Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνέχεται [50]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνέχεται


000-00-00 Serial Number=0363940537
Commentaria in Isaiam Ante [Go Back]  
 [02329]  Τούτων ἀκούσας ὁ προφήτης τῶν λόγων οὐκ ἀνέχεται κρύψαι ἀλλὰ τοῖς ὁμοφύ λοις σημαίνει·
 [02922]  «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς», καὶ νῦν τὸ δεσποτ ικόν φησιν αἷμα οὐκ ἀνέχεται κατακρύψαι ἡ γῆ ἀλλὰ τοῦτο δείκνυσι τῆς μανίας κατηγοροῦσα.
 [03857]  μέγας γάρ ἐστι τῶν ἐκκλησιῶν ὁ θεὸς καὶ παρορᾶν αὐτὰς οὐκ ἀνέχεται.
000-00-00 Serial Number=0528093576
De incarnatione domini Ante [Go Back]  
 [00521]  ἀνέχεται καὶ ἐπὶ κάρης [ξοδ.
000-00-00 Serial Number=0810964048
De providentia orationes decem Ante [Go Back]  
 [00128]  Εἶτα κατὰ τὸ μετόπωρον ἰσόμετρος γιγνομένη, οὐκ αἰσχύνεται μειουμένη, οὐδὲ πλεονεκτεῖν ἀνέχεται τὴν ὁμόζυγα, ἀλλ' ἕως ἂν ἅπαν ἐκτίσῃ τὸ ὄφλημα, οὐ παύεται λή γουσα, καὶ τοῖς ἀνθρώποις μακρὰν πραγματευομένη τὴν θεραπείαν.
 [00419]  Τὸ δὲ, οὐκ ἀνέχεται μόνον τῆς χρείας ἀπολαύειν, ἀλλὰ πᾶσι τοῖς μορίοις τοῦ σώμα [83.597] τος ταύτην διὰ τῶν φλεβῶν τὴν ἀρδείαν προσφέρει.
 [00778]  Καὶ σὺ μὲν κελεύεις, ὁ δὲ τὸν ζυγὸν ὑπέρχεται, καὶ τῆς ζεύγλης ἀνέχεται, καὶ τῆς τῶν κεράτων ἐπιλανθάνε ται χρείας, καὶ τὴν σὴν δειμαίνει φωνὴν, καὶ τῆς ἰσχύος τὸ διάφορον οὐκ ἐπίσταται, ἀλλὰ τῷ λίαν ἀσθενεστέρῳ ζώῳ δουλεύειν ἀνέχεται.
 [00781]  καὶ ταῖς μακραῖς ὁδοιπορίαις τρυχό μενον, ἀνέχεται τῶν ἀλγυνόντων, καὶ τοῖς βαρύνουσι πείθεται, καὶ προσφερόμενον μὲν δέχεται τὸν χιλὸν, λιμῷ δὲ πιεζόμενον, οὐ καταβοᾷ τῶν κεκτημένων.
 [00808]  ἀλλὰ τῆς σῆς δεσποτείας ἀνέχεται.
 [00812]  Μὴ τοί νυν δυσχεραίνῃς μικρὸν ἔχων τὸ σῶμα, ἀλλὰ σκόπη σον ἡλίκα τούτῳ ζῶα δουλεύειν ἀνέχεται, καὶ τὸν ὑποτάξαντα προθύμως ἀνύμνησον, καὶ δι' αὐτὸ δὲ τοῦτο χάριν ὁμολόγησον τῷ Ποιητῇ.
 [00826]  εὑρὼν δὲ, καὶ τοῖς ὀδοῦσι καὶ τοῖς ὄνυξι δήσας, οὐ μεταλαμβάνει τῆς θήρας, ἀλλὰ σῶον φυ λάττει τῷ πέμψαντι, καὶ ἀλογίᾳ δουλεύων, γνωρίζει τὴν δεσποτείαν, καὶ οὐκ ἀνέχεται συνδιανείμασθαι τῷ κεκτημένῳ τὸ θήραμα.
