Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀρχὴν [159]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀρχὴν


000-00-00 Serial Number=0368665099
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00204]  Εἰ μὲν οὖν Θεὸς μόνον ὁ Χριστὸς, καὶ ἐκ τῆς Παρθένου τοῦ εἶναι τὴν ἀρχὴν εἴληφεν, ἐντεῦθεν μόνον ἡ Παρθένος ὀνομαζέσθω καὶ καλείσθω Θεοτόκος ὡς Θεὸν φύσει γεννήσασα.
000-00-00 Serial Number=0872379363
Commentaria in Isaiam Ante [Go Back]  
 [00337]  Ἐντεῦθεν ἀρχὴν ἔλαβεν ἡ εἰς εἰρήνην τῶν πολέμων μεταβολή, καὶ τὸ κήρυγμα ἔτρεχεν ἀκωλύτως τῶν κατ' ἔθνος ἐσβεσμένων πολέμων, καὶ τῶν ἐθνῶν ἁπάντων ὑπὸ μίαν ἐξουσίαν τελούντων ἀδεῶς οἱ κήρυκες τῆς ἀληθείας διέβαινον τὰ σωτήρια διαπορθμεύοντες δόγματα.
 [00424]  Τοσαύτη φησὶν ἔσται σπάνις ἀρχόντων καὶ τοσαύτη αὐτῶν ἀταξία κρατήσει, ὡς καὶ τοῖς τυχοῦσι τὴν ἀρχὴν ἐπιτρέπειν.
 [00425]  Οὕτω δὲ φευκτὴν ἅπαντες τὴν ἀρχὴν νομίσουσιν, ὡς τὸν ἄρχειν παρακαλούμενον εἰπεῖν·
 [01269]  Λέγει δὲ αὐτοῦ καὶ τὴν ἀρχὴν μεγίστην καὶ ἀπεριόριστον αὐτοῦ τὴν εἰρήνην.
 [01571]  Ἐπειδὴ γὰρ εἶπεν αὐτοῦ τὴν βλάστην καὶ τῆς οἰκονομίας τὰ κατορθώματα καὶ τὴν ἀρχὴν ὑπέδειξεν, ὑποδείκνυσι καὶ τὸ ἐν μέσῳ γενόμενον πάθος μεθ' ὃ τῆς οἰκουμένης ἐκράτησεν.
 [02196]  [15Καὶ] οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.
 [04627]  Καταλύσας γὰρ τὴν ἐκείνων ἀρχὴν ὁ τῶν ὅλων θεὸς καὶ τούτους τῆς πικρᾶς δουλείας ἐλευθερώσας εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν·
 [05256]  Ἐγὼ γάρ σε καὶ τὴν ἀρχὴν εἰς τὸ εἶναι παρήγαγον.
000-00-00 Serial Number=0765228271
De providentia orationes decem Ante [Go Back]  
 [00285]  Ἀλλ' αὐτὸς ἄκτιστός ἐστι καὶ ἀόριστος, οὔτε ἀρχὴν ἐσχηκὼς, οὔτε τέλος δεξάμενος πώποτε, πάντα περιέχων, ὑπ' οὐδενὸς δὲ περιγραφόμενος·
 [00447]  Βλέπε δή μοι τὴν ῥάχιν, ἀπὸ μὲν τοῦ πλατέος ὀστοῦ τοῖς γλουτοῖς ἐπικειμένου τὴν ἀρχὴν ἔχουσαν, μέχρι δὲ τραχήλου διήκουσαν, καὶ κίονι παραπλησίως στεγανῷ, καὶ ἐκ σπονδύλων πολλῶν συγκειμένῳ, τήν τε κοιλίαν φέρουσαν, καὶ ὤμους, καὶ χεῖρας, καὶ αὐχένα, καὶ κεφαλήν.
 [00579]  Τούτου χάριν αὐ [83.613] τὰς καὶ τριχῇ διεῖλεν ὁ Πλάστης, καὶ τὴν μὲν πρώ την ἁρμονίαν τοῖς ὤμοις ἐντέθεικεν, ἀγκῶνι δὲ βρα χίονα καὶ πῆχυν συνήρμοσε, τῷ δὲ καρπῷ τὴν ἑτέ ραν τοῦ πήχεως συναρθρώσας ἀρχὴν, καὶ τούτῳ τὸ μετακάρπιον ἐπιθεὶς, τοὺς πέντε τούτῳ δακτύλους ἐνέφυσε.
 [00710]  ἀρχὴν, τὴν μὲν οὐ προσήκουσαν, ἥκιστα ζη τεῖν, τὴν δὲ προσγινομένην, ὀρθῶς καὶ δικαίως οἰ κονομεῖν, κοινὰ τὰ ὄντα νομίζειν, προτιθέναι τοῖς δεομένοις τὴν τούτων ἀπόλαυσιν.
 [01288]  Εἰ δὲ βλέπων ἐνίους τῶν δεσποτῶν, ἄγαν ὠμοὺς, καὶ λίαν ἀκολάστους, [83.685] καί τινας τῶν ἀρχόντων δώροις ἀπεμπολοῦντας τὸ δίκαιον, προσπταίεις, καὶ τὴν ἀντιλογίαν ὠδίνεις, ἐγώ σου προλαμβάνω τὸν πονηρὸν τῆς διανοίας τό κον, καί φημι, ὡς τοῖς τοιούτοις οὐχ ὁ Θεὸς τὴν ἡγεμονίαν ἐπίστευσεν, ἀλλ' ἡ τῶν ἀρχομένων πονη ρία τὴν τούτων ἀρχὴν ἐπεσπάσατο.
