Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀρχιερωσύνης [28]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀρχιερωσύνης


000-00-00 Serial Number=0715041757
Eranistes Ante [Go Back]  
 [00736]  Ἀκήκοας δὲ πάντως Ἰγνάτιον ἐκεῖνον, ὃς διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τῆς ἀρχιερωσύνης τὴν χάριν ἐδέξατο, καὶ τὴν ἐκκλησίαν Ἀντιοχέων ἰθύνας τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο·
 [03795]  ἔτι δὲ τελειώσεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν ἐξ ὧν ἔπαθε τὴν ὑπακοήν, ἀρχιερωσύνης τε καὶ προσφορᾶς, καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς τὸν δυνά μενον σώζειν ἐκ θανάτου, καὶ ἀγωνίας καὶ θρόμβου, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο τοιοῦτο, εἴγε μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχον τὰ τοιαῦτα τῶν ὀνομάτων οὐ τὴν ἄτρεπτον φύσιν καὶ τοῦ πάσχειν ὑψηλοτέραν.
000-00-00 Serial Number=0136227906
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01241]  Ὅθεν ἐπειδὴ θανάτῳ ἐξαι σίῳ ἀπολοῦνται παράνομοι, τῆς τε ἀρχιερωσύνης διὰ τῶν ἐν τῇ Ἐφέσῳ συναθροισθέντων ἁγίων ὑπὸ τῆς θείας ἐξεβάλετο ψήφου, καὶ βασιλικῷ νεύματι τὴν Ὄασιν καταδικασθεὶς οἰκεῖν, τῆς μελλού σης τῶν ἀσεβῶν κολάσεως ἐντεῦθεν ἐδέξατο τὰ προοίμια, παρανάλωμα τῆς οἰκείας φρενοβλαβείας γενό μενος, καὶ ἐφ' ἑαυτῷ πληρώσας τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, ὅτι Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν.
000-00-00 Serial Number=0314747095
Historia ecclesiastica Ante [Go Back]  
 [00099]  Κατὰ τοῦτον τὸν χρόνον Ἄρειος τῷ μὲν καταλόγῳ τῶν πρε σβυτέρων ἐντεταγμένος, τὴν δὲ τῶν θείων γραφῶν πεπιστευμένος ἐξήγησιν, ἰδὼν τὸν Ἀλέξανδρον τῆς ἀρχιερωσύνης ἐγχειρισθέντα τοὺς οἴακας, οὐκ ἤνεγκε τοῦ φθόνου τὴν προσβολήν, ἀλλ' ὑπὸ τούτου νυττόμενος ἀφορμὰς ἔριδος ἐπεζήτει καὶ μάχης.
 [00110]  Κατὰ τοῦτον δὲ τὸν χρόνον τῆς μὲν Ῥωμαίων ἐκκλησίας Σίλ βεστρος κατεῖχε τὰς ἡνίας, Μιλτιάδην διαδεξάμενος ὃς μετὰ Μαρκελ λῖνον τὸν ἐν τῷ διωγμῷ διαπρέψαντα τὴν τῆς ἀρχιερωσύνης χειρο τονίαν ἐδέξατο·
 [00781]  ὁ δὲ βασιλεύς, τῆς αἰτήσεως τὴν αἰτίαν μαθών (Κωνσταντῖνος δὲ ἦν ὁ τῆς εὐσεβείας θερμότατος ἐραστής), φιλοφροσύνης μὲν παμπόλλης τοὺς πρέσβεις ἠξίωσεν, ἄνδρα δὲ πίστει καὶ συνέσει καὶ βίῳ κοσμούμενον καὶ τῆς ἀρχιερωσύνης ἠξιωμένον κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε μετὰ δώρων ὅτι μάλιστα πλείστων.
 [01601]  ὁ δέ γε Ἀκάκιος ἀφίκετο μὲν καὶ αὐτὸς πρὸς τοὺς συνελη λυθότας ἐπισκόπους (πεντήκοντα δὲ ἦσαν καὶ ἑκατόν), ἔφασκε δὲ μὴ πρότερον αὐτοῖς κοινωνήσειν τῶν βουλευμάτων πρὶν ἔξω γενέσθαι τοῦ συλλόγου τὸν Κύριλλον, ἅτε δὴ τῆς ἀρχιερωσύνης γεγυμνωμένον.
