Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁγίων [247]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁγίων


000-00-00 Serial Number=0347275972
Commentaria in Isaiam Ante [Go Back]  
 [00515]  Τούτοις ὑπισχνεῖται τὴν περιφάνειαν ὁ προφητικὸς λόγος καὶ τὴν τῶν ἁγίων προσηγορίαν.
 [00738]  μόνῳ γὰρ εἰσιτητὸν ἦν τῷ ἀρχιερεῖ εἰς τὰ ἅγια τῶν ἁγίων.
 [00766]  Τοῦ ἀλαζόνος βασιλέως κατηγορεῖ τῶν ἁγίων σεραφὶμ ἡ εὐλάβεια.
 [02936]  Οὕτως ὁ θεῖος προφήτης ὑποδείξας ἡμῖν τὸν τῆς συντε λείας καιρὸν καὶ τῶν ἀνόμων τὸν ὄλεθρον καὶ τοὺς τῶν ἁγίων χοροὺς καὶ τὴν παντελῆ τοῦ διαβόλου κατάλυσιν ἐφ' ἑτέραν προφητείαν τὸν λόγον μετέθηκεν·
 [03750]  Καὶ αὐτοὶ δὲ οἱ πάλαι θεοποιούμενοι δαίμονες παρὰ τὰς τῶν ἁγίων μαρτύρων μαστιγούμενοι θήκας πικρῶς ὀλοφύρονται.
 [05670]  Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ τὴν προφητικὴν ὁ λόγος αἰνίττεται χάριν, ἧς κἀν τῇ Βαβυλῶνι ἀπήλαυον τὰ θεῖα πίνοντες ῥεῖθρα διὰ τῶν ἁγίων προφητῶν ∆ανιὴλ καὶ Ἰεζεκιήλ, καὶ ὅτι ὡς ἐν ἐρήμῳ τῇ τῶν Βαβυ λωνί ων δυσσεβείᾳ οἷόν τινα πέτραν ἔσχον τὴν προφητείαν ὀρέγουσαν αὐτοῖς τὸ σωτήριον |161 a| πόμα.
 [06497]  ∆ιά φορα δὲ τῶν ἁγίων τὰ κατορθώματα, ἀρεστὰ δὲ ὅμως ἅπαντα τῷ θεῷ·
 [07129]  Εἰ δέ τις ἀκριβῶς νοῆσαι βούλεται τὸ χωρίον, ἐν ταῖς δημοτελέσιν ἑορταῖς, ἢ ταῖς δεσποτικαῖς ἢ ταῖς τῶν ἁγίων μαρτύρων, θεασάσθω τὰ πλήθη συρρέοντα καὶ τὰς μὲν τὰς θυγατέρας ἢ ταῖς ἀγκάλαις φερούσας ἢ ταῖς χερσὶ ποδηγούσας τοὺς δὲ μετὰ τῶν υἱέων βαδίζοντας, καὶ ὄψεται ἀληθῶς πνευμα τικὰς περιστερὰς μετὰ τῶν νεοττῶν πετομένας καὶ πρὸς τὴν νέαν παραγινομένας Σιών.
 [07516]  Ἀναμνήσθητι τῶν ἡμετέρων προγόνων, οἳ σοὶ θεράποντες ἐχρημάτισαν, ἀναμνήσθητι τῶν ἡμετέρων φυλῶν ἃς ἐν τῇ ἐρήμῳ διέκρινας, ἃς σὸν ὠνόμα σας κλῆρον, καὶ μὴ παντελῶς ἡμᾶς ἐξελάσῃς τῶν ἁγίων σου περιβόλων.
 [07765]  Ἐπὶ τῆς γῆς γὰρ ἰλυσπώμενος καὶ ὑπὸ τῶν ἁγίων καταπατούμενος καὶ τῷ ξύλῳ τοῦ
000-00-00 Serial Number=0868065298
De providentia orationes decem Ante [Go Back]  
 [00737]  Περὶ γὰρ τῶν κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν εἰς τοὺς οὐρανοὺς ἁρπαζο μένων ἁγίων διαλεγόμενος, ἐπήγαγε λέγων·
 [01512]  Καὶ οὔτε τῶν δεσποτῶν αὐτὸν ἡ θηριώδης ἐφόβησεν γνώμη, οὔτε τῶν εὐσεβῶν ἐξεδειμάτωσεν ἡ σφαγὴ, οὔτε ἡ τοῦ λιμοῦ τυραννὶς, καὶ τῶν ἀναγκαίων ἡ σπάνις, μικρολόγον αὐτὸν περὶ τὴν τῶν ἁγίων προφητῶν θεραπείαν ἀπ έφηνεν·
 [01534]  οὔτε γὰρ ἡ τῆς πό λεως ἅλωσις, οὐχ ὁ τοῦ θείου νεὼ ἐμπρησμὸς, οὐχ ἡ τῶν ἀδύτων καὶ ἀψαύστων ἐρημία, οὐ τὰ θεῖα σκεύη λάφυρα τῶν Βαρβάρων γεγενημένα, οὐχ ἡ τῶν βασιλέων ἀναίρεσις, οὐχ ἡ τῶν ἱερέων σφαγὴ, οὐχ ἡ πόῤῥωθεν τῶν ἁγίων οἴκησις, οὐχ ἡ ἐν τῇ ἀλλοτρίᾳ διατριβὴ, οὐχ ἡ ἐρημία τῶν διδασκόν των, οὐχ ἡ τῶν κρατούντων ἀσέβεια, οὐχ ἡ τῆς δου λείας ἀνάγκη, οὐχ ὁ βαρὺς τοῦ βασιλέως ζυγὸς, οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐ πόθος ζωῆς, οὐ φόβος τε λευτῆς, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἀνέπεισε μικρόν τι παραφεῖναι καὶ παραβῆναι τῶν τοῦ νόμου γραμμάτων.
 [01747]  διὰ τῶν ἐμῶν χειρῶν, τῶν ἁγίων τοὺς πόδας ἔνιψε·
 [01884]  «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;» Ἔστι δὲ ἀκοῦ σαι καὶ τοῦ θεσπεσίου ∆ανιὴλ, καὶ τῶν ἁγίων ἐκείνων μειρακίων, ἐν αὐτῇ τῇ τῶν δεινῶν ἐκεί νων προσβολῇ τὸν Θεὸν ἀνυμνούντων, καὶ τῶν ἁμαρτημάτων, ὧν οὐκ ἦσαν ἐργάται, τὴν μνή μην εἰς μέσον φερόντων, καὶ δίκας τίνειν ὑπὲρ ὧν ἐπλημμέλησαν ὁμολογούντων, ἀλλὰ οὐ στεφάνων σφᾶς αὐτοὺς ἀξίους εἶναι λεγόντων, οὐδὲ δυσχεραι νόντων τὰ τῆς δίκης ζυγά.
000-00-00 Serial Number=0858614802
De sancta trinitate Ante [Go Back]  
 [00598]  «Οὓς ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, τοὺς μὲν προφήτας καὶ ἀποστόλους, τοὺς δὲ ποιμένας καὶ διδασκάλους καὶ εὐαγγελιστὰς, πρὸς καταρτισμὸν τῶν ἁγίων·» ἐν δὲ Μιλήτῳ συνταττό μενος τοῖς ἀδελφοῖς, καὶ τῆς δοθείσης ἀναμιμνήσκων χάριτος·
000-00-00 Serial Number=0415713847
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00052]  Καὶ εἴη ταῖς τῶν ἁγίων εὐχαῖς ἐπὶ πλεῖστον ὑμᾶς ἀρετῆς ἀφικέσθαι, καὶ εἰς τὸ ἀκρό τατον ἀναβῆναι τῶν ἀγαθῶν, ἵνα τοῖς ὑμετέροις κατορθώμασιν ἅπαντες οἱ τὰ θεῖα φρονοῦντες ὡραΐζωνται.
 [00141]  Εἰ δέ σοι δοκεῖ καὶ τὴν ἀλήθειαν τοῖς εὐαγγελίοις ἐκείνοις χαρίσασθαι, καὶ μή τι τῶν ἀναγκαιοτέρων κωλύει, χάρισαι μὲν σαυτῷ τῶν ἁγίων τὴν εὐλογίαν, ἐμοὶ δὲ τὴν σὴν συνουσίαν, ἣν ἐρασμιωτά την πάντων ὑπολαμβάνω.
 [00304]  Οὕτω γὰρ καὶ ἀπὼν κοινωνήσεις τῆς πανηγύρεως, ἡσυχίᾳ καὶ ἀνακωχῇ τοὺς ἁγίους Ἀποστόλους καὶ Προφήτας γεραίρων, καὶ τῆς παρ' αὐτῶν εὐλογίας ἀπολαύσεις, καὶ <τὸν> Θεὸν θερα πεύσεις τὸν τῇ τιμῇ τῶν ἁγίων τερπόμενον, χαριῇ δὲ καὶ ἡμῖν τοῖς εἰρήνην καὶ θυμηδίαν κεχυμένην ἐν τῇ ἑορτῇ ἐκείνῃ ἐφιεμένοις καὶ εὐχομένοις.
000-00-00 Serial Number=0595674038
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00271]  καὶ τούτων μεσταὶ μὲν τῶν ἱερῶν Εὐαγγελίων αἱ βίβλοι, μεστὰ δὲ τὰ τῶν ἁγίων ἀποστόλων συγ γράμματα, καὶ τῶν τρισμακαρίων προφητῶν τὰ θεσπίσματα.
 [00806]  Ἐβουλόμην μὴ μόνον ὡς πολίτας, ἀλλὰ καὶ ὡς ὁμοπίστους ὑμᾶς καὶ ὁμοσκήνους, εἰς τὴν τῶν ἁγίων ἀποστόλων καὶ προ φητῶν συγκαλέσαι πανήγυριν·
 [00808]  Οὗ δὴ χάριν τὰ τῆς ἐνεγκούσης μόνα προβάλλομαι δίκαια, καὶ παρακαλῶ τῆς ἀξιεράστου τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν μεταλαχεῖν εὐλογίας.
