Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀντ [59]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀντ


000-00-00 Serial Number=0242950737
Commentaria in Isaiam Ante [Go Back]  
 [03266]  ὥσπερ γὰρ ὁ κεραμεὺς τὰ ἤδη πλασθέντα καὶ μηδέπω πυρὶ ὁμιλήσαντα ἀνασκευάσαι δύναται καὶ πάλιν ἕτερα ἀντ' ἐκείνων κατασκευάσαι, οὕτως ἐγὼ μὲν ὑμᾶς ἀπώσομαι, τὰ δὲ ἔθνη προσλήψομαι καὶ τὴν ἐν ὑμῖν ἀνθοῦσαν πνευματικὴν χάριν εἰς ἅπαςαν τῶν ἀνθρώπων μεταθήσω τὴν φύσιν.
 [03432]  πάλιν ὁ προφήτης ἐχρήσατο, αὐτὸς ἀντ' ἐκείνης προσφέρων τὴν δέησιν.
000-00-00 Serial Number=0263133287
De incarnatione domini Ante [Go Back]  
 [00190]  Ὑπὲρ πάσης τοίνυν τῆς ἡμετέρας φύσεως ὁ τοῦ Θεοῦ Θεὸς Λόγος τὴν ἡμετέραν ἀπαρχὴν ἀνελάβετο, ἵνα διὰ πάσης αὐτὴν ἀρετῆς ἀγαγὼν, εἰς πάλην μὲν προτρέψῃ τὸν ἀντ αγωνιστὴν, δείξῃ δὲ τὸν ἀθλητὴν ἀήττητον·
000-00-00 Serial Number=0489633977
De providentia orationes decem Ante [Go Back]  
 [02179]  Ἀλλ' ἴσως ἄν τις εἴποι, ὡς οὐ μόνον οὐ συνήργησαν Ἰουδαῖοι τῇ περὶ τοῦ Χριστοῦ διδασκαλίᾳ, ἀλλὰ καὶ λίαν ἀντ έπραξαν, καὶ τοῖς ἐξ ἐθνῶν πείθεσθαι βουλομένοις ἐμποδὼν ἐγένοντο.
000-00-00 Serial Number=0886486888
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00080]  Οὐκ ἐπέλιπον οὔτε ἄνδρες οὔτε γυναῖκες, ἵνα τὴν σπάνιν ἀντ' ἀπολογίας προβάλλησθε, μηδεμιᾶς τοιαύ της ἀφορμῆς προκειμένης.
 [00192]  Ταύτης ἀπολαῦσαι τῆς κηδεμονίας παρακαλῶ καὶ τὸν θαυμασιώτατον καὶ λαμπρότατον ∆ιονύσιον, ἄρξαντα μὲν οὐ κατὰ γνώμην, πενίᾳ δὲ συζῶντα, ἐπιεικῆ δὲ καὶ μέτριον ἀσπαζόμενον βίον, εἰσπραττόμενον δὲ ἃ μηδὲ δοῦ λος ἀντ' ἐλευθέρου γενόμενος δυνήσετ' ἂν ἀποδοῦναι.
 [00523]  Ἱκανὸς γὰρ ὁ θεοσεβέστατος συμπρεσβύτερος ∆ομετιανὸς καὶ πᾶσαν ἀθυμίαν ἀποσκεδάσαι καὶ θυμηδίαν ἀντ' ἐκείνης ἐνθεῖναι·
000-00-00 Serial Number=0654363215
Graecarum affectionum curatio Ante [Go Back]  
 [03478]  πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν, αὐτὸν ἥκειν ἀντ' ἐκείνου κομίζοντας·
000-00-00 Serial Number=0912929058
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01021]  Τότε τὸν πανεύφημον Ἐλεύσιον ἐξαγαγὼν τῆς Κυ ζίκου, τὸν Εὐνόμιον, ἐχειροτόνησεν ἀντ' ἐκείνου.
 [01097]  Παύλου γὰρ τοῦ πανευφήμου, τοῦ τὴν βασιλίδα πόλιν ποιμάναντος, παρὰ τῶν τὴν Ἀρείου νόσον εἰσδεξαμένων ἐξελασθέντος, Μακεδόνιος ἀντ' ἐκείνου τὰ τῆς Ἐκκλησίας ἐκείνης ἐνεχειρίσθη πηδάλια.
