Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀφορμὰς [54]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀφορμὰς


000-00-00 Serial Number=0250701904
Commentaria in Isaiam Ante [Go Back]  
 [01546]  πολλοὶ γὰρ πλούτῳ περιρρεόμενοι καὶ ἀφθόνους ἔχοντες τρυφῆς ἀφορμὰς τὴν νηστείαν τῆς χλιδῆς προτιμῶσι καὶ
000-00-00 Serial Number=0230785549
De incarnatione domini Ante [Go Back]  
 [00027]  Ἐπειδὴ γὰρ ἔμελλε τοσούτοις ἀγαθοῖς ἐντρυφήσειν, καὶ τοσούτων ἄρχων ἀνηγορεύθη καὶ βασιλεὺς, ἵνα μὴ τῷ πλήθει τῶν δωρεῶν ὑπερμαζή σας, καὶ τῷ ὕψει τῆς ἡγεμονίας ἐπαρθεὶς κατα σκιρτήσῃ τοῦ κτίσαντος, καὶ μεγίστην ἐκ τῆς τυ ραννίδος ἀπενέγκηται βλάβην, κατὰ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον τὸν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα δι' ἀλαζονείαν, ἀναγκαίως ὁ σοφὸς τῶν ὅλων πρύτανις κωλύων αὐτοῦ τὸν ὄγκον τοῦ φρονήματος, Ἀδὰμ προσηγόρευσεν, ἵνα ἐκ τῆς προσηγορίας ἐν νοῶν τὴν συγγένειαν, καὶ τὰς ἀφορμὰς τῆς φύσεως λογιζόμενος, καὶ τὸν πρόγονον χοῦν πρὸ τῶν ὀφθαλ μῶν θεώμενος, ἑαυτὸν μὲν γνωρίζῃ, προσκυνῇ δὲ τὸν τοσαύτην εὐπρέπειαν αὐτῷ καὶ μεγαλοπρέπειαν δωρησάμενον·
 [00033]  οὐκ ἐκ μόνης δὲ τῆς γῆς, ὡς ἐπ' ἐκείνου, λαμβάνει τὰς ἀφορμὰς τῆς [75.1424] διαπλάσεως, ἀλλὰ μίαν τῶν πλευρῶν ἐκείνου λαβὼν, καὶ ταύτῃ καθάπερ τινὶ κρηπῖδι καὶ θεμελίῳ χρησά μενος, τὴν γυναικείαν φύσιν ποιεῖ·
 [00068]  σοφῶς δὲ αὐτὸ καὶ δια φόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰσ ηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετα τιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοι νὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰ κοῦντα, τῆς δ' ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμω ρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθο νίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων·
000-00-00 Serial Number=0301459908
De providentia orationes decem Ante [Go Back]  
 [00685]  Ῥᾴδιον γὰρ ἐκ τῶν εἰρημένων ἀφορμὰς εἰς κατανόησιν τῶν παραλειφθέντων παραλαβεῖν.
 [01030]  τὸν ἐν ταῖν χε ροῖν ἔχοντα τῆς ζωῆς τὰς ἀφορμὰς, ἢ τὸν χρυσῷ τῷ ἀπίστῳ πιστεύοντα, ὃς καὶ σφραγῖδας ὑπερβαίνει καὶ σήμαντρα, καὶ κλείθροις καὶ θύραις ἐῤῥῶσθαι φράσας, ταῖς τῶν τοιχωρύχων χερσὶν ἐναπέρχεται;
 [01140]  Οἶδε γὰρ φόβος χαλινοῦν τῶν ἀλόγων παθῶν τὰς ἀφορμὰς, καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ χεῖρον ἀμβλύνειν ῥοπήν·
 [02214]  Πανταχόθεν οὖν ὕμνων ἀφορμὰς ἐρανισάμενοι, καὶ μίαν ὑμνῳδίαν κεράσαντες, προσενέγκατε μεθ' ἡμῶν τῷ Ποιητῇ, καὶ ἀγαθοδότῃ, καὶ Σωτῆρι Χριστῷ, τῷ ἀληθινῷ Θεῷ ἡμῶν.
000-00-00 Serial Number=0244160950
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00041]  Ἡμεῖς δὲ τῆς μὲν γραφῆς τὸ κέρδος οὐκ ἐπισ τάμεθα, τὴν δὲ σὴν ἐπαινοῦμεν θεοσέβειαν, πανταχόθεν ἐμπορίας ἀφορμὰς θηρωμένην, καὶ εὐχόμεθα μέχρι τέλους ὑμᾶς διαδραμεῖν καὶ τὸ βραβεῖον τῆς νίκης λαβεῖν.
