Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνθρώ [139]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνθρώ


000-00-00 Serial Number=0256790519
Commentaria in Isaiam Ante [Go Back]  
 [01691]  Ἁρμόττει δὲ ἡ προφητεία διαφερόντως τοῖς μετὰ τὸ σωτήριον κήρυγμα πανταχοῦ πεπιστευκόσιν ἀνθρώ ποις.
 [01733]  Ἀσώ ματος μὲν ἡ τῶν δαιμόνων φύσις, ἐξαπατᾶν δὲ τοὺς ἀνθρώ πους εἰωθότες ἀλλόκοτά τινα τούτοις ἐπιδεικνύουσι σχήματα.
 [02566]  [15Καταλειφθήσεται] γάρ φησι Τύρος ἑβδομήκοντα ἔτη ὡς χρόνον βασιλέως ἑνός, ὡς χρόνον ἀνθρώ που.
 [05756]  Ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν Ἰσραὴλ παρεγένετοτὰ δὲ ἔθνη διὰ τῶν ἀποστόλων ἐφώτισε, δέδωκά σέ φησι τούτοις διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν γεγενημένην ἐπαγγελίαν, φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη καὶ πᾶσιν ἀνθρώ ποις παρέξω τὴν σωτηρίαν τοῦτο γὰρ σημαίνει τὸ ἕως ἐσχάτου τῆς γῆς καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις·
 [06058]  καὶ σκυτοτόμους διδασκάλους ἐπιστῆσαι φιλοσόφοις καὶ ῥήτορσι, τὸ δι' ἀνδρῶν δυοκαίδεκα πᾶσαν γεωργῆσαι τὴν οἰκουμένην καὶ δι' ἀνθρώ πων οὕτως εὐαριθμήτων πᾶσαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τοῦ θείου κηρύγματος.
000-00-00 Serial Number=0132807791
De incarnatione domini Ante [Go Back]  
 [00548]  οὕτως ὁ Θεὸς Λόγος τῶν ἀνθρώ πων τὸ γένος πεπλανημένον ἰδὼν, τοῦ δούλου λαβὼν τὴν μορφὴν, καὶ ταύτην συνάψας ἑαυτῷ, πρὸς ἑαυ τὸν δι' ἐκείνης ἐπέστρεψε πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς τὴν θείαν νομὴν ἤγαγε τὰ κακῶς νεμόμενα, καὶ τοῖς λύκοις προκείμενα.
 [00625]  Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, [75.1476] εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
000-00-00 Serial Number=0209528923
De providentia orationes decem Ante [Go Back]  
 [00154]  Ποίαν δὲ τοῖς ἀνθρώ ποις χρείαν πληροῖ;
 [00521]  Φαινόμενος δὲ καὶ τό τε μέγεθος, τό τε κάλλος ὑποδεικνὺς, καὶ τῆς ὀροφῆς τοῖς ἀνθρώ ποις παρέχων τὴν χρείαν, σιγῶν κηρύττει τὸν Ποιη τὴν, καὶ τὰς ἁπάντων γλώττας εἰς ὑμνῳδίαν κινεῖ·
 [00603]  ∆ιὰ χειρῶν ὁ ἀνθρώ πειος νοῦς οὐ μόνον τὴν ἤπειρον εὐανθέσι λειμῶσι, καὶ κυμαίνουσι ληΐοις, καὶ ἀμφιλαφέσιν ἄλσεσι καλλωπίζει, ἀλλὰ καὶ τὴν θάλασσαν πολλαῖς ὁδοῖς κατεκόσμησε, καὶ τὴν πᾶσιν ἄβατον τοῖς φύσιν λα χοῦσι πεζὴν, πολλοὺς ἔχειν ὁδίτας ἐμηχανήσατο·
 [01601]  Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώ πων ἑκόντες ὁρᾷν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς μύουσι, καὶ τὰ ὦτα βύουσι, καὶ τῆς παν ταχόθεν φερομένης φωνῆς ἐπαΐειν οὐκ ἐθέλουσι, καὶ τῶν εὖ καὶ καλῶς ὑπὸ τοῦ Θεοῦ γιγνομένων ἕκαστον κωμῳδοῦσι, βλασφημοῦσι, διαβάλλουσι, καὶ μυρία ἄττα συνείρουσι τὰς ψευδεῖς κατηγορίας ὑφαίνοντες, εἰκότως, οἶμαι, τὸν κατὰ τῆς κατηγορίας ἀνεδεξά μεθα λόγον, συκοφαντίαν οὖσαν, ἀλλὰ οὐκ αἰτίαν ὀρ θὴν ἀποδεῖξαι βουλόμενοι·
 [01706]  ἐπεὶ καὶ ποιηταὶ, καὶ φιλόσοφοι, καὶ πονηρῶν ἀνθρώ πων κολάσεις, καὶ δικαίων ἀνδρῶν θεραπείας μετὰ [83.729] τὴν ἐντεῦθεν ἐκδημίαν ἔσεσθαι, καὶ ἐπίστευσαν καὶ ἐδίδαξαν, καὶ τὴν τῆς διδασκαλίας μνήμην διὰ τῶν συγγραμμάτων κατέλιπον.
