Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀλη [39]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀλη


000-00-00 Serial Number=0841057181
De providentia orationes decem Ante [Go Back]  
 [00067]  Περιθέμενοι τοιγαροῦν τὴν πανοπλίαν τοῦ πνεύματος, τὸν θώρακα τῆς δικαιο σύνης, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ περιζωσάμενοι τὴν ὀσφὺν ἐν ἀλη θείᾳ, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ ἐπὶ πᾶσιν ἀναλα βόντες τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, τῶν ἀγώνων ἐφαψώμεθα, καὶ ὑπηχείτω μὲν ἡ θεία σάλπιγξ, τὴν ἡμετέραν ἀσθένειαν ὑπερείδουσα.
 [01456]  ἀλη θείας πόῤῥω τυγχάνει τῶν ὀνείρων τὸ γένος.
000-00-00 Serial Number=0794070303
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00053]  Μέγα γὰρ ἀλη θῶς εἰς εὐφημίαν ἐν ζώνῃ καὶ χλα[μύ]δι καὶ ἐξουσίᾳ τοσαύτη εὐσέβεια καὶ πραότης καὶ καλοκἀγαθία καὶ ἡ τοῦ δικαίου τιμή.
000-00-00 Serial Number=0983553886
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01826]  Οὗτοι δὲ οὐκ εἰς δικαστήριον ἡμᾶς καλέσαντες, οὐ φωνῆς ἡμῶν ἐπακούσαντες, οὐ τί φρο νοῦμεν μαθεῖν παρ' ἡμῶν ἐθελήσαντες, τῷ θυμῷ τῶν τῆς ἀλη θείας ἐχθρῶν τὴν ἡμετέραν σφαγὴν ἐχαρίσαντο.
 [02640]  Ἐχρῆν δὲ αὐτὸν τῆς ἐκκλησιαστικῆς προστατεύοντα τάξεως τὴν θείαν εἰδέναι Γραφὴν καὶ μαθεῖν ἐκ ταύτης, ὅτι καθά περ τὸν μονογενῆ Υἱὸν τῷ Πατρὶ συντάττουσιν οἱ τῆς ἀλη θείας κήρυκες, οὕτω δὴ πάλιν τὴν τοῦ Χριστοῦ προσηγορίαν ἀντὶ τῆς Υἱὸς τιθέντες, ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Πνεύματι τῷ παναγίῳ συναριθμοῦσιν, ἐπειδὴ οὐκ ἄλλος ἐστὶν ὁ Χριστὸς παρὰ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ.
000-00-00 Serial Number=0957034290
Eranistes Ante [Go Back]  
 [03141]  Εἰ δὲ τύπος ταῦτα τῆς ἀλη θείας, ἐν δὲ τῷ τύπῳ σφαγὴν οὐχ ὑπέμεινεν ὁ μονογενής, ἀλλὰ κριὸς ἀντεισήχθη καὶ τῷ βωμῷ προσηνέχθη καὶ τῆς ἱερουργίας πεπλήρωκε τὸ μυστήριον, τί δήποτε κἀνταῦθα μὴ τῇ σαρκὶ τὸ πάθος προσνέμετε, καὶ τῆς θεότητος τὴν ἀπάθειαν κηρύττετε;
000-00-00 Serial Number=0348299623
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00851]  Οὕτως ἐπαινεθεὶς ὁ νυμ φίος ὑπὸ τῆς νύμφης διδάσκει, ὡς οὐδέπω τὸ ἀλη θινὸν αὐτοῦ τεθέαται κάλλος, ἀλλ' ἔτι τῇ τοῦ κάλλους ἐνετρύφησε σκιᾷ.
 [01476]  Τὰ κρίματα Κυρίου ἀλη θινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν.
 [01557]  Ἐδέξατο γὰρ τὴν ἀπὸ τοῦ αἵματός μου βαφὴν, καὶ προφέρει λόγους ἀλη θείας, οἷόν τινι σπαρτίῳ τοὺς ἀκροατὰς ἁλιεύοντάς [81.132] τε καὶ δεσμοῦντας·
000-00-00 Serial Number=0426883996
Graecarum affectionum curatio Ante [Go Back]  
 [00407]  Οὔκουν ἅπας εὐγλωττίαν ἠσκημένος ἀξιόχρεως ἂν γένοιτο ἀλη θείας διδάσκαλος.
