Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀλλήλαις [27]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀλλήλαις


000-00-00 Serial Number=0277353585
Commentaria in Isaiam Ante [Go Back]  
 [00574]  «Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος τοῖς γεωργοῖς ἐκείνοις;» Οὐ μόνον δὲ αἱ ἐρωτήσεις ἀλλήλαις ἐοίκασιν, ἀλλὰ καὶ αὐτὴ τῶν ῥητῶν ἡ διάνοια.
000-00-00 Serial Number=0169690371
De providentia orationes decem Ante [Go Back]  
 [00051]  Οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι τῷ λόγῳ, ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου.
 [00409]  Τούτου χάριν ἔν τισι μορίοις ἐν έφυσε ταύτας ἀλλήλαις διὰ σμικροτάτων τινῶν πόρων, ὅπως καὶ τὸ αἷμα βραχέος τινὸς μεταλαμβάνῃ πνεύ ματος, ὠθοῦντος αὐτὸ καὶ κινεῖσθαι βιαζομένου, καὶ τὸ πνεῦμα νοτίδος ἀπολαύῃ, τέγγοντος αὐτὸ καὶ ὑγραίνοντος, καὶ ξηραίνεσθαι αὐτὸ παντελῶς οὐκ ἐῶντος.
 [00474]  Ταύταις δὲ ταῖς ἐπάλξεσιν, οἷόν τινα ὄροφον τῶν ἄνωθεν ἐπιπεμπομένων ὑετῶν, ἐνέφυσε τρίχας τι νὰς λεπτὰς, καὶ ἐπὶ τὸ ἔξω τοῦ προσώπου νενευκυίας, τὸν ἐκ τοῦ μετώπου καταῤῥεόμενον ἱδρῶτα δεχομένας, ἀλλήλαις δὲ παραπεμπούσας, καὶ διὰ τῶν κροτάφων ἀποσταζούσας, καὶ τοὺς ὀφθαλ μοὺς ταύτης ἐλευθερούσας τῆς λώβης.
 [00476]  οὔτε μὴν κατ' εὐθεῖαν γραμμὴν τεταμένας, ἵνα μὴ ἀλλήλαις ἐν τῇ μύσει τῶν βλεφάρων προστρίβωνται, ἀλλ' ἐπὶ τὸ ἔξω βραχύ τι νενευκυίας, ἵνα τῶν λεπτοτάτων σωμάτων ἀπ ωθῶ[ν]ται τὴν βλάβην.
 [00688]  εἶτα οἰκοδο μούσας τὰ κηρία, μήτε κανόνος μήτε γνώμονος δεο μένας, καὶ τάς τε γωνίας ἴσας ἀλλήλαις ὑπὲρ πᾶσαν γραμμικὴν ἐπιστήμην ἐργάζεσθαι, τά τε τῶν τοίχων ὑφάσματα, καὶ τὰ τοῦ μέλιτος διαφράγματα, λεπτὰ μάλα καὶ ἤτρια καὶ ὑμενώδη δομεῖσθαι, καὶ τὴν ὑγρὰν τοῦ μέλιτος φύσιν τοῖς λεπτοῖς τούτοις καὶ συχνοῖς διατειχίσμασιν εὖ μάλα συνέχειν, εἶθ' οὕτω τῶν γλυκέων τοῦ μέλιτος ναμάτων τὰ δοχεῖα ἀνά πλεα ποιεῖν.
 [01188]  Καὶ μὴν οἰκία καὶ ναῦς κατὰ τὴν οἰκονομίαν λίαν ἀλλήλαις ἐοίκασιν.
000-00-00 Serial Number=0740665853
Eranistes Ante [Go Back]  
 [02580]  Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον ἀσυγχύ τως καὶ ἀδιαιρέτως.
 [02584]  Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, σαρκὸς δὲ λέγω καὶ θεοῦ, ἀλλ' οὖν εἷς γε μόνος ὁ ἐξ ἀμφοῖν υἱός.
 [02593]  ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις διατηροῦντες αὐτάς.
000-00-00 Serial Number=0221281886
Graecarum affectionum curatio Ante [Go Back]  
 [00702]  καὶ μὲν δὴ καὶ τῶν δακτύλων αἱ σκυταλίδες ἀφηρμοσμέναι τε ἀλλήλων καὶ διεσκεδασμέναι, οὐ τὴν αὐτὴν ἔχουσιν εὐπρέπειάν τε καὶ χάριν καὶ χρείαν, ὅσην ξυμπεφυκυῖαί τε ἀλλήλαις καὶ ξυνηρμοσμέναι ἔχουσαί τε καὶ [2.93] ἐπιτελοῦσαι ὁρῶνται.
 [01510]  Τόδε δ' ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι γε οὖσαι ἐπ' ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται.