 [01824]  Ἀπόχρη δὲ καὶ μό νη τῶν ἐμβρύων ἡ φύσις, καὶ ἡ πρώτη τῶν ἀνθρώ πων διάπλασις, ὑποδεῖξαί σοι τὴν τῶν κειμένων σωμάτων ἀνάστασιν.
 [01919]  Ὃς τοίνυν οὐχ ἁπλῶς κήδεται τῶν ἀνθρώ πων, ἀλλὰ καὶ ἀγαπῶν κήδεται.
 [01948]  Ἀλλὰ νῦν τῆς ἀνθρωπείας φύσεως τὴν ἀλο γίαν ἀποβαλούσης, καὶ τὸ λογικὸν ἀναλαβούσης, ἡ μυστικὴ αὐτὴν ὑποδέχεται τράπεζα, τύπος ἐκείνης γινομένη τῆς φάτνης, καὶ διδάσκουσα τοὺς ἀνθρώ πους, ὡς «Ἡνίκα ὁ ἄνθρωπος ἐν τιμῇ ἦν οὐ συν ῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή τοις, καὶ ὡμοιώθη αὐτοῖς.».
 [01966]  Καὶ οὐκ ἐᾷ τῶν ἤδη νενηστευκό των ὑπερβῆναι τὸ μέτρον, ἵνα πιστευθῇ τὸ ἀνθρώ πινον.
 [02093]  Ταῦτα καὶ ὁ μακάριος Παῦλός φησι, Κολοσσαεῦσι γράφων, καὶ δι' αὐτῶν ἅπασιν ἀνθρώ ποις·
 [02188]  Ἄνωθεν τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τὴν τῶν ἀνθρώ πων οἰκονομῶν διετέλεσε σωτηρίαν, καὶ ἑκάστῳ καιρῷ τὴν πρόσφορον προσήνεγκε θεραπείαν.
000-00-00 Serial Number=0552546680
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00776]  Ἡνίκα μὲν τὸ σωτήριον πάθος ὑπὲρ τοῦ γένους τῶν ἀνθρώ πων ὁ ∆εσπότης ὑπέμεινεν, ἠθύμει λίαν ὁ τῶν ἱερῶν ἀποστό λων χορός·
 [01495]  καὶ νῦν δὲ ὡσαύτως διὰ τῶν θεοφιλεσ τάτων ἐπισκόπων τοῦτο ποιῶ καὶ αὐτοὺς μάρτυρας ἔχων τῆς τῶν δογμάτων ὀρθότητος καὶ ἑτέρας πολλὰς μυριάδας ἀνθρώ πων, οἳ τῶν ἡμετέρων ἐν ταῖς κατὰ τὴν ἑῴαν ἐκκλησίαις ἐπαίουσι λόγων·
 [02114]  Ἐκ γὰρ τῶν πρῶτον φύντων ἀνθρώ πων μέχρι τοῦ παρόντος καιροῦ, τοὺς τὸν ὅλων ἐσπουδακότας σέβειν Θεὸν ἔστιν εὑρεῖν παρὰ τῶν συμβεβιωκότων ἀνθρώπων ἠδικημένους, καὶ πλείστοις ἄγαν περιπεπτωκότας ἀνιαροῖς.
 [02351]  Καὶ ἵνα τὰς ἄλλας παραλίπω διαφοράς, οἱ μέν εἰσι τῶν ἀνθρώ πων σπουδαῖοι καὶ ἐμμελεῖς περὶ τὰ θεῖα, καὶ τῶν ἀποστολι κῶν δογμάτων ἐκπαιδεύονται τὴν ἀκρίβειαν·
000-00-00 Serial Number=0741449952
Eranistes Ante [Go Back]  
 [00247]  Εἰ τοίνυν ἀδύνατος ἀνθρώ ποις, ἐγὼ δέ φημι καὶ ἀγγέλοις, ἡ τῆς θείας φύσεως θεωρία, εἰπὲ πῶς ἐπὶ τῆς γῆς ὁ ἀθέατος καὶ ἀόρατος ὤφθη.
 [00605]  Κοινοῦ γὰρ ἀνθρώ που διδάσκων συγγένειαν, οὐ λέγω, τοῦ δεῖνος ὁ δεῖνα κατὰ σάρκα υἱός, ἀλλ' ἁπλῶς υἱός.
 [02669]  εἰ γὰρ καὶ τὴν φύσιν ἐξ ἀνθρώ πων ἔσχεν, ἀλλὰ τὴν ζωὴν ἐκ θεοῦ καὶ τὴν δύναμιν ἐξ οὐρανοῦ καὶ τὴν ἀρετὴν θείαν.
