετ' ἐκείνου βοῶ·» Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται καὶ ἡ καρδία μου,» καὶ πηγὰς δακρύων ἐπιζητῶ, ἵνα ταῖς λιβάσι τῶν ὀφθαλ μῶν, τὸ πολὺ τῆς ἀθυμίας ἀποσκευάσωμαι νέ φος.
000-00-00 Serial Number=0586966813
De incarnatione domini Ante [Go Back]  
 [00625]  Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, [75.1476] εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
000-00-00 Serial Number=0550421000
De providentia orationes decem Ante [Go Back]  
 [00004]  Νόμος ἐστὶ τοῖς ἀνθρώποις ὑπὸ τῆς φύσεως κεί μενος, καὶ παῖδας πατέρων ἀδικουμένων ὑπερμα χεῖν, καὶ δεσποτῶν οἰκέτας, καὶ πόλεων πολεμουμέ νων πολίτας προκινδυνεύειν, καὶ ἁπαξαπλῶς τοὺς εὖ πεπονθότας εἰς δύναμιν τοὺς εὐεργέτας ἀμείβεσθαι.
 [00395]  Οὕτως ἀκραιφνῶς καθαρὰν τὴν τροφὴν ἐκεί νην γενομένην, καὶ ὁμοιωθεῖσαν τῷ ἥπατι, καὶ εἰς αἵματος μεταβᾶσαν φύσιν, ἡ κοίλη παραλαβοῦσα φλὲψ, χορηγεῖ μὲν τῇ καρδίᾳ τὴν χρείαν, ἄνεισι δὲ ἄνω, καὶ εἰς πολλὰς διασχιζομένη φλέβας, τρέφει μὲν τὸν θώρακα, τρέφει δὲ ὤμους, καὶ χεῖρας, ἀφ ικνεῖται δὲ μέχρις ὀνύχων, περιπλέκεται τῷ τραχήλῳ, καταλαμβάνει τὴν κεφαλὴν, κάτεισιν εἰς γλουτοὺς, καὶ μηροὺς, καὶ γόνατα, καὶ σκέλη, καὶ πόδας, καὶ ἁπαξαπλῶς, ἅπαν τὸ τοῦ σώματος περινοστεῖ μό ριον, καὶ οὐδὲν τῶν ζώντων μελῶν ταύτης ἀποστερεῖ τῆς ἀρδείας.
 [01889]  Τοῖς φιλομαθέσι τοίνυν καταλιπὼν τὴν τῆς ἱστορίας ἀνάγνωσιν, καὶ καταμαθεῖν ἀκριβῶς τὴν τούτου καὶ τὴν ἐκ τούτου ἀνδρίαν, καὶ καρτερίαν, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, φιλοπονίαν τε καὶ φιλοθεΐαν, καὶ ἁπαξαπλῶς τὸ ὕψος τῆς ἀρε τῆς, ἐπὶ τοὺς τῆς Νέας ∆ιαθήκης βαδιοῦμαι τῷ λόγῳ.
