Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκριβῶς [168]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκριβῶς


000-00-00 Serial Number=0326579332
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00013]  εἰ δέ τις ἀκριβῶς κατιδεῖν ἐθελήσειεν, οὐδὲ τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος ἄμοιρα δυσσεβείας τυγ χάνει.
000-00-00 Serial Number=0768045843
Commentaria in Isaiam Ante [Go Back]  
 [01326]  Ἐδίδαξεν ἀκριβῶς ὡς οἱ παρανομοῦντες ἐπισπῶνται τὴν τιμωρίαν.
 [06810]  Τοῦτον αὐτῶν τὸν κλύδωνα λίαν ἀκριβῶς ὁ Ἰώ σηπος ἱστορεῖ.
 [07113]  Εἰ δέ τις ἀκριβῶς τῶν ῥητῶν καταμάθοι τὴν ἔννοιαν, αὐτοὺς εὑρήσει τοὺς ἀνθρώπους πρόβατα καὶ κριοὺς καὶ καμήλους προσηγορευμένους.
 [07129]  Εἰ δέ τις ἀκριβῶς νοῆσαι βούλεται τὸ χωρίον, ἐν ταῖς δημοτελέσιν ἑορταῖς, ἢ ταῖς δεσποτικαῖς ἢ ταῖς τῶν ἁγίων μαρτύρων, θεασάσθω τὰ πλήθη συρρέοντα καὶ τὰς μὲν τὰς θυγατέρας ἢ ταῖς ἀγκάλαις φερούσας ἢ ταῖς χερσὶ ποδηγούσας τοὺς δὲ μετὰ τῶν υἱέων βαδίζοντας, καὶ ὄψεται ἀληθῶς πνευμα τικὰς περιστερὰς μετὰ τῶν νεοττῶν πετομένας καὶ πρὸς τὴν νέαν παραγινομένας Σιών.
 [07195]  Καὶ τοῦτο ἀκριβῶς ὁ μέλλων ἔχει βίος·
 [07875]  Ἀπαιτῶ δὲ αὐτοὺς τούτων φησὶν εὐθύνας, ἐπει δὴ τὸν σκοπὸν αὐτῶν ἀκριβῶς ἐπίσταμαι·
000-00-00 Serial Number=0645001292
De providentia orationes decem Ante [Go Back]  
 [00228]  Ἔστι δὲ καὶ ἐντεῦθεν ἀκριβῶς καταμαθεῖν τοῦ Θεοῦ τὴν προμήθειαν.
 [00355]  ἐκεῖ θεν γὰρ, ὥς φασιν οἱ τὰ τοιαῦτα ἀκριβῶς ἱστορήσαν τες, αὕτη τὴν ἔκφυσιν ἔχει.
 [00365]  Τίς εἰς τοσοῦτον σοφίας ἀφίκετο, ὡς τοῦ Πλάστου τὴν σοφίαν ἀκριβῶς θεωρῆσαι;
 [00534]  Εἰς ἐμαυτὸν γὰρ, φησὶ, στραφεὶς, καὶ ἐν ἐμαυτῷ γενόμενος, καὶ τῶν ἔξωθεν ἁπάντων θορύβων ἀπαλ λαγεὶς, ἐν θεωρίᾳ τῆς ἐμαυτοῦ γενέσθαι φύσεως ἠβουλήθην, καὶ τὴν λογικὴν τῆς ψυχῆς ἀκριβῶς δύ ναμιν κατιδεῖν, τὰς ἐπιστήμας, ὧν ἐστι δεκτι κὴ, τὰς τέχνας, ὧν τὸν βίον ἐνέπλησε, δι' ὧν ἥδιον καὶ θυμηρέστερον βιοτεύει, ὧν ὠδίνει λό γων τὸ πλῆθος, ὧν δέχεται τὴν ἀμετρίαν·
 [00631]  Εἰ δέ τις ἀκριβῶς ἕκαστον σκοπῆσαι θελήσειε, σφόδρα ἂν καὶ ταύτην τὴν τέχνην θαυμάσειεν.
 [00666]  καὶ γίνεται ὄχημα τοῦ λόγου, οὐκέτι γλῶττα καὶ στόμα, ἀλλὰ χεὶρ ἀσκήσασα τῷ χρόνῳ τὴν τέχνην, καὶ τῶν στοιχείων τὴν συνθήκην ἀκριβῶς ἐκμαθοῦσα.
 [00756]  ἐξελαυνόμενα γὰρ τὰ θηρευόμενα τῶν ὀρνίθων, καὶ ἐντεῦθεν κἀκεῖθεν εἰς τὰ θήρατρα συνωθούμενα, δειμαίνοντα τοὺς διώκοντας, κατιδεῖν ἀκριβῶς οὐκ ἰσχύει τὰ πρόσω·
 [00927]  Εἰ τοίνυν καὶ Σωκράτης, καὶ ∆ιογένης, καὶ Ἀνάξαρχος καὶ οἱ τούτοις παραπλήσιοι, τῆς ἠθικῆς ἀρετῆς τὴν κτῆσιν ποθήσαντες, τοῦ πλούτου τὴν κτῆσιν ἀπώσαντο, καὶ πενίαν τῆς ἀγαθῆς κτήσεως ἔλαβον συνεργὸν, καὶ ταῦτα τυφλώττοντες περὶ τὴν τῶν δογμάτων ἀλή θειαν, καὶ βασιλείαν οὐρανῶν οὐ προσμένοντες, καὶ τὸ ὃν ἀγαθὸν ἀκριβῶς οὐκ εἰδότες, τί τῆς πενίας, ὦ φιλότης, κατηγορεῖς, δι' ἣν εὔπορος τῆς ἀρετῆς ὁ δρόμος, καὶ ἡ τραχεῖα καὶ προσάντης ὁδὸς εὐπετὴς καὶ ῥᾳδία τοῖς ἀνύουσι γίνεται;
 [01042]  Εἰ δέ τις ἀκριβῶς καταμάθοι, καὶ αὐτὰς τοῦ πλούτου τὰς ὕλας ἡ πενία συλλέγει·
 [01320]  τηνικαῦτα ὁ θαυμαστὸς οὗτος οἰ κέτης, πρῶτον μὲν ἀκριβῶς ἅπαντα βασανίζει τοῦ δεσπότου τὰ ῥήματα, καὶ τὸν προσφερόμενον δεδιὼς ὅρκον, καὶ τὸν τῶν ἁπάντων ἐπόπτην ὀῤῥωδῶν ὀφθαλμὸν, πυνθάνεται πρῶτον, εἰ δεῖ τὸν υἱὸν εἰς τὴν πατρῴαν ἀπαγαγεῖν οἰκίαν, τῆς γυναικὸς τὴν ἐκδημίαν παραιτουμένης.
 [01401]  Οἶδεν οὗτος σαφῶς καὶ τὰ τῆς διανοίας κυή ματα, καὶ πρὸ τῶν ὠδίνων τοὺς λόγους ἔτι κυομένους ἀκριβῶς θεωρεῖ.