 [00999]  Οὐ γὰρ αἰδεῖ ται τῶν χρημάτων τὴν περιουσίαν ὁ χρόνος, οὐδὲ ἀνέχεται, τὸν πλοῦτον αἰσχυνόμενος, πρὸ τῶν κει μένων ὅρων παραπέμψαι τὸ βρέφος, ἢ πλείονα χρό νον ἐγκαθεῖρξαι τῇ μήτρᾳ·
 [01013]  οὐ γὰρ φοβεῖται τὸν [83.660] πλοῦτον ὁ θάνατος, οὐδὲ δειμαίνει τοὺς δορυφόρους, οὐ φρίττει τὴν ἁλουργίδα, καταφρονεῖ καὶ τείχους, καὶ πύργων, καὶ βασιλείων, καὶ ἐντὸς τῶν θαλάμων γίνεται, οὐκ ἐλεεῖ δακρύοντα, οὐκ οἰκτείρει παρακα λοῦντα, οὐ διαφθείρεται δώροις, τῆς ἰατρικῆς οὐκ ἀνέχεται τέχνης, ἀργὰς δείκνυσι τὰς τῶν φαρμάκων δυνάμεις, οὐδὲ ἐπισκῆψαι πολλάκις συγχωρεῖ, καὶ δῆλον ποιῆσαι τὸν τοῦ κλήρου διάδοχον, ἀλλ' ἁρπά ζει, σύρει, χωρίζει τοῦ σώματος τὴν ψυχήν.
 [01431]  ὁ δὲ σιγῶν δέ χεται τοῦ δεσπότου τὴν ψῆφον, καὶ οὐκ ἀνέχεται τῆς δεσποίνης γυμνῶσαι τὴν πονηρίαν·
 [01465]  Καὶ οὐδὲ τῆς ἀνάγκης καλεσάσης, τὴν τῶν ἀδελ φῶν ἐγύμνωσε πονηρίαν, ἀλλὰ πρόσωπον ὑποδεικνύει τὸ τῆς κλοπῆς δρᾶμα, καὶ τοὺς ἔργῳ δοῦλον πεποιη κότας, λόγῳ παροινεῖν οὐκ ἀνέχεται, ἀλλ' αἰδοῖ τῆς φύσεως συγκαλύπτει τὴν ἀδικίαν·
 [01955]  Ἀφικνεῖται δὲ καὶ πρὸς Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἁμαρτίας οὐ δεξάμενος ῥύπον, ἀνέχεται τοῦ βαπτίσματος, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην.
 [01973]  ἀλλ' ὁ Σωτὴρ ὁ ἡμέτε ρος, καὶ πεινῶντος τοῦ σώματος, καὶ δεομένου τρο φῆς, θαυματουργεῖν οὐκ ἀνέχεται.
000-00-00 Serial Number=0573863864
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00449]  τῆς γὰρ ποιητικῆς οὐκ ἀνέχεται παραινέσεως, ἣ κελεύει τὸν δεόμενον, καὶ ῥῆμ' ἄν τι διδῷ·
 [00592]  ὃς τὴν ἡσυχίαν περὶ πλείστου ποιούμενος, ἐπιστέλλειν μὲν οὐκ ἀνέχεται, εὔχεται δὲ ταύτης ἀπολαῦσαι τῆς φιλανθρωπίας τὴν πόλιν, ἣν καὶ γειτονεύων λαμπρύνει καὶ ταῖς εὐχαῖς περιφράττει.
000-00-00 Serial Number=0638130724
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00963]  ∆ιὸ καὶ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἡ νύμφη διηγησαμένη τὴν τοῦ νυμφίου περίληψιν, ὅτι Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ εἰρη κυῖα, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με, οὐκ ἀνέχεται μόνη ἐντρυφᾷν τῷ νυμφίῳ, οὐδὲ ἀποχρῆν ἡγεῖται μόνῃ τῶν ἱερῶν ἐκείνων ἀπολαύειν ἀγκαλῶν, ἀλλὰ καὶ τὰς νεάνιδας παρακαλεῖ·
 [01014]  καὶ οὐκ ἀνέχεται καθῆσθαι, ἀλλ' ἀνίσταται, καὶ καραδοκεῖ, καὶ περι σκοπεῖ, καὶ ὁρῶσα αὐτὸν βοᾷ·
 [01345]  Μεθ' οὓς εὑρίσκει τὸν νυμφίον ὑπό τινων δορυφόρων ἢ ῥαβδοφόρων δορυφορούμενον, καὶ ἐπιλαβομένη κατ έχει, καὶ καταλιπεῖν οὐκ ἀνέχεται, ἕως ἂν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, καὶ εἰς τὸ ταμιεῖον τῆς συλ λαβούσης αὐτὴν εἰσαγάγῃ αὐτόν.
000-00-00 Serial Number=0823931217
Graecarum affectionum curatio Ante [Go Back]  
 [00468]  ὁ μὲν γὰρ στοχασμὸς καὶ διαμαρτίας ἔχει πολλάς, ἡ δὲ ἀλήθεια ἐκπαιδεύειν οὐδὲν ἐναντίον ἀνέχεται.