 [00956]  καὶ ὁ τῆς ἀληθείας κατήγορος ἄκων ὤφθη τῆς ἀλη θείας ξυνήγορος.
000-00-00 Serial Number=0871489763
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01018]  Καὶ ἵνα μὴ πάντα λέ [83.417] γων μηκύνω (τούτων γὰρ πάντων ἐμνήσθην ἐν ἐκείνῃ τῇ συγγραφῇ), ἴσχυσε καὶ τὸν τῆς πόλεως ἐκείνης ἁρπάσαι θρόνον, καὶ τῶν κηρύκων τῆς ἀλη θείας τὰς Ἐκκλησίας γυμνῶσαι.
 [02629]  Τινὰς γὰρ ὑπειλη φότας τὸν τῆς ∆εσποτικῆς παρουσίας πελάσαι καιρὸν, ἀναγκαίως ὁ θεῖος Ἀπόστολος ἐξεπαίδευσεν, ὡς χρὴ πρότερον ταῖς τῆς θεογνωσίας ἀκτῖσι καταυγασθῆναι τὴν οἰκουμένην, καὶ δήλους γενέσθαι τοὺς τροφίμους τῆς πίστεως, καὶ ἀποκριθῆναι τῶν πεπιστευκότων τοὺς ἀντιλέγοντας, εἶθ' οὕτω πρότερον ἐπιφανῆναι τὸν τοῦ ψεύδους τεχνίτην, εἰς ἔλεγχον τῶν τῆς ἀλη θείας μὴ δεξαμένων τὸ κήρυγμα.
 [02686]  Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀλη θείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς.
000-00-00 Serial Number=0184095800
Historia ecclesiastica Ante [Go Back]  
 [00520]  Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, πατέρα, ἀλη θινῶς πατέρα, καὶ υἱόν, ἀληθινῶς υἱόν, καὶ πνεῦμα ἅγιον, ἀληθινῶς πνεῦμα ἅγιον, καθὰ καὶ ὁ κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς εἶπεν·
 [02488]  ἀλλ' ὅμως οὐδὲ αἱ τῆς πολιτείας ἀκτίνες κατῄδεσαν τὸν τῆς ἀλη θείας πολέμιον·
 [02861]  Κατὰ τοῦτον τὸν χρόνον ἐν Ἐδέσσῃ μὲν Ἐφραῒμ ὁ θαυμάσιος, ἐν Ἀλεξανδρείᾳ δὲ διέπρεπε ∆ίδυμος, κατὰ τῶν ἀντιπάλων τῆς ἀλη θείας δογμάτων συγγράφοντες.
 [03053]  θαυμάζω σε, ὦ φιλότης, οὕτως ἀναίδην τῇ ἀλη θείᾳ μαχόμενον, καὶ ταῦτα σαφῶς ἐπιστάμενον ὡς ὁ θαυμάσιος ∆ά μασος τελείαν ὑπὸ τοῦ θεοῦ λόγου τὴν ἡμετέραν φύσιν ἀνειλῆφθαί φησιν, σὺ δὲ τοὐναντίον λέγων διατελεῖς·
000-00-00 Serial Number=0244507670
Interpretatio in Danielem Ante [Go Back]  
 [00060]  Καὶ γὰρ τῷ ὄντι τοῦ θείου Πνεύματος ἔργον ἦν, καὶ τὸ ἐν ύπνιον εἰπεῖν, ὃ ἕτερος θεασάμενος ἐπελήσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τε καὶ ἀλη θῶς.
 [00631]  Ἐπ' ἀλη θείας ὁ Θεὸς ὑμῶν οὗτός ἐστι Θεὸς θεῶν, καὶ Κύ ριος τῶν βασιλέων, καὶ ὁ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.
000-00-00 Serial Number=0256082118
Interpretatio in Ezechielem Ante [Go Back]  
 [03192]  Μιμούμενοι γὰρ τοὺς ἀληθεῖς προφήτας, τῷ τοῦ Θεοῦ προσώπῳ τὰς ψευδεῖς αὑτῶν χρησμολογίας περιετίθεσαν, καὶ τῇ πηγῇ τῆς ἀλη θείας περιῆπτον τὸ ψεῦδος.
000-00-00 Serial Number=0080428600
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00217]  ὁ δὲ ἀλη θῶς Θεὸς, ζωῆς ἀεννάου πηγή.