000-00-00 Serial Number=0389385462
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00031]  Ἐπειδὴ δὲ καὶ τῶν μειζό νων κατατολμῶμεν, καὶ θεολογίας τῆς ὑπὲρ νοῦν καὶ λόγον ἁπτόμεθα, οὐ βλασφημίας ἀφορμὰς κατὰ τοὺς ἀνοσίους ἐπι ζητοῦντες αἱρετικούς, ἀλλὰ τὴν ἐκείνων ἀσέβειαν ἐξελέγ χοντες καὶ ὡς χωροῦμεν τὸν Ποιητὴν ἀνυμνοῦντες, οὐδὲν ἀπεικὸς δρῴημεν ἂν πρὸς τὴν ὑμετέραν ἀποκρινόμενοι πεῦσιν.
 [00075]  Φροντίσιν ἡμᾶς καὶ λύπαις μετὰ τὴν ἁμαρτίαν συζεύξας ὁ δημιουργήσας ἡμᾶς Θεὸς παρέσχεν ἡμῖν παραψυχῆς ἀφορμὰς τὰς θείας ἐν μέσῳ τεθεικὼς ἑορτάς.
 [00108]  Εἰ μὲν γὰρ δικαίως κατεκρίθην, ἤλγησα ἄν, ὡς παρασχὼν ἀφορμὰς εὐλόγους τοῖς κατακρίνασιν.
 [00287]  καὶ τὰ πανταχοῦ γῆς καὶ θαλάττης καθ' ἑκάστην ἡμέραν γινόμενα ἢ γὰρ ἄνδρες πρότεροι τοῦ βίου τὸ τέρμα καταλαμβάνουσιν, ἢ γυναῖκες τοῦτο πάσχουσι πρότεραι , πολλὰς ἐντεῦθεν ἀφορμὰς εἰς ψυχαγωγίαν εὑ ρίσκω·
 [01239]  Λέγουσι δέ τινες τῆς συκοφαντίας αὐτοὺς λαμβάνειν τὰς ἀφορμὰς ἔκ τινων εὐαριθμήτων παρ' ὑμῖν ταῦτα φρονούντων, καὶ εἰς δύο πρόσωπα διαιρούντων τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον.
 [01377]  ἀλλ' ἀναβάλλεται καὶ τῶν πολεμουμένων τὴν ἀνδρείαν ἐπιδεικνὺς καὶ ὑμῖν ἀφορμὰς εἰς ὠφέλειαν παρέχων.
000-00-00 Serial Number=0721229017
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00310]  Ὁμολογοῦμεν γὰρ καὶ ἡμεῖς παρ' ἐκείνων τὰς ἀφορμὰς εὑρηκέναι τῆς σαφηνείας·
 [00946]  Ἐντεῦθεν τοίνυν τὰς ἀφορμὰς λαβόντες, πνευματικώτερον κἀκεῖνα νοήσωμεν, τοῦ θείου λόγου καὶ τῆς εὐσεβοῦς ψυχῆς εἶναι κοινωνίαν πιστεύοντες τὴν καλουμένην περί ληψιν·
 [02026]  ἐκεῖθεν γὰρ τὰς τῆς διδασκαλίας ἀφορμὰς λαμβάνοντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, οἷόν τινες μυρεψοὶ γίνονται τοῦ κηρύ γματος, καὶ τὸ μύρον τῆς ὠφελείας κατασκευάζουσι.
 [02536]  Ἐπείγεται τοίνυν ἡ νύμφη λαβεῖν παρὰ τοῦ νυμφίου τὰς τῶν εὐσεβῶν γο νῶν ἀφορμὰς, καί φησιν·
000-00-00 Serial Number=0360647082
Graecarum affectionum curatio Ante [Go Back]  
 [01865]  παρ' ὧν, οἶμαι, ὁ Πλάτων τὰς ἀφορμὰς κεκλοφώς, ἔφη τοὺς ἀνιάτως [6.32] διακειμένους εἰς ὠφέλειαν ἑτέρων παιδεύεσθαι.
 [02685]  Οὐ γάρ που μόνον εἰς ἀναίδειαν ἐπαιδοτριβοῦντο γυμνούμεναι καὶ γυμνοὺς ἄνδρας θεώμεναι, ἀλλὰ καὶ πολλὰς ἀλλήλοις ἀφορμὰς προὐξένουν ἀκο λασίας.
