Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀναστάσεως [149]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀναστάσεως


000-00-00 Serial Number=0146960974
Commentaria in Isaiam Ante [Go Back]  
 [02766]  Ἀλλ' ἀγαθότητι κυβερ νῶν τὰ καθ' ἡμᾶς ὁ δεσπότης κατέλυσε μὲν τὸν θάνατον, ἔπαυσε δὲ τὰ ἐπὶ τοῖς τελευτῶσι γιγνόμενα δάκρυα, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα, καὶ τὰ τῆς ἁμαρτίας περιεῖλεν ὀνείδη.
 [04462]  μανθάνουσαι γὰρ τὴν τοῦ θανάτου κατάλυσιν καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, ἱκανὴν εἶχον τῶν ὠδίνων παραμυθίαν τῶν κηρυττομένων τὴν προσδοκίαν.
 [05870]  Καὶ πάντες μέχρι καὶ τήμερον εἰς τὴν Ἱερουσαλὴμ συντρέχουσι, τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς τριποθήτους τόπους ἰδεῖν ἱμειρό μενοι.
 [06388]  ἐν γὰρ χειρὶ αὐτοῦ, τουτέστι τοῦ πεπονθότος, καὶ τοῦ θανάτου τὸν πόνον ἔλυσε καὶ τὸ τῆς ἀναστάσεως ὑπέδειξε φῶς καὶ οἱονεὶ πλάσιν νέαν διέπλασεν ἄφθαρτον καὶ ἀθ άνα τον καὶ ἐδικαίωσεν οὐχ ἁμαρτωλὸν ὄντα ἀλλὰ δίκαιον τουτέστιν ἀθῷον ὄντα ἁμαρτημάτων .
 [07090]  καὶ ἔστιν ἰδεῖν ἐξ ἁπάσης τῆς οἰκουμένης εἰς τὴν τῶν Ἱεροσολύμων συντρέχοντας |176 a| πόλιν, οὐχ ἵνα ἐν τῷ Ἰουδαίων ναῷ τὸν θεὸν προσκυνήσωσιν ἀλλ' ἵνα τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς πολυθρυλήτους ἴδωσι τόπους.
 [07242]  Τῇ γὰρ ἐλπίδι τῆς ἀναστάσεως ἐκέρασε τοῦ θανάτου τὴν ἀθυμίαν.
000-00-00 Serial Number=0916764200
De incarnatione domini Ante [Go Back]  
 [00360]  καὶ οὗτος δὲ λύεται, ἵνα κρείττονος ἀναστάσεως ἀπολαύσῃ, ἵνα τὴν θνητὴν ἀπόθηται φύσιν, ἵνα τὴν φθορὰν ἀποδύσηται καὶ τὴν ἀφθαρσίαν ἐνδύσηται, ἵνα τοῦ θανάτου καταλύσῃ τὸ κράτος, ἵνα τῶν κεκοιμημένων ἀπαρχὴ γένηται, ἵνα λύσας τῆς φθορᾶς τὰς ὠδῖνας ἀναδειχθῇ τῶν νεκρῶν πρωτότοκος, καὶ διὰ τῆς οἰκείας ἀναστάσεως εὐαγ γελίσηται τὴν πάντων ἀνθρώπων ἀνάστασιν.
 [00552]  Ὃν τρόπον γὰρ, φησὶν, ἡ ἐξ ὑμῶν ἀναληφθεῖσα φύσις τῇ τῆς θεότητος ἐνοικήσει τε καὶ ἑνώσει, τῆς ἀναστάσεως ἔτυχε, καὶ τὸ φθαρτὸν ἀνα τιθεμένη σὺν τοῖς παθήμασιν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μετέβη·
 [00557]  «Εἰ γὰρ σύμφυτοι, φησὶν ὁ Παῦλος, γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.».
000-00-00 Serial Number=0869256377
De providentia orationes decem Ante [Go Back]  
 [00737]  Περὶ γὰρ τῶν κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν εἰς τοὺς οὐρανοὺς ἁρπαζο μένων ἁγίων διαλεγόμενος, ἐπήγαγε λέγων·
 [01812]  Μὴ τοίνυν ἀπιστήσῃς τῇ τῶν σωμάτων ἀναστάσει, διηνεκῶς βλέπων τῆς ἀναστάσεως τὰ μι μήματα, καὶ διηνεκῶς ἀκούων τῶν τῆς ἀναστάσεως κηρυγμάτων.
 [01813]  Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυ τῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπά δας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα·
000-00-00 Serial Number=0413574278
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00410]  ∆ιὰ τοῦτο γὰρ καὶ ὁ δεσπότης ἡμῶν Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ πρὸ αἰώνων ὑπάρχων, ὁ συναΐδιος τῷ γεννήσαντι, ὁ τῶν ἁπάντων ποιητὴς καὶ κοσ μήτωρ καὶ κυβερνήτης, τὸ οἰκεῖον σῶμα, ὃ ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε, θανάτῳ παρέδωκεν, οὐχ ἵνα νεκρὸν αὐτὸ κατα λίπῃ, ἀλλ' ἐκεῖνο πρότερον ἀναστήσας, δι' ἐκείνου τὰς τῆς ἀναστάσεως ἐλπίδας ἐν ἡμῖν ἐγκατασπείρῃ.
 [00445]  καὶ αὐτὸ γὰρ τὸ σωτήριον βάπτισμα θανά του τύπον ἔχει καὶ ἀναστάσεως.
 [00449]  Εἰ γὰρ σύμφυτοι γε γόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα .
 [00457]  καὶ λαβὼν οὐκ ἀπόλλυσιν, ἀλλ' ἀθάνα τον ἡμῖν αὐτό, καὶ ἀπαθές, καὶ ἄτρεπτον ἀποδώσει ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ.
 [00502]  Καὶ τὸ θνητὸν τῆς φύσεως τῆς ἀνθρωπίνης ἐπίστασαι καὶ τῆς ἀναστάσεως τὰς ἐλπίδας δεδίδαξαι.
000-00-00 Serial Number=0012737274
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00086]  Κἂν τῆς μακρᾶς ἐκείνης συνηθείας ἀναμιμνήσκῃ, αὐτὸς τοὺς θείους νόμους ἀναγιγνώσκει καὶ τοῖς ἐκείνης δάκρυσιν ἀντι τάττει καὶ τῆς φύσεως τὸν δρόμον καὶ τοῦ Θεοῦ τὸν ὅρον καὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως.
 [00221]  Ἀλλ' ἐκείνην μὲν τὴν ὀδύνην ἡ φύσις εἰργάσατο, τὴν δὲ παραψυχὴν ὁ λογισμὸς μηχανάσθω, τό τε τῆς φύσεως ἐπίκηρον ἐνθυμούμενος καὶ τοῦ πάθους τὸ κοινὸν καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα καὶ τοῦ σοφῶς τὰ καθ' ἡμᾶς οἰκονομοῦντος τὸ βούλημα.
 [00289]  τούτου γὰρ δὴ χάριν τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον, ἵνα τοῦ θανάτου τὴν παῦλαν μεμαθηκότες, μὴ λίαν ἀλγῶμεν τῇ τῶν ποθουμένων χωριζόμε νοι τελευτῇ ἀλλὰ τὴν τριπόθητον τῆς ἀναστάσεως ἐλπίδα προσ μένωμεν.
 [00768]  Καὶ γὰρ τὴν τῶν σωτηρίων παθημάτων ἑωρτάσαμεν μνήμην, καὶ διὰ τῆς ∆εσποτικῆς ἀναστάσεως ἐδεξάμεθα τὰ τῆς κοινῆς ἀναστάσεως εὐαγγέλια, καὶ τὴν ἄρρητον τοῦ Θεοῦ καὶ Σωτῆ ρος ἡμῶν φιλανθρωπίαν ὑμνήσαμεν·
 [00780]  Συνημμένη γὰρ ἡ ἀνάστασις ἀπελαύνει τοῦ θανάτου τὸν θρῆνον, καὶ τῆς κοινῆς ἀναστάσεως ἐχέγγυος γίνεται.
 [00919]  καὶ ταύτην ἀναστήσας, πᾶσιν ἡμῖν ὑπέσχετο τὴν ἀνάστασιν, ἐχέγγυον ἀξιόχρεων τῆς ἡμετέρας ἀναστάσεως τοῦ τιμίου σώματος αὑτοῦ δεδωκὼς τὴν ἀνάστα σιν.
 [01982]  ∆ιά τοι τοῦτο καὶ τῆς κοινῆς ἀναστάσεως ἔχομεν τὴν ἐλπίδα·
 [02067]  Εἰ γὰρ καὶ τὴν σάρκα νῦν ἀθάνατον ἴσμεν, καὶ ἄφθαρτον, ἀλλ' οὖν πρὸ τῆς ἀναστάσεως καὶ θανά του καὶ πάθους ἦν δεκτική·
 [02207]  Τὰς γὰρ τῆς ἀναστάσεως ἐλπίδας ἐναργῶς ἐδεξάμεθα καὶ τὴν τῶν τεθνεώτων προσμένομεν ἀναβίωσιν·
 [02523]  Προφή της ὑπάρχων ὁ ∆αβίδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστή σειν κατὰ σάρκα τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρό νου αὐτοῦ, προειδὼς ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐ τοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν .
000-00-00 Serial Number=0206398189
Eranistes Ante [Go Back]  
 [00588]  Ἄκουσον τοίνυν τοῦ πρώτου τῶν ἀποστόλων βοῶντος, ὅτι Προφήτης ὢν ὁ ∆αβὶδ καὶ εἰδώς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
 [00616]  Κενόν, οὖν, ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν, ματαία δὲ καὶ τῆς ἀναστάσεως ἡ ἐλπίς.
 [00623]  Ὁ γὰρ θεῖος ἀπόστολος, μηδέπω μηδὲ τῆς κοινῆς ἀναστάσεως γενομένης, μήτε τῆς τῶν οὐρανῶν βασιλείας τοῖς πεπιστευκόσι παρασχεθείσης, βοᾷ·
 [00649]  {ΟΡΘ.} Εἰ δὲ καὶ τοὺς ἀποστόλους εὕροις πρὸ τῆς ἀναστάσεως ταῦτα λέγοντας, δέχῃ τὴν ἑρμηνείαν;
 [01518]  {ΕΡΑΝ.} Τούτων πρὸ τῆς ἀναστάσεως ἠνείχετο τῶν προσρημάτων, συγκατιὼν τῇ ἀσθενείᾳ τῶν μηδέπω γνησίως πεπιστευκότων·
 [02226]  Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ παθητὸν τὸν θεὸν λόγον, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα ἀνειληφέναι, ἢ ἄνουν ἄνθρωπον, ἢ τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι φύσεις ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
 [02383]  Ἆρ' οὐκ ἴσχυεν ἑαυτὸν ἰάσασθαι, καὶ ταῦτα μετὰ τὴν ἀνάστασιν, ὁ πάντας καὶ πρὸ τῆς ἀναστάσεως ἰασάμενος;
 [02540]  Τὴν μὲν γὰρ τοῦ θεοῦ φύσιν ἐν τῇ δυνάμει τῆς ἀναστάσεως νόει, τὴν δὲ κατὰ ἄνθρωπον οἰκονομίαν ἐν τῷ θανάτῳ ἐπιγνώσῃ.