 [01889]  Τοῖς φιλομαθέσι τοίνυν καταλιπὼν τὴν τῆς ἱστορίας ἀνάγνωσιν, καὶ καταμαθεῖν ἀκριβῶς τὴν τούτου καὶ τὴν ἐκ τούτου ἀνδρίαν, καὶ καρτερίαν, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, φιλοπονίαν τε καὶ φιλοθεΐαν, καὶ ἁπαξαπλῶς τὸ ὕψος τῆς ἀρε τῆς, ἐπὶ τοὺς τῆς Νέας ∆ιαθήκης βαδιοῦμαι τῷ λόγῳ.
 [01971]  Ἐντεῦθεν ἔστι καταμαθεῖν ἀκριβῶς, ὡς παρ' ἡμῶν αὐτῶν ὁ πολέμιος λαμβάνει τοῦ πλάνου τὰς ἀφορμάς.
 [02044]  Ἐρεύνησον ἅπαντα λίαν ἀκριβῶς τὰ τοῦ σώματος μόρια·
 [02180]  Ἀλλ' εἴ τις ἀκριβῶς ἐξετάσαι [83.772] θελήσειε, καὶ τὴν ἐναντίωσιν Ἰουδαίων σύμμαχον εὑρήσει τῆς τῶν ἐθνῶν πίστεως γινομένην.
000-00-00 Serial Number=0597570002
De sancta trinitate Ante [Go Back]  
 [00527]  ἡ δὲ ψυχὴ οὐκ ἐρευνᾷ τὰ ἑαυτῆς, ἀλλ' ἀκριβῶς ἐπίσταται·
000-00-00 Serial Number=0427058697
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00274]  καὶ πρὸς τούτοις, μᾶλλον δὲ πρὸ τούτων, ὅτι ∆εσ πότης ὁ ταῦτα οὕτω γενέσθαι κελεύσας, καὶ ∆εσπότης σοφώτατός τε καὶ ἀγαθώτατος, καὶ τὸ συμφέρον ἀκριβῶς ἐπιστάμενος, καὶ πρὸς τοῦτο πάντως ἰθύνων τὰ πράγματα.
 [00617]  Ὅτι καθάπερ παῖδες ἐπὶ πατέρα φιλόστοργον, διετέθησαν περὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅπαντες οἱ τὴν ἑῴαν οἰκοῦντες, οἶδεν ὑμῶν τὸ μέγεθος ἀκριβῶς.
 [00777]  οὐ γὰρ ᾔδεσαν ἀκριβῶς τὸν τοῦ πάθους καρπόν.
 [01278]  Πιστεύσας γὰρ τοῖς καθ' ἡμῶν εἰρημένοις, ὡς ἀκριβῶς τούτων ἕκαστον ἐξ ετάσας, καὶ ἐκ τῆς βασάνου μεμαθηκὼς <τ>ἀληθές, οὕτως ἡμῶν κατεψηφίσατο.
 [01456]  Ἀλλὰ γὰρ περιττὸν ποιῶ τὴν σὴν διδάσκων φιλοθεΐαν ἅπερ φρονῶ, τὴν ἀκριβῶς εἰδυῖαν ἅπερ κηρύττομεν καὶ τοὺς ἀγνοοῦν τας διδάσκομεν.
 [01787]  Τούτου γὰρ δὴ χάριν καὶ τοὺς θεοφιλεστάτους πρεσβυτέρους Ὑπάτιον καὶ Ἀβράμιον τοὺς χωρεπισκόπους, καὶ Ἀλύπιον τῶν παρ' ἡμῖν μοναζόντων τὸν ἔξαρχον, πρὸς τὴν ὑμετέραν φιλοθεΐαν ἀπέστειλα, βίῳ μὲν λαμπρῷ κοσμουμένους, δυναμένους δὲ καὶ διὰ τῆς γλώτ της ἀκριβῶς ὑμᾶς διδάξαι τὰ κατὰ τὴν ἡμετέραν εὐτέλειαν.
 [02115]  Καὶ τούτων ἂν τὸν κατάλογον ἅπαντα διεξῆλθον, εἴπερ ἐπ έστελλον ἀνδρὶ τὴν θείαν ἀκριβῶς οὐκ ἐπισταμένῳ Γραφήν.
000-00-00 Serial Number=0564508140
Eranistes Ante [Go Back]  
 [00033]  ἀκριβῶς γὰρ τῆς ἀληθείας ἐχόμεθα.
 [01709]  {ΟΡΘ.} Ἡμέτερος οὗτος ὁ λόγος, εἰ καὶ μὴ ἀκριβῶς αὐτὸν ἐξειρ γάσω.
 [01904]  {ΕΡΑΝ.} Οὐκ ἀκριβῶς ὡρισάμην.
 [02602]  καὶ μεμάθηκας ἀκριβῶς ὡς οὐ μόνον μετὰ τὸν τόκον, ἀλλὰ καὶ μετὰ τὸ σωτήριον [184] πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἀσύγχυτον ἔδειξαν.
000-00-00 Serial Number=0211913228
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00006]  Ἐμοὶ δὲ καὶ ψυχὴ πολὺν ἁμαρτημάτων φορυ τὸν περικειμένη, καὶ φροντίσιν ὧν ἐγκεχείρισμαι πραγμάτων βεβαπτισμένη διάνοια, καὶ διὰ ταῦτα ταπεινὴ καὶ χαμαίζηλος, καὶ κατοπτεύειν ἀκριβῶς τὰ θεῖα μὴ δυναμένη λόγια, καὶ πρὸς τούτοις γλῶττα τῆς διανοίας νωθεστέρα καὶ βραδυτέρα.
 [00213]  Καὶ τοῦτο δὲ ἔστι μαθεῖν ἀκριβῶς ἐκ τῶν τοῦ θειωτάτου Μωσέως συγ γραμμάτων.
 [01974]  Καὶ προσεκτέον ἀκριβῶς, ὡς οὐ λέγει κατεῤῥάνθην ἐγὼ, ἀλλὰ κατεῤῥάνθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου, τουτέστι τὸ σῶμά μου·
 [02149]  καὶ οἶδας ἀκριβῶς τὴν τῶν πραγμάτων ἀκολουθίαν, πάντων προτιμᾷν τὸν νυμ φίον δεδίδαξαι, καὶ μετ' ἐκεῖνον τοὺς ἐκείνῳ πλησιά ζοντας.
 [02342]  Καὶ τοῦτο ἔστιν ἀκριβῶς νοεῖν, ἔκ τε τοῦ Ἀκύλα καὶ τοῦ Συμμάχου, καὶ τῆς πέμπτης ἐκδόσεως·
 [02528]  Ἔστιν ἐν τεῦθεν ἀκριβῶς καταμαθεῖν, ὅπως ποθεῖ τὸν νυμφίον ἡ νύμφη, καὶ τῆς ἀναβάσεως ἐφίεται, καὶ τὸ ὕψος φαντάζεται, καὶ, κατὰ τὸν μακάριον Παῦλον, οὐ νομίζει κατειληφέναι, ἀλλὰ διώκει ἵνα καταλάβῃ·
000-00-00 Serial Number=0277937710
Graecarum affectionum curatio Ante [Go Back]  
 [00141]  Οὕτως ἄρα ᾔδεσαν ἀκριβῶς καὶ οἱ πᾶσαν λόγων ἰδέαν μεμαθηκότες, ὁπόσον ἡ ἀλήθεια ῥημάτων τε καὶ ὀνομάτων τιμαλφεστέρα, καὶ ὡς οὐδὲν ταύτην λωβᾶται τῆς τοιαύτης κομψείας ἡ ἄγνοια.
