Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνοήτως [22]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνοήτως


000-00-00 Serial Number=0772202432
De providentia orationes decem Ante [Go Back]  
 [00038]  Καὶ οἱ τὸ φιλοσοφεῖν ὑπισχνούμενοι, καὶ τὴν ἀπὸ τοῦ σχή ματος τιμὴν παρὰ πάντων δρεπόμενοι, καὶ τῶν παθῶν κρατεῖν ἐπαγγελλόμενοι, προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἐποίησαν, καὶ τὸν αὐτοκρά τορα νοῦν τῶν παθῶν ἡνίοχον, θύειν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ κλοπῇ, καὶ μέθῃ, καὶ τοῖς ἄλλοις πάθεσιν ἀνοήτως πεπείκασιν.
 [00211]  Οἱ ταῖς τῆς Προνοίας ἡνίαις ἀπιστοῦντες, καὶ τὸν οὐρανοῦ καὶ γῆς κόσμον ἡνιόχου δίχα μετὰ τοσαύτης ἁρμονίας καὶ τάξεως φέρεσθαι λίαν ἀνοήτως ἰσχυρι ζόμενοι, ἐοικέναι μοι δοκοῦσιν, ὥσπερ ἄν τις ἐν νηῒ καθήμενος, καὶ τὸ πέλαγος διαπεραιούμενος, καὶ τὸν κυβερνήτην ὁρῶν τῶν οἰάκων ἐπειλημμένον, καὶ τὰ πηδάλια πρὸς τὴν χρείαν κινοῦντα, καὶ νῦν μὲν τὸ δεξιὸν φέροντα, νῦν δὲ τὸ εὐώνυμον μεταφέροντα, καὶ τὸ σκάφος πρὸς οὓς ἂν ἐθέλῃ λιμένας ἰθύνοντα, ἀρνοῖτο, προφανῶς οὕτω ψευδόμενος, καὶ ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, μήτε κυβερνήτην ἐπὶ τῆς πρύμνης ἑστάναι, μήτε πηδάλια τὸ σκάφος ἔχειν, μήτε τῇ κινήσει τῶν οἰάκων ἰθύνεσθαι, ἀλλ' αὐτόματον φέρεσθαι, καὶ τῆς τῶν κυμάτων οὕτω περιγίνεσθαι ῥύμης, καὶ τῇ τῶν πνευμάτων ἐμβολῇ διαμάχεσθαι, καὶ μήτε ναυτῶν ἐπικούρων δεῖσθαι, μήτε κυβερνήτου τὸ κοινῇ συμφέρον τοῖς ἐρέταις προστάττοντος.
 [01103]  Ὅτι μὲν οὖν λίαν ἀνοήτως καταιτιῶνται τὴν δοκοῦσαν ἀνωμαλίαν τοῦ βίου, καὶ παραπαίοντες τὸ δέον οὐ συνορῶσιν, ἱκανῶς ὁ πρὸ τούτου λόγος ἐδίδαξε, καὶ τῆς πενίας ὑποδείξας τὸ χρήσιμον, καὶ τοῦ πλούτου διελέγξας τὴν ἔνδειαν.
 [01851]  «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Οὐ τοίνυν ἀνοήτως τῶν ἀνεφίκτων κατατολμῶμεν, ἀλλ' εἰς δύναμιν τὰ θεῖα θαυμάζομεν, καὶ ὅσον χω ροῦμεν, ὑμνοῦμεν.
 [02152]  Οἱ δὲ πάλιν μὲν ἀνοήτως ἀνορθοῦσι, πάλιν δὲ ὁρῶσι καταπεπτωκότα καὶ προσκυνοῦντα.
 [02176]  Οὕτω τὸν Ἰωνᾶν Νινευΐταις μετανοίας ἀπέστειλε κήρυκα, καὶ τὸ κελευσθὲν ποιεῖν οὐ βουλόμενον, ἀλλὰ φυγεῖν ἀνοήτως ἐπιχει ρήσαντα, δεσμεῖ μὲν τοῖς κύμασι, καθάπερ δέ τινι δεσμωτηρίῳ, παραδίδωσι τῷ κήτει.
000-00-00 Serial Number=0771691680
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02697]  Μηδεὶς τοίνυν ἀνοήτως ἄλλον τινὰ τὸν Χριστὸν νομιζέτω παρὰ τὸν Υἱὸν τὸν μονογενῆ·
000-00-00 Serial Number=0300018370
Graecarum affectionum curatio Ante [Go Back]  
 [01551]  { } Οὐκ ἄρα, ἦν δ' ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν ἀνοήτως περὶ τοὺς θεοὺς ἁμαρτάνοντος καὶ λέγοντος, ὡς δύο πίθοι κατακείαται ἐν ∆ιὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν·
000-00-00 Serial Number=0572154999
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00012]  Ἐπειδὴ δὲ τῶν παμμιάρων τούτων δογμάτων τὸ μύσος γυμνούμενον βδελυ ρωτέρους ἀποφαίνει καὶ τοὺς δυσσεβῶς γεγεννηκό τας, καὶ τοὺς ἀνοήτως πεπιστευκότας, ἀναδέξομαι προθύμως τὸν πόνον, ἀφορῶν εἰς τὸ κέρδος.