 [03252]  πλεῖστον δὲ ὅσον θεοῦ καὶ ἀνθρώ πων τὸ μέσον·
 [03537]  Ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώ που ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
 [03834]  Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκη καὶ μὴ θέλων δίδως, τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας ἀνθρώ πῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ.
 [03968]  Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς ἢ μόνον θεός, οὐκ ἂν ἦν μέσος θεοῦ καὶ ἀνθρώ πων.
000-00-00 Serial Number=0708370507
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00534]  ∆είκνυσι δὲ ἑαυτὸν οὐ μόνον αὐτῆς συγγενῆ ὄντα κατὰ τὸ ἀνθρώ πινον, ἀλλὰ καὶ Κύριον καὶ ∆εσπότην κατὰ τὴν κε κρυμμένην θεότητα·
 [00566]  Τοῦτο γὰρ τροπικῶς ὁ οἶνος ὀνομάζεται, ὁ εὐφραίνων καρδίαν ἀνθρώ που.
 [00569]  Καὶ οἱ μὲν τῶν ταμιείων καὶ ἀποκρύφων ἀπήλαυον τοῦ Θεοῦ, καὶ ἐξιόντες ἔλεγον τοῖς ἀνθρώ ποις τὰ ἀποκαλυπτόμενα καὶ δηλούμενα.
 [01413]  Ἀλλὰ ταῦτα ἁρμόττει τῷ ἐκ Σολο μῶντος βλαστήσαντι Ἰησοῦ Χριστῷ κατὰ τὸ ἀνθρώ πινον·
 [01594]  Ὅτι μέγα, καὶ ἄῤῥητον, καὶ διανοίας ἐστὶν ἀνθρώ πων ἀνέφικτον, τὸ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα μὴ ἁρπαγμὸν ἡγήσασθαι, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν κενώσαντα μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον καὶ σχήματι εὑρεθέντα ὡς ἄνθρωπον, ταπεινῶσαι ἑαυτὸν μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ.
 [02324]  Ἔχει γὰρ ὁ βίος τινὰς μὲν ἀνθρώ πους τροπικῶς ἀμπέλους ὀνομαζομένους, τινὰς δὲ ῥοὰς κατὰ τὰ διάφορα τῆς ἀρετῆς κατορθώματα.
000-00-00 Serial Number=0644217730
Graecarum affectionum curatio Ante [Go Back]  
 [00023]  p.13 Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγό ρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώ πων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ ∆ωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδό μενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθε σπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, p.14 Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει.
 [00368]  ἀνενεοῦτο δέ τινα ὅμως τούτων ὁ ποιητὴς καὶ πάμπαν ἐξίτηλα γενέσθαι οὐκ εἴα, τὴν οἰκείαν τοῖς ἀνθρώ [1.122] ποις διὰ τῆς κτίσεως προμήθειαν ἐπιδεικνύμενος.
 [00381]  οὐ γλυκέσι γὰρ μόνοις, ἀλλὰ καὶ πικροῖς ἄνθεσιν ἐφιζάνουσαι, τὴν μὲν γλυκεῖαν ἀνιμῶνται ποιότητα, τὴν δὲ πικρὰν ἀποστρέφονται καὶ ἐκ διαφόρων ποιοτήτων, πικρῶν τε καὶ στρυ φνῶν καὶ αὐστηρῶν καὶ δριμέων, τὸ γλυκύτατον μέλι τοῖς ἀνθρώ [1.127] ποις κατασκευάζουσιν·
 [00779]  Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώ πων οἱ περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι θεούς, οὕσπερ νῦν οἱ πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν·
 [01368]  Οὕτω δὴ καὶ τῆς γῆς τοὺς καρποὺς διὰ τῶν σπειρομένων καὶ φυτευομένων τοῖς ἀνθρώ ποις προσφέρει·
 [01581]  { } Οὐχ ὑπὸ ἀνθρώ πων γε, ὦ Σώκρατες, ἔφη.
 [01644]  ἀλλ' ἵνα μὴ διαφόρους ὑπολάβωσιν εἶναι τῶν ἀνθρώπων τὰς φύσεις, ἐκ τοῦ ἑνὸς ἐκείνου ζεύγους τὰ μυρία φῦλα τῶν ἀνθρώ πων γενέσθαι ἐκέλευσεν.
 [01699]  Ὅτι γὰρ τὴν αὐτὴν ἔχει πᾶσα γλῶττα διάνοιαν μία γὰρ δὴ πάντων ἀνθρώ πων ἡ φύσις ἡ πεῖρα διδάσκαλος.
 [01728]  Καὶ γάρ τοι καὶ οἱ ἀνθρώ πειοι νόμοι τοὺς πλημμελοῦντας κολάζουσι, καὶ ὁ Θεὸς τοῖς ἁμαρτάνουσι τὸ ἄσβεστον ἠπείλησε πῦρ.