 [00483]  τί δήποτ' οὖν τούτοις μὲν οὐκ ἀκριβῶς τὰ θεῖα μεμαθηκόσι πιστεύετε, παρ' [2.27] ὧν δὲ οὗτοι ταῦτά γε ἔμαθον, μαθεῖν οὐκ ἐθέλετε;
 [00547]  Ἀλλ' ὅ γε ἐν τούτοις ἀκριβῶς οὕτω θεολογήσας, ἐν ἄλλοις, ἢ τοὺς πολ λοὺς ὀρρωδήσας ἢ τῷ ὄντι γε ἀγνοήσας, πολλῶν ἐποιήσατο μνήμην θεῶν καὶ πολλὴν ἐνεργάζεται τοῖς ἐντυγχάνουσι λώβην.
 [00751]  [2.111] Ταῦτα δὲ οὐκ ἔνεστι μαθεῖν ἀκριβῶς τὸν μὴ τοῖς θείοις ἐντε τυχηκότα λογίοις καὶ τὸ τῆς γνώσεως φῶς παρὰ τῆς θείας ἐκδε ξάμενον χάριτος.
 [00765]  καὶ καθάπερ οἱ τὴν χρυσῖτιν καὶ ἀργυρῖτιν μεταλλεύοντες γῆν, ὅταν μικρὰ ψήγματα εὕρωσιν, ἐκείνοις ἑπόμενοι πάσας διερευνῶσι τὰς φλέβας καὶ οὐ πρότερον παύονται διορύττοντες, ἕως ἂν εὕρωσι τοῦ χρυσοῦ τὸ πλῆθος, ἐξ οὗ διεσπάρη τὰ ψήγ ματα, οὕτως ὑμᾶς δεῖ τῶν Ἀναξαγόρου καὶ Πυθαγόρου καὶ Πλάτωνος, καὶ μέντοι καὶ Νουμηνίου καὶ Πλουτάρχου καὶ Πλω τίνου καὶ τῶν ἄλλων ἐπακούσαντας λόγων, ἐπιζητῆσαι τὴν πηγήν, ἐξ ἧς ὀλίγα ἄττα τῶν θείων ναμάτων ἀνιμησάμενοι οὗτοι τοὺς [2.117] οἰκείους διεκόσμησαν λόγους, καὶ τὴν τούτων πενίαν καταλιπόν τας ἀντιλαβεῖν τῆς σοφίας τὴν ἄβυσσον καὶ μαθεῖν ἀκριβῶς παρ' ἐκείνης, τί μὲν ποιητής, τί δὲ ποίημα, καὶ τίς μὲν ἡ τῶν ἀορά των δημιουργημάτων ἀξία, τίς δὲ τῶν ὁρωμένων ἡ χρεία.
 [00915]  [3.54] Ὅτι δὲ καὶ κατὰ τὸν τῆς ἀλληγορίας διεφώνουν λόγον, ἴδοι τις ἂν ἀκριβῶς τοῖς τῶν φιλοσόφων ξυγγράμμασιν ἐντυχών.
 [01101]  Εἰ δὲ καὶ αὐτοῖς γε τοῖς θείοις λογίοις ἐντύχοιτε καὶ τὸν ἐκείνων σκοπὸν ἀκριβῶς καταμάθοιτε, σαφέστερον εἴσεσθε, πόσῳ τὰ θεό πνευστα λόγια τῶν ἀνθρωπίνων διενήνοχε λογισμῶν, καὶ ὁποῖα μὲν τὰ τοῦ θείου Πνεύματος δόγματα, ὁποῖα δὲ τὰ τῶν πονηρῶν δαιμόνων παιδεύματα.
 [01407]  μηδ' ἀναβάλλεσθαι ἔς τ' αὔριον ἔς τε ἔνηφι, προσέχειν δὲ ἀκριβῶς καὶ τῇ ἄλλῃ τοῦδε τοῦ ποιητοῦ γνώμῃ, ξυνῳδὰ φθεγγομένῃ·
 [02020]  λόγους παραινεῖ μὴ ἀκριβῶς ἐν τῷ μικτῷ ζῴῳ μηδὲ ἀκραι φνῶς τὸ ἀγαθὸν ἀπαιτεῖν, καί φησιν·
 [02229]  Τού τοις ἀκριβῶς ἐντυχὼν ὁ Πορφύριος μάλα γὰρ αὐτοῖς ἐνδιέ τριψε, τὴν καθ' ἡμῶν τυρεύων γραφήν , καὶ ἀλλότριον εὐσε βείας καὶ αὐτὸς ἀποφαίνει τὸ θύειν, παραπλήσιόν τι τοῖς πιθήκοις [7.37] καὶ δρῶν καὶ πάσχων.
 [02824]  Μαρτυ ρεῖ δὲ διαρρήδην καὶ Πλούταρχος ὁ Χαιρωνεύς, ἀνὴρ οὐχ Ἑβραῖος, ἀλλ' Ἕλλην καὶ τὸ γένος καὶ τὴν γλῶτταν, καὶ μέντοι καὶ ταῖς Ἑλληνικαῖς δόξαις δεδουλωμένος καὶ τὸν τῶν χρηστηρίων ἀκριβῶς ἐπιστάμενος πλάνον.
 [02985]  ὁποῖα δὲ ὁ τῶν ὅλων προλέγει Θεός, καὶ ὅπως βιωφελῆ καὶ ὀνησιφόρα καὶ τῆς ἀληθείας ἀφιέντα τὴν αἴγλην, ἔξεστι τῷ βουλομένῳ καταμαθεῖν ἀκριβῶς, τοῖς θείοις ἐντετυχηκότι λόγοις.
 [03390]  [11.27] Οὕτως ἀκριβῶς ὁ Πλάτων ἐπίστευεν εἶναι τὰ ἐν Ἅιδου κρι τήρια.
 [03580]  ἡμεῖς δὲ προσμένομεν δικαστὴν τὸν ἡμέτερον ποιητήν, τὸν καὶ τὴν φύσιν, ἣν ἔπλασεν, ἀκριβῶς ἐπιστάμενον καὶ ταύτης οὐ μόνον τὰς πράξεις καὶ τοὺς λόγους γινώσκοντα, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐννοίας κινήματα.