 [00980]  Ταῦτα καὶ οἱ τῶν ἁγίων καὶ μακαρίων Πατέρων κανόνες διδάσκουσι.
 [01027]  Ταῦτα καὶ οἱ κανόνες τῶν ἁγίων Πατέρων διδάσκου σιν.
 [01154]  Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μυσαροῦ τού του φρονήματος, ὅτι καί τινας τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων εὑρηκὼς πρὸς τὴν Ἀρείου μανίαν ἐν συντάγμασιν ἀποτεινομένους, καὶ ἀναγκαζομένους διὰ τὸν πρὸς ἐκείνους ἀγῶνα πλείονι διαιρέσει κεχρῆσθαι, δυσχεραίνω καὶ οὐ προσίεμαι τὴν τοιαύτην διαίρεσιν·
 [01160]  Καὶ μυστικὴ δὲ ἡμῖν συγγέγραπται βίβλος, καὶ περὶ Προνοίας ἑτέρα, καὶ πρὸς τὰς πεύσεις τῶν Μάγων ἄλλη, καὶ τῶν ἁγίων οἱ βίοι καὶ πρὸς τούτοις ἕτερα πολλά, ἵνα μὴ καθ' ἕκαστον λέγω.
 [01184]  Καὶ ὁ μέγας δὲ τῆς οἰκουμένης διδάσκαλος, ὁ θεσπέσιος Παῦλος, ἔσχατον ἑαυτὸν τῶν ἁγίων καὶ πρῶτον τῶν ἁμαρτωλῶν ὀνομάζων ἀεὶ, ἠναγκάσθη, τῶν ψευδηγόρων ἐμφράττων τὰ στόματα, τὸν τῶν οἰκείων πόνων ἐνθεῖναι κατάλογον·
 [01191]  Τοῖς γὰρ τῶν ἁγίων πατέρων ἀκολουθεῖν ἴχνεσιν καὶ προθυμοῦμαι καὶ προσεύχομαι καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν, ἣν ἐν κεφαλαίῳ παρέδοσαν ἡμῖν οἱ ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελη λυθότες ἁγιώτατοι πατέρες, σπουδάζω φυλάττειν ἀκήρατον.
 [01250]  Καταξιωσάτω τοίνυν ἡ ὑμετέρα φιλοθεΐα, εἴπερ ἄρα τινὲς ὅλως εἰσὶν ἐγὼ γὰρ οὐ πείθομαι , τοῖς ἀποστολικοῖς δόγμα σιν ἀπειθοῦντες, καὶ ἐπιστομίσαι αὐτούς, καὶ ἐκκλησιαστικῶς σωφρονίσαι, καὶ διδάξαι τοῖς τῶν ἁγίων Πατέρων ἀκολουθεῖν ἴχνεσι, καὶ τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἀκήρατον φυλάττειν, ἅτε δὴ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν διδασκαλίαν ἐν κεφα λαίῳ διδάσκουσαν.
 [01274]  καὶ πρό γε τούτων, τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων.
 [01295]  Ἵνα δὲ μηδὲ τοῦτο ἀγνοήσῃ σου ἡ ὁσιότης, ἴσθι, δέσποτα, ὡς τὴν πρὸς ἡμᾶς ἔσχε μικροψυχίαν, ἐξ οὗ τοῖς παρ' ὑμῖν γεγενημένοις συνοδικοῖς ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Πρόκλου συνεθέμεθα, τοῖς τῶν ἁγίων Πατέρων κανόσιν ἀκολουθή σαντες·
 [01320]  Ἡμεῖς μὲν γάρ, μετὰ τὴν μητρῴαν θηλήν, τὴν ἀποστολικὴν τροφὴν ἐδεξάμεθα, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νι καίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων καὶ μεμα θήκαμεν καὶ διδάσκομεν·
 [01346]  Τοῖς γὰρ ἀποσ τολικοῖς ὅροις καὶ νόμοις ἀκολουθοῦμεν, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, οἷόν τινα κανόνα καὶ γνώμονα τοῖς λόγοις προσφέροντες, τὴν διδασκαλίαν εὐθύνομεν.
 [01555]  Ψυχαγωγεῖ δὲ ἡμᾶς τὰ τῶν ἁγίων παθήματα προφητῶν, ἀποστόλων, μαρτύρων καὶ τῶν ἐν ταῖς Ἐκκλησίαις διαπρεψάντων ἐν τῷ λόγῳ τῆς χάριτος·
 [01579]  μέση δὲ ἡ τῶν εὐαγγελικῶν δογμάτων ὁδός, τοῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων ἴχνεσι κοσμουμένη, καὶ τῶν μετὰ τούτους ἐν τῷ διδασκαλικῷ διαπρεψάντων χαρίσματι.
 [01845]  Ἀλη θῶς γὰρ τὸν ἀποστολικὸν ἐν οἷς ἔγραψε διεφύλαξε χαρακτῆρα, καὶ τὰ παρὰ τῶν ἁγίων καὶ μακαρίων προφητῶν καὶ ἀποστόλων, καὶ τῶν μετ' ἐκείνους κηρυξάντων τὸ Εὐαγγέλιον, καὶ μέντοι καὶ τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων Πατέρων, εὕρομεν ἐν τοῖς γράμμασι·
 [02408]  Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων σηκοὺς ὀνομάζομεν, καὶ τὸν μὲν ∆ιονυσίου τυχόν, τὸν δὲ Ἰουλιανοῦ, ἢ Κοσμᾶ·
 [02425]  Εἰ τοί νυν κατηγοροῦσιν ἡμῶν εἰρηκότων, ὅτι ὅσα βούλεται δύναται ὁ Θεός, βούλεται δὲ τὰ τῇ αὐτοῦ φύσει πρέποντα, τὰ δὲ μὴ πρέποντα οὔτε βούλεται, οὔτε δύναται, κατηγορείτωσαν καὶ τῶνδε τῶν ἁγίων, καὶ τῶν ἄλλων ἁπάντων, ὅσοι ταῦτα πρεσ βεύουσι.
 [02473]  Τοὺς γὰρ καθ' ἕκαστον ἔτος τῷ παναγίῳ προσιόντας βαπτίσματι, τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων πίστιν ἐκμανθάνειν παρασκευάζομεν·
 [02557]  Τίς δὲ τῶν ἁγίων Πατέρων οὐ τήνδε τὴν δι δασκαλίαν προσήνεγκε;
 [02599]  Εἰ δὲ τὰ τῶν ἁγίων σώματα κοῦφα γίνεται καὶ μετάρσια, καὶ ῥᾳδίως τὸν ἀέρα διαπερᾷ, οὐ δεῖ θαυμάζειν, εἰ τὸ ∆εσποτικὸν σῶμα, τὸ τῇ θεότητι τοῦ Μονο γενοῦς ἡνωμένον, μετὰ τὴν ἀνάστασιν γεγενημένον ἀθάνατον κεκλεισμένων τῶν θυρῶν εἰσελήλυθε.
 [02872]  Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ .
000-00-00 Serial Number=0189521492
Eranistes Ante [Go Back]  
 [00038]  {ΟΡΘ.} Ἐπειδὴ τοίνυν τὴν προτέραν εὐπειθῶς ἐδέξω παράκλησιν, ἀξιῶ σε πάλιν μὴ λογισμοῖς ἀνθρωπίνοις ἐπιτρέψαι τῆς ἀληθείας τὴν ἔρευναν, ἀλλὰ τῶν ἀποστόλων καὶ προφητῶν καὶ τῶν μετ' ἐκείνους ἁγίων ἐπιζητῆσαι τὰ ἴχνη.
 [00078]  Τὴν γὰρ ὑπόστασιν καὶ τὸ πρόσωπον καὶ τὴν ἰδιότητα ταὐτὸν σημαίνειν φαμὲν τοῖς τῶν ἁγίων πατέρων ὅροις ἀκολουθοῦντες.
 [00327]  Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ' ἔστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληρο φορίᾳ πίστεως, καὶ τὰ ἑξῆς.
 [00668]  Ἐπειδὴ δὲ καὶ τὰς τῶν ἁγίων πατέρων ἑρμηνείας ἐπιζη τεῖς, ἐγώ σοι καὶ ταύτην, σὺν θεῷ φάναι, προσοίσω τὴν θεραπείαν.
 [01441]  {ΕΡΑΝ.} Οὐ σοφώτερον ἐμαυτὸν τῶν ἁγίων διδασκάλων ὑπείληφα, ἀλλ' οὐχ εὑρίσκω τὴν τοῦ ὀνόματος χρείαν.
 [01983]  Μεμάθηκα δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων, ὅτι οὕτως ἐλεύσεται ὃν τρόπον αὐτὸν εἶδον οἱ μαθηταὶ πορευόμενον εἰς τὸν οὐρα νόν.
 [02010]  ἐκείνῳ τὰ τῶν ἁγίων σώματα γενήσεται σύμμορφα.
 [02013]  Εἰ δὲ τὰ τῶν ἁγίων φυλάττει τὸν χαρακτῆρα τῆς φύσεως, καὶ τὸ δεσποτικὸν ἄρα ὡσαύτως τὴν οἰκείαν οὐσίαν ἀμετάβλητον ἔχει.
 [02014]  {ΕΡΑΝ.} Ἴσα τοίνυν ἔσται τῷ δεσποτικῷ σώματι τὰ τῶν ἁγίων σώματα;
 [02023]  Κατὰ τὸ ποιὸν τοίνυν, οὐ κατὰ τὸ ποσόν, σύμ μορφα ἔσται τῷ δεσποτικῷ σώματι τῶν ἁγίων τὰ σώματα.