 [02668]  Ἀλλ' ἡμεῖς μὴ ταπεινωθῶμεν ταπεινὴν ἡγησάμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσκύνησιν καὶ μετὰ τῆς ἀνθρωπίνης ὁμοιώσεως, ἀλλ' ὥς τινα βασιλέα καὶ ἐν εὐτελεῖ φανέντα στολῇ τῇ βασιλικῇ δόξῃ δοξάζοντες, καὶ μάλιστα ὁρῶντες καὶ αὐτὸ τὸ ἔνδυμα δοξασθέν, ὡς ἥρμοττε σώματι θεοῦ καὶ σωτῆρι κόσμου καὶ σπέρματι ζωῆς αἰωνίου καὶ ὀργάνῳ θείων ἐνεργειῶν καὶ λυτικῷ κακίας ἁπάσης καὶ θανάτου καθαιρετικῷ καὶ ἀναστάσεως ἀρχηγῷ·
 [03069]  {ΕΡΑΝ.} Καὶ πῶς δίκαιον εἶναί σοι δοκεῖ τὰ δικαίως τῷ θανάτῳ παραδοθέντα σώματα τῷ παρανόμως κατασχεθέντι κοινωνῆσαι τῆς ἀναστάσεως;
 [03078]  Ταὐτὸ τοίνυν τοῦτο δοτέον καὶ ἐπὶ τῆς ἀναστάσεως.
 [03148]  Ἐπειδὴ τοίνυν οὐχ οἷόν τε ἦν ἐν τῷ κριῷ προτυπωθῆναι τὴν ἀναβίω σιν, ἀλόγῳ γε ὄντι καὶ τῆς θείας εἰκόνος ἐστερημένῳ, μερίζονται τοῦ [210] τῆς οἰκονομίας μυστηρίου τὸν τύπον, καὶ ὁ μὲν τοῦ θανάτου, ὁ δὲ τῆς ἀναστάσεως δείκνυσι τὴν εἰκόνα.
 [03243]  Τοῦτο τοίνυν μαθὼν ὁ τῆς οἰκουμένης διδάσκαλος, τοὺς περὶ τῆς τῶν σωμάτων ἀναστάσεως αὐτοῖς προσενήνοχε λόγους.
 [03248]  Ἀναστὰς τοιγαροῦν διὰ τῆς οἰκείας ἀναστάσεως κηρύττει τὴν πάντων ἀνθρώπων ἀνάστασιν.
 [03250]  Οὐκ ἐᾷ γὰρ πιστεύειν τῷ λόγῳ τῆς ἀναστάσεως τῶν φύσεων τὸ ἀνόμοιον.
 [03277]  Καὶ Θεσσαλονικεῦσι δὲ γράφων ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως βεβαιοῖ τὸν περὶ τῆς κοινῆς ἀναστάσεως λόγον.
 [03279]  {ΕΡΑΝ.} Ἔδειξε μὲν ὁ ἀπόστολος τὴν κοινὴν ἀνάστασιν διὰ τῆς [216] δεσποτικῆς ἀναστάσεως.
 [03442]  {ΟΡΘ.} Ὁπηνίκα τὸ πανάγιον τοῖς ἀποστόλοις ἐπεφοίτησε πνεῦμα, καὶ τὸ παράδοξον θέαμά τε καὶ ἄκουσμα πολλὰς ἀνθρώπων παρὰ τὸ δωμάτιον ἐκεῖνο μυριάδας συνήθροισε, τίνα τῶν ἀποστόλων ὁ πρῶτος τηνικαῦτα δημηγορῶν περὶ τῆς δεσποτικῆς εἴρηκεν ἀναστάσεως.
 [03447]  {ΟΡΘ.} Οἱ τῆς ἀτρέπτου καὶ ἀπεριγράφου θεότητος καὶ τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν εἶναι λέγοντες, πῶς ἡμῖν ἐξαίφνης ἀνεφάνητε σώφρονες, ὡς παραιτεῖσθαι καὶ τῇ ψυχῇ προσάπτειν τὸ τῆς ἀναστάσεως ὄνομα;
 [03448]  [223] {ΕΡΑΝ.} Ὅτι τῷ πεπτωκότι πρόσφορον τὸ τῆς ἀναστάσεως πρόσ ρημα.
 [03449]  {ΟΡΘ.} Ἀλλ' οὐ δίχα ψυχῆς τὸ σῶμα τυγχάνει τῆς ἀναστάσεως, νεουργούμενον δὲ τῷ θείῳ βουλήματι, καὶ τῇ ὁμόζυγι συναπτόμενον, ἀπολαμβάνει τὸ ζῆν.
 [03461]  {ΟΡΘ.} Τῆς δέ γε ἀναστάσεως μνημονεύσας ὁ μέγας Πέτρος, καὶ μὴν δὴ καὶ ὁ θεῖος ∆αβίδ, τὴν μὲν ψυχὴν ἔφασαν μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου, τὸ δὲ σῶμα μὴ ὑπομεῖναι διαφθοράν;
 [03751]  Συνιδὼν γὰρ ὁ λόγος, ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορά, εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν λόγον ἀποθα νεῖν, ἀθάνατον ὄντα καὶ τοῦ πατρὸς υἱόν, τούτου ἕνεκα τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ ἐπὶ πάντας λόγου μεταλαβόν, ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι.
 [03754]  καὶ οὕτως συνὼν διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ υἱός, εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγε λίᾳ.