 [03677]  Ἐν τούτοις δὲ ἡμῖν ἐπιδείξας τὴν τοῦ νομοθέτου διάθεσιν, ἐν ἑτέρᾳ μελῳδίᾳ πρόσωπον εἰσήγαγε τούσδε τοὺς χαρακτήρας ἀκριβῶς ἐκμαξάμενον καὶ τῷ νομοθέτῃ προ σευχόμενον καὶ λέγοντα·
000-00-00 Serial Number=0492645025
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01022]  Ὁ δὲ Εὐνόμιος ηὔχει Ἀέτιον τὸν Σύρον διδάσκαλον, οὗ τὸν τρισάθλιον βίον, καὶ ἃ μετῆλθεν ἐπιτη δεύματα, καὶ Γρηγόριος ὁ Νύσσης καὶ Θεόδω ρος ὁ Μοψουεστίας, ἐν οἷς κατ' Εὐνομίου συν έγραψαν, ἐδίδαξαν ἀκριβῶς.
 [01063]  ἀκήκοα δὲ ὅμως αὐτὰ παρ' ἀνδρῶν ἀκριβῶς τὰ ἐκείνων ἐπισταμένων.
 [01065]  Ἐτόλμησε γὰρ εἰπεῖν, ὡς οὐδὲν τῶν θείων ἠγνόησεν, ἀλλὰ καὶ αὐ τὴν ἀκριβῶς ἐπίσταται τοῦ Θεοῦ τὴν οὐσίαν, καὶ τὴν αὐτὴν ἔχει περὶ τοῦ Θεοῦ γνῶσιν, ἣν αὐτὸς ἔχει περὶ ἑαυτοῦ ὁ Θεός.
 [01161]  Καὶ γὰρ ἀνθρώποις ἡ θεία δια λεγομένη Γραφὴ, οὐδὲ τῶν ὁρωμένων ἀκριβῶς τὴν φύσιν ἐπισταμένοις, ὡς ἐνῆν αὐτοῖς ἀκούειν, τὴν διδασκαλίαν πεποίηται.
 [02406]  Καὶ γὰρ εὐσέβειαν, καὶ τὴν εἰς Θεὸν πίστιν, καὶ τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ [83.512] σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, ἀκριβῶς ἐκπαιδεύει, καὶ προτίθησιν εἰς μίμησιν τὰ τῶν πα λαιῶν ἁγίων ἀρχέτυπα.
000-00-00 Serial Number=0297680795
Historia ecclesiastica Ante [Go Back]  
 [00222]  ὅπερ φησὶν ὁ κύριος, οὐ πατέρα ἑαυτὸν ἀνα γορεύων οὐδὲ τὰς τῇ ὑποστάσει δύο φύσεις μίαν εἶναι σαφηνίζων, ἀλλ' ὅτι τὴν πατρικὴν ἐμφέρειαν ἀκριβῶς πέφυκε σώζειν ὁ υἱὸς τοῦ πατρός, τὴν κατὰ πάντα ὁμοιότητα αὐτοῦ ἐκ φύσεως ἀπομαξάμενος καὶ ἀπαράλλακτος εἰκὼν τοῦ πατρὸς τυγχάνων καὶ τοῦ πρωτοτύπου ἔκτυπος χαρακτήρ.
 [00602]  Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως καὶ τυραννί δος τοὺς ὑπηρέτας τοῦ σωτῆρος θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἀδικίας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε.
 [00613]  πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύ σειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.
 [00889]  πολλῶν δὲ εἰρηκότων ἀκριβῶς εἰδέναι τὸν ἄνδρα, ἐκέλευσε τοῦτον ἀχθῆναι.
 [01183]  ἀλλ' ἀκριβῶς διέστειλε ἡ θεία φωνή·
 [01559]  οἱ δὲ καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες τὸ κελευόμενον ἔδρων, [155] καὶ τοὺς συνεραστὰς εἰς τὰς ἐκκλησίας συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν δεσπότην παρεγγυῶντες.
 [02382]  εἰ οὕτως ἔχει τὰ τῆς ἀποδείξεως ὑμῶν, οὕτω μέντοι ἀγαπῶντες ἀλλήλους παύσασθε ἀποχρᾶσθαι ἀξιώματι βασιλέως καὶ μὴ διώκετε τοὺς ἀκριβῶς τῷ θεῷ λειτουργοῦντας, ὧν ταῖς εὐχαῖς καὶ πόλεμοι καταπαύονται ἐπὶ τῆς γῆς καὶ ἀγγέλων ἀπο στατῶν ἐπιβάσεις ἀποστρέφονται.
 [02459]  οὗτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστά μενοι, πνευματικωτέρων ἐπακοῦσαι λόγων οὐ φέρουσι.
 [03017]  Ὅπως μὲν ἐπὶ πλεῖστον φέρει τοὺς κατ' αὐτοῦ λυττῶντας ὁ δεσπότης θεὸς καὶ ὅπως κολάζει τοὺς οὐκ εἰς δέον τῇ μακροθυμίᾳ χρωμένους, τοιαῦτα καὶ δεδρακὼς καὶ πεπονθὼς ὁ Βάλης ἐδίδαξεν ἀκριβῶς.
 [03376]  ἡ γὰρ τοῦ γάμου τὸν ζυγὸν σὺν αὐτῷ δεξαμένη τῶν θείων αὐτὸν συνεχῶς [314] ἀνεμίμνησκε νόμων, ἑαυτὴν τούτους πρῶτον ἀκριβῶς ἐκπαιδεύσασα.
 [03711]  καὶ λάκκους δὲ ὀρύξαντες καὶ τούτους ἀκριβῶς καταχρίσαντες, μυῶν μεγάλων ἀγέλας ἐν τούτοις καθεῖρξαν καὶ τροφὴν αὐτοῖς τοὺς τῆς εὐσεβείας προσέφερον ἀθλητάς, καὶ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας δεσμοῦντες ὅπως ἀπὸ σφῶν αὐτῶν ἀπελαύνειν τὰ θηρία μὴ δύνωνται.
000-00-00 Serial Number=0472600341
Historia religiosa Ante [Go Back]  
 [00065]  Ταῦτα δέ μοι πρὸς τοὺς οὐ λίαν ἀκριβῶς τὰ θεῖα μεμυημένους εἰρήσθω·
 [00073]  ἀξιόχρεως δὲ καὶ τὴν εὐαγγελικὴν συγγράφων διδασκαλίαν οὐ μόνον Ματθαῖος καὶ Ἰωάννης, οἱ μεγάλοι καὶ πρῶτοι τῶν εὐαγγελιστῶν, οἱ τῶν δεσποτικῶν θαυμάτων αὐτόπται, ἀλλὰ καὶ Λουκᾶς καὶ Μάρκος, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, οὐ μόνον ἃ πέπονθέ τε καὶ δέδρακεν ὁ δεσπότης, ἀλλὰ καὶ ἃ διδάσκων διετέλεσεν, ἀκριβῶς ἐξεπαίδευσαν.
 [00128]  Καὶ δήποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν ἀπαίροντι οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον προσίασί τινες πένητες, ἕνα τινὰ τῶν συνόντων ὡς τεθνεῶτα προτεθηκότες καί τινα πρὸς τὴν ἐκείνου ταφὴν ἐπιτήδεια λαβεῖν ἱκετεύοντες.