000-00-00 Serial Number=0669763029
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00267]  [33] ..., ἔλαβεν ἐξουσίαν καὶ τῶν ὑπάρχων πρῶτος ἀναγορευθείς, ἀλλ' ὅτι σοφίας γέμων ἀνήρ, εὐεργετεῖν ἐπιστάμενος, τιμῶν ἀρετήν, ἄρχειν εἰδώς, ἀκλινῆ τὰ τῆς δίκης κατέχων στάθμια, ζυγοῦ περὶ τὸ δίκαιον ἀκριβέστερος, ἐλεεῖν τοὺς ἀρχομένους ἐσπουδακώς, φιλανθρωπίᾳ συμβούλῳ κεχρημένος, τὰς πόλεις ἀνεγείρων κειμένας, τὰ τούτων βουλευτήρια ψυχοῤῥαγοῦντα καὶ μόνοις ὀνόμασιν γνωριζόμενα πρὸς ζωὴν ἐπανάγων, τοὺς κεκτημένους καὶ συντελεῖν ἠναγκασμένους καὶ λοιπὸν ἀπει πόντας ψυχαγωγῶν τῇ τῆς ἐξουσίας δυνάμει, καὶ ἁπαξαπλῶς πάντα ποιῶν, ἃ τὸν τῶν ὅλων πρύτανιν θεραπεύει Θεὸν καὶ τὸν πάντων ἡμερώτατον βασιλέα·
 [00328]  κοινὴν γὰρ ἁπάντων τῶν ὑπηκόων κηδεμονίαν ποιούμε νοι, τοὺς ἀδωροτάτους καὶ χρημάτων κρεί[ττου]ς καὶ ἴ[σα] κατέχοντας τὰ τῆς δίκης ζυγά, καὶ ἁπαξαπλῶς τοὺς ἀρίστους ἐκλεγόμενοι, οἷόν τινας πατέρας καὶ ἰατροὺς καὶ κυβερνήτας ταῖς πόλεσιν ἐπεστήσατε.
 [00372]  πρὸς δὲ τούτοις καὶ τὴν ἄλλην αὐτῶν ποιεῖσθε κηδεμονίαν, τῶν ἀδικεῖν πειρωμένων ἀπαλλάττοντες, τοὶς ὠφελεῖν δυναμένοις συνιστῶντες, καὶ ἁπαξαπλῶς τὰ πατέρων ἐργαζόμενοι·
000-00-00 Serial Number=0220123172
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02471]  Καὶ ἁπαξαπλῶς πρὸς αἵρεσιν ἑκάστην διαμαχόμενοι, τὸν ἕνα προσκυνεῖν παρρεγ γυῶμεν Υἱόν.
000-00-00 Serial Number=0031384051
Eranistes Ante [Go Back]  
 [00067]  Τὸν μέντοι ἄνθρωπον ἁπλῶς ἀκούσας, οὐκ εἰς τὸ ἄτομον ἀπερείδει τὸν νοῦν, ἀλλὰ καὶ τὸν Ἰνδὸν καὶ τὸν Σκύθην καὶ τὸν Μασσαγέτην καὶ ἁπαξαπλῶς πᾶν γένος ἀνθρώπων λογίζεται.
 [01202]  καὶ ἁπαξαπλῶς ἑκάστῳ γε φυτῷ τὴν πρόσ φορον;
 [01901]  {ΟΡΘ.} Οὐδέ γε τὸ βαδίζειν καὶ κοπιᾶν καὶ καθεύδειν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς τὰ τοιαῦτα;
 [02058]  Καὶ γὰρ ἐκεῖνο τὸ σῶμα τὸ μὲν πρό τερον εἶδος ἔχει, καὶ σχῆμα καὶ περιγραφήν, καὶ ἁπαξαπλῶς, τὴν τοῦ σώματος οὐσίαν·
000-00-00 Serial Number=0648077488
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01786]  Καὶ ἁπαξαπλῶς πάντα τὰ πρῶτα ἔχει τῶν μύρων, οὐ τὰ δεύτερα, οὐδὲ τὰ τρίτα, ἀλλὰ τὰ πρῶτα·
000-00-00 Serial Number=0334068954
Graecarum affectionum curatio Ante [Go Back]  
 [01688]  οἱ δὲ ἡμέτεροι ἁλιεῖς καὶ τελῶναι καὶ ὁ σκυτοτόμος καὶ Ἕλληνας ἔπεισαν καὶ Ῥωμαίους καὶ Αἰγυπτίους καὶ ἁπαξαπλῶς ἅπαν ἔθνος ἀνθρώπων, ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ λόγῳ τετιμημένη καὶ κρατεῖν τῶν παθῶν δυναμένη καὶ ὀλιγωροῦσα, οὐ βιαζομένη, παραβαίνει τοὺς νόμους·