 [03195]  Οἱ δὲ τὸ ἀληθὲς εἰδότες ἀποκρινόμενοι λέγουσιν, ἢ τὸν Θωμᾶν τυχὸν τὸν ἀπόστολον, ἢ τὸν βαπτιστὴν Ἰωάννην, ἢ Στέφανον τῶν μαρτύρων τὸν πρόμαχον, ἢ ἕτερόν τινα τῶν ἁγίων ὀνομαστὶ λέγοντες, καίτοι σμικρῶν ἄγαν ἐνίοτε κειμένων λειψάνων.
 [03304]  Οὗ δὴ χάριν τὸ πανάγιον πνεῦμα τὸ διὰ τῶν ἁγίων ἀπο στόλων φθεγξάμενον οὐδαμοῦ πάθος ἢ θάνατον τῇδε τῇ προσηγορίᾳ προσήρμοσεν.
 [03650]  Ὁ ἄνθρωπος γὰρ ὁ ἀποθανὼν τριήμερος μὲν ἀνίσταται, τῇ δὲ Μαρίᾳ καρτερίᾳ μὲν ψυχῆς ἅπτεσθαι προθυμουμένῃ τῶν ἁγίων μελῶν [232] ἀνθυπενέγκας ἐκφωνεῖ·
 [03724]  Εἰ γὰρ ἐπὶ σταυροῦ ὢν τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων ἤγειρε σώματα, πολλῷ μᾶλλον ἐγεῖραι δύναται ὃ ἐφόρεσε σῶμα ὁ ἀεὶ ζῶν θεὸς λόγος, ὥς φησιν ὁ Παῦλος·
 [04333]  Ὁμοούσιον τοῦ θεοῦ καὶ πατρὸς τὸν υἱὸν παρά τε τῆς θείας γραφῆς, παρά τε τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναγερθέντων ὁμολογεῖν ἐδιδάχθημεν·
000-00-00 Serial Number=0944295049
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00259]  Ἐκ τῆς παλαιᾶς τοίνυν νύμφης ἐπὶ τὴν νέαν ποδ ηγηθέντες, οὕτω νοήσωμεν τὸ τοῦ Ἄσματος τῶν ᾀσμάτων βιβλίον, καὶ τὰς διεψευσμένας καὶ βλαβερὰς ἐκείνας δόξας καταλιπόντες, τοῖς ἁγίοις Πατράσιν ἀκολουθήσωμεν, καὶ νοήσωμεν μίαν νύμφην ἑνὶ νυμφίῳ διαλεγομένην, καὶ μάθωμεν παρὰ τῶν ἁγίων ἀποστόλων, τίς τε ὁ νυμφίος, καὶ τίς ἡ νύμφη.
 [00355]  ∆ιὰ τοῦτο τοίνυν Ἆσμα τῶν ᾀσμάτων προσαγορεύεται τὸ βιβλίον, ὡς τὰ μείζω τοῦ Θεοῦ ἀγαθότητος εἴδη διδάσκον [81.53] ἡμᾶς, καὶ τὰ ἐνδότατα, καὶ ἄδυτα, καὶ ἁγίων ἅγια τῆς θείας ἡμῖν φιλανθρωπίας ἀποκαλύπτον μυστήρια.
 [00411]  Καὶ περὶ πάντων δὲ ὁμοῦ τῶν ἁγίων, τῶν ἐν τῇ Παλαιᾷ διαπρεψάντων τοιαῦτά φησι·
 [00697]  Τοῖς ἴχνεσι τῶν ποιμνίων ἀκολούθει, καὶ τῶν προλα βόντων ἁγίων ἀνερεύνα τὸν βίον·
 [00746]  τιμῶμεν δὲ καὶ νόμον, καὶ τοὺς προφήτας, καὶ τὰ τῶν ἁγίων ἀπο στόλων συγγράμματα.
 [01266]  ἤγουν, Ὁ διέπων διὰ τῶν ἁγίων αὐτοῦ ἐντολῶν, ἐν ταῖς μὴ συμπνιγομέ ναις κατὰ τὰς βιωτικὰς φροντίδας διδασκάλοις ψυχαῖς, τὰ λογικὰ πρόβατα, ἅπερ εἰσὶν οἱ παρ' αὐτῶν διδα σκόμενοι.
 [01881]  οὔτε γὰρ βούλεται αὐτὴν ἀπεκδυσα μένην τὸν παλαιὸν ἄνθρωπον πάλιν αὐτὸν ἐνδύσασθαι, οὔτε θέλει νιψαμένην αὐτὴν τοὺς πόδας, καὶ τῶν ἁγίων αὐτοῦ χειρῶν ἀπολαύσασαν, πάλιν τούτους μολῦναι·
 [02384]  Ἀλλ' αὕτη ἡ νύμφη, ἡ ἐκ πολλῶν ἁγίων συγκεκροτημένη, καὶ παρεμβολαῖς ἔοικε διὰ τὸ ἀνδρεῖον αὐτῆς καὶ γενναῖον φρόνημα καὶ τὴν στρατιωτικὴν πανοπλίαν·
000-00-00 Serial Number=0258526623
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01224]  Καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων Πατέρων, ἀφ' οὗ κατηγγέλθη [83.436] τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους, ταράττων μὲν τῆς βασιλίδος πόλεως τὴν Ἐκκλησίαν, ταράττων δὲ καὶ τὴν οἰκουμένην ἅπασαν·
 [01241]  Ὅθεν ἐπειδὴ θανάτῳ ἐξαι σίῳ ἀπολοῦνται παράνομοι, τῆς τε ἀρχιερωσύνης διὰ τῶν ἐν τῇ Ἐφέσῳ συναθροισθέντων ἁγίων ὑπὸ τῆς θείας ἐξεβάλετο ψήφου, καὶ βασιλικῷ νεύματι τὴν Ὄασιν καταδικασθεὶς οἰκεῖν, τῆς μελλού σης τῶν ἀσεβῶν κολάσεως ἐντεῦθεν ἐδέξατο τὰ προοίμια, παρανάλωμα τῆς οἰκείας φρενοβλαβείας γενό μενος, καὶ ἐφ' ἑαυτῷ πληρώσας τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, ὅτι Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν.
 [02206]  Ἔχοντες οὖν ἀδελφοὶ παῤῥησίαν πρὸς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰη σοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὑ τοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσ ερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ τῆς πίστεως, καὶ τὰ ἑξῆς.
 [02406]  Καὶ γὰρ εὐσέβειαν, καὶ τὴν εἰς Θεὸν πίστιν, καὶ τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ [83.512] σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, ἀκριβῶς ἐκπαιδεύει, καὶ προτίθησιν εἰς μίμησιν τὰ τῶν πα λαιῶν ἁγίων ἀρχέτυπα.
 [02517]  Πῶς δ' αὖ πάλιν ὅσιον, τὰς τῶν ἁγίων ψυχὰς μόνας τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύειν μετὰ τῶν σωμάτων κατωρθωκυίας τὴν ἀρετήν;
000-00-00 Serial Number=0017675161
Historia ecclesiastica Ante [Go Back]  
 [00242]  εἰς μόνον ἀγέννητον πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν οὔτε μείωσιν ἐπιδεχόμενον, νόμου καὶ προφητῶν καὶ εὐαγγελίων δοτῆρα, πατριαρχῶν καὶ ἀποστόλων καὶ ἁπάντων ἁγίων κύριον·
 [00257]  ἔοικε γὰρ οἱονεὶ χρόνων εἶναι παρέκτασις ταῦτα τὰ ὀνόματα, τὴν μέντοι κατ' ἀξίαν τοῦ μονογενοῦς θεότητα καὶ οἷον ἀρχαιότητα σημαίνειν μὴ δυναμένων, τῶν δὲ ἁγίων ἀνδρῶν ὡς δύναμις ἑκάστῳ ἐμφανίσαι τὸ μυστήριον βιαζομένων καὶ συγ [22] γνώμην αἰτούντων παρὰ τῶν ἀκροατῶν δι' εὐλόγου ἀπολογίας διὰ τοῦ λέγειν·
 [01305]  Ὁποῖα μὲν δὴ κατὰ τῶν ἁγίων ἐκείνων ἀνδρῶν ἐτολμήθη, τὰ συγγεγραμμένα διδάσκει·
 [01319]  Ταῦτα τῆς δυσσεβοῦς συμμορίας τὰ κατὰ τῶν ἁγίων τολμήματα.
 [01567]  ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου.
 [01585]  ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ πόλει παρὰ τῶν ἁγίων πατέρων ἡ τῆς ἀποστολικῆς πίστεως ἐγράφη διδασκαλία, ἐναντία δὲ γράφειν ἐν αὐτῇ ἔμελλον οἱ ὕστερον ἀθροιζό μενοι, ἀφορμὴ δὲ τοῖς Ἀρείου θιασώταις ἐξαπάτης ἡ τῆς ἐπωνυμίας [157] ταυτότης ἐγίνετο καὶ βουκολεῖν ἔμελλον τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους, ἀπὸ Νικαίας καὶ ταύτην προσαγορεύοντες καὶ ὡς τὴν παλαιὰν ἐκείνην προφέροντες, διέλυσεν ὁ τῶν ἐκκλησιῶν προμηθούμενος τὸ συνέδριον.
 [01896]  ὑπὸ δὲ τῶν θεραπευομένων βακχευό μενοι δαιμόνων, λυττῶντες καὶ κορυβαντιῶντες τὰς ἀγυιὰς περιέθεον βωμολοχίαις τε καὶ κωμῳδίαις κατὰ τῶν ἁγίων ἐχρῶντο, καὶ λοιδο ρίας καὶ πομπείας οὐδὲν εἶδος ἀπῆν.
 [02668]  οἱ δὲ τοῦ θαύματος θεαταὶ πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν κυλινδούμενοι τῶν τῆς σωτηρίας ἐφοδίων μεταλαχεῖν ἠντιβόλησαν.