 [00402]  Ἐμοὶ δὲ τάδε τὰ διηγήματα ἡ θεία κεφαλὴ ὁ μέγας Ἀκάκιος παραδέδωκεν, ἀκριβῶς ἅπαντα τὰ κατ' αὐτὸν ἐπιστάμενος.
 [00477]  Καὶ τοῦτο μεμάθηκεν ἀκριβῶς ὁ τῆς κόρης πατήρ.
 [00480]  Ἀριθμήσας τοίνυν τὰς ἡμέρας καὶ τὸν καιρὸν ἀκριβῶς ἐξετάσας, ἐκεῖνον εἶναι μεμάθηκεν, ἐν ᾧ τὸ ληκύθιον ἐξεκόμισεν ὁ πρεσβύτης.
 [00646]  [4.7] Ταῦτα δέ με πολλοὶ μὲν καὶ ἄλλοι τῶν ἐκεῖνον ἱστορη κότων καὶ τὰ κατ' αὐτὸν ἀκριβῶς ἐπισταμένων ἐδίδαξαν·
 [00717]  Φασὶ δὲ αὐτὸν καὶ ζυγὰ ἐπιφερόμενον τὸν τῶν ἄρτων σταθμὸν πολυπραγμονεῖν ἀκριβῶς καὶ εἴ ποτε εὕροι τοῦ ὡρισμένου πλείονα, δυσχε ραίνειν καὶ γαστριμάργους τοὺς τοῦτο ποιοῦντας ἀποκαλεῖν.
 [01003]  Τίς οὕτως ὑψηλὸς τὴν διάνοιαν ὡς κατιδεῖν ἀκριβῶς τὴν ἐκ τῆς καλῆς ἐμπορίας συναθροισθεῖσαν περιουσίαν;
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01932]  Τὰς δὲ ἐντεῦθεν γιγνομένας ὀδύνας καὶ ἀλγηδόνας ἴσασι μὲν ἀκριβῶς οἱ τὴν πείραν δεξάμενοι, ἴσασι δὲ καὶ οἱ τούτου γενόμενοι θεαταί·
 [02001]  Καὶ ὁ μὲν Μωϋσῆς τοῦτο γὰρ αὐτῷ ὄνομα μέχρι τοῦ παρόντος διέμεινε, πᾶσαν ὡς πατρὶ καὶ δεσπότῃ θεραπείαν προσφέρων καὶ τὴν ἀστράπτουσαν ἐκ τῆς ἱερᾶς ἐκείνης ψυχῆς ἀρετὴν ἀκριβῶς ἐκματτόμενος.
 [02002]  Ὁ δὲ ∆αμιανός τοῦτο γὰρ ὄνομα τῷ ἑτέρῳ κώμην τινὰ καταλαβὼν οὐ πόρρω διακειμένην Νιαρὰ δὲ ὄνομα ταύτῃ καὶ παρὰ τὰς ἅλως μικρόν τινα οἰκίσκον εὑρὼν ἐν ἐκείνῳ διάγει, τὴν αὐτὴν μετιὼν πολιτείαν, ὡς τοὺς ἀκριβῶς τοῦτον κἀκεῖνον ἐπισταμένους, θεωμένους αὐτόν, τὴν τοῦ μεγάλου Πολυχρονίου ψυχὴν ὑπολαμβάνειν ἐν ἑτέρῳ σώματι θεωρεῖν.
 [02206]  Τριάκοντα δὲ διελθουσῶν ἡμερῶν ἐπέπτη μὲν πλῆθος ἄπειρον, ὡς καὶ διατεμεῖν τὴν ἀκτῖνα καὶ σχεδιάσαι σκίαν, καὶ τοῦτο ἀκριβῶς ἐθεασάμεθα πάντες.
 [02218]  Καὶ οἱ περὶ βασιλέα δὲ ἅπαντες ὑπὸ τῆς φήμης βαλλόμενοι καὶ πολλὰς παρὰ τῶν μάγων κατ' αὐτοῦ συκοφαντίας δεχόμενοι καὶ ἀκριβῶς ἐπυνθάνοντο καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον.
 [02347]  Τὰ δὲ περιβόλαια μέγιστα ἔχουσιν ὡς ὄπισθεν μὲν ἀποσύ ρεσθαι καὶ ἀκριβῶς συγκαλύπτειν τὼ πόδε, ἔμπροσθεν δὲ μέχρις αὐτῆς τῆς ζώνης καθίεσθαι, τὸ πρόσωπον ὁμοῦ καὶ τὸν αὐχένα καὶ τὰ στήθη καὶ τὰς χεῖρας ἀκριβῶς κατακρύπτοντα.
 [02375]  Πρόκειται δὲ πᾶσι τοῖς ὁρᾶν αὐτὴν βουλομένοις, καὶ ἀνδράσι καὶ γυναιξίν, οὔτε ὁρῶσα πρόσωπον οὔτε ἑτέρῳ προτιθεῖσα τὸ πρόσωπον, ἀλλ' ἀκριβῶς μὲν τῷ περιβολαίῳ κατακαλυ πτομένη, μέχρι δὲ τῶν γονάτων κατακαμπτομένη, λεπτὰ δὲ λίαν καὶ ἄσημα φθεγγομένη, μετὰ δακρύων δὲ ἀεὶ καὶ ταῦτα προφέρουσα.
 [02409]  καὶ τὸν τοξότην δὲ ὡσαύτως ἐξ ὀλίγων ἀφιεμένων βελῶν καταμάθοι ἄν τις ἀκριβῶς εἴτε ἄριστα τοξεύοι κατὰ σκοπὸν βάλλων, εἴτε ἔξω φέροιτο, τὴν τέχνην οὐκ ἠσκήμενος.
 [02413]  Προσήκει δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος ἐρευνῆσαι, καὶ ζητῆσαι, καὶ καταμαθεῖν ἀκριβῶς πόθεν ὁρμώμενοι τήνδε τὴν πολιτείαν ἠσπάσαντο, καὶ ποίοις χρώμενοι λογισμοῖς αὐτὴν κατέλαβον τῆς φιλοσοφίας τὴν κορυφήν·
 [02572]  [31.12] Τοῦτο τὸ δέος αὐτοῦ θεασάμενος ὁ δεσπότης, καὶ τὸ φίλτρον δὲ ἀκριβῶς ἐπιστάμενος, τῇ προαγορεύσει τῆς τελευτῆς λύει τὸν φόβον, καὶ δίδωσι τῇ ἀγάπῃ τὴν μαρτυ ρίαν, καὶ τοῦ Πέτρου τὴν ὁμολογίαν κυροῖ, καὶ τῷ ἕλκει τῆς ἀρνήσεως προσφέρει τῆς ὁμολογίας τὸ φάρμακον.
 [02627]  [31.17] Ἀλλὰ γὰρ ὁδῷ βαδίζων ὁ λόγος πρὸς αὐτὸν ἀφίκετο τὸν χρηματίσαντα τοῦ θεοῦ φίλον, τὸν ἀκριβῶς τῆς φιλίας τοὺς νόμους καὶ φυλάξαντα καὶ διδάξαντα.