 [01741]  ἐπειδὴ δὲ βασιλικὴν δεξάμενος κλῆσιν ἧκεν ὁ μέγας Μελέτιος, ὑπήντησαν μὲν ἅπαντες οἱ τῆς ἀρχιερωσύνης μετειληχότες.
 [02350]  ἴστε σαφῶς, ἅτε δὴ τοῖς θείοις λογίοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνον ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι καὶ μάρ τυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν.
000-00-00 Serial Number=0140456617
Historia religiosa Ante [Go Back]  
 [00119]  [1.7] Ἐν τούτοις διαπρέπων καὶ πᾶσιν ἐπέραστος ὤν, καὶ ἐν ταῖς ἁπάντων περιφερόμενος γλώτταις, εἰς τὴν τῆς ἀρχιερωσύνης ἕλκεται λειτουργίαν καὶ τῆς πατρίδος λαγχάνει τὴν προστασίαν.
 [00300]  Καὶ πολλοὺς μὲν καὶ ἄλλους φιλοσοφίας πρὸς ἑαυτὸν εἵλκυσεν ἀθλητάς, εἵλκυσε δὲ καὶ τὸν μέγαν Ἀκάκιον, τὸν πάνυ λέγω, τὸν πολυθρύλητον, ὃς διέπρεψε μὲν ἐν μοναχικῇ πολιτείᾳ, λαμπρὰς δὲ τῆς ἀρετῆς τὰς ἀκτῖνας ἐξέπεμψεν, ἀρχιερωσύνης ἀξιωθεὶς καὶ τὴν Βέροιαν ποιμαίνειν λαχών.
 [00745]  [5.8] Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἢ τεττα ράκοντα ἔτη τοῦ χοροῦ προστατεύσας τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο οὔτε τὴν ἀσκητικὴν ἐναλλάξας σισύραν, οὔτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα.
 [01160]  [10.9] Τὴν δὲ τῆς ἀγέλης ἡγεμονίαν Ἑλλάδιος ὁ θαυμάσιος διεδέξατο ὃς ἑξήκοντα μὲν ἐν ἐκείνοις τοῖς τόποις διετέλεσεν ἔτη, εἶτα τὴν Κιλίκων θεόθεν ἐδέξατο προεδρίαν, οὔτε τὴν προτέραν φιλοσοφίαν καταλιπὼν καὶ τοῖς πόνοις ἐκείνοις τοὺς τῆς ἀρχιερωσύνης ἱδρῶτας ὁσημέραι προστιθείς.
 [01242]  ἐπειδὴ δὲ ἐκ τοῦδε τοῦ βίου μεταβῆναι κελεύομαι, σὲ τούτων οἰκόνομον καθίστημι, ἀρχιερέα τε ὄντα καὶ τῆς ἀρχιερωσύνης ἀξίως πολιτευόμενον.
 [01449]  Οἶδα, λέγων, ὦ πάτερ, καὶ τῆς σῆς φιλοσοφίας τὸ ὕψος καὶ τὴν τῆς ἐμῆς πενίας ὑπερβολήν, ἀλλὰ τῆς ἀρχιερωσύνης τὴν οἰκονομίαν πεπιστευμένος, ταύτῃ τὰς χειροτονίας, ἀλλ' οὐκ ἐκείνῃ προβάλλομαι.
 [01529]  Ἀλλ' ὁ θαυμάσιος οὗτος ἀνὴρ οὔτε ἄρτου κατὰ τὸν τῆς ἀρχιερωσύνης μετέλαβε χρόνον οὔτε ὀσπρίων οὔτε λαχάνων ὁμιλησάντων πυρί, οὐχ ὕδατος ὃ τῶν τεττάρων στοιχείων πρῶτον παρὰ τοῖς τὰ τοιαῦτα δεινοῖς εἶναι δόξασιν ἐνομίσθη διὰ τὴν χρείαν·
000-00-00 Serial Number=0517026782
Interpretatio in Danielem Ante [Go Back]  
 [03292]  τούτων γὰρ πρότερον μὲν ὁ Ἰάσων, πρὸς τὸν Ἀντίοχον δραμὼν, τὸν οἰκεῖον ἀδελφὸν τῆς ἀρχιερωσύνης ἐξέβαλεν·
000-00-00 Serial Number=0013720095
Interpretatio in Ezechielem Ante [Go Back]  
 [04101]  Εἰκότως δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἱερὰν καὶ θείαν ὀνομαζομέ νην πόλιν, παράδεισον καλεῖ, καὶ Θεοῦ προφη τείας, καὶ ἀρχιερωσύνης ἔχουσαν φυτὰ, ζωῆς καὶ σωτηρίας παρεκτικά.