 [01733]  καὶ αὖ πάλιν τῶν μορίων ἁπάντων τὴν χρείαν, καὶ τῶν φαινομένων καὶ τῶν κεκρυμμένων, καὶ τὴν μνήμην πάμπολλα καὶ διάφορα δεχομένην καὶ μὴ ξυγχέουσαν, ἀλλ' ἀκήρατα ταῦτα διατηροῦσαν καὶ προφέρουσαν, ὁποῖά περ ἐδέξατο πάλαι καὶ πρόπαλαι, καὶ τὰς πολλὰς ἐπιστήμας οὐ λυμαινομένας ἀλλήλαις, ἀλλ' ἑκάστην εἰς [5.82] καιρὸν δεικνυμένην.
 [03924]  [12.65] Αὗται δὲ ξυνάπτουσαι μάχην πρὸς ἀλλήλας, ἐπειδὰν παύσαιντο, ἐπὶ τὸν Σωκράτην ὥρμων, διὰ τὸ μηδέποτε αὐτὰς μαχομένας διακωλύειν, γελᾶν δὲ καὶ ἀλλήλαις καὶ αὐτῷ μαχομένας ὁρῶντα.
000-00-00 Serial Number=0386306345
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00804]  Ἐπειδὴ τὰς ἐναντίας ἀλλήλαις αἱρέσεις ἐν τοῖς προτέροις βιβλίοις πεποιήκαμεν δήλας, φέρε δὴ καὶ τὰς ἄλλας, αἳ μεταξὺ τούτων κἀκείνων ἐβλάστησαν, τοὺς ἀγνοοῦντας διδάξωμεν.
000-00-00 Serial Number=0508115292
Historia religiosa Ante [Go Back]  
 [00708]  Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ τριάκοντα σταδίους ἀφεστηκός.
 [02312]  [28.3] Ὁ δὲ δύο τροχοὺς κατασκευάσας δύο πήχεων διάμετρον ἔχοντας, σανίσιν οὐ συνηρμοσμέναις ἀλλήλαις ἀλλὰ δίχα διεστηκυίαις ἄμφω συνέζευξε τὼ τροχώ·
000-00-00 Serial Number=0979541481
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05535]  εἶτα συνάψαι ἀλλήλαις τὰς ῥάβδους, ὡς τῆς διαιρέ σεως λοιπὸν παυσαμένης, καὶ τῆς ἑνώσεως ἐσομένης.
 [06270]  εἶτα πάλιν ἐκκλη σίας ἀλλήλαις ἀντιπάλους, τὴν μὲν ἐξ ἐθνῶν ἔξω τοῦ νόμου ζῶσαν, τὴν δὲ ἐξ Ἰουδαίων κατὰ νόμον πολιτευομένην.
000-00-00 Serial Number=0992203832
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02116]  Πρὸς γὰρ τὴν χρείαν τῶν ἀνθρώπων ἡμέρα καὶ νὺξ αὐξανόμεναί τε καὶ μειούμεναι, καὶ παρ' ἀλλήλων τὸν χρόνον δανειζόμεναι, καὶ πάλιν ἀλλήλαις τὸ χρέος ἐκτιν νύουσαι, τὴν ἐφεστῶσαν αὐταῖς ὑποδεικνύουσι προ μήθειαν.
000-00-00 Serial Number=0860894024
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02424]  κεραυνοὶ δὲ, καὶ πρηστῆρες, μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλλήλαις φύσεις ὕδωρ καὶ πῦρ ἀλλήλας οὐκ ἐλυμαίνοντο.
 [04082]  Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε·
000-00-00 Serial Number=0972291708
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01494]  Καὶ πλήθει δὲ παρατετα γμένῳ εἰς πόλεμον ἔοικε, καὶ πετόμεναι, καὶ ἕρπουσαι (συνημμέναι γὰρ ἀλλήλαις ποιοῦσιν ἃ ποιοῦσιν), οἷόν τινα συνασπισμὸν καὶ τάξιν δει κνῦσαι πολεμικήν.
 [04261]  ὥστε συμβαίνουσιν ἀλλήλαις αἱ προφητεῖαι.
000-00-00 Serial Number=0173193872
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02447]  δρυφάκτῳ τοίνυν ἡ σκηνὴ προσεῴκει, σανίδας ἔχουσα πάντοθεν συνηρμοσμένας ἀλλήλαις.
 [03963]  ἐκοινώνησαν μέντοι ἀλλήλαις ἡ βασι λικὴ καὶ ἡ ἱερατικὴ φυλή·
 [05315]  εἰ δέ τις βεβιασμένην ταύτην ὑπείληφε τὴν ἑρμηνείαν, ἀναμνησθήτω τῶν ἤδη παρ' ἡμῶν εἰρημένων, ὡς ἐπεμίγησαν ἀλλήλαις [308] αἱ δύο φυλαί, ἥ τε βασιλικὴ καὶ ἡ ἱερατική.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»