 [02670]  τούτων ἐν τῷ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες, τῷ Λουκίῳ λοιδορούμενοι καὶ θεήλατον σφὰς ὀργὴν καταλήψεσθαι λέγοντες εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός·
 [02685]  αὐτοὶ τοίνυν οὗτοι ὀργῆς σκεύη τυγχάνοντες κατ ηρτισμένα εἰς ἀπώλειαν , τὴν ῥῖνα σιμώσαντες, ψόφον ἀσελγῆ ἀπὸ τῶν μυκτήρων μακρόν, καὶ ἵν' οὕτως εἴπω, ὡς ἀπὸ κρουνοῦ προχέοντες, τὴν μὲν ἐσθῆτα διέρρησσον τῶν ἁγίων τοῦ Χριστοῦ παρθένων, ὧν ἡ ἄσκησις τύπον ἁγίων <ἀγγέλων> ἐχαρακτήριζεν, ὡς δ' ἡ φύσις ἔχει γυμνὰς πᾶσαν τὴν πόλιν ἐθριάμβευον, διαπαίζοντες μετὰ ἀσελγείας ὃν τρόπον ἐβούλοντο, καὶ ὅλως ὠμὰ καὶ ξένα τὰ γενόμενα.
 [02913]  [273] Καὶ Βετρανίων δέ, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ, πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα καὶ τὴν τῶν δογμάτων διαφθορὰν καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου ∆αβὶδ ἐβόα·
 [03178]  Περὶ δὲ τῶν οἰκονομιῶν τῶν κατὰ μέρος ἐν ταῖς ἐκκλησίαις παλαιός τε, ὡς ἴστε, θεσμὸς κεκράτηκε καὶ τῶν ἐν Νικαίᾳ ἁγίων πατέρων ὅρος, καθ' ἑκάστην ἐπαρχίαν τοὺς τῆς ἐπαρχίας καί, εἴπερ ἐκεῖνοι βούλοιντο, σὺν αὐτοῖς τοὺς ὁμόρους πρὸς τὸ συμφέρον ποι εῖσθαι τὰς χειροτονίας·
 [03712]  οἱ δὲ μύες ὑπὸ τοῦ λιμοῦ πιεζόμενοι κατὰ βραχὺ τὰς τῶν ἁγίων κατανήλισκον σάρκας, μακρὰν αὐτοῖς καὶ ἀλγεινὴν τὴν τιμωρίαν προσφέροντες.
000-00-00 Serial Number=0322199762
Historia religiosa Ante [Go Back]  
 [00014]  Εἰ γὰρ αὐτοὶ τῶν πάλαι γεγενημένων ἁγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαντες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλαψαν μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμαξάμενοι, οἷόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στήλας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον τούτων γεραίροντες βίον;
 [00029]  Ἀλλ' ὅμως καὶ τοιούτους ἔχουσα τοὺς ἀντιπάλους ἡ τῶν ἁγίων τούτων συμμορία, μᾶλλον δὲ τούτων ἕκαστος ὑπὸ τοσούτων καὶ τοιούτων πολεμίων κυκλούμενος οὔτε γὰρ κοινῇ πᾶσιν ἐπῄεσαν, ἀλλὰ νῦν μὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσέβαλλον οὕτω λαμπρὰν ἀνεδήσαντο νίκην ὡς τοὺς μὲν ἀντιπάλους δραπετεῦσαι, τούτους δὲ κατὰ κράτος διῶξαι, καὶ τρόπαιον ἐγεῖραι μηδενὸς ἐμποδὼν γενομένου.
 [00060]  p.9 Οὐδὲ πάντων δὲ τῶν πανταχοῦ διαπρεψάντων ἁγίων τὴν πολιτείαν ἱστορίᾳ παραδοῦναι πειρασόμεθα·
 [00081]  [1.1] Μωϋσῆς, ὁ θεῖος νομοθέτης, ὁ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας καὶ τὴν ἄνικμον ἔρημον ὕδασι κατα κλύσας καὶ τὰ ἄλλα πάντα θαυματουργήσας, τῶν πάλαι γεγενημένων ἁγίων τὴν πολιτείαν συνέγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἣν παρὰ τῶν Αἰγυπτίων παρέλαβεν, ἀλλὰ τῆς ἄνωθεν χάριτος τὴν αἴγλην δεξάμενος.
 [00083]  Ταύτης ἐπὶ τοῦ παρόντος κἀμοὶ δεῖ τῆς συνεργίας, τῶν ὀλίγον πρὸ ἡμῶν καὶ ἐφ' ἡμῶν διαλαμ ψάντων ἁγίων τὸν βίον πειρωμένῳ συγγράψαι, καὶ οἷόν τινα νομοθεσίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ προθεῖναι·
 [01158]  Οὕτω φερόμενος εἰς τὸν τῶν ἁγίων μαρτύρων σηκὸν κατατίθεται, Ἰουλιανοῦ τοῦ νικη φόρου τῆς εὐσεβείας ἀγωνιστοῦ ὁμόσκηνός τε καὶ ὁμωρόφιος γεγονώς.
 [01470]  καὶ γὰρ οὗτος τὸν θεῖον τῶν ἁγίων χορὸν κατεκόσμησε·
 [01477]  Ἰατρῶν μὲν γὰρ παῖδες ἑκάστῳ παθήματι τὸ κατάλληλον προσφέ ρουσι φάρμακον, ἡ δὲ τῶν ἁγίων προσευχὴ κοινόν ἐστι παθῶν ἁπάντων ἀλεξιφάρμακον.
 [01631]  Ὥσπερ γὰρ τῶν πάλαι ποτὲ διαπρε ψάντων ἁγίων ἡ πολιτεία τοῖς ἔπειτα μεγίστην ὠφέλειαν ἐκόμισεν, οὕτως ἀρχέτυπα τοῖς μεθ' ἡμᾶς τὰ τούτων γενήσεται διηγήματα.
 [01747]  Ἀπεκόμισεν οὖν ὡς προείρηκε καὶ τέθηκε πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν, λέγων ἐκεῖνα ἃ καὶ τοῖς οἰκείοις εἰρήκει.
 [01793]  Ἐμοῦ δὲ λέγοντος ὡς καὶ ταῖς τούτου πιστεύω προσευχαῖς καὶ ταῖς τῶν ἄλλων ἁγίων ἀποστόλων καὶ προφητῶν ὧν ἔναγχος ἡμῖν τὰ λείψανα ἐκεκόμιστο·
 [01819]  [21.22] Καὶ Ἰωσὴφ δὲ τὸν πατριάρχην τεθεᾶσθαι ἔφη καὶ τὴν κεφαλὴν πολιὸν καὶ τὸ γένειον καὶ ἐν γήρᾳ τῆς ὥρας ἀφιέντα τὴν αἴγλην καὶ ἐν ἀρετῆς ἀκρότητι ἔσχατον ἑαυτὸν τῶν ἁγίων ὀνομάζοντα.
 [01884]  Καὶ πολλοὺς μὲν προφήτας, πολλοὺς δὲ ἀποστόλους, πλείστους δὲ ὅτι μάλιστα μάρτυρας πανταχόθεν συναγαγὼν ἐν μιᾷ τέθηκε λάρνακι, τῷ τῶν ἁγίων δήμῳ συνοικεῖν ἐθελήσας καὶ σὺν αὐτοῖς ἀναστῆναι καὶ τῆς θείας θεωρίας ἀξιωθῆναι ποθήσας.
 [02073]  [26.3] ∆εξάμενος τοίνυν τοῦ θείου λόγου τὰ σπέρματα καὶ ταῖς βαθείαις τῆς ψυχῆς αὔλαξι ταῦτα καλῶς κατακρύψας εἰς τὸν πελάζοντα τῶν ἁγίων μαρτύρων ἔφη δεδραμηκέναι σηκόν.
 [02257]  [26.27] Ἀλλ' ἐν τούτοις ὢν καὶ ταῦτα ἅπαντα δρῶν οὐδὲ τῆς τῶν ἁγίων ἐκκλησιῶν ἀμελεῖ προμηθείας, νῦν μὲν ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν Ἰουδαίων κατα λύων θρασύτητα, ἄλλοτε δὲ τὰς τῶν αἱρετικῶν συμμορίας σκεδαννύς, καί ποτε μὲν βασιλεῖ περὶ τούτων ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν θεῖον ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ αὐτοῖς τῶν ἐκκλησιῶν τοῖς ποιμέσι πλείονα ποιεῖσθαι τῶν ποιμνίων παρεγγυῶν τὴν ἐπιμέλειαν.
 [02265]  Ἰάσεις γοῦν παντοίων παθῶν καὶ θαύματα καὶ θείων δύναμις ἐνεργείων, ὥσπερ ἡνίκα περιῆν, ἐπιτελοῦνται καὶ νῦν οὐ παρὰ τὰς θήκας τῶν ἁγίων λειψάνων μόνον, ἀλλὰ καὶ παρὰ τὸ τῆς ἀριστείας αὐτοῦ καὶ ἀθλήσεως τῆς πολυχρονίου μνημόσυνον, τὸν μέγαν λέγω καὶ ἀοίδιμον κίονα τούτου δὴ τοῦ δικαίου καὶ πολυϋμνήτου Συμεών, οὗ ταῖς ἁγίαις πρεσβείαις εὐχόμεθα αὐτοί τε ἡμεῖς διασῴζεσθαι καὶ τῇ ὀρθῇ ἐπιστηρίζεσθαι πίστει καὶ πᾶσαν πόλιν τε καὶ χώραν ἐφ' ἣν τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικέκληται παντοίας ἐπηρείας τε καὶ βλάβης ἀπείραστον ἐξ οὐρανοῦ τε καὶ πολεμίων φυλάττεσθαι·
000-00-00 Serial Number=0600215316
Interpretatio in Danielem Ante [Go Back]  
 [00776]  καὶ τοὺς μὲν τῶν ἁγίων ἀνδρῶν κατηγόρους, καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους, ἐκτὸς ἑστῶτας ἡ φλὸξ κατηνάλωσεν·
 [00897]  οἱ δὲ τοῦ βασιλέως ὑπηρέται, καὶ τῶν ἁγίων κατήγοροι, οὐκ ἔληγον ὕλην τῇ φλογὶ χορηγοῦντες, καὶ κληματίδας, καὶ στυππίον, καὶ νάφθαν·
 [00901]  θεῖος δὲ ἄγγελος ἐσκεδάννυ τὴν φλόγα, καὶ τὸ μέσον τῆς καμίνου τῶν ἀνθράκων ἐγύμνου, καὶ αὖράν τινα ψυχράν τε καὶ μετρίως ὑγρὰν, καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγματευομένην, ὠδίνειν τὸ πῦρ παρεσκεύαζε, καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν.