 [01883]  Μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώ πινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν ξύμπαντα
 [02056]  καὶ ἀὴρ καὶ θάλαττα καὶ ποταμοὶ καὶ πηγαὶ καὶ νεφῶν ὠδῖνες καὶ δρόσοι καὶ αὖραι, καὶ μέντοι καὶ φυτὰ κάρπιμά τε καὶ ἄκαρπα καὶ ζῷα χερσαῖά τε καὶ πτηνὰ καὶ νηκτὰ καὶ ἀμφίβια καὶ βοτανῶν γένη μυρία καὶ ὕλαι μεταλλικαὶ τῷ γένει τῶν ἀνθρώ [6.76] πων τὴν χρείαν προσφέρουσιν.
 [02625]  ἀλλ' οὗτοι ἅπαντες, τοσοῦτοί γε ὄντες καὶ τοσαύτην ἰθύνοντες βασιλείαν καὶ τοσούτων βαρβάρων καταλύσαντες θράσος καὶ λαμπρῶς ἐν πολέμοις ἠριστευκότες, ἀποχειροβιώτων ἀνθρώ πων καὶ ἀγροίκων καὶ πενίᾳ ξυζώντων καὶ γυναικῶν ἐκ ταλα σιουργίας ποριζομένων τὸν βίον, μυρίαις χρησάμενοι μηχαναῖς, [9.26] οὐκ ἐκράτησαν.
 [03554]  Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώ που ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι αὐτοῦ μετ' αὐτοῦ, τότε καθήσεται ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη.
000-00-00 Serial Number=0014349401
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00507]  Καὶ τῷ Χριστῷ δὲ περιτέθεικε σῶμα, οὐκ ἀνθρώ πειον, ἀλλ' ἐκ τῆς τοῦ κόσμου οὐσίας.
 [01267]  Ἐπειδὴ γὰρ δι' ἀνθρώ που ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.
 [01610]  Οὐδεὶς ἀνθρώ πων οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ·
 [01818]  Ἐπειδὴ γὰρ ὁ θάνατος ληΐζεται τῶν ἀνθρώ πων τὴν φύσιν, καὶ οἷόν τις θεριστὴς, οὐ πρεσβύτας μόνον, ἀλλὰ καὶ νέους ἐκτέμνει·
 [01839]  Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώ ποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.
 [02190]  Ἐπειδὴ τοίνυν τὴν τῆς θείας ἐνανθρωπήσεως μεμαθήκαμεν αἰτίαν, φέρε δείξωμεν, ταῖς τῶν θείων λογίων χρώμενοι μαρτυρίαις, ὅτι τὸ σῶμα τὸ ἀνθρώ πειον ἐνανθρωπήσας ὁ Θεὸς Λόγος ἀνέλαβε.
 [02199]  Τοιγαροῦν καὶ ἡ πεῖνα, καὶ τὸ δίψος, καὶ πρὸς τούτοις ὁ κόπος, καὶ ὁ ὕπνος, σῶμα ἀνθρώ πινον προσμαρτυροῦσιν εἶναι τοῦ Κυρίου τὸ σῶμα.
 [02250]  Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώ πων.
 [02780]  Καὶ Ἀβραὰμ δὲ τὸν πατριάρχην ἐκ τῆς πατρῴας ἐξαγαγὼν γῆς, ἐκέλευσεν ἰδεῖν τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὑπέσχετο τούτων ἰσαρίθμους ἀποφῆναι τοὺς ἀνθρώ πους·
 [02830]  Θέλω γὰρ πάντας ἀνθρώ πους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ, ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ τοῦ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.
000-00-00 Serial Number=0308434367
Historia ecclesiastica Ante [Go Back]  
 [00213]  ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώ πων ἔλαβον ἑαυτοῖς γυναῖκας καὶ τὰ ἑξῆς·
 [00256]  ἀλλ' οὐδ', ὁτιοῦν ἀνθρώ πων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον (ὡς καὶ ὑμᾶς οὕτως ἐκδέχεσθαι πιστεύω καὶ τεθάρρηκα τῇ περὶ πάντων ὑμῶν ὀρθῇ προθέσει), κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων τὸ ἀγέννητον δηλούντων.
 [00321]  οὗ τὴν ἀρχὴν οὐ λόγῳ μόνον ἀδιήγητον, ἀλλὰ καὶ ἐννοίᾳ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ τῶν ὑπὲρ ἀνθρώ πους πάντων εἶναι ἀκατάληπτον πεπιστεύκαμεν.
 [00893]  δύο γὰρ ἀνθρώ πων ἕκαστος παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐδέξατο χεῖρας.
 [02842]  ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντε θραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες, Φλαβιανὸς καὶ ∆ιόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώ πων μυριάδας οἰκτεῖραι, καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.
 [03278]  Ἀλλὰ γὰρ οὐ ῥᾴδιον πάσας διαφυγεῖν τοῦ κοινοῦ τῶν ἀνθρώ πων πολεμίου τὰς ἄρκυς.