000-00-00 Serial Number=0725046694
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00204]  Ἐκ τούτων πασῶν τῶν αἱρέσεων ὁ Βαλεντῖνος λαβὼν ἀφορμὰς, τοὺς ἀπεράντους αὑτοῦ συν έθηκε μύθους.
 [00414]  Μονόϊμον τὸν Ἄραβα λέγουσιν ἐκ τῆς ἀριθμητικῆς ἐπιστήμης λαβόντα τὰς ἀφορμὰς, τὴν οἰκείαν αἵρε σιν διαπλᾶσαι.
 [00426]  Ἠρανίσατο δὲ τὰς τοῦ πλάσματος ἀφορμὰς, ἀπὸ μὲν Βαλεντίνου, τῶν Αἰώνων τὰς προβολὰς, ἀπὸ δὲ Σατορνίλου καὶ Μαρκίωνος, τὸ τὸν γάμον βδελύττεσθαι, καὶ τὴν τῶν ἐμψύχων, καὶ τὴν τοῦ οἴνου μετάληψιν.
 [00457]  Μαρκίων δὲ, καὶ Κέρδων ὁ τούτου διδάσκαλος, καὶ [83.373] αὐτοὶ μὲν ἐκ τῆς Σίμωνος ἐξαπάτης ἔλαβον τῆς βλασφημίας τὰς ἀφορμὰς, ἀλλ' ἑτέραν ἐκαινοτόμησαν ἀσεβείας ὁδόν.
 [00509]  οὗτοι δὲ πάντες τὰς ἀφορμὰς ἐκ τῆς Μαρκίωνος ἐσχήκασιν βλασφημίας.
 [00974]  Οὗ τος γὰρ εἰς τῶν πρεσβυτέρων κατάλογον τῆς Ἀλεξανδρέων Ἐκκλησίας τελῶν, καὶ τὸν μέγαν Ἀλέξανδρον τοῖς ἀρχιερατικοῖς ἐνιδρυθέντα θώκοις ἰδὼν, τοῦ φθόνου τὸ κέντρον ἐδέξατο, καὶ τῆς πρὸς αὐτὸν ἁψιμαχίας ἐπιζητῶν ἀφορμὰς, πρόφασιν εὗρε τὴν τῶν δογμάτων ἀσέβειαν.
 [01153]  Πολέμιος δέ τις, ἐκ τῶν τούτου συγγραμμά των τὰς ἀφορμὰς ἐσχηκὼς, καὶ συνουσίωσιν λέγει γεγενῆσθαι καὶ κρᾶσιν τῆς θεότητος καὶ τοῦ σώματος.
 [02002]  τῇ δὲ θείᾳ πειθομένη Γραφῇ λέγει, τὴν ψυχὴν συνδη μιουργεῖσθαι τῷ σώματι, οὐκ ἐκ τῆς ὕλης τοῦ σπέρ ματος ἔχουσαν τῆς δημιουργίας τὰς ἀφορμὰς, ἀλλὰ τῇ βουλήσει τοῦ ποιητοῦ μετὰ τὴν τοῦ σώματος συνισταμένην διάπλασιν.
 [02063]  οἱ δὲ ἀφρόνως καὶ ἀσυνέτως, ἀφορμὰς ὀλέθρου διὰ τούτων εἰσδέχονται.
 [02527]  Ἐντεῦθεν ὁ Μάνης, καὶ πρό γε τούτου, ὁ τῶν καλουμένων Γνωστικῶν δυσσεβὴς ὁρμαθὸς, τὰς ἀφορμὰς εἰληφότες, ταύτην ἔφασαν εἶναι κόλασιν.
 [02824]  Καὶ δεικνὺς ὡς ἐξ ἡμῶν ἐκεῖνος τοῦ πολέ μου λαμβάνει τὰς ἀφορμὰς, ἀναγκαίως προστέθεικε·
000-00-00 Serial Number=0221386433
Historia ecclesiastica Ante [Go Back]  
 [00099]  Κατὰ τοῦτον τὸν χρόνον Ἄρειος τῷ μὲν καταλόγῳ τῶν πρε σβυτέρων ἐντεταγμένος, τὴν δὲ τῶν θείων γραφῶν πεπιστευμένος ἐξήγησιν, ἰδὼν τὸν Ἀλέξανδρον τῆς ἀρχιερωσύνης ἐγχειρισθέντα τοὺς οἴακας, οὐκ ἤνεγκε τοῦ φθόνου τὴν προσβολήν, ἀλλ' ὑπὸ τούτου νυττόμενος ἀφορμὰς ἔριδος ἐπεζήτει καὶ μάχης.