 [01369]  καὶ μήτε τοῦ πατρὸς τὴν πολιὰν αἰδεσθέντες, μήτε τὸ γῆρας οἰκτεί ραντες, καθάπερ τινὶ βακτηρίᾳ τῷ νέῳ σκηριπτό μενον, μὴ τὴν τῆς φύσεως οἰκονομίαν, μὴ τῆς συγγενείας τὸ δίκαιον, μὴ τὴν τῆς ῥίζης ταυτότητα, μὴ τῆς ἡλικίας τὸ ἄωρον, καὶ κακίας ἀπείρατον, μὴ τὴν ἀκούσιον ὡς ἐν ὀνείροις ἡγεμονίαν, καὶ τῆς σκιᾶς ἁπάσης ἀδρανεστέραν τέως ἀρχὴν, ἐπεχείρησαν μὲν αὐτὸν εὐθὺς παραδοῦναι σφαγῇ, καὶ μιᾶναι τὰς χεῖρας αἵματι συγγενεῖ.
 [01474]  Ὅτι δὲ οὐ δεσποτεία πονηρίας διδάσκαλος, οὔτε πλοῦτος κακίας δημιουργὸς, βλέπε τοῦτον αὐ τὸν, τῆς μὲν δουλείας ἀπαλλαττόμενον, καὶ τῆς βα [83.705] σιλείας τὰ δεύτερα λαμβάνοντα, καὶ τοῖς θρόνοις οὐκ ἐπαιρόμενον, ἀλλὰ τὴν ἀρχὴν ἠπιότητι κεραννύντα, καὶ τὴν ἡγεμονίαν κηδεμονίαν δεικνύντα, καὶ τοὺς ἀδελφοὺς ὁρῶντα μὲν φόνον ἀρτύοντας, οὐ φονῶντα δέ·
000-00-00 Serial Number=0562206447
De sancta trinitate Ante [Go Back]  
 [00031]  Πιστεύομεν εἰς ἕνα Υἱὸν συναΐδιον τῷ γεννήσαντι, οὐκ ἀρχὴν τοῦ εἶναι λαβόντα, ἀλλ' ἀεὶ ὄντα, καὶ σὺν Πατρὶ ὄντα·
 [00619]  διὸ καὶ αἰώνιον εἰς ἀρχὴν τὸ εἶναι μὴ εἰληφὼς, ὁ μακάριος αὐτὸ Παῦλος ἀποκαλεῖ·
000-00-00 Serial Number=0682197213
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00163]  Κατέλαβε γὰρ τὴν βασι λίδα ὁ θαυμάσιος ἡμῶν υἱὸς Φίλιππος καὶ διδάξει τὴν ὑψηλο τάτην ἀρχὴν τῆς πόλεως τὰ παθήματα καὶ λήψεται πάντως ἀλεξίκακα φάρμακα, τὸν ἐπηρτημένον διαλύοντα κίνδυνον.
 [00308]  Ἡ γὰρ τῶν ἀρχομένων ἐπιμέλεια οὐ τούτους μόνον εὐεργετεῖ, ἀλλὰ καὶ τοὺς τὴν ἀρχὴν ἐγχειρήσαντας ὀνίνησιν ὅτι μάλιστα.
000-00-00 Serial Number=0976949036
Eranistes Ante [Go Back]  
 [00808]  Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀρχὴν τοῦ Ἡσαΐου.
 [00827]  Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ.
 [00828]  Εἰ μὲν οὖν ἀρχὴν τῆς γεννήσεως εἴληφεν ὁ λόγος, ἀφ' οὗ διὰ τῆς μητρῴας διοδεύσας γαστρὸς τὰς σωματικὰς ἐφόρεσεν ἁρμονίας, [101] συνέστηκεν ὅτι γέγονεν ἐκ γυναικός.
 [01308]  μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων·
 [01327]  Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων.
 [01329]  πῶς δὲ καὶ τὸ μήτε ἀρχὴν εἰλη φέναι τοῦ εἶναι, μήτε λήψεσθαι τέλος;
 [01338]  Εἰρηκὼς γὰρ ὁ θεῖος ἀπόστολος, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἐπή γαγεν, Ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές.
 [01355]  {ΟΡΘ.} Οὕτω αὐτῷ προσήκει τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν·
 [01395]  τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, πῶς νοήσομεν;
 [01398]  Τοῦ μέντοι Μελχισεδὲκ καὶ τὴν ἀρχὴν τῆς γενέσεως καὶ τῆς ζωῆς τὸ τέλος ἐσίγησεν.
 [01399]  Οὐκοῦν, κατὰ τὴν ἱστορίαν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει·
 [01634]  Ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι τὸ ἐξ Ἀβραὰμ καὶ ∆αβὶδ τὴν ἀρχὴν εἰληφέναι, μᾶλλον δὲ πολλοστῇ γενεᾷ μετὰ τὸν ∆αβὶδ γεννηθῆναι.
 [02152]  Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ.
 [02216]  Οὐκ ἀρχὴν ὁ θεὸς λόγος ἐκ τῆς παρθένου εἰληφώς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κρα θείς, ἀλλ' ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανείς, κατὰ τὸ γεγραμμένον·
 [02420]  Τοῦ αὐτοῦ εἰς τὴν ἀρχὴν τοῦ μαʹ ψαλμοῦ.
 [02650]  Εἰ οἱ μὴ λέγοντες παραμένειν τὴν σάρκα τοῦ κυρίου δυσσεβοῦσι, πολλῷ μᾶλλον οἱ μηδὲ τὴν ἀρχὴν σεσαρκῶσθαι ὁμολογοῦντες·
 [02657]  Ἀνθρώπινον μὲν τὸ πρόσταγμα, ἀρχὴν τῇ καθέδρᾳ διδόν, θεῖον δὲ τὸ ἀξίωμα τὸ συγκαθῆσθαι θεῷ, ᾧ λει τουργοῦσιν αἱ χίλιαι χιλιάδες, καὶ παρεστήκασιν αἱ μύριαι μυριάδες.