000-00-00 Serial Number=0138147056
Historia ecclesiastica Ante [Go Back]  
 [00370]  παραυτίκα δὲ πρῶτος ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων ἐκκλησίας τὴν προεδρίαν λαχών (Φιλογόνιος γὰρ, οὗ πρόσθεν ἐμνήσθην, εἰς τὸν ἀμείνω μεταβεβήκει βίον, τοῦτον δὲ ἄκοντα ποιμαίνειν ἀντ' ἐκείνου τὴν ἐκκλησίαν ἐκείνην ψήφῳ κοινῇ κατηνάγ κασαν ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ πᾶς ὁ λαὸς ὁ φιλόχριστος), οὗτος τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν βασιλέως ἐστεφάνωσε κεφαλὴν καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψατο.
 [00717]  οὗτοι δὲ πρῶτον μὲν ἀντ' αὐτοῦ χειροτονοῦσιν Εὐλάλιον.
 [00801]  ἀλλ' ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ' ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ' ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι.
 [01650]  ὁ δὲ Κωνστάντιος, θαυμάζειν δέον καὶ τὴν σοφίαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπὲρ τῶν ἀποστολι κῶν δογμάτων παρρησίαν, τοὺς μὲν ἐξήλασε τῶν ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ' αὐτῶν καταστῆναι προσέταξε.
 [01651]  τότε τῆς μὲν Κωνσταντινου πολιτῶν ἐκκλησίας ὁ Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον, τῆς δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσας ἀντ' ἐκείνου κατέστησε τὸν Εὐ νόμιον.
 [01754]  καὶ παραυτίκα Εὐζώϊον ἀντ' ἐκείνου προὐβάλοντο, προφανῆ τῶν Ἀρείου δογμάτων συνήγορον·
 [01758]  ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παρ' αὐτοῖς αὐξανομένην καὶ τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων καὶ προφανῶς πολεμουμένους καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προ στάτην ἀντ' ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Λὼτ ἀνεμνήσθησαν εἰρημένων σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν , πρὸς δὲ δὴ τούτοις καὶ τῶν εὐαγγελικῶν νόμων οἳ σαφῶς διαγορεύ ουσιν εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ .
 [01919]  ἐπειδὴ δὲ ἔγνω τῶν ὑπ' αὐτὸν ἀντ' αὐτοῦ συνειλῆφθαί τινας, ἐπανῆκέ τε καὶ ἑαυτὸν τοῖς μιαιφόνοις ἐξέδωκεν.
 [02506]  ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου συμμορίας, τοῦ πάντα ἀρίστου ποιμένος τὴν ποίμνην γυμνώσαντες, ἕτερον ἀντ' ἐκείνου προὐβάλοντο πρόεδρον, οὐδεὶς τῶν τὴν πόλιν ἐκείνην οἰκούντων, οὐ πενίᾳ συζῶν, οὐ πλούτῳ κομῶν, οὐκ οἰκέτης, οὐ χειροτέχνης, οὐ γηπόνος, οὐ φυτοκόμος, οὐκ ἀνήρ, οὐ γυνή, οὐ νέος, οὐ πρεσβύτης, εἰς ἐκκλη σιαστικὸν συνήθως ἀφίκετο σύλλογον·
 [02516]  [236] Τοῦ δὲ Εὐνομίου τὰ Σαμόσατα καταλιπόντος (οὕτω γὰρ ὠνο μάζετο), Λούκιον αὐτοῖς ἀντ' ἐκείνου προὐβάλοντο, προφανῆ λύκον καὶ τῶν προβάτων ἐπίβουλον.
 [02695]  ἀντὶ γὰρ θείων ῥημάτων αἰσχρότητα προὐβάλλετο, ἀντὶ σεμνῶν λόγων ἀσέλγειαν, ἀντ' εὐσεβείας ἀσέβειαν, ἀντὶ ἐγκρα τείας πορνείαν, μοιχείαν, ἀρσενοκοιτίαν, κλοπήν, πόσιν καὶ βρῶσιν τῷ βίῳ πρὸς τοῖς ἄλλοις εἰσηγούμενος εἶναι χρήσιμα.