 [03758]  ἀποδείξεις ἤδη καὶ ὑπὲρ πάντων θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν αὑτοῦ ναὸν εἰς [238] θάνατον παραδιδούς, ἵνα τοὺς πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ, δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείτ τονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος.
 [03801]  Καὶ τοῦτό ἐστι τὸ φύσει μὲν τῆς τοῦ θεοῦ περὶ τὸν θάνατον οἰκονομίας καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, τὸ διαλυθῆναι μὲν τῷ θανάτῳ τοῦ σώματος τὴν ψυχὴν κατὰ τὴν ἀναγκαίαν τῆς φύσεως ἀκολουθίαν μὴ κωλῦσαι, εἰς ἄλληλα δὲ πάλιν ἐπαναγαγεῖν διὰ τῆς ἀναστάσεως.
 [03803]  Ἐπειδὴ γὰρ οὐκ ἄλλοθεν, ἀλλ' ἐκ τοῦ ἡμετέρου φυράματος, ὁ θεο δόχος ἄνθρωπος ἦν, ὁ διὰ τῆς ἀναστάσεως συνεπαρθεὶς τῇ θεότητι·
 [03975]  Θανάτῳ δὲ τὴν σάρκα παραδούς, τὸν θάνατον ἔλυσε διὰ τῆς ἀναστάσεως εἰς τὴν πάντων ἡμῶν ἀνάστασιν.
 [04251]  Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, δεξάμενον πρὸ τῆς ἀναστάσεως τῆς φύσεως τὰ παθήματα.
 [04302]  καὶ ἁπτὸν ἦν καὶ ὁρατόν, καὶ διατρήσεις ἔχον καὶ ὠτειλάς, ἅσπερ εἶχε πρὸ τῆς ἀναστάσεως.
 [04375]  Ταύτης γὰρ δὴ τὴν ἀνάστασιν ἐχέγγυον ἔχομεν τῆς κοινῆς ἀναστάσεως.
 [04435]  Εἰ ὁμολογοῦσι τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ παθητὴν εἶναί φασιν πρὸ τῆς ἀναστάσεως, τῆς δὲ θεότητος τὴν φύσιν κηρύττουσιν ἀπαθῆ, τί δήποτε τὴν παθητὴν φύσιν ἐῶντες, τῇ ἀπαθεῖ τὸ πάθος προσάπτουσιν;
000-00-00 Serial Number=0589465737
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00740]  καὶ παραμυθοῦνται τὴν νύμφην, ὅτι Πάντα τὸν πρὸ τῆς ἀναστάσεως τοῦ βασιλέως καιρὸν ἡμεῖς σοὶ συνεσόμεθα, καὶ διακοσμήσομέν σε τῷ δυνατῷ κόσμῳ·
 [02643]  Καὶ ὥσπερ φῶς ὑπάρχων φῶς αὐτὴν εἰργάσατό τε καὶ προσηγόρευσε, καὶ ἅγιος ὑπάρχων ἁγίαν αὐτὴν ἐποίησε, καὶ ἀνά στασις γινόμενος ἀναστάσεως αὐτὴν ἠξίωσεν·
000-00-00 Serial Number=0735612214
Graecarum affectionum curatio Ante [Go Back]  
 [02622]  καὶ κατ' αὐτήν γε τὴν τοῦ σωτηρίου πάθους ἡμέραν, ἐν ᾗ καὶ τοῦ πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως τὴν μνήμην πανηγυ ρίζομεν, ἁπάσας τὰς ἐν τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσαν ἐκκλησίας.
 [03534]  [11.58] Οὗτος καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως καὶ Κορινθίοις καὶ Θεσσαλονικεῦσι καὶ Φιλιππησίοις καὶ πολλοῖς ἄλλοις ἐπέ στειλεν.
000-00-00 Serial Number=0848625422
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00873]  κακῶς δὲ τὴν ἀποστολικὴν νενοηκότες παρά δοσιν, τὴν τῆς Κυριακῆς ἀναστάσεως οὐκ ἀναμέ νουσιν ἡμέραν, ἀλλὰ ποτὲ μὲν τρίτῃ, ποτὲ δὲ πέμπτῃ, ποτὲ δὲ Σαββάτῳ, ἢ ὅπως ἂν τύχῃ, πανηγυρί ζουσι τοῦ πάθους τὴν μνήμην.
 [01251]  τὴν πάροδον μόνην διὰ τῆς Παρθέ νου ποιήσασθαι, καὶ τῷ σταυρῷ προσηλωθῆναι καὶ προσπαγῆναι τὴν ἀπερίγραφον καὶ ἀπεριόριστον καὶ ἀχώρητον θεότητα τοῦ Μονογενοῦς, καὶ ταύτην τῷ τάφῳ παραδοθεῖσαν τετυχηκέναι τῆς ἀναστάσεως.
 [01255]  Τί δήποτε τοίνυν ὁ θεῖος Ἀπόστολος ἀπὸ τῆς ∆εσποτικῆς ἀναστάσεως τὸν περὶ τῆς ἡμετέρας ἀναστάσεως κρα τύνει λόγον, καὶ Κορινθίοις γράφων βοᾷ·
 [01313]  Περὶ ἀναστάσεως.