 [03649]  Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ.
 [04409]  Ὥσπερ γὰρ ἀκούοντες αὐτοῦ πάλιν λέγοντος, ὅτι ὤμοσεν ὁ θεὸς τῷ ∆αβίδ, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, οὐ τὸν θεὸν λόγον ἐκ σπέρ ματος ∆αβὶδ ἀρχὴν εἰληφέναι φαμέν, ἀλλὰ τὴν σάρκα τὴν ὁμογενῆ τῷ ∆αβίδ, ἣν ὁ θεὸς λόγος ἀνέλαβεν, οὕτω χρὴ τὸν ἀκούοντα σαρκὶ τὸν Χριστὸν πεπονθέναι, τῆς μὲν σαρκὸς εἰδέναι τὸ πάθος, τῆς δέ γε θεότητος τὴν ἀπάθειαν ὁμολογεῖν.
000-00-00 Serial Number=0566021204
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00036]  ἀλλὰ καὶ οἱ μετ' ἐκεί νους ἐν ταῖς Ἐκκλησίαις διαπρέψαντες, πνευματικὸν ἔγνωσαν τὸ βιβλίον, Βασίλειός τε ὁ μέγας τὴν ἀρχὴν τῶν Παροιμιῶν ἑρμηνεύων, καὶ Γρηγόριος ἑκάτερος, ὁ μὲν τὴν ἐκείνου συγγένειαν, ὁ δὲ τὴν φιλίαν αὐ χῶν, καὶ ∆ιόδωρος ὁ γενναῖος τῆς εὐσεβείας πρό μαχος·
 [00110]  καὶ ἐποίη σας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ, καὶ ἐπ' ἀρχὴν πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖα·
 [00232]  Καὶ ἐπ' ἀρχὴν πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ, τὴν τῆς ἀκολασίας ὑπερβολὴν διὰ τούτου παραδηλῶν.
 [00266]  Καὶ ὁ μέγας δὲ Ἰωάννης, ὁ δείξας [81.45] τοῦ νόμου τὸ τέλος, καὶ τῆς χάριτος τὴν ἀρχὴν, ὁ μέσος τοῦ παιδαγωγοῦ καὶ τοῦ σοφοῦ διδασκάλου, ἐφ' οὗ ἡ σκιὰ τὸ σῶμα ἐδέξατο, Ὁ ἔχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστὶν, ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ τῶν λόγων, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.
 [02194]  ὁ δὲ ἑκατόν ἐστι τελειότατος, καὶ τῆς μὲν εὐωνύμου χειρὸς ἀπηλ λαγμένος, ἀρχὴν δὲ ἔχων τῆς δεξιᾶς, καὶ ἐν δέκα δεκάσι συμπληρούμενος·
 [02264]  καὶ καθάπερ ὁ ὄρθρος νυκτός ἐστι καὶ ἡμέρας μεθόριον, καὶ τῆς μὲν τὴν ἀρχὴν, τῆς δὲ τὸ τέλος κηρύττει, καὶ σημαί νει τῆς ἡμέρας τὴν παρουσίαν, οὕτως κατὰ τὸν παρόντα βίον αἱ ἐν εὐσεβείᾳ καὶ πάσῃ σοφίᾳ τετε λειωμέναι ψυχαὶ, ἃς Ἐκκλησίαν καὶ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, βραχείας τινὰς λαμπηδόνας ἐκ τῆς οἰκείας ἀφιᾶσιν ἀρετῆς.
 [02441]  ἐπὶ δὲ τοῦ παρ όντος, ἀπὸ τῶν διαβημάτων καὶ τῶν ὑποδημάτων τὴν ἀρχὴν ποιησάμενος, ἄχρι τοῦ πλοκίου τῆς κεφαλῆς ἀνελήλυθε.
000-00-00 Serial Number=0066321790
Graecarum affectionum curatio Ante [Go Back]  
 [00412]  Θαλῆς μὲν γάρ, τῶν ἑπτὰ καλουμένων σοφῶν ὁ πρεσβύτατος, ἀρχὴν πάν των τὸ ὕδωρ ὑπέλαβεν, Ὁμήρῳ γε οἶμαι εἰρηκότι πιστεύσας·
 [00414]  Ἀναξίμανδρος δέ, τοῦτον διαδεξάμενος, ἀρχὴν ἔφη τὸ ἄπει ρον·
 [00415]  Ἀναξιμένης δέ, ὁ τούτου διάδοχος, καὶ ∆ιογένης ὁ Ἀπολλωνιάτης [2.10] τὸν ἀέρα ξυμφώνως ἀρχὴν προσηγορευσάτην·
 [00416]  Ἵππα σος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος τῷ πυρὶ τὴν ἀρχὴν τῶν πάντων ἀπενειμάτην·
 [00471]  καὶ Πυθαγόρας δὲ ὁ Μνησάρχου ἀρχὴν τῶν πάντων ἔφησε τὴν μονάδα·
 [00508]  χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσον ἠδὲ τελευτήν.
 [00542]  σπουδαίως γὰρ ἐπιστέλλων καὶ θαρρῶν τῷ τε κομί ζοντι καὶ τῷ δεχομένῳ τὰ γράμματα, ἑνικῶς τὸν Θεὸν ὀνομάζω [2.42] καὶ τοῦτον ἀρχὴν ποιοῦμαι τῶν λόγων.
 [00671]  τὴν μὲν οὖν πάντων εἴτε ἀρχὴν εἴτε ἀρχάς, εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον·
 [00726]  καὶ αὖ πάλιν ἄπειρος, ὡς οὔτε ἀρχὴν οὔτε τέλος ἔχων, καὶ ὡς φθορᾶς καὶ θανάτου κρείττων, ἄφθαρτος καὶ ἀθάνατος·
 [01144]  Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Βλόσωνος ὁ Ἐφέσιος ἓν εἶναι τὸ πᾶν, ἀκίνητον καὶ πεπερασμένον, ἀρχὴν δὲ τὸ πῦρ ἐσχηκέναι.