 [00277]  Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀλη θινή·
 [03021]  Τοῦτο δὲ γενέσθαι προσέταξεν ὁ Θεὸς, καὶ δι' αὐτῶν πείθων τὸν λαὸν τῶν πραγμάτων, ὅτι ἀλη θῶς ἐκ τῆς αἰχμαλωσίας ἀνακληθήσονται, καὶ τὴν πατρῴαν γῆν ἀπολήψονται.
 [03337]  τά τε γὰρ δι' αὐτοὺς γινόμενα θαύματα κατέπληττεν ἅπαντας, καὶ σαφῶς ἐδίδασκεν, ὅτι ὁ τούτων Θεὸς μόνος ἀλη θὴς Θεός·
000-00-00 Serial Number=0717679679
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00949]  ∆ιὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν μετ' ἐκείνους τῆς ἀλη θείας κηρύκων, προσήνεγκες τοῖς ἔθνεσι τὰ θεῖα δόγματα·
 [04656]  ἀλη θῶς δὲ τοῖς τῆς σωτηρίας ἀξιωθεῖσιν ἔθνεσι, καὶ τῆς πλάνης ἀπαλλαγεῖσιν.
000-00-00 Serial Number=0412554860
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01356]  Χαίρουσι δὲ ἅπαντες καὶ ἀγάλλονται, τοῦ ἀλη θοῦς Θεοῦ καὶ βασιλέως δεξάμενοι τὴν ἐπίγνω σιν, καὶ τῶν οὐκ ὄντων Θεῶν τὸν ἔλεγχον θεα σάμενοι.
 [03437]  ἐστηριγμέ ναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀλη θείᾳ καὶ εὐθύτητι.
 [03560]  μετὰ δὲ τὴν ἐκ Παρ θένου γέννησιν, καὶ τὸ σωτήριον πάθος, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κηρύκων τῆς ἀλη θείας, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.
 [06549]  Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀλη [80.1956] θείᾳ σου·
000-00-00 Serial Number=0695544064
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02101]  ἀλλ' ἀδι κίαις καὶ παρανομίαις συζῶντες, οὔτε τοῖς τῆς ἀλη θείας προσεῖχον ἐλέγχοις, οὔτε τὸν τοῦ δικαίου προσεδέχοντο λόγον.
 [04727]  Ἀλλὰ τοῦτον ληρεῖν καταλιπόντες, ἡμεῖς τῆς ἀλη θείας ἐχώμεθα, καὶ τὸν φιλάνθρωπον ἡμῶν ἱκετεύ σωμεν ∆εσπότην, δοῦναι καὶ ἡμῖν εἰρήνην, καὶ εἰ ρήνην ψυχῆς·
000-00-00 Serial Number=0181232214
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00667]  Εἰ ἐψευσμένον ὑπάρχει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετικῶν διδόμενον βάπτισμα, διατί οἱ ὀρθόδοξοι τὸν προσ φεύγοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ' ὡς ἐν ἀλη θεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι;
 [01989]  ὁ οὖν τῶν ἀλη θινῶν χριστιανῶν βουλόμενος τὴν δεσποτείαν καταμαθεῖν, πρὸς τὴν μέλλουσαν κατάστασιν ὀφείλει ἀποβλέπειν.
 [02058]  Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλ λυται καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται (πλεῖ στα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται καὶ ἐν αὐτοῖς ἐστι θεάσασθαι οὐ μόνον κατ' ἀλλήλων ἀλλὰ καὶ κατὰ τῶν ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα), πῶς ἀλη [138] θεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ λίαν ἐποίησεν;
 [02059]  εἰ δὲ ἀλη θεύει, ἀγαθὰ δὲ καὶ φαῦλα ἐν τῇ κτίσει ὑπάρχουσι, πῶς τὰ μὲν ἀγαθὰ ἀγαθοῦ, τὰ δὲ φαῦλα φαύλου δημιουργοῦ οὐ γνωρίζονται καὶ δύο ἐναντίαι ἀρχαὶ κατὰ Μανιχαίους οὐ δείκνυνται;
000-00-00 Serial Number=0407700479
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04654]  λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀλη θείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων .
000-00-00 Serial Number=0615197539
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03652]  Ἐπ' ἀλη θείας γὰρ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων καὶ τὰ ἔθνη, καὶ τὴν γῆν αὐτῶν, καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»