 [02594]  Καὶ οὐ μόνον Ῥωμαίους καὶ τοὺς ὑπὸ τούτοις τελοῦντας, ἀλλὰ καὶ τὰ Σκυθικὰ καὶ τὰ Σαυροματικὰ ἔθνη καὶ Ἰνδοὺς καὶ Αἰθίοπας καὶ Πέρσας καὶ Σῆρας καὶ Ὑρκανοὺς καὶ Βακτριανοὺς καὶ Βρεττανοὺς καὶ Κίμβρους καὶ Γερμανοὺς καὶ ἁπαξαπλῶς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων δέξασθαι τοῦ σταυρωθέντος τοὺς νόμους ἀνέπει σαν, οὐχ ὅπλοις χρησάμενοι καὶ πολλαῖς μυριάσι λογάδων οὐδὲ τῇ τῆς Περσικῆς ὠμότητος χρώμενοι βίᾳ, ἀλλὰ πείθοντες καὶ [9.16] δεικνύντες ὀνησιφόρους τοὺς νόμους, καὶ οὐδὲ δίχα κινδύνων τοῦτο ποιοῦντες, ἀλλὰ πολλὰς μὲν κατὰ πόλιν ὑπομένοντες πα ροινίας, πολλὰς δὲ καὶ παρὰ τῶν τυχόντων δεχόμενοι μάστιγας καὶ στρεβλούμενοι καὶ καθειργνύμενοι καὶ πᾶσαν ἰδέαν κολαστη ρίων δεχόμενοι.
000-00-00 Serial Number=0605379224
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00657]  καὶ μαρτυροῦσι καὶ πόλεις, καὶ κῶμαι, καὶ τῶν Σίμωνος, καὶ τῶν Μενάνδρου, καὶ Κλεοβίου, καὶ ∆οσιθέου, καὶ Γορθέου, καὶ Ἀδριανοῦ, καὶ Σατορ-νίλου, καὶ Βασιλίδου, καὶ Ἰσιδώρου, καὶ Καρποκρά τους, καὶ Ἐπιφάνους, καὶ τῶν ἄλλων ἁπαξαπλῶς τῶν τοιούτων ζιζανίων ἀπηλλαγμέναι.
 [00774]  Καὶ ἁπαξαπλῶς ὑπέθετο Τριάδα ἐκ τεινομένην καὶ συστελλομένην κατὰ διαφόρους οἰκο νομίας.
000-00-00 Serial Number=0991094410
Historia ecclesiastica Ante [Go Back]  
 [00362]  καὶ ἁπαξαπλῶς ἦν ἰδεῖν δῆμον μαρτύρων κατὰ ταὐτὸν συνηθροισμένον.
000-00-00 Serial Number=0672510862
Historia religiosa Ante [Go Back]  
 [00875]  Καὶ ἦν ἰδεῖν συνθέοντας καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμέ νους καὶ τοὺς ἀποχειροβιώτους καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρομένους καὶ πυνθανομένους καὶ ἀφορμὰς τῷ λόγῳ παρέχοντας.
 [02410]  Οὕτω καὶ τοὺς ἄλλους τεχνίτας, ἵνα μὴ καθ' ἕκαστον λέγω, δυνατὸν διαγνῶναι, καὶ ἀθλητὰς καὶ δρομέας καὶ τραγῳδίας ὑποκριτὰς καὶ κυβερνήτας καὶ ναυπηγοὺς καὶ ἰατροὺς καὶ γηπόνους καὶ τοὺς ἄλλους ἁπαξαπλῶς, ὅσοι τινὰ μεταχειρίζουσι τέχνην·
000-00-00 Serial Number=0800075471
Interpretatio in Danielem Ante [Go Back]  
 [00488]  εἰκότως ὁ τῶν ὅλων Θεὸς τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουληθεὶς βασιλέα τῆς ἀνθρω πίνης ὀφρύος τὸ μάταιον, καὶ διδάξαι, ὅτι ῥᾴστην ἔχει τὰ ἀνθρώπινα τὴν μεταβολὴν, εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησι, τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις, τὰς συχνὰς καὶ ἐπαλλήλους διδάσκων τῶν βασιλέων διαδοχὰς, καὶ πείθων ἅπαντας, ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος, ἄναρχόν τε καὶ ἀτε λεύτητον, καὶ ἁπαξαπλῶς αἰώνιον τὴν βασιλείαν.