 [01243]  Πό τερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος;
 [01329]  Τυραννεῖ δὲ ὅμως τινὰ τούτων καὶ στασιάζει πρὸς τὴν ἀρχὴν καὶ ἐπιβουλεύειν πειρᾶται·
 [01844]  Ὁ μὲν δὴ θεός, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος·
 [02421]  Λέγει δὲ καί, ὡς αὐτὴ καθ' ἑαυτὴν ἡ ψυχὴ γενομένη δύναται τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγωγῆς εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην, ἄλλου βίου ἀϊδίου ἀρχὴν [8.45] λαμβάνουσαν.
 [02903]  Κροῖσος, γὰρ ἔφη , Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει.
000-00-00 Serial Number=0700368762
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00015]  Καὶ τὸ μὲν πρῶτον, τῶν μύθων ἐκείνων τὴν διήγησιν δέξε ται, ὧν οἱ πατέρες δημιουργὸν μὲν ἀνέπλασαν ἕτε ρον, τὴν δὲ μίαν τῶν ὅλων ἀρνηθέντες ἀρχὴν, ἀρχὰς ἑτέρας οὐκ οὔσας ὑπέθεντο, δοκήσει δὲ φανῆναι τὸν Κύριον εἰς ἀνθρώπους ἔφασαν.
 [00018]  οἳ μίαν μὲν ἀρχὴν εἶναι τῶν ὅλων συνωμολό γησαν, ψιλὸν δὲ ἄνθρωπον τὸν Κύριον προσηγόρευ σαν.
 [00565]  Οὗτος ὁ Μάνης τρεῖς ἔσχε τὴν ἀρχὴν φοιτητὰς, Ἀλδὰν, καὶ Θωμᾶν, καὶ Ἑρμᾶν.
 [00725]  Καὶ περὶ μὲν τὴν τῶν ὅλων ἀρχὴν συμφωνοῦσιν ἡμῖν.
 [01234]  ∆ιὰ τοῦτο Χρι στοτόκον, φησὶν, ἀλλ' οὐ Θεοτόκον τὴν Παρθένον ὁμολογεῖν ἀναγκαῖον, μήποτε λάθωμεν ἀρχὴν τοῦ εἶναι λέγοντες τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας εἰληφότα Παρθένου, καὶ οὕτω προγενεστέραν τὴν μητέρα τοῦ γεννηθέντος ἐξ αὐτῆς, κατὰ τὸ ἀκόλουθον ὁμο λογεῖν βιασθῶμεν.
 [01355]  Μίαν εἶναι τῶν ὅλων ἀρχὴν καὶ ἡ Παλαιὰ καὶ ἡ Καινὴ διδάσκει Γραφὴ, τὸν Θεὸν τῶν ὅλων, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγέννητον, ἀνώλεθρον, αἰώνιον, ἄπειρον, ἀπερίγραφον, ἀπεριό ριστον, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἁπλοῦν, ἀγαθὸν, δίκαιον, φῶς νοερὸν, δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ θείῳ βουλήματι μετρου μένην.
 [01457]  οὐ κατὰ τοὺς Βαλεντίνου καὶ Βασιλίδου μύθους, ἀῤῥένων καὶ θηλειῶν Αἰώνων συζυγίας καὶ μίξεις, καὶ προβολὰς, οὐδὲ κατὰ τὰς Κέρδωνος, καὶ Μαρκίωνος, καὶ τοῦ Μά νεντος διαφόρους καὶ ἐναντίας ἀρχὰς, ἀλλὰ μίαν ἀρχὴν, τὴν αὐτὴν καὶ ἀγαθὴν καὶ δικαίαν, ὡς ὕστερον ἐπιδείξομεν.
 [01789]  Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ, ἀντὶ τοῦ, Οὔτε ἀρχὴν, οὔτε πέρας ἔχεις.
 [02137]  ∆είξας δὲ διὰ τούτων τὴν τῆς ἁμαρτίας ἀρχὴν, καὶ τὸν ἐκ ταύτης βεβλαστηκότα καρπὸν, καὶ τὸν ταύτην ἐξ ἀρχῆς εἰσδεξάμενον, ἐπιδείκνυσι ταύτης τὸ τέλος.
 [02143]  Οὕτω διδάξας πόθεν τε ἡ ἁμαρτία τὴν ἀρχὴν εἴληφε, καὶ μέχρι τίνος ὁ θάνα τος ἐβασίλευσε, δείκνυσι πῶς κατελύθη τούτων τὸ κράτος, καὶ τὴν ἀμέτρητον τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνεῖ, λέγων οὕτως·
000-00-00 Serial Number=0580881655
Historia ecclesiastica Ante [Go Back]  
 [00084]  ἐγὼ δὲ τῆς συγγραφῆς ἐκείνης τὸ τέλος ἀρχὴν τῆς ἱστορίας ποιήσομαι.
 [00096]  ποῦ δὲ τὴν ἀρχὴν καὶ ὅπως ἔσπειρε τὰ ζιζάνια, ἐγὼ διηγήσομαι.
 [00304]  ἀρχὴν ἔχει ὁ υἱός, ὁ δὲ θεὸς ἄναρχός ἐστιν.
 [00321]  οὗ τὴν ἀρχὴν οὐ λόγῳ μόνον ἀδιήγητον, ἀλλὰ καὶ ἐννοίᾳ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ τῶν ὑπὲρ ἀνθρώ πους πάντων εἶναι ἀκατάληπτον πεπιστεύκαμεν.
 [00324]  ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με·
 [00384]  κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ .
 [00405]  ἀλλ' οἱ ἐπίσκοποι, θεωρή σαντες τὴν κακουργίαν ἐκείνων καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ θεοῦ καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱόν, ἵνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ' ἑαυτῶν χωρὶς αἰτίου εἶναι ἀλλ' ἀρχὴν ἔχειν τοῦ γίνεσθαι, λέγηται ἐκ τοῦ θεοῦ, ὁ δὲ υἱὸς μόνος ἴδιος ἐκ τῆς τοῦ πατρὸς οὐσίας.
 [00684]  Ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγά [68] πην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλό μενος ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρό γε πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας, ἰσχυροποίητο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς.
 [01115]  οὔτε γὰρ ἀπὸ τῆς ἁγίας Μαρίας, ὡς αὐτοὶ διεβεβαιώσαντο, ἀρχὴν ἐδίδου τῷ τοῦ θεοῦ λόγῳ, οὔτε τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ ἀλλὰ καὶ τὴν βασιλείαν ἄν αρχον καὶ ἀκατάπαυστον εἶναι τὴν τούτου ἔγραψεν.
 [01142]  τὸ γεγεννημένον γεγενημένον ἐστίν, καὶ ὅτι, τοῦ Χριστοῦ πρὸ αἰώνων ὄντος, διδόασιν αὐτῷ ἀρχὴν καὶ τέλος, ὅπερ οὐκ ἐν καιρῷ, ἀλλὰ πρὸ παντὸς χρόνου ἔχει.
 [01153]  οὐ πάντοτε γὰρ εἶναι ἠδύνατο εἰ ἀρχὴν ἔλαβεν, ὅτι ὁ πάντοτε ὢν ἀρχὴν οὐκ ἔχει λόγος, θεὸς δὲ οὐδέποτε ὑπο μένει τέλος.
 [01277]  τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ' ἔκρυψαν ὡς ἠθέλησαν, [127] ἄταφα βαλόντες, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα.
 [01744]  Ὁ δὲ βασιλεὺς καὶ αὐτῷ καὶ τοῖς ἄλλοις οἳ λέγειν ἠδύναντο τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ παρηγ γύησεν ἀναπτύξαι τῷ πλήθει·
 [01970]  ὁ δὲ ἔφη τὴν μὲν ἀρχὴν ὀλίγης ἀλγηδόνος αἰσθέσθαι, εἶτά οἱ ἐπιφανῆναί τινα ὀθόνῃ μαλακῇ τε καὶ ψυχρᾷ τοῦ προσώπου συνεχῶς ἐκματτόμενον τὸν ἱδρῶτα καὶ παρεγγυῶντα θαρρεῖν·
 [02082]  Καὶ Ἀρτέμιον δέ (στρατηγὸς δὲ οὗτος τῶν ἐν Αἰγύπτῳ στρα τιωτῶν ἐγεγόνει), ἐπειδὴ πλεῖστα τῶν εἰδώλων συνέτριψε τὴν ἀρχὴν ἐκείνην ἐν τοῖς Κωνσταντίου χρόνοις λαχών, οὐ μόνον τῶν ὄντων ἐγύμνωσεν ἀλλὰ καὶ τῆς κεφαλῆς τὸ λοιπὸν ἐστέρησε σῶμα.
 [02469]  Ἐγὼ δὲ τῆς ἱστορίας τὰ λοιπὰ διηγήσομαι καὶ τῆς καταιγίδος, ἣ τὰς πολλὰς κατὰ τῶν ἐκκλησιῶν τρικυμίας ἐκίνησε, τὴν ἀρχὴν [232] ἐπιδείξω.
 [03703]  Ἐντεῦθεν ὁ κλύδων ἀρχὴν λαβὼν παγχάλεπά τε καὶ ἄγρια κατὰ τῶν τῆς εὐσεβείας τροφίμων ἐκίνησε κύματα.
000-00-00 Serial Number=0028881550
Historia religiosa Ante [Go Back]  
 [00385]  Καί τις, ἀνὴρ μεγίστην ἀρχὴν ἐγκεχειρισμένος καὶ τῆς ἕω τὰ πηδάλια κατέχειν πεπιστευμένος, πέμψας ἱκέτευσεν αὐτὸν ἀφικέσθαι, καὶ τῆς ἐπικειμένης ἀρρωστίας ἐλευθερῶσαι.
 [01635]  Καὶ γὰρ τὴν ἐκείνων πολιτείαν διηγησάμενος ἀρχὴν τὸν θεῖον ἐκεῖνον ἐποιησάμην Ἰάκωβον ὃς τὴν περσικὴν ἐκείνην στρατιὰν ἐσκέδασε προσευχῇ καί, τῶν τοῦ ἄστεως περιβόλων κατα πεσόντων, οὔτε τὴν πόλιν ἁλῶναι συνεχώρησε καὶ τοὺς πολεμίους φυγεῖν κατηνάγκασεν ἐμπίδας αὐτοῖς ἐπιστρατεύ σας καὶ κώνωπας.
 [02129]  [26.10] Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ διατε λέσας ἔτη τὴν πολυθρύλητον ταύτην κατέλαβε κορυφὴν θριγκίον ἐν κύκλῳ γενέσθαι παρεγγυήσας, ἄλυσιν δὲ ἐκ σιδήρου πήχεων εἴκοσι κατασκευάσας καὶ ταύτης θατέραν μὲν ἀρχὴν πέτρᾳ τινὶ μεγίστῃ προσηλώσας, θατέραν δὲ τῷ δεξιῷ ποδὶ προσαρμόσας, ὡς ἂν μηδὲ βουλόμενος ἔξω τῶν ὅρων ἐκείνων ἀπίοι, ἔνδον διῆγεν διηνεκῶς τὸν οὐρανὸν φανταζόμενος καὶ τὰ ἄνω τῶν οὐρανῶν θεωρεῖν βιαζόμενος·
 [02626]  οὗ χάριν, τὸν μέγαν ἐκεῖνον μισθὸν ἐκομίσατο, τύπος γενόμενος καὶ σκιὰ τοῦ κατὰ ἀλήθειαν ἀπάτορος καὶ ἀμήτορος καὶ ἀγενεαλογήτου, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχοντος.