000-00-00 Serial Number=0365261137
Interpretatio in Danielem Ante [Go Back]  
 [00060]  Καὶ γὰρ τῷ ὄντι τοῦ θείου Πνεύματος ἔργον ἦν, καὶ τὸ ἐν ύπνιον εἰπεῖν, ὃ ἕτερος θεασάμενος ἐπελήσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τε καὶ ἀλη θῶς.
 [00117]  μάθωσιν ἅπαντες καὶ ἀκριβῶς, ὅτι τοῦ Θεοῦ προδεδωκότος, καὶ τὴν πάλαι φρουροῦ σαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολε μίους ἐγένετο.
 [00288]  Ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικε, ἀλλ' ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν.
 [00339]  οὐ γάρ ἐστιν ἀνθρώπων τῶν σάρκα περικειμένων ἡ [81.1289] τοιαύτη γνῶσις, ἀλλὰ τῆς ἀσωμάτου φύσεως τῆς ἀκριβῶς ἅπαντα γινωσκούσης.
 [00341]  Τούτων γὰρ εἰρηκότων, Οὐκ ἔστιν ἀνθρώπων, ἀλλ' ἢ θεῶν, τὸ ταῦτα γινώσκειν, ὁ θεσπέσιος ∆ανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα, ἀκριβῶς δὲ λίαν καὶ σαφῶς ἑρμηνεύει·
 [00381]  καὶ φῶς ὑπάρχων νοερὸν, φῶς οἰκῶν ἀπρόσιτον, ἀκριβῶς ἅπαντα γινώσκει τὰ ἐν τῷ σκότει γινόμενα.
 [01155]  ἔπειτα διὰ τῆς ἑρμηνείας τὰς τῶν βασιλέων διαδοχὰς ἐδίδαξεν ἀκριβῶς, τῆς ἀνθρωπίνης εὐημερίας ὑποδεικνὺς τὸ [81.1353] βραχὺ καὶ ἐπίκηρον.
 [01298]  ἀντὶ τοῦ, ἀληθῶς καὶ ἀκριβῶς·
 [01332]  Ἐντεῦθεν ἔστιν ἀκριβῶς καταμαθεῖν τῆς ἀποστολι κῆς διδασκαλίας τὸ χρήσιμον.
 [01347]  ἵνα καὶ τῇ ἀφαιρέσει, καὶ τῇ ἀποδόσει, μάθῃς ἀκριβῶς, τίς ὁ τῶν ὅλων κυβερνήτης, τίς ὁ σοφῶς ἅπαντα ἰθύνων καὶ πρυτανεύων.
 [02120]  Προσέχειν ἀκριβῶς δεῖ, ὅτι κἀνταῦθα τέσσαρας εἶπε βασι λείας, καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας·
 [02128]  Ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τε τάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, καὶ φοβερὸν περισσῶς·
 [02138]  προσήκει τοῖς λεγομένοις ἀκριβῶς.
 [02348]  Ταῦτα σαφέστερον ἡμᾶς ἡ τῶν Μακκαβαίων βίβλος ἥ τε πρώτη καὶ ἡ δευτέρα διδάσκει, καὶ Ἰώσηππος δὲ ὁ ἱστοριογράφος ἀκριβῶς ταῦτα συνέγραψε, καὶ ἡμεῖς δὲ συντόμως τὰ κατ' αὐτὸν διηγησόμεθα.
 [02393]  Ταῦτα, φησὶ, θεασάμενος, συνεῖναι καὶ μαθεῖν ἀκριβῶς ἐβουλόμην τὰ διὰ τούτων σημαινόμενα τῶν αἰνιγμάτων.
 [02489]  καὶ ταῦτα εἰδὼς ἀκριβῶς ὡς αὐτὸς πεῖραν τούτων οὐδεμίαν λήψεται, ἀλλὰ τῆς παρούσης ζωῆς οὐκ εἰς μακρὰν ἀπαλλαγήσεται.
 [02677]  Σὺ δὲ ἀκριβῶς πρόσεχε τοῖς λεγομένοις·
 [02901]  ἐθεάσατο μὲν γὰρ ἁγίους ἀγγέλους, ἤκουσε δὲ αὐτῶν διαλεγομένων καὶ μεμάθηκεν ἀκριβῶς τὰ ἐσόμενα.
 [02986]  Πρόσεχε, φησὶν, ἀκριβῶς τοῖς ὑπ' ἐμοῦ λεγομένοις, καὶ τὸ δέος ἀποθέμενος, μετὰ συνέσεως ἄκουε τῶν ῥηθησομένων·
 [03026]  Ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς κατανοεῖν ἐθελήσειεν, εὑρήσει τῶν εἰρημένων τὸν νοῦν.
 [03606]  Ἐντεῦθεν ἀκριβῶς μεμαθήκαμεν, ὅτι ὁ τότε διαλεγόμενος οὐκ αὐτὸς ἦν ὁ ∆εσπότης.
 [03665]  Καὶ ἐντεῦθεν δὲ ἔστι μαθεῖν ἀκριβῶς, ὡς οὐδὲν τούτων ἁρμόττει τῷ Ἀντιόχῳ.
000-00-00 Serial Number=0872520447
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00251]  οὐδεμίαν δὲ διαφορὰν ἔφη ἐν αὐτοῖς τεθεᾶσθαι, ἀλλ' ἀκριβῶς ἀλλήλοις ἐοι κέναι τοὺς τέσσαρας.
 [00308]  Εἰ γὰρ τοῦ ἡλίου τὸν δίσκον τις ἀκριβῶς ἰδεῖν ἐθελήσας, ἐρείσειεν ἐκεῖ τὸ ὄμμα πλέον ἢ δεῖ, καὶ τὴν μετρίαν ἀπόλλυσι θεωρίαν, καὶ δρέ πεται σκότος ἀπὸ φωτὸς, τί οὐκ ἄν τις πάθοι τοῦ θείου, καὶ ἀπροσίτου κατατολμήσας φωτός;
 [00400]  Εἰδὼς τοίνυν ἀκριβῶς αὐτῶν τὸ ἀνένδοτον, τίθησι τὸ ἐὰν ἄρα, τὸ τῆς γνώμης αὐθαίρετον διὰ τούτων διδάσκων, ὅτι ἐν δέχεται αὐτοὺς μεταβληθῆναι ἐὰν ἐθελήσωσι·
 [00488]  ἡρμήνευσε δὲ καὶ τὸ, Ἐὰν [81.845] ἄρα ἀκούσωσι, σαφῶς διδάξας, ὡς οὐκ ἀγνοεῖ, ἀλλ' ἀκριβῶς οἶδεν αὐτῶν τὴν ἀπείθειαν·
 [00658]  Εἰ δέ τις καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀκριβῶς μαθεῖν βούλεται, ἀρχὴν τοῦ ἀριθμοῦ λαβέτω τὸν πέμπτον τῆς αἰχμαλωσίας Ἰεχονίου.