 [02352]  Καὶ ἐπιβὰς πάντα ἐσύλησε τὸν νεὼν, τούς τε θησαυροὺς σφετερισάμενος, καὶ τὰ ἀναθήματα ἅπαντα, ἐκπώματά τε καὶ φιάλας, καὶ κρατῆρας, καὶ τὴν χρυσῆν τράπεζαν, καὶ τὸ χρυ σοῦν θυμιατήριον, καὶ τὰς ἐκ χρυσίου κατεσκευα σμένας λυχνίας, καὶ πάντα ἁπαξαπλῶς τῆς θείας ἱερουργίας τὰ ὄργανα.
000-00-00 Serial Number=0839439750
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00008]  ἐδέξατο δὲ καὶ ἑτέραν παρὰ τοῦ δημιουργήσαντος δύναμιν, δι' ἧς οὐ μόνον σχημάτων, καὶ χρωμάτων, καὶ ἀτμῶν, καὶ γεύσεων, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰς ποιότητας διακρί νει, ἀλλὰ καὶ λόγοις δικάζει, ἀλλὰ καὶ λογισμοῖς, καὶ τούτων τοὺς δυσσεβεῖς ἀπὸ τῶν εὐσεβῶν διακρί νει, καὶ θείων καὶ ἀνθρωπίνων γινώσκει διαφορὰν, καὶ ἁπαξαπλῶς κατὰ τὸν σοφὸν Σολομῶντα νοεῖ παρα βολὴν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
 [00323]  Καὶ τὸν Ἰσραὴλ δὲ φοβῆσαι θελήσας, καὶ τὴν οἰκείαν δύναμιν γνωρίσαι, τὸ ὄρος ἅπαν ὑποδείκνυσι καπνιζόμενον, καὶ βροντὰς κτυπούσας, καὶ σάλπιγγας ἠχούσας, καὶ γνόφον πο λὺν, καὶ ἁπαξαπλῶς οὕτως αὐτοὺς ἐξεδειμάτωσεν, ὡς ἱκετείαν τῷ προφήτῃ προσενεγκεῖν, μὴ τὸν Θεὸν αὐτοῖς προσδιαλέγεσθαι, ἀλλ' αὐτὸν τὰ θεῖα διαπορ θμεύειν.
 [04397]  καὶ ἁπαξαπλῶς πυρὸς δίκην τῶν πολεμίων ἅπασαν κατανεμομένων τὴν Αἴγυπτον, ὡς καὶ τὴν ἐνδοτάτω κειμένην Συήνην τὸν ἐκ τούτων ὑποδέξασθαι θό ρυβον.
 [05470]  ἡμῖν δὲ καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς εὐαγγελικὸν κήρυγμα μετὰ πίστεως δεξαμένοις, τῆς τῶν σωμάτων ἡμῶν ἀναστάσεως ἐπιδείκνυσι τὴν εὐκολίαν, καὶ ὅτι τῷ θείῳ λόγῳ καὶ νεύματι τῶν πραγμάτων ἡ φύσις ἀκολουθεῖ.
 [05484]  Ὑπουργῷ τῷ προφήτῃ, καὶ οἷόν τινι ὀργάνῳ τῆς κατὰ τὴν [81.1192] ὀπτασίαν ἀναστάσεως κέχρηται, καὶ διὰ τῆς τούτου γλώττης τοῖς ἀψύχοις ἐκείνοις καὶ ἁπαξαπλῶς νε κροῖς ὀστέοις παρακελεύεται, καὶ σάρκας φῦσαι, καὶ νεῦρα, καὶ δέρμα, καὶ ζωτικὸν δέξασθαι πνεῦμα.