000-00-00 Serial Number=0400239527
Historia religiosa Ante [Go Back]  
 [00426]  Ταῦτα νομοθετῶν διετέλει ὁ θεῖος ἐκεῖνος ἀνὴρ καὶ σῶμα μέγιστον ἔχων καὶ τῶν ἐπ' αὐτοῦ πάντων ἀνθρώ πων μέγιστός τε ὢν καὶ κάλλιστος μικρῷ τοῦτο σιτίῳ διέτρεφεν.
000-00-00 Serial Number=0640143871
Interpretatio in Danielem Ante [Go Back]  
 [00121]  ∆ιδάσκει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώ ποις ἐπιφέρει τὰς τιμωρίας, κέχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις.
 [00531]  Καὶ θηρία μὲν καλεῖ τοὺς θηριωδέστερον ζῶντας βαρβάρους, πετεινὰ δὲ τοὺς συνέσει κεκοσμημένους, καὶ τῶν ἄλλων ἀνθρώ πων ὑπερτέρους, καὶ πτηνοὺς τὴν διάνοιαν.
 [00547]  ἐκυρίευσε δὲ πάσης τῆς γῆς Ἀλέξανδρος ὁ Φιλίππου, ἐν δώδεκα ἔτεσι τῆς βασιλείας πάντας ὑποτάξας ἀνθρώ πους.
 [00668]  Ὁ μὲν ἀγαθὸς ἡμῶν καὶ φιλάνθρωπος ∆εσπότης, ἅτε δὴ ποιητὴς καὶ δημιουργὸς, βούλεται πάντας ἀνθρώ πους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν·
 [01291]  Εἴρηται δὲ ταῦτα, φησὶ, καὶ γίνεται, οὐ μάτην, ἀλλ' Ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτὴν, καὶ ἐξουθένημα ἀνθρώ που ἀναστήσει ἐπ' αὐτήν.
 [01336]  Ἐκδιώξουσι γάρ σε, φησὶν, ἀπὸ τῶν ἀνθρώ πων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμά σου βαφήσεται, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί.
 [01482]  Ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ Βαλτάσαρ μέγιστον ἔδειξεν ὁ Θεὸς θαῦμα, καὶ ἱκανὸν, οὐ μόνον τοῖς τηνικάδε ἀνθρώ ποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις, εὐλά βειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδ ηγῆσαι, οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατα κρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ, καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν.
 [01593]  Οὐ γὰρ ἔμαθον τὰ θεῖα πωλεῖν, οὐδὲ μισθὸν ἀνθρώ πινον ὑπὲρ τῶν θείων μυστηρίων λαμβάνειν·
 [01951]  Καὶ καρδία ἀνθρώ που ἐδόθη αὐτῇ.
 [01956]  εἰ κότως καὶ τὴν τῶν πραγμάτων μεταβολὴν τῇ πείρᾳ μαθόντες καὶ τῆς εὐημερίας τὸ σφαλερὸν, ἀνθρώ πινα φρονοῦσι, καὶ ἑαυτοὺς γινώσκουσι, καὶ καρδίαν ἀνθρωπίνην ἐκτήσαντο.
 [02760]  Ἡγούμενος δὲ ἡμῶν ἐστι κατὰ τὸ ἀνθρώ πειον, ὡς πρωτότοκος πάσης κτίσεως, τῆς νέας δηλονότι·
 [03305]  Αὖθις δὲ πάλιν ἐπιστρατεύσας τῇ πόλει, ὀκτὼ μὲν μυριάδας ἀνθρώ πων κατέσφαξε, καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς, τοὺς ἑαυτοῦ στρατηγοὺς ἀποστείλας, ἑτέρους πάλιν μυρίους φόνους εἰργάσατο.
000-00-00 Serial Number=0061971366
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00021]  οὓς ἐχρῆν σκοπῆσαι, καὶ συνιδεῖν, ὅτι τῶν τιμίων οὐδὲν πρόχειρον τοῖς ἀνθρώ ποις.
 [00326]  χαίρει γὰρ αὐτὸς ἀγαθότητι, καὶ μα κροθύμως καὶ ἠπίως βούλεται τὰ κατὰ τοὺς ἀνθρώ πους οἰκονομεῖν·
 [00345]  Τοιοῦτο δὲ καὶ τὸ ἀνθρώ πινον σῶμα·
 [01023]  Καὶ ἐξέτεινε, φησὶν, ὁμοίωμα χειρὸς ἀνθρώ που, καὶ ἀνέλαβέ με τῆς κορυφῆς τῆς κεφαλῆς μου, καὶ ἀνέλαβέ με Πνεῦμα ἀναμέσον τῆς γῆς, καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ, ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας, τῆς βλεπούσης πρὸς βοῤ ῥᾶν, οὗ ἦν ἡ στήλη τῆς εἰκόνος τοῦ ζήλου τοῦ κτωμένου.