 [02295]  Τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
 [02314]  Ὁ δὲ μέγας Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, εἶτα τῆς τοῦ ∆αβὶδ ἀναμνήσας προῤῥήσεως, ἣν περὶ τῆς ∆εσποτικῆς προεθέσπισεν ἀναστάσεως, καὶ ταῦτα ἔφη·
 [02410]  Οὐ γὰρ μόνον τῶν παλαιῶν ἁμαρτημάτων δωρεῖται τὴν ἄφεσιν, ἀλλὰ καὶ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἐντίθησιν ἀγαθῶν, καὶ τοῦ ∆εσποτικοῦ θανάτου, καὶ τῆς ἀναστάσεως καθίστησι κοινωνοὺς, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς τὴν μετουσίαν χαρίζεται, καὶ υἱοὺς ἀποφαίνει Θεοῦ, καὶ οὐ μόνον υἱοὺς, ἀλλὰ καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους Χριστοῦ.
 [02415]  ἀῤῥα βὼν γάρ ἐστι τῶν μελλόντων ἀγαθῶν, καὶ τῆς ἐσο μένης ἀναστάσεως τύπος, καὶ κοινωνία τῶν ∆εσπο τικῶν παθημάτων, καὶ μετουσία τῆς ∆εσποτικῆς ἀνα στάσεως, καὶ ἱμάτιον σωτηρίου, καὶ χιτὼν εὐφροσύ νης, καὶ στολὴ φωτοειδὴς, μᾶλλον δὲ αὐτὸ φῶς.
 [02420]  Εἰ γὰρ σύμφυτοι γεγό ναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.
 [02425]  Περὶ ἀναστάσεως.
 [02426]  Οὕτω τελοῦντες τὸ μυστήριον τοῦ βαπτίσματος, τὴν περὶ τῆς ἀναστάσεως ἐλπίδα δεχόμεθα, ἀνάστασιν δὲ σω μάτων περιμένομεν.
 [02448]  Καὶ τοῖς Σαδδουκαίοις δὲ οὐ προσιεμένοις τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐπιτιμῶν ὁ Κύριος, ἔφη ταῦτα·
 [02449]  Περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀν έγνωτε τὸ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ;
 [02497]  Ὑπὲρ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον.
 [02498]  Καὶ τί λέγω τοὺς ἀποστόλους, τοὺς σαφεστέραν παρὰ τοῦ Κυρίου περὶ τῆς ἀναστάσεως δεξαμένους διδα σκαλίαν;
 [02505]  Ὁ δὲ τρισμακάριος Ἰεζεκιὴλ, καὶ αὐτὸν εἶπεν ἑωρακέναι τὸν τρόπον τῆς ἀναστάσεως·
 [02509]  Εἶτα διδάσκει, πῶς κελευσθέντα πανταχόθεν ἐπανῆλθε τὰ πνεύματα, καὶ ὡς τούτων τούτοις συναφθέντων, ὁ τῆς μελλούσης ἀναστάσεως προδιεγράφη τύπος.
 [02510]  Εἰ δὲ καὶ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ταῦτα προὔλεγον οἱ προφῆται, ποίαν οὐκ ἂν εἰκότως τίσαιεν δίκην οἱ μετὰ τὴν τοῦ Σωτῆρος ἀνάστασιν, καὶ τὰ τῶν ἀπο στόλων κηρύγματα, διαπιστοῦντες τῷ λόγῳ τῆς ἀναστάσεως;
000-00-00 Serial Number=0542727888
Historia ecclesiastica Ante [Go Back]  
 [01488]  τοῦτον οἴδαμεν μονογενῆ θεοῦ υἱὸν πέμποντος τοῦ πατρὸς παρα γεγενῆσθαι ἐκ τῶν οὐρανῶν, καθὼς γέγραπται, εἰς καθαίρεσιν ἁμαρτίας καὶ θανάτου, καὶ γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ θένου, καθὼς γέγραπται, κατὰ σάρκα, καὶ συναναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν βούλησιν τοῦ πατρὸς σταυρῷ προσηλωθέντα, ἀποθανόντα καὶ ταφέντα καὶ εἰς τὰ καταχθόνια κατελθόντα, ὃν αὐτὸς ὁ ᾅδης ἐτρόμασε, καὶ ἀνελθόντα ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, συναναστραφέντα μετὰ τῶν μαθητῶν τεσ σαράκοντα ἡμερῶν πληρουμένων καὶ ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός, ἐρχόμενον δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως μετὰ δόξης πατρικῆς ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
000-00-00 Serial Number=0298494220
Historia religiosa Ante [Go Back]  
 [00483]  Οὕτω δὲ καὶ τὴν πνευματικὴν αὐτοῦ σοφίαν οὐχ ἅπασιν ἐδήλου, καὶ ταῦτα τὸ τελευταῖον, μετὰ τὴν τοῦ σωτηρίου πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως ἑορτὴν εἰσιέναι τοὺς βουλομένους πρὸς αὐτὸν ἐπιτρέψας.
 [02493]  καὶ πρὸς τούτοις λογιζόμενοι τὸν ὑπὲρ ἡμῶν σταυρώμενον, τὰ σωτήρια πάθη, τοῦ θανάτου τὴν παῦλαν, τὴν δοθεῖσαν ἡμῖν τῆς ἀναστάσεως ἐλπίδα.
 [02541]  Καὶ μέντοι καὶ τὰ τῆς ἀναστάσεως δεξάμενος εὐαγγέλια, πρῶτος τὸν τάφον κατέ λαβε·
000-00-00 Serial Number=0704474032
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05470]  ἡμῖν δὲ καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς εὐαγγελικὸν κήρυγμα μετὰ πίστεως δεξαμένοις, τῆς τῶν σωμάτων ἡμῶν ἀναστάσεως ἐπιδείκνυσι τὴν εὐκολίαν, καὶ ὅτι τῷ θείῳ λόγῳ καὶ νεύματι τῶν πραγμάτων ἡ φύσις ἀκολουθεῖ.