 [01595]  ὁ μὲν γὰρ Ἀκάκιος μικράς τινας εὑρὼν ἀφορμὰς καθεῖλε τὸν Κύριλλον καὶ τῶν Ἱεροσολύμων ἐξήλασεν.
 [03134]  τοῦτον ἰδὼν ὁ θεῖος Μελέτιος καὶ τῶν τὸν κανόνα γεγραφότων τὸν σκοπὸν ἐπιστάμενος (τὰς γὰρ τῆς φιλαρχίας ἀφορμὰς περικόπτοντες ἐκώλυσαν τὴν μετάθεσιν), ἐβεβαίωσε τῷ θειοτάτῳ Γρηγορίῳ τὴν τῆς Κωνσταντινουπόλεως προεδρίαν.
000-00-00 Serial Number=0651251495
Historia religiosa Ante [Go Back]  
 [00875]  Καὶ ἦν ἰδεῖν συνθέοντας καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμέ νους καὶ τοὺς ἀποχειροβιώτους καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρομένους καὶ πυνθανομένους καὶ ἀφορμὰς τῷ λόγῳ παρέχοντας.
 [02403]  [30.8] Ἱκετεύω δὲ καὶ τούτους ὧν τὸν βίον συνέγραψα μὴ περιϊδεῖν με πόρρω τῆς πνευματικῆς αὐτῶν χορείας διάγοντα, ἀλλ' ἀνελκῦσαι κάτω κείμενον καὶ πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἀναγαγεῖν καὶ τῷ ἰδίῳ χορῷ συνάψαι ὡς ἂν μὴ μόνον εὐφημοίην τὸν ἀλλότριον πλοῦτον, ἀλλὰ καὶ αὐτὸς σχοίην τινὰς ἀφορμὰς εὐφημίας, ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ δοξάζων τὸν σωτῆρα τῶν ὅλων, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
000-00-00 Serial Number=0542503476
Interpretatio in Danielem Ante [Go Back]  
 [00817]  τούτου τοίνυν χάριν καὶ τοὺς νόμους ἐτεθείκεις ἐκείνους, ἀφορμὰς ἡμῖν χορηγῶν σωτηρίας.
 [02910]  μᾶλλον δὲ, εἴ τις προσέχειν ἐθελήσειε τῇ τε τοῦ μακαρίου Ἱερεμίου προφητείᾳ, καὶ τῇ τῶν Παραλειπομένων ἱστορίᾳ, καὶ τῇ τοῦ Ἔσδρα συγγραφῇ, εὑρήσει τὸν Κῦρον ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας, ἅπασι τοῖς βουλομένοις τῶν Ἰουδαίων παρεγγυήσαντα τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν, ὥστε πανταχόθεν θυμηδίας ἔχειν ἀφορμὰς τὸν προφήτην.
000-00-00 Serial Number=0513706028
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00694]  Ἀνάγκη γὰρ ἦν, ἅτε δὴ αἰχμαλώ τους, καὶ ἀλλοφύλοις ἔθνεσιν ἐπιμιγνυμένους, οὐ κατὰ νόμον πολιτεύεσθαι, ἀλλὰ πολλὰς ἐκ τῆς ἐπι μιξίας ἀφορμὰς εἰς παρανομίαν λαμβάνειν.
 [03523]  Καὶ πληθυνῶ τὰ ξύλα, ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, τὰ δὲ ἑψόμενα κρέα, τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώ πους, κατατακῆναι παρασκευάσω·
 [03819]  παρὰ γὰρ τοῦ Θεοῦ δεξαμένη τῆς εὐπρεπείας τὰς ἀφορμὰς, ἀχάριστος μὲν περὶ τὸν χορηγὸν τῶν ἀγαθῶν ἐγένετο·
 [04263]  Καὶ ὥσπερ ἐπὶ τῆς Τύρου τὰς τῆς ἀλληγορίας ἀφορμὰς ἀπὸ τῆς θαλάττης ἔλαβε (παραλία γὰρ ἡ πόλις), οὕτως ἐνταῦθα ἀπὸ ποταμοῦ κέχρηται τῇ τροπῇ.