 [01482]  Καὶ ἵνα μὴ ἡ ὁμωνυμία βλάβην τοῖς ἀνθρώ ποις ἀπεργάσηται (προφῆται γὰρ, καὶ οἱ ἀληθεῖς, καὶ οἱ ψευδεῖς ὠνομάζοντο), εἰκότως ἐπήγαγε·
 [03435]  Καὶ φωνὴν ἁρμονίας ἀν [81.1048] εκρούοντο πρὸς ἄνδρας ἐκ πλήθους ἥκοντας ἀνθρώ πων οἰνωμένους ἐκ τῆς ἐρήμου.
 [03523]  Καὶ πληθυνῶ τὰ ξύλα, ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, τὰ δὲ ἑψόμενα κρέα, τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώ πους, κατατακῆναι παρασκευάσω·
 [03892]  Ἡ Ἑλλὰς πᾶσα, καὶ τὰ παρατείνοντα αὐτῇ, ἐνεπορεύοντο ἐν σοὶ ἐν ψυχαῖς ἀνθρώ πων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἀγοράν σου.
 [03985]  Ἱκανὸν τοῦτο διδάξαι πάντας ἀνθρώ πους, μὴ μεγαλοφρονεῖν ἐπὶ τῇ δοκούσῃ εὐημερίᾳ, διὰ τὴν ἀκολουθοῦσαν μεταβολήν·
 [04147]  Περὶ δὲ τῶν ἀνθρώ πων ἠκούομεν·
 [04753]  Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώ πων, ἀλλ' ἐκ τοῦ Θεοῦ.
 [05177]  Καὶ δεικνὺς, ὅτι οὐ μόνον πρὸς τὸν Ἰσραὴλ ὁ λόγος, ἀλλὰ πρὸς πᾶσαν τῶν ἀνθρώ πων φύσιν, ἀναγκαίως προστέθεικεν·
 [05791]  Καὶ ζητήσουσι πᾶς ὁ διαπορευόμενος τὴν γῆν, καὶ διερχόμενος, καὶ ὁ ἰδὼν ὀστοῦν ἀνθρώ που, οἰκοδομήσει παρ' αὐτῷ σημεῖον, ἕως οὗ θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τοῦ πο λυανδρίου τοῦ Γώγ.
000-00-00 Serial Number=0309367299
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00121]  λοιμοὺς δὲ, τοὺς μὴ μόνον σφᾶς αὐ τοὺς λυμαινομένους, ἀλλὰ καὶ ἑτέροις τῆς λύμης μεταδιδόντας, κατὰ τὴν ἐπισκήπτουσαν καὶ ἀνθρώ ποις καὶ κτήνεσι νόσον, ἧς μεταλαγχάνουσιν οἱ τοῖς νοσοῦσι πελάζοντες.
 [00442]  ὅπως καὶ ἐφορᾷ τὰ ἀνθρώ πεια, καὶ τοῖς ἐπιμελῶς προσιοῦσι τὰς αἰτήσεις ὀρέγει·
 [00749]  Οὐ γὰρ μόνον τὴν ἐμὴν δίκην δικάσει, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώ πων φύσει.
 [00813]  Οὗ δὴ χάριν οὐκέτι κατὰ τὸν πα λαιὸν νόμον ἐφ' ἑνὸς θυσιαστηρίου τοὺς τῶν ἀνθρώ πων καρποὺς ληνοβατοῦσιν οἱ ἱερεῖς·
 [01252]  Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώ πων.
 [01423]  Ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώ πων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεὸν, ἀνθρωπίνως ἐσχημάτισε, δεικνὺς ὡς οὐ ρανόθεν Ἀσσυρίοις τὴν τιμωρίαν κατέπεμψε.
 [01617]  Ἀλλὰ διὰ τῶν παθῶν ὁδεῦσαι συνεχώρησεν ἣν ἀνέλαβε φύ σιν, ἵνα οὕτω τῆς ἁμαρτίας καταλύσας τὴν δυνα στείαν, παύσῃ μὲν τοῦ διαβόλου τὴν τυραννίδα, κατα λύσῃ δὲ τοῦ θανάτου τὸ κράτος, καὶ πᾶσιν ἀνθρώ ποις παράσχῃ τὴν τῆς ἀναβιώσεως ἀφορμήν.
 [02072]  Τὸν μὲν γὰρ δίχα γραμμάτων ἔφη διὰ τῆς κτίσεως καὶ τῆς φύσεως τοῖς ἀνθρώ ποις δεδόσθαι·
 [02573]  Οὕτω τὴν περὶ αὐτοῦ γνῶσιν ἀπεκάλυψε τῷ Πέτρῳ, οὕτω τῷ Παύλῳ, οὕτω διὰ τούτων πάλιν ἀνθρώ ποις.
 [02957]  ἵνα μὴ δυσσεβέσιν ἀνθρώ ποις, καὶ δωροδόκοις, καὶ μιαιφόνοις, καὶ προϊεμέ νοις τὸ δίκαιον συναπόλωμαι.
 [04669]  Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς αὐτῆς προμηθείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώ πων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται.