 [02263]  Καὶ τοῦτο ἀκριβῶς ἡμᾶς ὁ μακάριος διδάσκει Ματθαῖος·
 [04511]  Εἰ δέ τις ἀκριβῶς συνιδεῖν ἐθελήσειεν, εὑρήσει καὶ τὸν κοινὸν τῶν ἀν θρώπων ἀλάστορα, τὸν τοῦ Θεοῦ δυσμενῆ καὶ πολέ μιον διάβολον διὰ τούτων παραδηλούμενον, ὃς καλῶς καὶ ἀγαθῶς δημιουργηθεὶς, καὶ ταῖς μὲν ἀρχικαῖς δυνάμεσιν ἐξισούμενος, τῶν δὲ ὑποδεεστέρων ὑπάρ χων περιφανέστερος (παράδεισον γὰρ τρυφῆς, καὶ τὰ ἐν τούτῳ ξύλα, κατὰ τοὺς τῆς ἀλληγορίας νόμους, τὰς ἀσωμάτους φύσεις ἐκάλεσε), κατὰ τοῦ πεποιηκότος καὶ τοσαύτην εὐπρέπειαν ὁμοῦ καὶ δύνα μιν δεδωκότος ἐλύττησε, καὶ τυραννίδα μελετήσας, καὶ Θεὸς ἔσεσθαι ὀνειροπολήσας ἐξέπεσε.
 [05476]  εἰδὼς μὲν ἀκριβῶς τοῦ Θεοῦ τὸ δυνατὸν, ἀγνοῶν δὲ τὸ βούλημα.
 [05542]  Ταῦτα πέρατος τετύχηκε, τυπι κῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ, ἀκριβῶς δὲ καὶ ἀληθῶς ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ·
 [05943]  ἐπειδὴ οὐδὲ οἷόν τε ἦν ἐν σανίσιν ἀκριβῶς τέσσαρα διαγλύψαι.
 [06189]  Καὶ ταῦτα δὲ ἔστιν ἀκριβῶς ἐπὶ τῆς ἱστορίας εὑρεῖν.
000-00-00 Serial Number=0482517421
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00594]  Καθάπερ γὰρ, φησὶ, οἱ τὰ σπέρματα ἢ τὰς ἀμπέλους φυλάσσοντες, ἀκριβῶς [81.532] ταῦτα φυλάττουσι, καὶ τοὺς ὁδίτας δι' αὐτῶν παρ ιέναι κωλύουσιν·
 [01426]  οὐ προσέσχεν ἀκριβῶς ταῖς ∆εσποτικαῖς ὑποσχέ σεσιν, ἀλλ' ἀκούσας·
 [01456]  Οἶδα, φησὶν, ἀκριβῶς τῆς σῆς ψήφου τὸ δίκαιον·
 [02623]  Εἶτα δυσχεράνας ὁ προφήτης, ὡς ἀκριβῶς μεμαθηκὼς Ἀνανίου τὴν ψευδῆ χρησμολογίαν, ἔφη πρὸς αὐτόν·
 [03089]  Καὶ ἤδη προειρήκαμεν, ὡς τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ ταῦτα τετύχηκε πέρατος, ἀκριβῶς δὲ τὴν τῆς προφητείας ἀλήθειαν ὁ ∆εσπότης ἡμᾶς ἐδίδαξεν.
000-00-00 Serial Number=0194701791
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00116]  ἀλλ' εἰδὼς ἀκριβῶς, ὡς κίνησιν μὲν πρῶτον ὁ λογισμὸς ὑπο μένει, εἴτε φαῦλος, εἴτε σπουδαῖος εἴη·
 [00525]  Τὸ δὲ ἐνώτισαι, ἀντὶ τοῦ, Εἴσω τῶν ὤτων σου γενέσθω μου τῆς προσευχῆς τὰ ῥήματα, καὶ εὐμενῶς ἄκουσον τῆς ἐμῆς ἱκετείας, καὶ πρόσχες ἀκριβῶς τοῖς τῆς δεήσεώς μου λόγοις, ἐπειδή σε Θεὸν οἶδα καὶ βασιλέα.
 [01011]  Ὁ πάντα, φησὶν, ἐφορῶν, καὶ ἀκριβῶς ἐκζητῶν τὰ γινόμενα, εἶδε τὰς τολμωμένας ὑπὸ τοῦ διαβόλου δι' ἀπάτης τῶν ἀνθρώπων σφαγὰς, καὶ εἰς ἐπικουρίαν τῶν ἀδικουμένων ἐλήλυθεν.
 [01178]  Οἶδας, φησὶν, ἀκριβῶς τίνος ἐπιθυμοῦσιν οἱ πένητες, καὶ ποίαν πρόθε σιν ἔχουσιν.
 [01223]  Οἶσθα δὲ ἀκριβῶς καὶ ἀδίκων καὶ δικαίων τὰς πρά ξεις, καὶ ταλαντεύεις τοῖς ἔργοις τὰς ἀντιδόσεις.
 [02829]  Οἱ γὰρ διηνεκῶς τοῖς ἱεροῖς ἐντρεφό μενοι Λόγοις μανθάνουσιν ἀκριβῶς δι' ἐκείνων, ὡς πᾶσαι αἱ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν οἰκονομίαι ἐλέῳ καὶ ἀληθείᾳ συγκέκρανται·
000-00-00 Serial Number=0619122803
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00670]  ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαί με δύναται μόνη, καὶ τῆς χιόνος μοι τὴν λευκότητα δοῦναι.
 [01815]  Τίς γὰρ, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δίκαιον τοῦ Θεοῦ ἔλεον καταμαθεῖν ἀκριβῶς;
 [03769]  Τινὲς μέντοι τοῖς ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γεγενημένοις προσ-ήρμοσαν τὸν ψαλμὸν, οὔτε τῇ ἱστορίᾳ προσεσχηκό τες, οὔτε τοῦ ψαλμοῦ τὴν προφητείαν ἀκριβῶς νε νοηκότες.
 [03778]  ὅτι καὶ προειδὼς αὐτῶν ἀκριβῶς τὴν ἀπείθειαν, τῇ προ φητείᾳ τῶν ἐσομένων κακῶν ἀποτρέπειν τῆς ἀσε βείας πειρᾶται.
000-00-00 Serial Number=0100437403
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00928]  Ἀντὶ τοῦ, Οὐδὲ τὸ τυχὸν ἐν ταῖς προῤῥήσεσιν ἔνεστι θεω ρῆσαι ψεῦδος, ἀλλ' ἀκριβῶς ἅπαντα τὰ νῦν ὁρώμενα προεῤῥήθη.
 [01967]  Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν προσήκει τὸν Ποιητὴν ἀκριβῶς ἐκπαι δεύει.
 [03081]  Οὗτοι δὲ τὰ Ἰουδαίων διήρπασαν ἅπαντα, ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσασθαι.
 [04264]  ἀντιβολῶ δὲ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα.
 [04548]  Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς.
 [04587]  ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχά νων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν.