000-00-00 Serial Number=0103766143
Interpretatio in Danielem Ante [Go Back]  
 [00255]  Τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξε, καὶ τὸ τέλος προστέθεικεν, ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθω μεν ἅπαντα τῆς προφητείας τὸν χρόνον.
 [01688]  Ἀλλὰ χρόνον ὀλίγον ∆αρείου τοῦ Μήδου βασιλεύσαντος, Κῦρος, παραλα βὼν τὴν ἀρχὴν, εἰς Πέρσας αὐτὴν μετατίθησιν.
 [01739]  Καὶ μὴν εἰώθασιν οἱ βασιλείαν ἤ τινα ἄλλην ἀρχὴν ἐγχειριζόμενοι, ἥκιστα θαῤῥεῖν τοῖς τῶν προτέρων οἰκειοτάτοις·
 [02095]  λαμβάνοντα δὲ τὴν τιμὴν, καὶ τὴν ἀρχὴν, καὶ τὴν βασιλείαν παρὰ τοῦ Παλαιοῦ τῶν ἡμερῶν, ὡς ἄνθρωπον.
 [02182]  Ἀλλὰ τὸ κριτήριον, φησὶν, ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους.
 [02207]  καὶ τὸ κριτήριον ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ με ταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους.
 [02320]  Εἰς γὰρ μίαν ἀρχὴν ἄμφω συνῆλθον αἱ βασιλεῖαι.
 [02746]  Τινὲς μὲν οὖν ὑπολαμ βάνουσι τὴν ἐπὶ Κύρου γενομένην τῆς οἰκοδομίας ἀρχὴν, ἀρχὴν εἶναι τοῦ τῶν ἑβδομάδων ἀριθμοῦ, τι νὲς δὲ ἀπὸ ἕκτου ἔτους τῆς βασιλείας ∆αρείου τοῦ Ὑστάσπου τοῦ ἀριθμοῦ ἄρχονται·
 [02788]  Ἔπραξε δ' ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν Ἰουδαίων ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦ τον οἱ Ῥωμαῖοι τὴν ἀρχὴν παρειληφότες.
 [02884]  τούτου δὲ τεκμήριον, ἐκ τοῦ τὸν μακάριον εἰπεῖν ∆ανιὴλ, εὐθὺς μετὰ τὴν ἀρχὴν τῆς προφητείας·
 [03118]  Οὗτοι δέ εἰσιν, ὅ τε τῆς Αἰγύπτου βασιλεὺς, καὶ ὁ τῶν πρὸς ἕω κει μένων ἐθνῶν τὴν ἀρχὴν πεπιστευμένος·
000-00-00 Serial Number=0559959531
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00103]  Οὕτω τοίνυν κἀνταῦθα τῶν τριάκοντα ἐτῶν τὸν ἀριθμὸν εὑρήσομεν, ἀρχὴν τοῦ ἀριθμοῦ τὴν ἀπόφασιν τοῦ Θεοῦ ποιησάμενοι.
 [00658]  Εἰ δέ τις καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀκριβῶς μαθεῖν βούλεται, ἀρχὴν τοῦ ἀριθμοῦ λαβέτω τὸν πέμπτον τῆς αἰχμαλωσίας Ἰεχονίου.
 [03222]  εἷς γὰρ καὶ τὴν ἀρχὴν λαὸς ἐχρημάτισεν·
 [03522]  Μεγαλυνῶ, φησὶ, τὸν δαλὸν, τουτέστιν, αὐξήσω τὴν ἀρχὴν τῶν κακῶν.
 [04108]  Σὺ εἶ ἀποσφρά γισμα ὁμοιώσεως, εἰς τὴν δοθεῖσαν αὐτῷ πάλαι ἀρχὴν καὶ ἐξουσίαν ληψόμεθα.
 [04503]  Ἀνθ' ὧν ἐγένετο μέγας τῷ μεγέθει, καὶ ἔδωκε τὴν ἀρχὴν αὐτοῦ εἰς μέσον τῶν νεφε λῶν, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ ἐν τῷ ὕψει αὐτοῦ, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν.
 [04545]  Ὅπως ἂν μὴ ὑψωθῶσι τῷ μεγέθει αὑτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι, καὶ οὐ μὴ δῶσι τὴν ἀρχὴν αὑτῶν ἐν μέσῳ τῶν νεφελῶν, καὶ μὴ ἱστῶνται ἐν τῷ ὕψει αὑτῶν πρὸς αὐτὸν οἱ πίνοντες ὕδωρ.
 [04548]  οὐδὲ πειραθήσονται ἁρπάσαι ἀρχὴν τὴν μηδαμόθεν προσήκουσαν·
000-00-00 Serial Number=0336337864
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00133]  Νεό τητα τῆς Ἰουδαίας τῆς κλήσεως τὴν ἀρχὴν προσηγό ρευσε·
 [00241]  Ἔπειτα καὶ σημαίνει τὴν ἀρχὴν τῆς ἀποστασίας.
 [03874]  καὶ οἱ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτῶν, φησὶ Κύριος.
 [04051]  Ἰδοὺ ἐγὼ συντρίβω τόξον Αἰλὰμ, ἀρχὴν δυναστείας αὐτῶν.
 [04698]  Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν εἰς ἔργα αὑτοῦ.