 [05106]  Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ πων·
 [05115]  Εἴδομεν αὐ τὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ πων.
 [05235]  Συνῳδὰ καὶ ὁ μακάριος ἔφη Παῦλος, Ἐπειδὴ γὰρ δι' ἀνθρώ που ὁ θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν·
000-00-00 Serial Number=0216044247
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01629]  Προεῖδε δὲ καὶ τὴν ἐκεῖθεν θείᾳ χάριτι γενη σομένην ἐπάνοδον, καὶ ἀναγκαῖον ᾠήθη καὶ τὰ λυ πηρὰ καὶ τὰ θυμήρη προγράψαι, εἰς ὠφέλειαν τῶν ἐπ' ἐκείνων τῶν πραγμάτων ἐσομένων ἀνθρώ πων.
 [02359]  Ἐπεβίβασας ἀνθρώ πους ἐπὶ τὰς κεφαλὰς ἡμῶν·
 [02422]  Θεασάμενος ὁ Προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώ ποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ὅτι τάχιστα παρασχεθῆναι, ἵνα τὴν ἐκ ταύτης φυομένην εὐλογίαν τρυγήσωμεν ἅπαντες·
 [02451]  μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώ ποις συνανεστράφη·
 [02469]  Ὁρῶν ὁ θεῖος ∆αβὶδ τὴν πολιτευομένην παρὰ τοῖς ἀνθρώ ποις ἀσέβειαν, καὶ τοῦ διαβόλου τὴν ἐπικράτειαν, δι δαχθεὶς δὲ ἀπὸ τοῦ παναγίου Πνεύματος τοῦ Θεοῦ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, ἱκετείαν προσφέρει, ταύτην ὡς τάχιστα γενέσθαι παρακαλῶν.
 [03435]  τῆς γὰρ προτέρας δυσσεβείας ἀπαλλαγεῖσα τῶν ἀνθρώ πων ἡ φύσις, μετέμαθε τὴν εὐσέβειαν.
 [05207]  Ταῦτα μέντοι καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσι μὲν ἀνθρώ ποις συμβιοτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐκεῖ θεν ποριζομένοις οὐδὲν, λογιζομένοις δὲ τὴν ἀπὸ τοῦ θείου νεὼ παλαιὰν ὠφέλειαν.
000-00-00 Serial Number=0986919165
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00143]  καὶ τῶν ἀνθρώ πων ἡ φύσις, κατ' εἰκόνα θείαν γεγενημένη, καὶ τῆς ἐν παραδείσῳ ζωῆς ἠξιωμένη, μειζόνων ἐπι θυμήσασα, καὶ τῶν δεδωρημένων ἐξέπεσεν.
 [00898]  Οὗτοι γὰρ ποταμῶν δίκην ἅπασαν ἀνθρώ ποις τὴν ἀρδείαν προσήνεγκαν.
 [01278]  Εἰκὸς δὲ καὶ τὸν τὴν ἐπιγραφὴν ἐπιτεθεικότα τοῦ προφήτου νοῆσαι γῆν πᾶσαν τὴν οἰκουμένην, ὡς τῇ τούτου μελῳδίᾳ πάντων χρησαμένων ἀνθρώ πων.
 [01575]  Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χει ροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώ πων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·
 [02250]  διὰ τῶν προκειμένων ψαλμῶν διδάσκει πάντας ἀνθρώ πους, ὅσα μὲν αὐτὸν εὐεργέτησε καὶ ἡλίκα, ὅπως δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένην [80.1709] ται·
 [02571]  Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώ ποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ.
 [02751]  Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐ τοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώ πων.
 [02783]  Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώ πων.
 [03001]  Πᾶσα γὰρ ἡ παρ' ἀνθρώ πων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος.
 [03754]  Τὰς γὰρ τοῦ ἐλέους πηγὰς τοῖς ἀνθρώ ποις προσχέει·
 [07174]  δείξας μὲν τῇ δημιουργίᾳ, καὶ τῇ τούτων μνήμῃ δεδιττόμενος τοὺς ἀνθρώ πους, τῷ δὲ τὴν ἐντεῦθεν κωλύσαι λώβην κηρύττων τὴν ἀγαθότητα.
 [07278]  προλέγει δὲ τὴν ἐσομένην πᾶσιν ἀνθρώ ποις θεογνωσίαν.
000-00-00 Serial Number=0889077127
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00011]  καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα οὐ μόνον Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας, καὶ ἅπας ὁ τῶν ἀποστόλων χορὸς, οὐδὲ Παῦλος καὶ Βαρνάβας, οἱ μετὰ τούτους χειροτονηθέντες, εἰς ἅπαντας διεπόρθμευον ἀνθρώ πους, ἀλλὰ καὶ Σίλας, καὶ Τῖτος, καὶ Τιμόθεος, καὶ Ἀπολλὼς, οἱ τῶν μεγάλων ἐκείνων ἀνδρῶν μαθηταί.