 [01332]  Καὶ γὰρ ἡ θάλαττα ταῖς καταιγίσι ῥιπιζομένη καὶ κυκωμένη καὶ πρὸς τὴν χέρσον ὠθουμένη τὴν ψάμμον αἰσχύνεται καὶ τοὺς πεπηγότας ὅρους παρελθεῖν οὐκ ἀνέχεται·
000-00-00 Serial Number=0818226516
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01911]  Εἰ δὲ μήτε φύσιν πονηρὰν ἐδημιούργησεν ὁ Θεὸς, ἀγαθῶν γάρ ἐστιν ὡς ἀγαθὸς ποιητὴς, μήτε ἀδίκως κολάζειν ἀνέχεται, δίκαιος γάρ ἐστι καὶ δι καιοσύνης νομοθέτης, κολάζει δὲ τὸν διάβολον καὶ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας, γνώμῃ ἄρα πονηρὸς ὁ διάβολος καὶ οἱ τῆς ἐκείνου συμμορίας.
000-00-00 Serial Number=0117750287
Historia ecclesiastica Ante [Go Back]  
 [00797]  ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος.
 [02679]  ἐν γὰρ τῇ καλουμένῃ ἐκκλησίᾳ Θεωνᾶ ἐπεισελθόντα τὰ [250] πλήθη ἀντὶ ῥημάτων σεμνῶν εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων γραφῶν ἀναγνώσεως κρότους χειρῶν ἀσέμνους καὶ κεκλασμένας μετ' αἰσχρότητος φωνάς, κατὰ τῶν τοῦ Χριστοῦ παρθένων ὕβρεις, ἃς ἡ γλῶττα προφέρειν οὐκ ἀνέχεται·
 [02727]  καὶ μὴ θελησάντων εἶξαι τῇ προφανεῖ δυσσεβείᾳ τῶν Ἀρειομανιτῶν, ἀποφαίνεται, τῶν λαῶν πρὸ τοῦ δικαστηρίου πάντων ὀδυρομένων, τῆς Ἀλεξανδρείας μεταναστάντας τὴν Ἡλιούπολιν τῆς Φοινίκης οἰκῆσαι, ἔνθα τῶν ἐνοικούντων οὐδεὶς κἂν ἀκοῦσαι τὸ τοῦ Χριστοῦ ἀνέχεται ὄνομα·
 [03754]  Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείας ἀνέχεται τῶν ὅλων ὁ πρύτανις.
000-00-00 Serial Number=0559449971
Historia religiosa Ante [Go Back]  
 [00648]  Ἔφη δὲ καὶ ἔρεσθαι αὐτόν ποτε συγκε κυφότα θεασάμενος ποίαν καρπούμενος ὄνησιν οὔτε εἰς οὐρανὸν βλέπειν ἀνέχεται, οὔτε τὸ πεδίον ἐκεῖνο τὸ ὑπο κείμενον θεωρεῖν, οὔτε τῆς στενῆς ἐκείνης ἔξω βαδίζειν ὁδοῦ·
 [00685]  Τὰ μὲν γὰρ τοῦ θυμοῦ κινήματα τῆς φύσεως εἰδὼς ἀλλ' οὐ τῆς γνωμῆς, ἐπίπονα λίαν, τάχα δὲ καὶ ἀδύνατα νομοθετεῖν οὐκ ἀνέχεται·
 [01990]  Καὶ οὔποτε καθέλκειν ἐκεῖθεν ἀνέχεται τὴν διάνοιαν, ἀλλὰ καὶ προσ διαλεγόμενος τοῖς ἀφικνουμένοις τὰ ἄνω περιπολεῖ.
 [02033]  [24.9] Τούτου τὴν φιλοπονίαν οὐδὲ παντοδαπὰ προσπεσόντα διήλεγξε πάθη, ἀλλ' ὑπὸ νόσου ποικίλης πολιορκούμενος τῶν αὐτῶν πόνων ἀνέχεται.
 [02155]  Τίς δαὶ οὐκ ἂν ἤρετο τί δήποτε πόρνῃ συνοικεῖν ὁ προφήτης ἀνέχεται;
000-00-00 Serial Number=0651037931
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00784]  Τοσαύτη ἡ τῆς παρανομίας ὑπερβολὴ, ὅτι ὁ ἐλεήμων ἐλεεῖν οὐκ ἀνέχεται, καὶ ὁ φιλάνθρωπος τῶν κολαζομένων οὐ φείδεται.
 [03581]  διὰ τούτου σημαίνων, ὡς καὶ αὐτὸς παρὰ γνώμην ἀνέχεται τῶν ἐπιφερομένων τῷ λαῷ συμφορῶν, πολ λὴν μὲν ἔχων τὴν ἀγαθότητα, καὶ διὰ ταύτην ἐπὶ φιλανθρωπίαν ῥέπων, κολάζειν δὲ διὰ τὴν τῆς παρα νομίας ὑπερβολὴν βιαζόμενος.