000-00-00 Serial Number=0009827375
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00193]  Ἐν τῇ μνήμῃ τῶν ἀσεβῶν τὸν πρῶτον συμ περάνας ψαλμὸν, ἐκ ταύτης πάλιν τοῦ δευτέρου τὴν ἀρχὴν ἐποιήσατο·
 [01382]  [Οἱ μὲν πάντη τὸ Θεῖον ἀρνησάμενοι, καὶ μηδὲ τὴν ἀρχὴν εἶναι Θεὸν ἀποφηνάμενοι, ὑπόκενον δὲ εἶναι τοὔνομα, καὶ κατὰ μηδεμιᾶς οὐσίας ὑποκείμενον τεταγμένον.
 [02468]  Καλεῖ δὲ ταύρους, τοὺς ἱερέας καὶ Γραμματέας, τὴν τοῦ λαοῦ πεπιστευμένους ἀρχὴν, καὶ πολλῇ θρασύτητι κεχρημένους·
 [05150]  Εἰκότως διὰ τούτων διδάσκει, ὅτι καὶ Θεός ἐστιν, καὶ αἰώνιος Βασιλεὺς, καὶ οὔτε ἀρχὴν εἰληφὼς, οὔτε τέλος ληψόμενος.
 [05242]  Καὶ οἱ μετ' ἐκείνους δὲ, οὓς οὐκ ἄν τις ἁμάρτοι καλέσας τῆς Ἐκκλησίας υἱοὺς, οἱ νικη φόροι φημὶ μάρτυρες τὴν αὐτὴν ἐτάχθησαν διέπειν ἀρχὴν, καὶ πάντας ἔχουσι νῦν ὑπηκόους·
000-00-00 Serial Number=0668985307
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00108]  Ὁ ἀποστολικὸς τοίνυν λέγει χορὸς, ὅτι δίκαιον κροτοῦντας καὶ χορεύοντας τὸν ἐπινίκιον ὕμνον τῷ τῶν ὅλων προσφέρειν Θεῷ, καὶ βασι λεῖς ἡμῖν ὑποτάξαντι, καὶ τῶν ἐθνῶν ἁπάντων ἡμῖν τὴν ἀρχὴν δεδωκότι·
 [01803]  [Οὐδὲ γὰρ ἀρχὴν ἡμερῶν ἐδέξατο, οὐδὲ τέλος ὑπομενεῖ.
 [02240]  Ἐπειδὴ γὰρ ἁλιέας τὴν ἀρχὴν, καὶ χειροτέχνας, καὶ πενίᾳ συζῶντας ὁ ∆εσπότης Χριστὸς ἐξελέξατο, προθεσπίζει τοῦ Πνεύματος ἡ χάρις, καὶ τῶν πλουτούντων καὶ δυναστευόντων τὴν σωτηρίαν.
 [03416]  Ὁ ταῦτα, φησὶν, ἅπαντα κατορθῶν, οὔτε ἀρχὴν ἡμερῶν, ἀποστολικῶς εἰ πεῖν, οὔτε ζωῆς τέλος ἔχει.
 [04160]  ἀρχὴν τοί νυν ἔχω τῶν κακῶν.
 [04996]  Τὴν γὰρ οἰκείαν τιμὴν ἀγνοήσαντες, τᾲ αὐτὰ τῷ διαβόλῳ πεπόνθατε, ὃς ἀρχὴν παρ' ἐμοῦ πιστευθεὶς, καὶ χρήσασθαι τοῖς δοθεῖσιν εἰς δέον οὐκ ἐθελήσας, ἐξέπεσε τῆς τιμῆς·
000-00-00 Serial Number=0590132117
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00561]  Πρωῒ δὲ καλεῖ, τὴν ἀρχὴν τῆς Ἰουδαίων ἐπιμελείας·
 [01652]  [Πρωΐαν δὲ καλεῖ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας·
 [06785]  Οὔτε γὰρ ἀρχὴν, οὔτε τέλος τοῦ μεγέθους εὑρίσκω.
000-00-00 Serial Number=0318329871
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00155]  (ιαʹ.) Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ, καὶ θήσονται αὑτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, διότι με γάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ.
 [01779]  Εἰ γὰρ μετὰ τὴν Ὀζίου τελευ τὴν ὁ σεισμὸς ἐγένετο, πρὸ δύο δὲ ἐτῶν τῆς προφη τείας ἐποιήσατο τὴν ἀρχὴν ὁ μακάριος Ἀμὼς, τὸ πεντηκοστὸν ἦν ἔτος τῆς Ὀζίου βασιλείας·
 [01783]  ∆ῆλον τοίνυν ἀπὸ τῶν χρόνων, ὡς κατὰ τὴν ἀρχὴν τοῦ Ὀζίου βασιλείας αἱ τοῦ θεσπεσίου Ἀμὼς προῤῥήσεις ἐγένοντο, ἐπειδὴ τοῦ Ἱεροβοὰμ ἔτι περιόντος καὶ βασιλεύοντος ἔφη δέξασθαι τῆς προφητείας τὸ χάρισμα.
 [02142]  οὐδὲ γὰρ ἐπιτέρπομαι τούτοις, ἀλλὰ καὶ τὴν ἀρχὴν διὰ τῶν τερπνῶν σε ποδηγῶν ἐπὶ τὰ σπουδαῖα ταῦτα προσέταξα γίνεσθαι.
 [02733]  τοὺς δὲ τὴν ἀρχὴν ἐγγραψαμένους ἁμαρτεῖν περὶ τοῦτο, εἶτα οὕτω γενέσθαι πᾶσι τῶν ἀντιγράφων τὴν ἔκδοσιν.
 [03136]  ∆ιὸ καὶ ἀρχὴν πρώτην τὴν βασιλείαν ἐκείνην ὠνόμασεν, ὡς εὐθὺς μετὰ τὴν τῆς βασιλείας χειροτονίαν τοῦ Να βουχοδονόσορ ποιησαμένου τὴν στρατείαν.