 [05484]  Ὑπουργῷ τῷ προφήτῃ, καὶ οἷόν τινι ὀργάνῳ τῆς κατὰ τὴν [81.1192] ὀπτασίαν ἀναστάσεως κέχρηται, καὶ διὰ τῆς τούτου γλώττης τοῖς ἀψύχοις ἐκείνοις καὶ ἁπαξαπλῶς νε κροῖς ὀστέοις παρακελεύεται, καὶ σάρκας φῦσαι, καὶ νεῦρα, καὶ δέρμα, καὶ ζωτικὸν δέξασθαι πνεῦμα.
 [05485]  Καὶ ἐγένετο ταῦτα οὐ μόνον τῆς τῶν Ἰουδαίων ἀνακλήσεως, ἀλλὰ καὶ τῆς ἁπάντων ἀναστάσεως τύπος.
 [05510]  Ἐμοῦ, φησὶ, τὸ θεῖον διαπορθμεύ σαντος πρόσταγμα, καὶ ἐζωοποιήθη τὰ συνδεθέντα σώματα, καὶ ἀναστάσεως ἔτυχε, καὶ ἦν, φησὶ, πλῆ [81.1193] θος οὐκ ὀλίγον τῶν ἀναστάντων.
 [05864]  ἐπὶ δὲ τοῦ παρόντος, διὰ τοῦ ∆εσποτικοῦ θα νάτου καὶ τῆς ἀναστάσεως τὰς τῆς θεογνωσίας [81.1220] ἀκτῖνας ἐδέξατο τὰ ἔθνη, καὶ τῆς πατρῴας ἀσεβείας ἀπαλλαγέντα, προσκυνεῖν μεμαθήκαμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα·
 [05878]  Προθεσπί σας αὐτοῖς ὁ τῶν ὅλων Θεὸς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τὴν οἰκείαν ὑποδείξας δύναμιν διὰ τῆς τῶν ξηρῶν ἐκείνων ὀστῶν ἀναστάσεως, προλέγει καὶ τῆς πόλεως καὶ τοῦ νεὼ τὴν οἰκοδομίαν·
 [06350]  τὸν τοῦ σταυροῦ, ἢ τῆς ἀναστάσεως, ἢ τὸν οἰκοδομηθησό μενον;
000-00-00 Serial Number=0904198170
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00494]  Πάντα γὰρ θόρυβον, καὶ διχόνοιαν τῶν λογισμῶν ἐξελάσας, καὶ τούτοις πρυτανεύσας εἰρήνην, καὶ ταῦτα περὶ τῆς ἀγαθῆς σου προνοίας διδάξας φρονεῖν, ἐπ' ἐλπίδι τῆς ἀναστάσεως τὸν θάνατον δέξομαι.
 [01024]  Ἐν ταύ ταις τοίνυν, φησὶν, ἀγαλλιώμενοι, καὶ χορεύον τες ἐπὶ ταῖς ἐλπίσι τῆς ἀναστάσεως, τὸν τούτων πρόξενον ἀνυμνήσομεν.
 [01602]  Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδ' ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
 [01609]  Λέγει τοίνυν ὁ ∆εσπότης Χριστὸς ἀνθρωπίνως κἀνταῦθα, ὅτι ∆ιηνεκῶς ὑπὸ τῆς θείας στηριζόμενος φύσεως τῷ σωτηρίῳ πρόσ ειμι πάθει, καὶ τῇ ἐλπίδι τῆς ἀναστάσεως ἐπευ φραίνομαι.
 [01611]  Ταχείας γὰρ τῆς ἀναστάσεως τεύξομαι, καὶ εἰς τὴν ζωὴν ἐπανήξω·
 [01615]  εἰκότως τούτοις ἐχρή σατο τοῖς λόγοις τῆς ἀναστάσεως μνημονεύσας, διδάσκων ὡς ἀντὶ τῆς ἀθυμίας ἐκείνης ἐν διηνεκεῖ θυμηδίᾳ γενήσεται, ἀπαθὴς, καὶ ἄτρεπτος, καὶ ἀθάνατος, καὶ κατὰ τὴν ἀνθρωπείαν φύσιν γενόμενος.
 [02368]  Οὗτος ὁ ψαλμὸς τοῦ ∆ε σπότου Χριστοῦ προαγορεύει τὰ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν.
 [02375]  Τινὲς δὲ ἀντί ληψιν ἑωθινὴν λέγουσι τὸν τῆς ἀναστάσεως τοῦ Σω τῆρος καιρόν.] Εἰς αὐτὸν τοίνυν εἴρηται ὁ ψαλμός.
 [02567]  Ὑμνήσατε, φησὶ, τὸν αἴτιον τῆς σωτηρίας ταύτης ὑμῖν γενόμενον, τὸν τὴν εὐτελεστάτην ὑμῶν φύσιν οὐκ ἀνασχόμενον παριδεῖν, ἀλλ' εἰσακού σαντα, καὶ διὰ τῆς ἐμῆς ἀναστάσεως ὑμῖν τὴν σωτηρίαν πραγματευσάμενον μετὰ ταῦτα παραδηλοῖ ἣν ὡς Θεὸς ἔχει πρὸς τὸν Πατέρα ἰσότητα.
 [02588]  Καὶ γὰρ ἔτι φθαρτὸν περι κείμενοι σῶμα, τῇ ἐλπίδι τῆς ἀναστάσεως ψυχαγω γούμενοι, προσμένουσι τὴν ζωὴν αἰώνιον.
 [03309]  θάνατον, καὶ καταλύσας τὸν θάνατον, καὶ τῆς ἀναστάσεως ἡμῖν δεδωκὼς τὰς ἐλπίδας.