 [06179]  Πάντα, φησὶ, μεμάθηκας ἀκριβῶς, τίνα εἰργαζόμην καθ ήμενος, τίνα ἔδρων ἀνιστάμενος.
 [06190]  Ἔγνως, φησὶν, ἀκριβῶς μου τὰς πρά ξεις, καὶ οὐδὲν τῶν ἐμῶν τὴν σὴν ἔλαθε γνῶσιν.
 [06262]  Ἅπαντα, φησὶν, ἀκριβῶς γινώσκεις τὰ κατ' ἐμοῦ.
000-00-00 Serial Number=0080260694
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00004]  ἀλλ' εἰσὶν οἱ τὰ θεῖα περὶ πολλοῦ ποιού μενοι, καὶ τὴν ἱερὰν ἀκριβῶς πεπαιδευμένοι Γραφὴν, οἳ οὐ μόνον ἡμῖν οὐ νεμεσήσουσιν, οὐδὲ τοῖς φιλαι τίοις ἐκείνοις παραπλησίως ἐπιμέμψονται, ἀλλὰ καὶ ἀποδέξονται, ὡς εἰκὸς, καὶ ἐπαινέσονται, κἂν μή τι γενναῖον ἐν τοῖς συγγράμμασιν εὕρωσιν.
 [01365]  καὶ ἅπαντες δὲ οἱ τῆς ἐπαγγελίας τὴν γῆν οἰκοῦντες, ἀκριβῶς τοῖς λεχθησομένοις προσέχετε.
 [01386]  Ἵνα γὰρ μαν θάνωσιν ἀκριβῶς, ὡς τῆς παρανομίας καὶ δυσσεβείας ποινὴν τίνοντες τοῖς ἐπιοῦσιν αὐτοῖς ἐκδίδονται πολεμίοις, εἰκότως καὶ ταῖς οὐρανόθεν ἐπιφερομέναις παιδείαις ἐβάλλοντο, διδασκόμενοι διὰ τούτων, ὡςὁ παρ' αὐτῶν ἀμελούμενος Θεὸς, καὶ τούτοις αὐτοὺς τιμωρεῖται, κἀκείνοις.
 [01491]  Εἰ γάρ τις ἀκριβῶς κατίδοι τὴν κεφαλὴν τῆς ἀκρίδος, σφόδρα τῇ τοῦ ἵππου ἐοικυῖαν εὑρήσει.
 [01777]  Τινὲς δὲ τοῖς χρόνοις οὐκ ἀκριβῶς προσεσχηκότες, τοῦτον ὑπέλαβον γεγενῆσθαι τὸν σεισμὸν, ἡνίκα Ἡσαΐας ὁ μέγας, μετὰ τὴν Ὀζίου τελευτὴν, εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπ ηρμένου, ὅτε τὸ ὑπέρθυρον ἀπὸ τῆς τῶν Σεραφὶμ ἐπήρθη φωνῆς·
 [02065]  Εἰ δέ τις ἀκριβῶς προσχεῖν ἐθελή σειεν, εὑρήσει τούτων τὴν ἔκβασιν μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν μανίαν·
 [02160]  Εἰς τὰς προειρημένας πόλεις, αἵπερ εἰσὶ μέγισται, καὶ τῶν προλεχθεισῶν δὲ βασι λειῶν αἱ ἔγκριτοι, πορευθέντες ἀκριβῶς καταμάθετε, ὡς οὐκ ἐλάττων ἐστὶν ἡ ὑφ' ὑμῶν γεωργουμένη τῆς ὑπ' ἐκείνων κατεχομένης.
 [02446]  καὶ δὴ καὶ οἱ τὰς ἀμπέλους τρυγῶντες ὀκνοῦσιν ἁπάσας διερευ νᾷν ἀκριβῶς·
 [02493]  Τίς ἂν ἀξίως ὑμνήσειε τὴν ἄῤῥητον ἀγαθότητα τοῦ δικαίου Κριτοῦ, ὃς ἀκριβῶς ἐπιστάμενος, ὡς τοῖς προφητικοῖς οὐ πεισθήσονται λόγοις, καὶ τὴν προκειμένην προσέθηκεν ἀπειλὴν, ἵνα τῇ μὲν δεδιξάμενος, τῇ δὲ καταθέλξας, μαλάξῃ τοὺς θηριώδεις;
 [04212]  Εἰ δέ τις ἀκριβῶς μαθεῖν ἐθέλει, ἐρευνησάτω τὴν προφητείαν, καὶ ὄψεται αὐτῆς τὰ πλεῖστα μηδαμῶς τοῖς τύποις ἁρμόττοντα·
 [04773]  Ὁ γὰρ τῶν θείων λογίων σπου δαίως ἐπαΐειν οὐκ ἀνεχόμενος, τῷ ἀποστρεφομένῳ καὶ τὰ νῶτα διδόντι ἔοικεν ἀκριβῶς.
 [04899]  Ταῦτα δὲ ἅπαντα ὁ προφήτης ἑώρα, καὶ τοῦ προστατεύοντος ἀγγέλου τὴν κηδεμονίαν, καὶ τῶν ἄλλων ἀγγέλων τὸν δρό μον, καὶ τὰ τῆς πόλεως μέτρα, ἵνα καὶ αὐτὸς βε βαίως δέξηται τὰς ἀγαθὰς περὶ τῆς Ἱερουσαλὴμ ὑποσχέσεις, καὶ ὁ λαὸς ἀκριβῶς τοῖς λεγομένοις πιστεύσῃ, οὐ λόγους ἁπλῶς προσφερομένους, ἀλλὰ πράγματα θεωρῶν προτυπούμενα.
000-00-00 Serial Number=0806989551
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [02157]  Εἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας [145] καὶ ἡ Ἐλισάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦλος δὲ κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος;
000-00-00 Serial Number=0815706789
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00138]  ὅτι μὲν οὖν ἀναγκαῖον τὸ σκότος ἀκριβῶς μεμαθήκαμεν·
 [00893]  ἀκριβῶς δὲ παρὰ τῶν ἐκεῖθεν ἀφικομένων με μάθηκα, ὡς εἰσὶ πηγαὶ ταύτην ἀναβλύζουσαι τὴν ὕλην μεθ' ὕδατος·
 [00895]  οὕτω τὸν πύργον ἐκεῖνον ᾠκοδομῆσθαί φασι, καὶ οἱ αὐτόπται τούτου καὶ διορύξαι τι μέρος ἰσχυρίσαντο, καὶ ἀκριβῶς διαγνῶναι, ὡς ἄσφαλτος ταῖς ὠπτημέναις ὑπέστρωται πλίνθοις.
 [02537]  πιστευτέον δὲ ἐν τούτοις αὐτῷ, ἀκριβῶς τοῦ ἔθνους τὰ μέτρα ἐπισταμένῳ.
000-00-00 Serial Number=0660343647
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00570]  ἢ ὅτι ὁ φθόνος αὐτὸν παρεκίνησεν ἀκριβῶς μανθάνειν ὅθεν ἐστίν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»