 [04310]  Οὕτω γὰρ, φησὶ, τῶν Αἰγυπτίων ἐλαττώσω τὴν βασιλείαν, ὡς μηκέτι τὸν ἐμὸν λαὸν τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν, καὶ ἀσεβείας ἀφορμὰς παρ' ἐκείνων λαμβάνειν, ἀλλὰ τὴν ἐμὴν προμή θειαν ἐπιζητεῖν·
 [04535]  Κλάδους δὲ αὐ τοῦ καὶ στελέχη τὰ παντοδαπὰ εἰδωλεῖα προσηγόρευ σεν, ἐξ αὐτοῦ δεξάμενα τὰς τῆς ἱδρύσεως ἀφορμὰς, ἃ καὶ ἀπὸ τῶν ὀρέων καὶ ἀπὸ τῶν πεδίων φροῦδα παντελῶς διὰ τῶν πάλαι μὲν λοιμῶν, μετὰ δὲ ταῦτα πιστῶν ἐθνῶν, ἀπεφάνθη.
000-00-00 Serial Number=0102722883
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01313]  Καθάπερ γὰρ ἡ νεφέλη ἑτέρωθεν ὑποδέχε ται τῶν ὄμβρων τὰς ἀφορμὰς, οὕτω καὶ προφῆται καὶ ἀπόστολοι ὑπὸ τῆς θείας χάριτος ἐνεργούμενοι.
 [02918]  Ἀπαριθμεῖται τῆς ἀχθηδόνος τὰς ἀφορμὰς, διεγείρων εἰς ἔλεον τὸν φιλάνθρωπον Θεόν.
 [04486]  Κἀκεῖνοι τοίνυν τῆς διανοίας τὴν εὐθύτητα διαφθείραντες, οὔτε ταῖς θείαις εὐεργεσίαις εἰς δέον ἐχρῶντο, καὶ βλάβης ἀφορμὰς τὰς τῆς ὠφελείας ἀπέφαινον ἀφορμάς.
000-00-00 Serial Number=0515298784
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03861]  ἅπασι γὰρ τοῖς ἔθνεσιν, οὐχ Ἕλλησι μόνοις, καὶ Ῥωμαίοις, ἀλλὰ καὶ πᾶσι βαρβάροις, τὰς τῆς σωτηρίας ἐχορή γησεν ἀφορμὰς, τοῖς ἱεροῖς ἀποστόλοις διακόνοις τῆς εὐεργεσίας χρησάμενος.
 [05250]  Καθάπερ γὰρ, φησὶν, οἰ κέται εἰς τὰς τῶν δεσποτῶν ἀποβλέπουσι χεῖρας, ἅτε δὴ τὰς ἀφορμὰς ἐκεῖθεν δρεπόμενοι τοῦ βίου·
000-00-00 Serial Number=0676191688
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00098]  οἱ δὲ τοῦ Θεοῦ τὴν φιλαν θρωπίαν εἰδότες, καὶ ὡς ἅπαντα πρυτανεύει τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας, ἐντεῦθεν μάλιστα καὶ τὰς τῆς θείας ὑμνῳδίας λαμβάνουσιν ἀφορμὰς, καὶ τοὺς θεσπεσίους θαυμάζουσι προφήτας, εἰς ἅπαντα εἶξαι τῷ ∆εσπότῃ προελομένους.
 [02255]  Τούτων ἀπὸ τοῦ προφήτου λεγομένων, Ἀμα σίας ὁ τῆς Βαιθὴλ ἱερεὺς, δείσας μὴ τὰς θείας ἀπει λὰς καταπλαγεὶς ὁ λαὸς, καὶ μεταμελείᾳ χρησάμενος, τῆς τῶν εἰδώλων ἀποστῇ θεραπείας, καὶ τὰς τῆς ἐμπορίας ἀφορμὰς αὐτὸς ἀπολέσῃ, εἰσαγγέλλει παρὰ τῷ βασιλεῖ τὸν προφήτην, συκοφαντίας τοῖς ἀληθέσι λόγοις συῤῥάψας.
000-00-00 Serial Number=0185151160
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00594]  [33] νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ ἀλλοτρίῳ τοῦ φρο νήματος, δῆλοί εἰσιν ὅτι ἐκ τῆς φιλοδοξίας ἢ ἀντιπαθείας τῶν αἱρε σιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς ἐσχήκασι τῆς συστάσεως αὐτῶν·
000-00-00 Serial Number=0120858192
Quaestiones in Octateuchum Ante [Go Back]  
 [03837]  ἵνα γὰρ μὴ νομίσωσι παρὰ τοῦ Θεοῦ παιδευόμενοι, διὰ τὰς τοῦ μάντεως ἀρὰς συμφοραῖς περιπίπτειν, οὐκ εἴασε τὸν μάντιν χρήσασθαι ταῖς ἀραῖς, τὰς τῶν ἀνοήτων ἀφορμὰς περικόπτων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»