 [03343]  Τούτου χάριν, φησὶν, ἀρχὴν τῆς κατὰ σοῦ τιμωρίας ποιήσομαι, καὶ δίκας σε τῆς παρανομίας εἰσπράξο μαι, καὶ συχνά σοι καὶ ἐπάλληλα ἐπάξω κακά.
 [04655]  ὡς τὴν ἀρχὴν τῆς οἰκοδομίας ποιήσασθαι τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, ἐν δὲ τῇ νουμηνίᾳ τὴν προφητείαν ἐδέξαντο.
000-00-00 Serial Number=0096322060
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00026]  διὰ τοῦτο Χρι στοτόκον φησὶν, ἀλλ' οὐ Θεοτόκον τὴν Παρθένον ὁμο [83.1157] λογεῖν ἀναγκαῖον, μήποτε λάθωμεν ἀρχὴν τοῦ εἶναι λέγοντες τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας εἰληφέναι Παρθένου, καὶ οὕτω προγενεστέραν τὴν μητέρα τοῦ γεννηθέντος ἐξ αὐτῆς κατὰ τὸ ἀκόλουθον ὁμολογεῖν βιασθῶμεν.
 [00043]  οὐχ ὡς τῆς θείας φύσεως τοῦ Μονογε νοῦς ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς·
 [00044]  Θεὸς γὰρ ἔστι τε καὶ ἔσται καὶ ἦν ἐν ἀρχῇ, οὐδέποτε παρ' οὐ δενὸς ἀρχὴν τοῦ εἶναι λαβών·
 [00045]  ἀλλ' ὢν ἤδη, τῆς ἐναν θρωπήσεως καὶ τῆς περὶ ἡμᾶς οἰκονομίας ὁ τοῦ Θεοῦ Λόγος ἀρχὴν ἐποιήσατο τῆς παρθενικῆς καὶ ἀχράντου νηδύος τὴν οἴκησιν.
000-00-00 Serial Number=0562089145
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00956]  τέλος δὲ τὸ πάντας ἕλκειν πρὸς ἑαυτόν, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν.
 [01398]  Εἰ κατὰ τὸ εἰρημένον οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα, ἀλλ' ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξου σίαν καὶ δύναμιν, δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη, ἀλλ' οἷς μὲν ὁ Χριστὸς πεπίστευται, τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται·
 [01769]  καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συν τελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα, καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γενομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη οὕτω καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη.
000-00-00 Serial Number=0703056931
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00013]  ἀρχὴν δὲ τούτων ποιήσομαι τῆς κτίσεως τὴν ἀρχήν·
 [00017]  ἐπειδὴ τοίνυν αἰγύπτιοι τὴν ὁρωμένην κτίσιν ἐθεοποίουν, τούτοις δὲ συνδιάγων ἐπὶ πλεῖστον ὁ Ἰσραὴλ ταύτης τῆς δυσσεβείας μετέλαχεν, ἀναγκαίως τὰ περὶ τῆς κτίσεως αὐτοῖς προσφέρει μαθήματα, καὶ διδάσκει διαρρήδην ὅτι καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ ὅτι ποιητὴν ἔχει τὸν τῶν ὅλων Θεόν.
 [00772]  ἀρχὴν δέ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ τε ὄντα καὶ δίκαιον, ἐκ τῆς τῶν εὐσεβῶν συγγενείας βλαστήσαντα καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα.
 [04711]  οὕτως καὶ ὁ ἡμέτερος Ἰησοῦς μετὰ τὸν Ἰορδάνην, καὶ τὸ Ἰωάννου βάπτισμα, τῆςδιδασκαλίας καὶ τῶν θαυμάτων τὴν ἀρχὴν ἐποιήσατο.
 [04913]  τὸν δὲ τῆς οἰκοδομίας ἠγνοηκότες σκοπὸν οἱ τῶν ἐννέα φυλῶν, ἀσεβείας δὲ ἀρχὴν τὴν οἰκοδομίαν τοπάσαντες, πανδημεὶ στρατεῦσαι κατ' αὐτῶν ἠβουλήθησαν, τῆς συγγενείας προτιμήσαντες τὴν εὐσέβειαν·
 [04983]  τὴν μέντοι τῆσδε τῆς ἱστορίας ἀρχὴν ἀνακεφαλαίωσιν οἶμαι εἶναι τῶν ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ κατορθωμένων.
000-00-00 Serial Number=0852846444
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01350]  Εἶτα λέγει τοὺς ἄρχοντας, ὅτι ὁ δεῖνα μὲν τήνδε τὴν ἀρχὴν, ὁ δεῖνα δὲ τήνδε ἐπιστεύθη.
 [02105]  Τὴν ἀρχὴν ἀφείλετο, οὐ τῆς ἱερωσύνης ἐγύμνω σεν.
 [03819]  Οὐ γὰρ μόνους τοὺς ἐξ αὐτοῦ βασιλέας ὁ λόγος δηλοῖ, ἀλλὰ καὶ τὸν αἰώνιον βασιλέα, ὃς οὔτε ἀρχὴν ἔσχεν ἡμερῶν, οὐδὲ
000-00-00 Serial Number=0122899294
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00082]  ∆ιὰ ταύτην τῶν φωνῶν τὴν διαφορὰν καὶ ἀπάτωρ ὑπὸ τοῦ θεσπεσίου Παύλου καὶ ἀμήτωρ καλεῖται καὶ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέ λος ἔχων.
 [00092]  Οὕτω πάλιν, ὡς Θεὸς, ἀρχὴν ἡμερῶν οὐκ ἔσχε, πρὸ γὰρ τῶν αἰώνων γεγέννηται·
 [00094]  Ὡς δὲ ἄνθρωπος καὶ ἀρχὴν ἔσχεν ἡμερῶν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»