 [00904]  Ἀλλὰ μηδεὶς ταῦτα ἀφορῶν σμικρυνέτω τοὺς τῶν ἁγίων ἀγῶνας, τῶν δὲ ἱερῶν ἐκείνων ἀναμιμνησκέσθω λόγων·
 [00930]  Καὶ ἐπειδὴ καὶ ὁ νεὼς ἐκεῖνος εἶχε τῶν Χερουβὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων, ὡς ἂν μηδεμία τοῖς ἀκούουσιν ἐν τεῦθεν γένηται βλάβη, καὶ περιγεγράφθαι νομίσωσι τὸν Θεὸν, θεραπεύουσι τὸν ἀκροατὴν, λέγοντες·
 [01009]  Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη.
 [01012]  Καὶ τῶν μὲν ἁμαρτωλῶν πρῶτον ἑαυτὸν ὀνομάζει, τῶν δὲ ἁγίων ἔσχατον ἀποκαλεῖ·
 [01027]  Τοιοῦ τος τῶν ἁγίων τούτων ὁ ὕμνος οὗτος καὶ τὸν θηριώδη καὶ ἀπηνῆ βασιλέα ἐκπλήξας, τῶν μὲν βασιλικῶν ἐξανέστησε θρόνων, δραμεῖν δὲ παρ' αὐτοὺς παρ εσκεύασε, καὶ θεωρεῖ τέτταρας ἀντὶ τριῶν ἐν τῇ καμίνῳ χορεύοντας.
 [01034]  Ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύ τῃ καὶ τύφῳ χρησάμενον, καὶ τὸ θεῖον σέβας ἁρπά σαι καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θηριω δῶς κολάσαι πειραθέντα, πρὸς τὴν εὐσέβειαν ποδ ηγεῖ, καὶ τὴν οἰκείαν αὐτῷ θαυματουργίαν ὑποδεί κνυσι, καὶ τὸν ἀποσταλέντα εἰς ἐπικουρίαν τῶν ἁγίων ἄγγελον ἐμφανῆ αὐτῷ ποιεῖ.
 [01050]  Ἐξελθόντων δὲ τῶν ἁγίων, θαυμάζουσι μὲν ἅπαντες σατράπαι, καὶ τοπάρχαι, καὶ στρατηγοὶ, θεωροῦντες ἀκήρατα διατηρηθέντα τῶν ἁγίων τὰ σώματα, καὶ τὰς τρίχας αὐτὰς οὐδε μίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης·
 [01059]  Καὶ νῦν δὲ ὡσαύτως θεασάμενος τῶν ἁγίων τούτων τὴν σωτηρίαν, ὑμνεῖ τὸν Θεὸν, καὶ θαυμάζει τοὺς ἄνδρας, ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ προετίμησαν, φησὶν, εὐσεβῆ θάνατον παρανόμου ζωῆς.
 [01288]  ∆ιὰ συγκρίματος, φησὶν, εἲρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα.
 [01924]  Ὁ δὲ προφήτης, ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρονῶν, τέσσαρα θηρία βλέπει, διδασκόμενος, ὡς αἱ φοβεραὶ αὗται βασιλεῖαι, αἱ πάντας ἀνθρώπους δεδιττόμεναι, τέλος λήψον ται καὶ αὗται, μία δὲ μόνη ἡ ἀτελεύτητος μένει βασιλεία, ἣν τοῖς ἁγίοις ηὐτρέπισεν ὁ τῶν ἁγίων Θεός.
 [02039]  Καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων.
 [02142]  Τί δήποτε τὸ κέρας ἐκεῖνο ἐποίει πόλε μον μετὰ τῶν ἁγίων, καὶ ἴσχυσε πρὸς αὐτούς;
 [02146]  Ἱκέτευσα φησὶ, μαθεῖν, τίνα τὸ κέρας ἐκεῖνο αἰνίττεται, τύφῳ μὲν χρώμενον, ἀλαζονικοὺς δὲ λόγους προσφέρον, ταπεινοῦν δὲ τὴν τῶν ἁγίων συμμορίαν, ἕως ἂν ὁ Πα λαιὸς τῶν ἡμερῶν τῇ μὲν δικαίᾳ χρήσηται ψήφῳ, ἀποδῷ δὲ καὶ τοῖς ἁγίοις τὴν βασιλείαν, καὶ τὸ ἐκείνου καταλύσῃ κράτος.
 [02209]  Καὶ ὁ Κύριος δὲ τὰς κατὰ τῶν ἁγίων ἐπ αναστάσεις προσημαίνων, ἔλεγεν·
 [02523]  οἱ δὲ τοῖς ἱεροῖς λόγοις ἐντεθραμμένοι, ὑπὸ τῆς θείας φωτιζόμενοι χάριτος, τὴν τῶν ἁγίων προφητῶν εὑ ρίσκουσι συμφωνίαν.
 [02687]  Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρ τίαν, καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλά σασθαι ἀδικίαν, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώ νιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι Ἅγιον ἁγίων.
 [02734]  Καὶ τοῦ χρίσαι Ἅγιον ἁγίων.
 [02735]  Τίς δὲ οὗτός ἐστιν ὁ τῶν ἁγίων Ἅγιος;
 [02742]  ∆ιδάσκεται τοίνυν ὁ μακάριος ∆ανιὴλ ὁ προφήτης, ὅτι τετρακο σίων καὶ ἐννενήκοντα ἐτῶν χρόνον ἔδοξε παρασχεθῆ ναι τῇ Ἱερουσαλὴμ εἰς τὸ τῶν θείων συνήθως δω ρεῶν ἀπολαύειν, ἕως ἂν ἐκεῖνο τὸ ἀνόσιον καὶ φρι κῶδες τολμήσῃ τόλμημα, τὸν κατὰ τοῦ Σωτῆρός φημι σταυρὸν, ὃς Ἅγιος ἁγίων ὀνομαζόμενος, ἅτε δὴ ἁγιωσύνης ὑπάρχων πηγὴ, χρίεται μὲν κατὰ τὸ ἀνθρώπειον τῷ ἁγίῳ Πνεύματι, σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς προφητείας, πληρῶν ἅπαντα τὰ ὑπ' ἐκείνων προηγορευμένα, ἄφεσιν δὲ ἁμαρ τημάτων τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται.
 [02750]  ἔπειτα οὐκ ἔστιν εὑρεῖν ἐπ' ἄλλου ἐξάλειψιν ἁμαρτημάτων γεγενημένην, καὶ ἄφεσιν ἀδικημάτων, καὶ δικαιοσύνης αἰωνίου δόσιν, καὶ πλήρωσιν τῶν προφητικῶν θεσπισμάτων, καὶ Ἁγίου ἁγίων χρίσιν, ἢ ἐπὶ μόνου τοῦ ∆εσπότου Χρι [81.1476] στοῦ.
 [02758]  Χριστὸν δὲ ἡγούμενον αὐτὸν πάλιν ὠνόμασεν, ὃν Ἅγιον ἁγίων ἐκάλεσεν, ὡς ὁ μακάριος Πέτρος ἐν Ἰουδαίοις ἔφη δημηγορῶν·
 [02835]  Ἐπειδὴ γὰρ τὸ καταπέτασμα διεῖργεν ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων ἔχοντα τὸ ἱλαστή ριον, καὶ τὰ Χερουβὶμ, καὶ τὴν κιβωτὸν, ῥαγὲν διόλου τὸ καταπέτασμα διὰ τῶν πραγμάτων ἔδειξεν, ὡς ἀπ έστη τῶν ἔνδον ἡ παρεδρεύουσα χάρις, καὶ κοινὰ γέ
 [02842]  Τούτου χάριν ὁ θεῖος ἀρχάγγελος τῷ μακαρίῳ φησὶ ∆ανιὴλ, ὅτι ∆υνα μώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, τόν τε πρὸ τοῦ σταυροῦ τοῦ Κυρίου χρόνον, καὶ τὸν μετὰ τὴν ἀνάστασιν τοῦ Σωτῆρος τῶν ἁγίων ἀποστόλων ἐν Ἱεροσολύμοις διδασκαλίαν κατὰ ταὐτὸν συναγαγών.
 [02872]  Ἄλλως τε δὲ, τίς τούτων Ἅγιος ἁγίων κέκληται;
 [02874]  Καὶ μὴν οὐδὲ Ἀβραὰμ ὁ πατριάρχης, οὐδὲ Μωσῆς ὁ νομοθέτης, οὐδὲ Ἠλίας ὁ μέγιστος τῶν προφητῶν, Ἅγιος τῶν ἁγίων προσηγορεύθη πώποτε.
 [03124]  Καὶ τὸ τέταρτον δὲ θηρίον ὁ μακάριος εἶδε ∆ανιὴλ, δέκα κέρατα ἐσχηκέναι, καὶ μεταξὺ τῶν κεράτων μικρὸν κέρας ἀνέβαινεν, ὀφθαλμοὺς ἔχον, καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων.
 [03619]  Τοῦτο δὲ καὶ ἐπὶ τοῦ κέρατος τοῦ ποιοῦντος πόλεμον μετὰ τῶν ἁγίων, ὃ μετὰ τὰ δέκα βλαστήσει κέρατα ἐν τῷ τέλει τῆς Ῥωμαϊκῆς βασιλείας, ὁ ἅγιος ἔφη Γαβριήλ.