 [01160]  Αὐδαῖος δέ τις, ἐκ τῆς πέραν Εὐφράτου Συ ρίας ὁρμώμενος, ἀνθρωπόμορφον ἔφησε τὸν Θεὸν, καὶ τὰ τοῦ σώματος αὐτῷ περιτέθεικε μόρια, τὰ συγκαταβατικῶς παρὰ τῆς θείας εἰρημένα Γραφῆς ἀνοήτως νενοηκώς.
 [01542]  τῷ νόμῳ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως καὶ τὴν θείαν ὑπο κεῖσθαι φύσιν ἀνοήτως νομίζοντες, πρεσβύτερον ὑπει λήφασιν Υἱοῦ τὸν Πατέρα·
 [01790]  Καὶ ἐπειδὴ ὁ αἰὼν διάστημά τι δηλοῖ, ἵνα μή τις ὑπολάβῃ ἀνοήτως, μὴ εἶναι πρὸ τῶν αἰώνων τὸν τῶν ὅλων Θεὸν, ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς ἔφη Προφήτης·
 [02195]  Εἰ δὲ καὶ δοίη τις ἀνοήτως μεταλαβεῖν ἐκείνων τὴν ἀσώματον φύσιν, ἀλλ' οὐ πεῖναν εὑρήσεις καὶ δίψος ἐκεῖ.
000-00-00 Serial Number=0871895015
Historia ecclesiastica Ante [Go Back]  
 [02430]  πρῶτον μὲν γὰρ ἀνοήτως νενοηκὼς τὸ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν , ἀνθρω πείαν ἔχειν μορφὴν τὸ θεῖον ὑπέλαβε, καὶ τὰ τοῦ σώματος περι κεῖσθαι ἐτόπασε μόρια, τῆς θείας γραφῆς οὐ κατιδὼν τὴν διάνοιαν.
000-00-00 Serial Number=0561725259
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01878]  Πάντων γὰρ τῷ ὄντι καὶ μυσα ρώτατον, καὶ μιαρώτατον, ἡ ἄδικος τῶν παίδων σφαγὴ, ἣν ἐπετέλουν οἱ μεμηνότες ἀποτροπιαζόμενοι, καὶ κακῶν ἀπαλλαγὴν, ὡς ἀνοήτως ὑπελάμβανον, σφίσιν αὐτοῖς μηχανώμενοι.
000-00-00 Serial Number=0912583649
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00638]  Οὐ τοίνυν, ὥς τινες ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, καὶ τὴν γαμικὴν κοινωνίαν παρανομίαν καλεῖ, καθά περ τινὲς ἀνοήτως ὑπέλαβον, οὕτω νενοηκότες τὸ, Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσ σησέ με ἡ μήτηρ μου·
000-00-00 Serial Number=0036461115
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02711]  Μηδεὶς δὲ ἀνοήτως πολυπραγμονείτω, πῶς αὐτὸν τὸ κῆτος ἐξήμεσε·
000-00-00 Serial Number=0822970808
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01255]  τῆς γὰρ Ῥαχὴλ διὰ τὴν ἀπαιδίαν ἀνιωμένης καὶ ἀνοήτως λεγού σης·
 [03023]  τοῦτο δέ τινες ἀνοήτως νενοηκότες δαίμονά τινα τὸν ἀποπομπαῖον ἐνόμισαν ἐπειδὴ ἔφη·
 [04243]  λόγῳ γὰρ ἡμᾶς τιμήσας, βούλεται τούτῳ εἰς δέον κεχρῆσθαι, καὶ πάντων προ μηθεῖσθαι, καὶ μὴ ἀνοήτως πάντων παραχωρεῖν τῷ Θεῷ·
000-00-00 Serial Number=0926515460
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00403]  εἶτα τραπέντας ἐκείνους ἰδὼν, ἀνοήτως καὶ ἄγαν ἠλιθίως ἀνεθεμάτισε τὸν τροφῆς ἢ ποτοῦ πρὸ τῆς ἑσπέρας μεταλαμβάνοντα.
 [00406]  Εἰ ἀνοήτως ἀνεθεμάτισε, τί δήποτε ὁ Θεὸς τὸν ἀναθεματισμὸν ἐβεβαίωσεν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»