 [03430]  ἐκεχειροτόνητο δὲ ἀντ' ἐκείνου Μάρκελλος ὁ θεῖος, ζέων τῷ πνεύματι κατὰ τὴν τοῦ ἀποστόλου νομοθεσίαν.
000-00-00 Serial Number=0397246480
Historia religiosa Ante [Go Back]  
 [01515]  Καὶ τρία συγγενόμενος αὐτοῖς ἔτη καὶ πρὸς τὰ θεῖα ποδηγήσας καλῶς ἕτερον τῶν συνόντων ἀντ' αὐτοῦ προβληθῆναι παρασκευάσας πάλιν τὸ μοναχικὸν κατέλαβε καταγώγιον.
000-00-00 Serial Number=0003187954
Interpretatio in Danielem Ante [Go Back]  
 [00074]  ἐχειροτόνησε δὲ ἀντ' αὐτοῦ βασιλέα Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰωακεὶμ αὐτὸν προσηγόρευσεν.
 [00079]  Εἶτα, τού του τὸν ὁρισθέντα φόρον ἐκτῖσαι μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς Ἱεροσολύμοις, καὶ τὴν πόλιν ἑλὼν, καὶ τοῦτον ἀνελὼν, καθίστησιν ἀντ' αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, Ἰωακεὶμ μὲν ὑπὸ τῶν Ἰουδαίων ὀνομασθέντα, Ἐλιακεὶμ δὲ πάλιν [81.1265] μετονομασθέντα.
000-00-00 Serial Number=0473144293
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01547]  καὶ τοῖς μὲν προφήταις τοὺς ψευδοπροφήτας ἀντ έταττε, ταῖς δὲ προφητικῆς χάριτος ἠξιωμέναις γυ ναιξὶ τὰς τοῦ ψεύδους τὴν ἐνέργειαν δεξαμένας.
000-00-00 Serial Number=0887432992
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04615]  Ὁ ἐμὸς χρηματίσας λαὸς, ὁ περι φανὴς, ὁ πολυθρύλλητος, δοῦλος ἀντ' ἐλευθέρου, καὶ ἀλλοφύλοις ἀνδράσι καὶ δυσσεβέσι συμβιοτεύων, νεκροῖς ἔοικε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν.
 [04635]  Ἠφανίσθησαν, καὶ εἰς ᾄδου κατ έβησαν, καὶ ἄλλοι ἀνέστησαν ἀντ' αὐτῶν.
000-00-00 Serial Number=0109593749
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00840]  οὕτω τὸν Ἰούδαν εἰς προδο σίαν ὁπλίσας, μισθὸν τῆς ὑπακοῆς τὴν ἀγχόνην ἀντ έδωκε·
 [03289]  πρόῤῥιζα γὰρ ἀνασπάσαντες τὰ τῶν εἰδώλων τε μένη, τὰς θείας ἀντ' ἐκείνων Ἐκκλησίας ἐφύτευσαν.
 [04959]  Σὺ, φησὶν, ὦ ∆έσποτα, τοὺς Χαναναίους μετὰ τῶν ἄλλων ἐθνῶν ἐντεῦθεν ἐξελάσας, τοὺς ἡμετέρους πατέρας ἀντ' ἐκείνων κατῴκισας.
000-00-00 Serial Number=0235530913
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00264]  οἱ μὲν ἁμαξόβιοι προσαγορευόμενοι, οἱ δὲ σκηναῖς ἀντ' οἰκιῶν κεχρημένοι.
 [01545]  Ἀναστάτους αὐτοὺς, φησὶ, ποίησον, καὶ δούλους ἀντ' ἐλευθέρων ἀπόφηνον·
 [02367]  ∆οῦλοι ἀντ' ἐλευθέρων κατέστη μεν.