000-00-00 Serial Number=0378900588
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00095]  Ἔπειτα σκοπήσας, ὡς οὐδεὶς τῶν ἁγίων προφητῶν τοῦτον τὸν χρόνον παρεδήλωσε πώποτε, ἐρευνήσας εὗρον τῆς αἰχμαλωσίας τοῦτο τὸ ἔτος τριακοστόν.
 [01045]  Υἱὲ ἀνθρώπου ἑώρακας τί οὗτοι ποιοῦσιν, ἀνομίας μεγάλας, ἃς ὁ οἶκος Ἰσραὴλ ποιοῦσιν ὧδε, τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου;
 [01047]  Ἀσεβοῦντες γὰρ, καὶ τῆς ἐμῆς θεραπείας καταφρονοῦντες, πόῤῥω τῶν ἁγίων μου γενήσονται τόπων, κατὰ τὴν τοῦ ∆αβὶδ προφητείαν, ὅτι οἱ μακρύναντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.
 [01135]  Ἐπειδὴ γὰρ μέλλει τὴν κατὰ τῆς πόλεως ψῆφον ἐκφέρειν, ἔξω τῶν ἁγίων τόπων τοῦτο ποιεῖ·
 [01156]  ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.
 [01164]  Κελεύει δὲ ἀπὸ τῶν ἁγίων αὐτοῦ τὰς τιμωρητικὰς ἄρξασθαι δυνάμεις, οὐκ ἀληθῶς ἁγίους αὐτοὺς ὀνομά ζων, ἀλλ' ἐπειδὴ τοῦτο εἶναι ὑπελαμβάνοντο, ὡς εἰς τὴν θείαν θεραπείαν ἀφωρισμένοι.
 [01165]  Οὐ γὰρ, ὥς τινες ὑπέλα βον περὶ τῶν ἁγίων τόπων τοῦτο ἐῤῥέθη, ἀλλὰ περὶ τῶν ἀφωρισμένων εἰς τὴν τοῦ Θεοῦ θεραπείαν ἀνθρώπων·
 [02402]  ὁ δὲ τούτου παῖς Ἰω σίας, τοῦ πατρὸς τὴν ἀσέβειαν βδελυξάμενος, καὶ πᾶσι τοῖς τῆς ἀρετῆς εἴδεσι τὴν ψυχὴν κατακοσμή σας, τῷ τῶν ἁγίων συνηρίθμηται καταλόγῳ, οὐδε μίαν ἐκ τῆς τοῦ πατρὸς παρανομίας λώβην ἑλκύσας·
 [02404]  Καὶ ἐξ αὐτῆς τοίνυν τῆς τῶν ἁγίων Γραφῶν ἱστορίας, ἀληθῆ πέ φηνε τοῦ ∆εσπότου τὰ λόγια.
 [03159]  καὶ μὴν τὸν τῆς διδασκα λίας ὑετὸν διὰ τῶν ἁγίων αὐτῇ προσέφερε προφητῶν·
 [04117]  Καὶ γὰρ ὁ ἀρχιερεὺς τὸ λόγιον τῆς κρίσεως, ὃ τού τους αὐτοὺς περιέκειτο τοὺς λίθους, ἐπὶ τοῦ στήθους [81.1096] φέρων, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει·
 [04168]  Τότε μὲν οὖν αὐτὸν τὸ Χε ροὺβ, τὴν θείαν δόξαν ἀξιούμενον φέρειν, τῶν ἁγίων ἐχώρισε δυνάμεων, αἳ δὴ καὶ προσαγορεύονται πύρινοι·
 [04183]  Οὗτος δὲ, περὶ οὗ νῦν ὁ λόγος, ἡνίκα εἷς τῶν ἁγίων ἀρχαγγέλων ὑπῆρχεν, ἐν μετουσίᾳ ἦν ἁγιωσύνης ἁπάσης·
 [05925]  Λέγει δὲ θεάσασθαι καὶ τὰς θύρας τὰς διοριζούσας ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων, καὶ τὸ μὲν εὖρος αὐτῶν ἰσόμετρον εἶναι τῷ νεῷ, τουτέστι πήχεων εἴκοσι·
 [05944]  Λέγει δὲ καὶ τὸ θυσιαστήριον τεθεᾶσθαι τὸ πρὸ τῶν ἁγίων·
 [05949]  Ἦν δὲ, φησὶ, καὶ ἡ θύρα τῶν ἁγίων, οὐ δίθυρος, ἀλλὰ τετράθυρος, ὥστε ἀνοιγομένας εἰς ἑαυτὰς ἀνακλᾶ σθαι·
 [05994]  κατασκηνώσει δὲ εἰς τὸν αἰῶνα ἁγίων ἐν μέσῳ, καὶ τῶν ἀληθῶς Ἰσραὴλ [81.1229] ὀνομαζομένων, καὶ ὁρᾷν αὐτὸν δυναμένων, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν·
 [06223]  Οὕτω τὰ κατὰ τοὺς ῥᾳθύμους προαγορεύσας, πάλιν τῶν σπουδαίων καὶ τῶν ἁγίων τοὺς καρποὺς διηγεῖται, καὶ ὅτι οὐδὲν ἄκαρπον παρ' αὐτοῖς, ἀλλὰ πάντα βρώσιμα.
 [06227]  πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἡ ἀνάδοσις αὐτῶν εἰς ὑγίειαν.
000-00-00 Serial Number=0642148972
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04239]  ∆ιότι οὐκ ἐχήρευσεν Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ τοῦ Θεοῦ αὑτῶν, ἀπὸ Κυρίου παντοκράτορος, ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀνομίᾳ, ἀπὸ τῶν ἁγίων Ἰσραήλ.
 [04865]  Εἰς μὲν τὰ ἅγια τῶν ἁγίων μόνῳ τῷ ἀρχιερεῖ εἰσιτητὸν ἦν, καὶ τοῦτο μέντοι ἅπαξ τοῦ ἐνιαυτοῦ·
000-00-00 Serial Number=0741991222
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03001]  τοίνυν διωκόμενος ὑπὸ τοῦ Σαοὺλ τούτοις ἐχρήσατο τοῖς λόγοις, ἡνίκα πρὸς Ἀβιμέλεχ εἰσῆλθε τὸν ἱερέα, καὶ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ὑπὸ τῶν ἁγίων ἄρτων εὐλογίαν λαβὼν, διέφυγε τοῦ πολεμοῦντος τὰς χεῖρας.
 [03377]  καὶ μέντοι καὶ ἡ ἀνθρωπεία φύσις, εἰ καὶ μὴ πᾶσα βεβόηκεν, ἀλλὰ διὰ τῶν ἁγίων βεβόηκε πρὸς τὸν Θεὸν, τούτοις κεχρημένη τοῖς λόγοις, ὅτι ∆ίκαιον ὑμνεῖν σε τὸν ποιητὴν, καὶ λόγοις εὐγνώμο σιν ἀμείβεσθαί σου τὰς χάριτας.
 [05174]  Ἔχοντες γὰρ, φησὶ, παῤῥησίαν, ἀδελφοὶ, εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος αὐ τοῦ, τουτέστι, τῆς σαρκὸς αὑτοῦ.
000-00-00 Serial Number=0711202264
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01135]  Ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου·
 [02809]  Ἐπειδὴ δὲ καὶ ἐν τοῖς ἔθνεσιν ἦσαν οἱ ἀντιλέγοντες, καὶ παντοδαπὰς ἁγίων σφαγὰς ἐργαζόμενοι, εἰκότως καὶ περὶ τούτων φησί·
 [03169]  [Περὶ τούτου γὰρ οὐ μόνον ὁ ∆αβὶδ ἀντιβολεῖ, ἀλλὰ καὶ ἅπας ὁ τῶν ἁγίων χορός.]
 [04698]  Ἐπειδὴ γὰρ τούτων μό νων ὁ μέγας Μωσῆς ἐκτυπώματά τινα ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνέθηκε, καὶ μέσον τούτων τὸ ἱλα στήριον τέθεικε, δι' ἐκείνου δέ τις ἐπιφάνεια θεία τοῖς ἀρχιερεῦσιν ἐγένετο, εἰκότως ἐνταῦθα καὶ τῶν Χερουβὶμ ἐμνημόνευσε, καὶ τὸν τούτοις ἐπι καθήμενον ἐπιφανῆναι ἱκέτευσεν.
 [05028]  δʹ Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐπεβουλεύσαντο κατὰ τῶν ἁγίων σου.
 [05030]  ἀντὶ τῶν ἁγίων σου, Κατὰ τοῦ ἀποκρύφου σου.
 [05487]  Ἐπὶ τούτων τῶν ἁγίων ὀρῶν ὁ ∆εσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θε μέλια.
 [05496]  Καὶ αὖθις περὶ τῶν ἄλλων ἁγίων·
 [05500]  ∆ιδασκόμεθα τοίνυν εἶναί τινα πόλιν ἐπ ουράνιον, καὶ Ἱερουσαλὴμ ὀνομαζομένην, οὐ πύρ γους ἔχουσαν, καὶ περιβόλους, οὐδὲ λίθων μαρμαρυ γαῖς ἀποστίλβουσαν, ἀλλὰ χοροῖς ἁγίων λαμπρυνο μένην, καὶ ἀγγελικῇ πολιτείᾳ καλλυνομένην.
000-00-00 Serial Number=0184855759
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00204]  καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
 [00205]  Ὁ δὲ Θεοδοτίων, Καί γε τὴν πίστιν σου ἐν ἐκκλησίᾳ ἁγίων·
 [00223]  Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων·
 [00226]  Βουλὴν δὲ ἁγίων ὠνόμασεν ἐνταῦθα τῶν ἁγίων τὸν σύλλογον.
 [00925]  Ταῦτα δὲ ἅπαντα ἄνωθεν προεθέσπισας, καὶ διὰ τῶν ἁγίων σου προφητῶν προεκήρυξας.
 [01309]  Ἀλλὰ τῆς μὲν ὁ τῶν ἁγίων ἀπολαύει χορὸς, θατέρας δὲ οἱ παρανομίᾳ συ ζήσαντες.