000-00-00 Serial Number=0642672598
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02471]  καὶ διδάσκεται κατὰ ταυτὸν, καὶ διδάσκει τῆς τε ἀνθρωπείας φύσεως τὴν σωτηρίαν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον, καὶ ἁπαξαπλῶς, τὴν παρά δοξον τῶν πραγμάτων μεταβολήν.
 [02866]  Προθεσπίζει δὲ ὅμως καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν ἐπάνοδον, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν, καὶ ἁπαξαπλῶς τῆς Ἰουδαίας τὴν προτέραν εὐημε ρίαν.
000-00-00 Serial Number=0906497002
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04086]  Ὡς ἀρκεῖν τοῦτον τὸν ψαλμὸν, καὶ τοὺς τῆς τελείας ἀρε τῆς ἐφιεμένους ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ ψυχαγωγῆ σαι τοὺς ἀθυμοῦντας, καὶ ῥυθμῖσαι τοὺς ῥᾳθυ μοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐν θεῖναι τοῖς ποικίλοις τῶν ἀνθρώπων παθήμασιν.
000-00-00 Serial Number=0781954944
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01419]  καὶ ἁπαξαπλῶς καὶ ἐλαιῶν, καὶ συκῶν, καὶ τῶν ἄλλων ἀκροδρύων καρπὸν οὐδένα φερόντων, διὰ τὸ πάσης τῆς ἐν αὐτοῖς στερηθῆναι νοτίδος.
 [02252]  Οὐ γὰρ ἀνέξομαι λοιπὸν περιιδεῖν τὴν ὑπ' αὐτῶν τολμωμένην ἀσέβειαν, ἀλλὰ σὺν αὐτοῖς καὶ τοὺς τῶν εἰδώλων ἀφανιῶ βωμοὺς, καὶ τὰς τούτων ἑορτὰς καταπαύσω, καὶ ἁπαξαπλῶς πᾶσαν αὐτῶν καταλύσω τὴν βασιλείαν·
 [06299]  Ὁμοίως δὲ ταῖς γοητρίαις, φησὶ, καὶ τὰς μοιχευτρίας, καὶ τοὺς ψευδῶς ὀμνύναι τολμῶντας, καὶ τῶν μισθωτῶν τὸν μὲν πόνον καρ πουμένους, τὸν δὲ μισθὸν παρέχειν οὐ βουλομένους, καὶ ἁπαξαπλῶς πάντα δυναστείᾳ χρώμενον κατὰ τῶν ὀρφανίαν καὶ χηρείαν ὀδυρομένων, καὶ τοῖς μετοίκοις καὶ προσηλύτοις κακῶς δικάζειν αἱρουμένων, καὶ τὴν ἐμὴν οὐ δειμαίνοντα κρίσιν, εἰσπράξω ποινὴν, καὶ οὐκ ἀνέξομαι τοὺς ἀδικουμένους περιιδεῖν.
000-00-00 Serial Number=0092287660
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00001]  Καὶ ἄλλοι μὲν φιλομαθεῖς ἄνδρες ἐπηγγείλαντο διαλῦσαι τῆς θείας γραφῆς τὰ δοκοῦντα εἶναι ζητήματα, καὶ τῶν μὲν ἀναπτύξαι τὸν νοῦν τῶν δὲ τὰς αἰτίας δηλῶσαι, καὶ ἁπαξαπλῶς ἀποφῆναι σαφῆ τὰ τοῖς πολλοῖς οὐ τοιαῦτα φαινόμενα.
 [04346]  καὶ ἁπαξαπλῶς τοῖς τὰς προειρημένας παραβαίνουσιν ἐντολάς.
000-00-00 Serial Number=0538669884
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [04352]  τὰς δὲ τῶν ἱερέων ἐφ ημερίας ἐκράτυνε, καὶ τῶν Λευϊτῶν τὴν τάξιν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς, ὅσα ∆αβὶδ ὁ βασιλεὺς εἰς τὴν τοῦ Θεοῦ διετάξατο θεραπείαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»