 [03318]  τῇ δὲ θείᾳ φιλανθρωπίᾳ τῆς ἀναστάσεως ἔτυχεν.
 [03338]  ἐπειδὴ γὰρ ἅπασιν ἀνθρώποις ἔδωκε τὸ τῆς ἀναστάσεως δῶρον, οὐ πάντες δὲ τῆς χάριτος ἄξιοι, ἁρμοδίως τοὺς ἀξίους εἰς τοὺς ὕμνους ἀφιεροῖ.
 [03355]  Τῶν γὰρ ἱερῶν ἀποστόλων, καὶ τῶν σὺν αὐτοῖς πεπιστευκότων, ὀδυρομένων τοῦ Κυρίου τὸ πάθος, ἧκον αἱ γυναῖκες ὑπὸ τὴν ἕω, τῆς ἀναστάσεως τὴν εὐφροσύνην κομίζουσαι.
 [03389]  Καθάπερ γὰρ ὁ Ἐζεκίας τῶν πεντεκαί δεκα ἐνιαυτῶν τὴν ἐπαγγελίαν δεξάμενος εὐφρο σύνης ἐνεπλήσθη πολλῆς, οὕτω δίκαιον ἡμᾶς τὴν ἐλπίδα δεξαμένους τῆς ἀναστάσεως, μὴ θρηνεῖν τοὺς τελευτῶντας, ἀλλ' ἐκείνην μετ' εὐθυμίας προσ μένειν.
 [04575]  ἀναφέρεσθαι δὲ καὶ εἰς ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς τῆς ἀναστάσεως δεξαμένην ἐλπίδας.
 [04607]  Ἁρμόττει δὲ διαφερόντως τῇ φύσει τῶν ἀνθρώπων, εἰς αὐτὸν κατενεχθείσῃ τὸν τῆς ἁμαρτίας πυθμένα, καὶ τῷ θανάτῳ παραπεμφθείσῃ, καὶ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως ἀνιμηθείσῃ, καὶ δεξαμένῃ τῆς ἀναστάσεως τὰς ἐλπίδας, λέγειν, Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
000-00-00 Serial Number=0739535034
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02262]  Εἰς τὸ τέλος, Ὠδὴ ψαλμοῦ ἀναστάσεως.
 [05143]  Οὐχ ἡ ψυχὴ δὲ μόνη γάννυται, καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοι νώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως.
000-00-00 Serial Number=0867496610
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00165]  Προφήτης οὖν ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι Οὐκ ἐγκατ ελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ, εἶδε διαφθοράν·
 [01855]  Ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἔδωκεν, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα.
 [02744]  Τὰ δὲ ἔθνη ἔστενε μὲν ταῖς παντοδαπαῖς προσπαλαίοντα συμφοραῖς, καὶ οἰμωγαῖς, καὶ θρήνοις ἀπαραμυθή τοις ἐκέχρηντο, τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλ πίδα, οὐ μὲν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐζήτησαν.
 [02763]  καὶ ἅπασαν ἀνθρώπων τὴν φύ σιν ταῖς θείαις διδασκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπικειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα καὶ διέῤῥηξε τὰ ἰσχυρὰ τῆς ἁμαρτίας δεσμά.
 [02829]  Καὶ μὲν δὴ καὶ πάντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προ τέρας ἀπάτης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γα λήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν.
 [05705]  Εἰγὰρκαὶ ὁ παλαιὸς νεὼς ἔρημος διὰ τὴν Ἰουδαίων μανίαν ἐγένετο, ἀλλ' οὖν ἐκεῖ πάλιν, καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία διὰ τῆς θείας ἠξίωτο χάριτος·
 [05710]  Ἐν ἐκείνῃ δὲ καὶ ὁ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως τόπος.
 [05730]  Προφήτης ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστῆσαι τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθ ίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησεν περὶ τῆς ἀναστάσεως αὐτοῦ.
000-00-00 Serial Number=0769195378
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00508]  αἰνίττεται δὲ διὰ τούτων καὶ τὴν διὰ τριῶν ἡμερῶν γενομένην τοῦ Σωτῆρος ἀνάστασιν, ἣ τῆς κοινῆς ἀναστάσεως ἐγένετο πρόξενος, καὶ πᾶσιν ἡμῖν δεδώρηται τὴν τῆς ἀθανασίας ἐλπίδα, διὰ τῆς εἰς τὸν Θεὸν ἐπιγνώσεως ἐγγινομένην.
 [01262]  τῆς γὰρ ἡμετέ ρας ἀπαρχῆς ἀναστάσης, ἅπαντες ἡμεῖς ἐδεξάμεθα τῆς ἀναστάσεως τὴν ἐλπίδα.
 [01268]  Αὕτη δὲ, φησὶν, ἡ παραψυχὴ τῆς χρηστοτέρας ἐλπί δος, καὶ τῆς ἀναστάσεως ἡ προσδοκία, καὶ ἀπὸ τῶν αἰχμαλώτων γιγνομένων Ἰουδαίων, καὶ ἀπὸ πάντων ἀνθρώπων τέως κεκρῦφθαι δοκεῖ·
000-00-00 Serial Number=0644848585
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00208]  Εἰ ἕως τῆς τῶν σωμάτων ἀναστάσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτης ἐξετά ζεται καταστάσει μέχρι τῆς ἀναστάσεως;
 [00210]  Καὶ εἰ οὐκ ἔστι πρὸ τῆς ἀναστάσεως τῶν ἔργων ἀντί δοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφελος εἰς τὸν παράδεισον, αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης;
 [00303]  Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ἐχρήσατο, πῶς οἱ καιόμενοι καὶ τεμνόμενοι ἀναστήσονται;
 [00662]  εἰ δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ αὐτὰ εἰς τὸ εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως.