 [02749]  τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ἐποδήγησεν ἀπο στόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε, τὴν ἐν ὄρεσιν ἁγίοις τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
 [03291]  Μετὰ σοῦ ἡ ἀρχὴ ἐν τῇ ἡμέρᾳ τῆς δυνά μεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου.
 [03709]  Ἐνδιαιτᾶται δὲ τῷ οὐρανῷ τῶν ὅλων ὁ Κύριος, οὐ περιγεγραμμέ νην ἔχων τὴν φύσιν, ἀλλὰ τοῖς ἐκεῖ πολιτευομένοις τῶν ἁγίων ἀγγέλων χαίρων χοροῖς.
 [03901]  Ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο, δέδωκε σωτηρίαν.
 [04422]  Νύκτωρ μὲν ἀεὶ διαν ιστάμενος ὁ τῶν ἁγίων χορὸς, καὶ προσεύχεται, καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν.
 [05109]  Ἕκαστος δὲ τούτων ἐσχημάτισται τῶν ψαλμῶν εἰς τὸν τῶν τηνικαῦτα γε γενημένων ἁγίων χορόν.
 [05662]  Ἐπειδὴ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἡ κιβωτὸς ἔκειτο τὰς πλάκας ἔχουσα τοῦ νόμου, ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, δι' ἐκείνου δὲ τῷ ἀρχιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο, εἰκό τως ἐμνημόνευσε τῆς κιβωτοῦ.
 [07006]  Οὕτω τῶν ἁγίων ἀποστόλων ἀοίδιμος ὁ χορός·
 [07290]  Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατ ορθούμενα.
000-00-00 Serial Number=0057535410
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01997]  Ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὑτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ' ὑμᾶς, καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθ' ὑμῶν εἰς λέβητας ὑποκαιο μένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί.
 [02005]  Τὸ δὲ, Ὤμοσε Κύριος κατὰ τῶν ἁγίων αὑτοῦ, ὁ Σύμμα χος κατὰ τῆς ἁγιωσύνης αὑτοῦ τέθεικε·
 [02397]  Ἡμᾶς δὲ εἴη ταῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων εὐχαῖς τὸν ἑαυτῶν βίον κατὰ τοὺς θείους νόμους εὐθύνοντας, καὶ τῇ μεταμελείᾳ τὸν τῶν ἁμαρτημάτων ἀποῤῥίπτοντας ῥύπον, πεῖραν μὲν ἀλγεινοῦ μηδενὸς λαβεῖν·
 [03068]  Ἄχρι γὰρ τοῦ παρόντος ὁ πολυθρύλλητος ἐκεῖνος νεὼς ἐκ βάθρων ἀνασπασθεὶς ἐρημίᾳ παντελεῖ παρεδόθη, ὡς ἀγνοεῖν τοὺς ὁρῶντας, ποῖος ἦν τῶν πάλαι ἁγίων ὁ τόπος.
 [03468]  διηνεκῶς τὸν εὐεργέτην ὑμνοῦντες, καὶ τοῖς ἐκείνου νόμοις ἀκολουθοῦντες, καὶ τὴν ἀπὸ τῶν ἁγίων τετριμμένην πορείαν ὁδεύον τες·
 [04380]  Τὸ δὲ ἀκρι βὲς καὶ ἀναντίῤῥητον τέλος τῆς προφητείας ἔστιν ἰδεῖν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα.
 [04401]  Ἀλλ' ὅμως κἀνταῦθα τὸ ἀκριβὲς τέλος ἡ προφητεία διὰ τῶν ἱερῶν ἔλαβεν ἀποστόλων, καὶ τῶν ἐκείνους διαδεξαμένων ἁγίων·
 [04691]  οὕτως ὁ λαὸς οὗτος ὠφέλειαν ἀπὸ τῶν ἁγίων διὰ καχεξίαν οὐδεμίαν καρποῦται, ὑβρίζει δὲ ταῦτα δυσσεβῶς πελάζειν πειρώμενος.
 [04973]  Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυ ρίου, ὅτι ἐγήγερται ἐκ νεφελῶν ἁγίων αὑτοῦ.
 [05484]  Τῶν γὰρ ἁγίων εἵνεκα καὶ τοὺς ἄλλους περισώσει ὁ Θεὸς, καὶ οἷα δὴ πρόβατα οἰκεῖα τῶν ἐπιόντων ἐλευθερώσει θηρίων.
000-00-00 Serial Number=0246076047
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00017]  καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων πα τέρων, τῶν ἀφ' οὗ κατηγγέλη τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους·
 [00033]  ῞Οθεν ἐπειδὴ θανάτῳ ἐξαισίῳ ἀπολοῦνται πα ράνομοι, τῆς τε ἀρχιερωσύνης διὰ τῶν ἐν Ἐφέσῳ συναθροισθέντων ἁγίων ὑπὸ τῆς θείας ἐξεβάλετο ψή φου, καὶ βασιλικῷ νεύματι τὴν Ὄασιν καταδικασθεὶς οἰκεῖν, τῆς μελλούσης τῶν ἀσεβῶν κολάσεως ἐντεῦθεν ἐδέξατο τὰ προοίμια, παρανάλωμα τῆς οἰκείας φρε νοβλαβείας γενόμενος, καὶ ἐφ' ἑαυτῷ πληρώσας τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, ὅτι Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν.
 [00035]  Ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν, καὶ εἰς τὴν τῶν ἁγίων Πατέρων ὁμολογίαν μετέλθω μεν.
 [00036]  Ἡμεῖς τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παν ταχοῦ πειθόμενοι δόγμασι, κατὰ τὴν παράδοσιν τῶν ἁγίων Πατέρων, τὸν Θεὸν Λόγον, τὸν τοῦδε τοῦ παν τὸς ∆ημιουργόν τε καὶ Κύριον, τὸν μονογενῆ τοῦ Πατρὸς Υἱὸν, τὸν προαιώνιον, τὸν ἀμιγῆ σώματος καὶ πάντων ὅσα σώματος, τὸν πάντα ὄντα ὅσα καὶ ὁ Πατὴρ, πλὴν ἑνὸς μόνου τοῦ εἶναι Πατὴρ, πιστεύο μεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὑπὸ τῆς αὑτοῦ κινη θέντα φιλανθρωπίας, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐκ τῆς ἁγίας Παρθένου, ὁμοούσιον τῇ τικτούσῃ σάρκα λαβόντα καὶ γενόμενον ἄνθρωπον, γεννηθῆναι Θεὸν μετὰ τοῦ προσλήμματος, οὐχ ὅπερ ἦν ἀποβαλόντα (τροπῆς γὰρ πάσης τὸ θεῖον ἐλεύθερον), ἀλλὰ προσει ληφότα τὸ γενέσθαι καὶ ἄνθρωπον.
 [00121]  Καὶ γὰρ οὕτως ἔχει, καὶ ταύτην ἡμῖν παρέδοσαν τὴν πίστιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, καὶ ὁ ἱερὸς τῶν μετ' ἐκείνους ἅπαντας ἁγίων Πατέρων κατάλογος.
000-00-00 Serial Number=0198215365
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00001]  ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐρωτήσεις παρά τινος τῶν ἐξ Αἰγύπτου ἐπισκόπων.
 [00247]  Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς μετὰ τὸ δεσποτικὸν πάθος πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη;
 [00389]  [17] ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐπερωτήσεις παρά τινος τῶν ἐξ Αἰγύπτου ἐπισκόπων.
 [00812]  εἰ δὲ νεκρὰ μὲν καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀν θρώπων τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν κατὰ τὴν τῶν ἰατρῶν τέχνην ὄντων ἀνιάτων;
 [01179]  καὶ ἐπὶ τοῦ κυρίου δέ, ἡνίκα τὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη καὶ ἐνεφανίσθησαν πολλοῖς;
 [01349]  Ὄφελος γέγονε τῷ λῃστῇ, εἰς τὸν παράδεισον εἰσελθόντι, τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι' ἧς ἠξιώθη τοῦ συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως·
 [01436]  Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφή, ὅτι πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ὅπερ οὐκ εἶπεν ἐπί τινος τῶν ἄλλων, ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λαζάρου, ἢ τοῦ υἱοῦ τῆς χήρας, ἢ τῆς θυγατρὸς τοῦ Ἰαείρου, ἀλλ' ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε;
 [01443]  καὶ καθώσ περ ὅταν εἴπῃ ἡ θεία γραφή ὁ ἐγείρας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώ ματα, οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν, οὔτε φαντασίας ὑπόνοιαν δίδωσιν, ἀλλὰ τελείας ἀναστάσεως τὴν πίστιν, οὕτως καὶ ὅταν λέγῃ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, τὴν τε λείαν λέγει ἀνάστασιν.
 [01444]  γέγονε δὲ τούτων τῶν ἁγίων ἡ ἀνάστασις ἀπόδειξις τοῦ λυτικὸν εἶναι τὸν τοῦ Χριστοῦ θάνατον τοῦ θανάτου πάντων ἀνθρώπων τοῖς ἐν τῷ παρόντι πιστεύουσι καὶ πάσαις ταῖς ἐν τῷ Ἅδῃ ψυχαῖς·
 [01588]  ἀντὶ τὴς ψυχῆς φησί τῶν προσφερόντων τὸ αἷμα τῶν θυσιῶν αὐτῶν εἰσφέρεται εἰς τὰ ἅγια τῶν ἁγίων.
 [01740]  πόθεν δὲ πλού σιοι ἄνδρες καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφερόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε διὰ Χριστὸν ἀναχωρήσαντας ἐζήτησαν, καὶ τούτων τὰ ὑστερήματα ἀνεπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστο ρίας τῶν ἁγίων ἀρχομένων ἀνδρῶν, μὴ τοῦ δεσπότου Χριστοῦ δι' αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας;
 [01820]  δοκεῖ δὲ παρ' ὧν εἴληφεν ἡ ἐκκλησία τὸ εὔξασθαι, παρὰ τούτων εἰληφέναι καὶ τὸ ποῦ εὔξασθαι, τουτέστι παρὰ τῶν ἁγίων ἀποστόλων.