 [03941]  Σφόδρα δὲ ἁρμοδίως τὴν ἀντ ωνυμίαν ἐνήλλαξεν·
 [04928]  Ἔρημοι γὰρ τῆς τοῦ Θεοῦ βοηθείας οἱ Ἰουδαῖοι γενόμενοι, εἰς ἅπασαν γῆν μὲν καὶ θάλασσαν διεσπάρησαν, δοῦλοι δὲ ἀντ' ἐλευ θέρων ἐγένοντο.
000-00-00 Serial Number=0917961121
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04752]  Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι' ἀντ άμειψιν.
000-00-00 Serial Number=0377445400
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00006]  οὕτω γὰρ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐν τοῖς μὲν ἱεροῖς Εὐαγγελίοις ἀντ' ὀβολῶν δύο τὴν χήραν ἐκείνην ἐπαινίωσεν ἐγκωμίοις, τῇ ποιότητι τῆς γνώμης, οὐ τῇ τοῦ δώρου ποσότητι τὸν ἔπαινον ψηφισάμενος.
 [00371]  Ἐπιτερπόμενοι γὰρ τοῖς ἀμφιλαφέσι τῶν δένδρων, οὐ τὸν τούτων ποιητὴν προσεκύνουν, ἀλλὰ τούτοις ἀντ' ἐκείνου τὰς θυσίας προσέφερον.
 [01184]  Εἰληφὼς γὰρ παρ' ἐμοῦ δικαιώματα καὶ νόμους, καθ' οὓς προσῆκεν αὐτὸν πολιτεύεσθαι, τὰς τῶν εἰ δώλων παρανομίας ἀντ' ἐκείνων ἠγάπησεν·
 [01755]  ἡμεῖς δὲ, οἱ ἀντ' ἐκείνων εἰς νύμφης τάξιν κληθέντες, τὸν ἀγαπήσαντα νυμφίον καὶ μεγίστων δωρεῶν ἀξιώσαντα θερμῶς ἀγαπῶντες διατελέσωμεν, ἵνα μὴ τῶν αἰωνίων ἐκπέσωμεν ὑποσχέσεων, ὧν εἴη πάντας ἡμᾶς τυχεῖν χάριτι τοῦ σεσωκότος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02981]  Καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντ έστη κατέναντι τῆς εἰρήνης αὑτοῦ.
 [04568]  Ἕνεκεν ἐμοῦ καὶ σώσω καὶ δέξομαι, καὶ τὴν ἀλλοτρίαν γεγενημένην προσοι κειώσομαι, καὶ περίβλεπτον αὐτὴν ἀποφανῶ, καὶ ἀοίδιμον αὐτὴν παρὰ πᾶσιν ἐργάσομαι, καὶ τῆς προ τέρας αἰσχύνης ἐλευθερώσω, καὶ ἀντ' αἰχμαλώτων καὶ δούλων ἐλευθέρους τε καὶ οἰκείους ἐμοὺς ἀπο δείξω.
 [05416]  μετὰ γὰρ τὴν νίκην, τὰς τῶν ἀλλοφύλων κατεδουλώσαντο πόλεις, καὶ Ἰουδαίους ἀντ' ἐκείνων κατῴκισαν, καὶ μέντοι καὶ ἐξ αὐτῶν ἐκείνων πολλοὺς παρεσκεύασαν μεταμαθεῖν τὴν εὐσέβειαν.
 [05815]  Τοσούτῳ δὲ κατασχεθήσονται δέει, ὡς ἀρνηθῆναι μὲν τὴν πλάνην, γεωργίαν δὲ ἀντ' ἐκείνης ἀσπάζεσθαι, καὶ λέγειν πᾶσιν, ὅτι Εὐθὺς τεχθεὶς ταύτην παρὰ τῶν πατέρων ἐδιδάχθην τὴν τέχνην.
 [06003]  ἀλλὰ καὶ τοῦ πατρὸς τοῖς τῆς φύσεως νόμοις ἀκολουθοῦντος, καὶ τῷ Ἡσαῦ δοῦναι τὰ πρωτοτόκια φιλονεικοῦντος, τὸν Ἰακὼβ ἀντ' ἐκείνου τὰ πρεσβεῖα λαβεῖν ᾠκονόμησα.