 [00857]  (ιβʹ.) ∆ιότι καὶ ἐὰν ἐκ θρέψωσι τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώ πων·
 [01937]  Κακὰ γὰρ καλεῖν εἰώθαμεν καὶ τὰς νόσους, καὶ τὰς παιδείας, καὶ τοὺς ἀώρους θανάτους, καὶ λι μοὺς, καὶ πολέμους, καὶ τὰ τούτοις παραπλήσια, οὐκ ἐπειδὴ φύσει ταῦτα κακὰ, ἀλλ' ἐπειδὴ τῶν ἀνθρώ πων κακωτικὰ, καὶ λύπην προξενοῦντα καὶ πένθος.
 [03121]  Συντετριμμένην γὰρ καὶ ἀπωσμένην, τὰς τῇ εὐσεβείᾳ δουλευούσας προσ αγορεύει ψυχὰς, δι' ἃς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώ ποις συνανεστράφη.
 [04014]  ∆ιότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε, δι' αἵματα ἀνθρώ πων, καὶ ἀσεβείας γῆς, καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.
 [05947]  οἱ γὰρ ἵπποι, σὺν τοῖς ὄνοις, καὶ ἡμιόνοις, καὶ καμήλοις, φθορᾷ μετὰ τῶν ἀνθρώ πων παραδοθήσονται.
000-00-00 Serial Number=0475755095
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00009]  Οὐ γὰρ τὸν εὐγενῆ καὶ γόνιμον, καὶ γεωργῆσαι ψυχὰς ἀνθρώ πων δυνάμενον, ἐζήλωσε χαρακτῆρα τῶν λόγων·
 [00105]  Ἰδοὺ μόνου προσηγορίαν ἀνθρώ που προτάξας, ἐπήγαγεν·
000-00-00 Serial Number=0023765624
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00500]  εἰ διὰ τὸ μὴ εἰπεῖν τὸν Χριστὸν ἑαυτὸν υἱὸν τῆς ἀνθρώ που οὐκ ἔστι διὰ τοῦτο τῆς ἀνθρώπου, δῆλον ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου.
000-00-00 Serial Number=0893100739
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00403]  μιμεῖται δὲ οὕτω πως αὐτὸ καὶ ὁ νοῦς ὁ ἀνθρώ πινος·
 [00723]  διὰ πολλῶν γὰρ ἐδίδαξεν ἡ θεία γραφὴ καὶ ἀνθρώπους ἡμαρτηκέναι καὶ κατ' ἀνθρώ πων ἐξενηνέχθαι τὴν θείαν ψῆφον·
 [01592]  τοῦτο γὰρ καὶ ὁ Κύριος ᾐνίξατο τοῖς ἀποστόλοις προστεταχὼς εἰς τὴν κατέναντι κώμην ἀπελθεῖν καὶ λῦσαι τὴν ὄνον τὴν δεδεμένην, καὶ τὸν ταύτης πῶλον, ἐφ' ὅν φησιν οὐδεὶς ἀνθρώ [95] πων ἐκάθισεν ·
 [01853]  ἐπειδὴ δὲ τὸ αὐθαίρετον ἔχει τῶν ἀνθρώ πων ἡ φύσις, οἱ μὲν πεπιστευκότες τῆς σωτηρίας ἀπήλαυσαν, οἱ δὲ ἀπισ τήσαντες πρόξενοι ἑαυτοῖς τῆς γεέννης γεγένηνται.
 [02852]  οὕτως ἔστι καὶ παρὰ τοῖς ἀνθρώ ποις εὑρεῖν, τοὺς μὲν τελείους, καὶ τῶν θείων λογίων τὴν μελέτην ἀσπα ζομένους, καὶ τὴν ἀρετὴν ἐπιμελῶς μετιόντας·
000-00-00 Serial Number=0432495296
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02746]  Ὁ δὲ φι λάνθρωπος καὶ φιλοικτείρμων Θεὸς, τῶν ἀνθρώ πων τὸ γένος ὁρῶν διολλύμενον, καὶ τὸν προφήτην αἰτῆσαι τὸν ἔλεον μὴ βουλόμενον, καὶ τοὺς μὲν οἰ κτείρων, καὶ δοῦναι τὸν ἔλεον ἐπειγόμενος, τὸν δὲ γεραίρων, καὶ παρὰ τὴν αὐτοῦ γνώμην λῦσαι τὴν ἐξενεχθεῖσαν οὐκ ἀνεχόμενος ψῆφον, αὐτὸς ἔρχεται πρεσβευτὴς πρὸς τὸν οἰκέτην ὁ δεσπότης, πρὸς τὸν πηλὸν ὁ δημιουργὸς, καὶ πείθει λῦσαι τῶν νεφῶν τὰς ὠδῖνας τὴν πεδήσασαν γλῶσσαν·
000-00-00 Serial Number=0309611917
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00083]  Ἀπάτωρ μὲν γάρ ἐστι κατὰ τὸ ἀνθρώ πινον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»