 [02029]  πρὸς ἔνδειξιν δὲ τοῦ μὴ ἀλόγῳ φορᾷ αὐτο μάτως γίνεσθαι τὰ γινόμενα, ἀλλὰ θείᾳ προνοίᾳ διοικεῖσθαι τὰ καθ' ἡμᾶς, ἐνεργοῦσιν αἱ εὐχαὶ τῶν ἁγίων, οὐχ ἵνα τὸν θεῖον ἀνατρέψωσιν ὅρον ἀδύνατον γάρ , ἀλλ' ἵνα τοῦ κρείττονος ὁρι σμοῦ τύχωσιν, ὅπερ ἐστὶ τιμὴ τῶν ἁγίων, τῶν ἐπὶ τῇ ὑπακοῇ τοῦ θεοῦ ἠκουσμένων ὑπὸ τοῦ θεοῦ·
000-00-00 Serial Number=0976013720
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01247]  εἰώθασι γὰρ ἐν τοῖς θείοις σηκοῖς ἐλαίῳ χρίειν τὰς τῶν ἀνακτόρων κιγκλίδας, καὶ τῶν ἁγίων μαρτύρων τὰς θήκας·
 [02035]  ἀμνοῖς μὲν γὰρ τὸν τῶν ἁγίων ἀπείκασε σύλλογον·
 [02404]  ἐν μέσῳ δὲ τὸ παραπέτασμα διατείνας, ἐν τύπῳ τοῦ στερεώμα τος διχῇ διεῖλεν αὐτὴν καὶ τὸ μὲν παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια, τὸ δὲ τοῦ παραπετάσματος ἔνδον, ἅγια ἁγίων ὠνόμασε καὶ ὥσπε
 [02418]  τὰ μὲν οὖν ἔνδον τῆς σκηνῆς τῶν ἐπουρανίων εἶχε τὸν τύ πον, διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο.
 [02777]  [160] ΙΙ Τί ἐστι, ψυχὴ ἐὰν λάθῃ αὐτὴν λήθη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου ;
 [02791]  ἵνα γνῶσιν ὡς οὐκ εἰσὶ τῶν ἁγίων ἀλλότριοι διὰ μετανοίας ἰατρευόμενοι.
 [02792]  διὰ τοῦτο καὶ ἅγια ἁγίων αὐτὰ προσηγόρευσεν.
 [02837]  διὰ τί οὐκ ἐφάγετε τὰ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ, ὅτι ἅγια ἁγίων ἐστίν;
 [03012]  ΞΞΙΙ Πότε ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῄει;
 [03064]  οὕτω ταῦτα γενέσθαι κελεύσας, διδάσκει καὶ ὅπως εἰσελθεῖν εἰς τὰ ἅγια τῶν ἁγίων τὸν ἀρχιερέα προσήκει.
 [03071]  κατὰ τοῦτον γὰρ κἀκεῖνος τὸν καιρὸν εἰς τὰ ἅγια τῶν ἁγίων εἰσελήλυθε, καὶ τῆς ἀγγελι κῆς ὀπτασίας ἀπολελαύκει.
 [03076]  ἐξιλάσεται, γάρ φησι, περὶ τῶν ἁγίων ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρ τιῶν αὐτῶν·
 [03084]  σάββατα δὲ σαββάτων, ὡς ἅγια ἁγίων ἐκάλεσε·
 [03090]  ὥσπερ γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιὼν ταύτην ἐπετέλει τὴν λειτουργίαν, οὕτως ὁ δεσπότης Χριστός, ἅπαξ τὸ σωτήριον ὑπομείνας πάθος, εἰς τὸν οὐρα νὸν ἀνελήλυθεν, αἰωνίαν λύτρωσιν εὑράμενος , ᾗ φη σιν ὁ θεῖος ἀπόστολος.
 [04498]  μιμηταὶ γὰρ ἐγένεσθε τῶν ἁγίων [261] τῶν ἐν τῇ Ἰουδαίᾳ.
 [04530]  ἔφη τοίνυν, ὅτι πολλαὶ μυριάδες ἁγίων ἀγγέλων τῷ δεσ [263] πότῃ συνῆσαν, τῆς οἰκείας αὐτοὺς ἀξιοῦντι κηδεμονίας.
000-00-00 Serial Number=0177469730
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00118]  Ἐξ οὗ γὰρ ὁ ∆εσπότης ἐσταυ ρώθη Χριστὸς, καθῃρέθη μὲν αὐτῶν ὁ ναὸς, ἔρημα δὲ γεγένηνται τῶν ἁγίων τὰ Ἅγια, καὶ ἀρχιερωσύνης καὶ προφητείας ἐστέρηνται.
 [02161]  Μετ' ὀλίγα γὰρ καὶ τῶν ἄλλων εἴκοσι ἐπιμέμνηται, τὰ ἅγια τῶν ἁγίων ἐπιδεικνῦσα.
 [02163]  Οὐκοῦν τεσσαράκοντα μὲν πήχεων ὁ ἄλλος ναὸς ἦν, εἴκοσι δὲ τῶν ἁγίων τὰ Ἅγια.
 [02166]  εἰς δὲ τὸ ἄδυτον καὶ ἀνάκτορον, ἅπερ Ἅγια τῶν ἁγίων ὠνόμασεν, οὐδὲ τούτοις ἐπι βαίνειν ἐξῆν.
 [02199]  ὸ ἓν, ἀπὸ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησεν ἕως τοῦ ∆αβεὶρ τὸν τοῖχον εἰς τὰ Ἅγια τῶν ἁγίων.
 [02204]  εἴκοσι δὲ τὰ Ἅγια τῶν ἁγίων.
 [02209]  Εἶτα πάλιν ἐδίδαξεν ἡμᾶς, ὡς ∆αβεὶρ τὰ Ἅγια τῶν ἁγίων καλεῖ.
 [02244]  Κατεσκεύασε δὲ καὶ δέκα λυχνίας χρυσᾶς, ἃς ἐν τῷ ναῷ τέθεικε κατὰ πρόσωπον τοῦ ∆αβεὶρ, τουτέστι τοῦ Ἁγίου τῶν ἁγίων.
 [02266]  Ὅτι δὲ ∆αβεὶρ τὰ Ἅγια τῶν ἁγίων καλεῖ, σαφέστερον ἐκ τῆς ἱστορίας μανθάνομεν.
 [02268]  Καὶ ἐκφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν δια θήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ ∆αβεὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυ γας τῶν Χερουβείμ.
 [03844]  Καὶ Ἀαρὼν, φησὶ, καὶ οἱ υἱοὶ αὐτοῦ, θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιά ματος, καὶ εἰς πάντα τὰ ἔργα τοῦ Ἁγίου τῶν ἁγίων, καὶ τοῦ ἐξιλάσκεσθαι περὶ τοῦ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐνετείλατο Μωσῆς ὁ δοῦλος τοῦ Θεοῦ.
 [03993]  Ὅσα γὰρ, φησὶν, ἡγίασε ∆αβὶδ ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι, καὶ ἑκατόνταρχοι, καὶ οἱ ἄρχοντες τῆς δυνάμεως, ἃ ἔλαβον ἐκ τῶν πο λέμων, καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπ' αὐ τῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου, καὶ ἐπὶ πάντων ἁγίων τοῦ Θεοῦ, ὅσα ἡγίασε Σαμουὴλ ὁ ὁρῶν, καὶ Σαοὺλ ὁ τοῦ Κὶς, καὶ Ἀβεννὴρ ὁ τοῦ Νὴρ, καὶ Ἰωὰβ ὁ τοῦ Σαρουΐα, καὶ πᾶς ὁ ἁγιάζων διὰ χειρὸς Σαλωμὴθ, καὶ τῶν ἀδελ φῶν αὐτοῦ.
 [04056]  Εὑρήσει γὰρ πρὸς τοῖς τεσσαράκοντα ἄλλους εἴκοσι τοῦ κα λουμένου ∆αβεὶρ, τουτέστι τοῦ Ἁγίου τῶν ἁγίων·
 [04071]  Καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν δια θήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ ∆α βεὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν ἁγίων, ὑποκάτω τῶν Χερουβείμ.
 [04072]  Καὶ ἐντεῦθεν οὖν δῆλον, ὡς ∆αβεὶρ τὸ ἄδυτον, καὶ ἄψαυστον, καὶ ἀνάκτορον ἐκάλεσε τοῦ ναοῦ, ὅπερ Ἅγια ἁγίων ὀνομάζειν φί λον τῇ θείᾳ Γραφῇ.
 [04573]  Ζητητέον δὲ, πῶς ἔνδον οὔσης τῆς κιβωτοῦ ἐν τῷ Ἁγίῳ τῶν ἁγίων, τοῖς Λευΐταις ὁ Ἰωσίας ἁγνισθῆναι προσέταξε, τοῦ δοῦναι τὴν κιβωτὸν τὴν ἁγίαν ἐν τῷ οἴκῳ Κυρίου.
000-00-00 Serial Number=0656048477
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00068]  Καὶ ὥσπερ τοὺς εἰς δύο υἱοὺς μερίζοντας τὸν ἕνα Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔξω βαίνειν φαμὲν [83.1437] τῆς ὑπὸ τῶν ἁγίων ἀποστόλων τετριμμένης ὁδοῦ, οὕτω καὶ τοὺς μίαν λέγοντας γεγενῆσθαι φύσιν τὴν θεότητα τοῦ Μονογενοῦς καὶ τὴν ἀνθρωπότητα, εἰς τὸν ἕτερον κρημνὸν ἀποκλίνειν φαμέν.
 [00100]  Ταύτην ἡμῖν τὴν διδασκαλίαν οἱ θεῖοι προφῆται προσήνεγκαν, ταύτην ὁ τῶν ἁγίων ἀποστόλων χορός·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»