 [04962]  ∆ιὰ τούτων προεδήλωσε τῶν λόγων, καὶ τῆς βασιλείας τῆς τῶν Ἰουδαίων, καὶ τῆς ἀρχιερωσύνης τὴν παῦ [81.1156] λαν.
000-00-00 Serial Number=0081928730
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03311]  Ἀκριβῶς ταῦτα ἡρμήνευσεν ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, καὶ τὸ τῆς ἀρχιερωσύνης ταύτης ἀπέραντον ἔδειξε, τῷ τὴν μὲν Λευϊ τικὴν ἱερωσύνην οὐ μεθ' ὅρκου τὰς ἐπαγγελίας δεδέχθαι, ταύτην δὲ ὅρκῳ βεβαιωθῆναι.
 [03332]  Ταῦτα γὰρ καὶ τῷ Ἀβραὰμ προσενήνοχε, τὸ τῆς οἰκείας ἀρχιερωσύνης ἀρχέτυπον ἐν τῇ τοῦ πατριάρ χου ὀσφύϊ πνευματικῶς προορῶν.
000-00-00 Serial Number=0889937103
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00016]  Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθά περ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστα σίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν, ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσ λαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει καὶ προτί θησιν ἅπασιν, ἣν πάλαι συνέλαβε κατὰ τοῦ Μονογενοῦς βλασφημίαν·
 [00033]  ῞Οθεν ἐπειδὴ θανάτῳ ἐξαισίῳ ἀπολοῦνται πα ράνομοι, τῆς τε ἀρχιερωσύνης διὰ τῶν ἐν Ἐφέσῳ συναθροισθέντων ἁγίων ὑπὸ τῆς θείας ἐξεβάλετο ψή φου, καὶ βασιλικῷ νεύματι τὴν Ὄασιν καταδικασθεὶς οἰκεῖν, τῆς μελλούσης τῶν ἀσεβῶν κολάσεως ἐντεῦθεν ἐδέξατο τὰ προοίμια, παρανάλωμα τῆς οἰκείας φρε νοβλαβείας γενόμενος, καὶ ἐφ' ἑαυτῷ πληρώσας τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, ὅτι Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν.
000-00-00 Serial Number=0365509152
Quaestiones in Octateuchum Ante [Go Back]  
 [03657]  ἔπειτα εἶχέ τινα μετρίαν συγ γνώμην ὁ Ἀαρών, καὶ ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος.
000-00-00 Serial Number=0427501500
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00112]  Καὶ δοκεῖ μὲν ἡ πρόῤῥησις τὸ τούτου γένος τῆς ἀρχιερωσύνης γυμνοῦν·
 [00118]  Ἐξ οὗ γὰρ ὁ ∆εσπότης ἐσταυ ρώθη Χριστὸς, καθῃρέθη μὲν αὐτῶν ὁ ναὸς, ἔρημα δὲ γεγένηνται τῶν ἁγίων τὰ Ἅγια, καὶ ἀρχιερωσύνης καὶ προφητείας ἐστέρηνται.
 [02023]  Τίνος χάριν τὸν Ἀβιάθαρ τῆς ἀρχιερωσύνης ἐγύμνωσεν;
000-00-00 Serial Number=0212898970
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00112]  Τούτοις Βασίλειος ὁ φανό τατος τῆς εὐσεβείας λαμπτὴρ, καὶ Γρηγόριος ὁ τοὺς αὐτοὺς ἐκείνῳ γεννήτορας αὐχήσας, καὶ Ἀμφι λόχιος ὁ δι' ἐκείνου τῆς ἀρχιερωσύνης τὸ δῶρον λαβὼν, οὐ μόνον τοῖς ἐπ' αὐτῶν ἀνθρώποις τὴν διδα σκαλίαν προσήνεγκαν, ἀλλὰ καὶ ἡμῖν διὰ τῶν συγ γραμμάτων τὴν ὠφέλειαν κατέλιπον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»