 [01190]  οὔτε γὰρ πρὸ τῆς ἀναστάσεως τῶν ἑκάστῳ βεβιωμένων ἡ ἀνταπόδοσις γίνεται, οὔτε μετὰ τὴν ἀνάστασιν ἀληθὲς τὸ ἔχουσι Μωσέα καὶ τοὺς προφήτας·
 [01336]  Εἰ ἕως τῆς τῶν σωμάτων ἐγέρσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτῃ ἐξε τάζεται καταστάσει μέχρι τῆς ἀναστάσεως;
 [01347]  Καὶ εἰ, καθὼς ἔφης, πρὸ τῆς ἀναστάσεως οὐκ ἔστι τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφε [83] λος, εἰς τὸν παράδεισον αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης, καὶ μά λισθ' ὅτι ὁ μὲν παράδεισος αἰσθητός, νοητὴ δὲ ἔστι τῆς ψυχῆς ἡ οὐσία;
 [01437]  πῶς οὖν ἐπὶ τούτων μόνον σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει, ὅτι ἐνεφανίσθη σαν πολλοῖς, ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι;
 [01443]  καὶ καθώσ περ ὅταν εἴπῃ ἡ θεία γραφή ὁ ἐγείρας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώ ματα, οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν, οὔτε φαντασίας ὑπόνοιαν δίδωσιν, ἀλλὰ τελείας ἀναστάσεως τὴν πίστιν, οὕτως καὶ ὅταν λέγῃ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, τὴν τε λείαν λέγει ἀνάστασιν.
 [01445]  δι' ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μένουσιν ἐν ἀθανασίᾳ, καθάπερ Ἐνὼχ καὶ Ἠλίας, καὶ εἰσὶ σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ, ἀναμένοντες τὴν κοινωνίαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως, γινομένην κατὰ τὴν ἐναλλαγήν, καθ' ἥν, ὥς φησιν ὁ ἅγιος ἀπόστολος, πάντες ἀλλαγησόμεθα·
 [01682]  ς ἀσθενειῶν ἀνώτερος διὰ τῆς ἀναστάσεως γενόμενος, ὡς ἀρχιερεὺς τῆς ὁμο λογίας ἡμῶν, ἐντυγχάνει τῷ θεῷ ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἔτι ὑποκειμένου αὐτοῦ τῇ ἀσθενείᾳ τῆς σαρκὸς ἐδεῖτο μεγάλης κραυγῆς, καὶ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, μεθ' ὧν τὴν δέησιν προσέφερε τῷ δυναμένῳ ῥύσασθαι αὐτὸν ἐκ θανάτου;
 [01726]  Εἰ τὸ τῆς ἀναστάσεως δῶρον πᾶσι τοῖς θνή σκουσιν ὁ θεὸς διδόναι ὑπέσχετο, καὶ πάντες ἐκ τῶν τάφων ἀνα στάντες ζῶντες τῷ κριτῇ παρίστασθαι μέλλουσι, πῶς πληρωθή σεται τὸ κρίνειν νεκροὺς καὶ ζῶντας τὸν κύριον;
 [01749]  ἐχρήσατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι πρὸς πίστω σιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπιστοῦμεν τὴν βλά στησιν τοῦ σπέρματος ὁρῶντες ἐν τῇ γῇ ἀποθανόντος καὶ ἀποβε βληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕτως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν·
 [01759]  μαθόντες δὲ ὑπὸ τοῦ πνεύματος τὸ τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ θεὸς καταργεῖ, ἐκ τῆς ἰουδαϊκῆς ὑπολήψεως εἰς τὴν ἔννοιαν μετηνέχθησαν, τὴν πρέπουσαν τῇ καταστάσει τῶν ἀνιστα μένων ἐκ τῶν νεκρῶν, ἐν ᾗ οὔτε βρῶσις οὔτε πόσις οὔτε γάμος, ἀλλ' ἰσάγγελοι ἔσονται οἱ τῆς ἀναστάσεως υἱοί.
 [01786]  τὸ δὲ ἐν τῇ κυριακῇ μὴ κλίνειν γόνυ σύμ βολόν ἐστι τῆς ἀναστάσεως, δι' ἧς τῇ τοῦ Χριστοῦ χάριτι τῶν τε ἁμαρτημάτων καὶ τοῦ ἐπ' αὐτῶν τεταγμένου θανάτου ἐλυτρώ θημεν.
 [01807]  τὸ γὰρ ἐν τῷ μνήματι τὰ μὲν τοῦ ἐντα φιασμοῦ αὐτοῦ ὁρᾶν ἱμάτια, αὐτὸν δὲ μὴ ὁρᾶν, δεῖγμα ἐναργέστα τον τῆς αὐτοῦ γέγονεν ἀναστάσεως.
 [02116]  Εἰ πρὸ τοῦ τάφου τῷ μύρῳ ἡ Μαρία τὸν κύριον ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτίσματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριόμενοι, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέ σαντες σύμβολα, τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ' ἐναν τίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθεν;
000-00-00 Serial Number=0963140428
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00694]  ἐπειδὴ γὰρ ὁ Ἄβελ πρῶτος γεγονὼς τῆς δικαιοσύνης καρπὸς πρόωρός τε καὶ πρόρριζος ἐξεκόπη, ἐλπὶς δὲ τῆς ἀναστάσεως οὐδέπω τοὺς ἀνθρώπους ἐψυχαγώγει·
 [01685]  διὰ δὲ τούτων τῶν λόγων ᾐνίξατο τὴν ἐλπίδα τῆς ἀναστάσεως·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»