 [05271]  Τοὺς βλασφήμους λόγους οὐδὲ ἀπομνημο νεύειν ἀνέχεται·
000-00-00 Serial Number=0813713014
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01908]  κἂν γὰρ πάντες ἄνθρωποι μαρτυρήσωσιν ἀγαθὰ τῷ συνειδότι ἑαυτῶν, πονηρὰ τῶν ψευδολόγων τὸ συνειδὸς οὐκ ἀνέχεται, ἀλλὰ νύττεται, καὶ κεντεῖται, καὶ ἀδέκαστον ἐκφέρει τὴν ψῆφον.
000-00-00 Serial Number=0950870872
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02115]  Καὶ γὰρ ἡ τεταγμένη νυκτὸς καὶ ἡμέρας διαδοχὴ, τοὺς ὑπὸ τοῦ ∆ημιουρ [80.993] γοῦ τεθέντας ὑποδείκνυσιν ὅρους, οὓς παραβαί νειν ἡ ἄψυχος οὐκ ἀνέχεται κτίσις.
 [03806]  Οὐκ ἀνέχεται μόνος ὑφῆναι τὸν ὕμνον, ἀλλὰ τοὺς κοινωνοὺς τῆς πραότητος κοινωνοὺς ποιεῖται τῆς ὑμνῳδίας·
000-00-00 Serial Number=0851347983
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01663]  Οὕτω προσενεγκὼν τὴν δέησιν [ὁ προφητικὸς νοῦς,] δέ χεται τὴν ἀπόκρισιν, καὶ ταύτην οὐκ ἀνέχεται κρύ ψαι, ἀλλὰ πάντας διδάσκει.
 [02705]  ∆ιερευνῶν δὲ ὁ διάβολος, οἷόν τις πικρὸς δήμιος, τῶν ἀνθρώπων τὸν βίον, οὐδὲ τὸ σμικρότατον ἀνέχεται παριδεῖν, ἀλλὰ τῷ θανάτῳ παραπέμπει τὴν φύσιν.
000-00-00 Serial Number=0651564598
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [05525]  Οὐδεὶς γὰρ ὑγρὸν ὄντα τὸν ἄσταχυν θερίζειν ἀνέχεται, ἀλλὰ μένει πεπανθῆναι, καὶ διαυανθῆναι, καὶ τότε τὴν δρεπάνην ἐπάγει.
 [06818]  Εἰς νοῦν γὰρ λαβὼν, ὅπως τῶν ἀνθρώπων τὴν φύσιν διέπλασεν, ὅσης τιμῆς τε καὶ προμηθείας ἠξίωσεν, ὅτι πᾶσαν τὴν ὁρωμένην κτίσιν αὐτοῖς προσφέρειν τὴν χρείαν ἐνομοθέτησεν, ὅτι καθ' ἑκάστην ἡμέραν πλημμελούντων ἀνέχεται, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὐ μόνον οἰκτίρμονα καλεῖ, ἀλλὰ καὶ ἐλεήμονα, καὶ μα κρόθυμον, καὶ πολυέλεον.
000-00-00 Serial Number=0433470905
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02813]  Ἡμεῖς δὲ τὸν ἀγαθὸν ἡμῶν ∆εσπότην ὑμνήσωμεν, ὃς οὐ βουλόμενος τοῦ ἁμαρτωλοῦ τὸν θάνατον, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, καὶ λυπεῖν ἔστιν ὅτε τοὺς ἁγίους ἄνδρας ἀνέχεται, καὶ μὴ βουλομένων αὐτῶν ὀρέγει τὸν ἔλεον.
 [03857]  Ἀλλ' ὅμως ἀγαθὸς ὢν καὶ δίκαιος, κρίνειν ὑπὸ μόνης τῆς προγνώσεως οὐκ ἀνέχεται·
000-00-00 Serial Number=0477583528
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00440]  Πρῶτον οὐκ ἀνέχεται ἐκ προγνώσεως κατακρῖναι ὁ δεσπότης Θεός·
 [01763]  ἀλλ' ὅμως ἀγαθὸς ὢν καὶ φιλάνθρωπος κολάζειν ἐκ μόνης προγνώσεως οὐκ ἀνέχεται·
 [04387]  ἐπειδὴ δὲ συγχωρεῖ γενέσθαι τἀναντία [255] κωλῦσαι δυνάμενος, οὐκ ἀνέχεται δὲ κωλύειν, ἵνα μὴ βίᾳ καὶ ἀνάγκῃ γέ νηται τὸ πραττόμενον τὸ γὰρ ἐθελούσιον τῆς ἀρετῆς ἀξιέπαινον τὴν συγχώρησιν αἰτίαν ἐκάλεσε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»