 [06113]  Εἶτα ἐπαρᾶται τοῖς εὐποροῦσι μὲν ἀῤῥένων θρεμ μάτων, καὶ ὑποσχομένοις ἱερεῖα ταῦτα προσοίσειν, καὶ καταλιμπάνουσιν μὲν ἐκεῖνα, ἄλλα δὲ ἀντ' ἐκεί νων πεπηρωμένα προσφέρουσι.
000-00-00 Serial Number=0416167855
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00559]  ὑπάρχουσιν ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυ νάμεως τοῦ ταύτην ἀντ' ἐκείνης ἑλομένου λατρείαν τὴν πλάνην μένειν ἀνεκρίζωτον, πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης κατάλυσις, πλάνης ἑτέρας κατεχούσης τὸν κόσμον;
 [00562]  νῦν δὲ ταύτην ἀντ' ἐκείνης εἰσαγαγών, πρῶτον μὲν κηρυττομένην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν, ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις [30] τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν.
000-00-00 Serial Number=0235974610
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00805]  μεταμεμέλημαι γὰρ ὅτι κέχρικα τὸν Σαοὺλ εἰς βασιλέα , ἀντὶ τοῦ, ἐδοκίμα σα ἄλλον ἀντ' αὐτοῦ καταστῆσαι, οὕτω καὶ ἐνταῦθα νοητέον ἐνε θυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον , ἀντὶ τοῦ, ἐδοκίμασα αὐτοὺς πανωλεθρίαν ἐπαγαγεῖν.
 [01373]  ἀπέθανε δὲ Βα λὰκ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρας ·
 [03684]  τῶν δὲ πεπιστευκότων ἐθνῶν, οἱ ἀπερίτμητοι παῖδες, οἱ ἀντ' ἐκείνων διὰ Ἰησοῦ τὴν γῆν ἀπειληφότες τὴν τοῖς προγόνοις ἐπηγγελμένην.
000-00-00 Serial Number=0406131983
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00509]  Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντ ανέλῃς ἀπ' ἐμοῦ.
 [02076]  Οὐκ ἂν δὲ, εἰ τοῖς εἰ δώλοις τὰς θυσίας προσενηνόχει, ὁ Θεὸς αὐτῷ ἀντ απέδωκε τὰς παντοδαπὰς δωρεάς.
 [02598]  Καὶ ἐποίησε Ῥοβοὰμ ὁ βασιλεὺς ἀντ' [80.717] αὐτῶν θυρεοὺς χαλκοῦς, καὶ κατέστησεν ἐπὶ χεῖρας ἀρχόντων τῶν παρατρεχόντων, τῶν φυλασσόντων τὰς θύρας τοῦ οἴκου τοῦ βασιλέως.
 [03035]  Τότε ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ Ἰωρὰμ ἀδελφὸς Ὀχοσίου ἀντ' αὐτοῦ, ὅτι οὐκ ἦν αὐτῷ υἱός;
 [03825]  Τραυματίαι γὰρ πολλοὶ ἦσαν, ὅτι παρὰ Θεοῦ ἦν ὁ πόλεμος, καὶ κατῴκισαν ἀντ' αὐτῶν ἕως τῆς ἀποικίας.
 [04124]  καὶ θαῤῥεῖτε τῷ πλήθει, καὶ ταῖς χρυσαῖς δαμάλεσι, δι' ἃς καὶ τοῦ Θεοῦ τοὺς ἱερέας ἐξελάσαντες, ἑτέρους ἀντ' αὐτῶν κατεστήσατε, παραπλήσια δρῶντες τοῖς ἔθνεσι.
 [04342]  Ἐνταῦθα δὲ εἰπὼν, ὅτι καὶ τὸν Ὀχοζίαν ἐβασίλευσαν ἀντ' αὐτοῦ, τὸν υἱὸν αὐτοῦ τὸν νεώτερον, ἐπήγαγεν, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ λῃστήριον, τὸ ἐλθὸν ἐπ' αὐτοὺς ἀπὸ τῶν βαρβάρων, καὶ ἀπὸ τῶν Ἀμαζονιεὶμ ἐν τῇ παρεμ βολῇ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»