Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀδικουμένους [16]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀδικουμένους


000-00-00 Serial Number=0176127255
De incarnatione domini Ante [Go Back]  
 [00625]  Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, [75.1476] εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
000-00-00 Serial Number=0231670141
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02113]  Τοὺς ἀδικουμένους οὐκ ἀθυμεῖν, ἀλλὰ χαίρειν ὁ ∆εσπότης προσέταξεν, καὶ ἐκ τῶν παλαιῶν ἕλκειν παραδειγμάτων τῆς ψυχαγωγίας τὰς ἀφορμάς.
000-00-00 Serial Number=0779824197
Interpretatio in Ezechielem Ante [Go Back]  
 [05060]  ∆ικάσω, φησὶ, καὶ οὐ πε [81.1161] ριόψομαι ἀδικουμένους, ἀλλὰ δίκας τοὺς ἀδικοῦντας πράξομαι.
000-00-00 Serial Number=0928513885
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01840]  τουτέστιν, ἀνεξι κάκως χρώμενος, καὶ κολάζειν τοὺς ἀδικοῦντας ἀναβαλλόμενος, τοὺς ἀδικουμένους ἡμᾶς ἀνιᾷς.
000-00-00 Serial Number=0290489256
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00700]  προστίθησι δὲ καὶ διδασκαλίαν, τοὺς μὲν ὑπό τινων ἀδικουμένους εἰς τὸν Θεὸν ἔχειν τὰς ἐλπί δας προτρέπων, καὶ τὴν ἐκεῖθεν ἀναμένειν ῥοπὴν, τοὺς δὲ ἀδικοῦντας δεδιττόμενος τῆς τοῦ Θεοῦ δι καίας κρίσεως μνήμῃ.
 [00745]  Τὸ γὰρ, εἰς ὕψος ἐπί στρεψον, ἀντὶ τοῦ, ὕψιστος ὢν φύσει, παρὰ δὲ τοῖς πολλοῖς ἀγνοούμενος, δείχθητι ὅπερ ὑπάρχεις διὰ τῆς περὶ τοὺς ἀδικουμένους κηδεμονίας.
000-00-00 Serial Number=0217929840
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00769]  Τὴν γεγενημένην κατὰ τῶν ἱερέων συκοφαντίαν μεμαθηκὼς ὁ θεῖος ∆αβὶδ, τοῦτον συν έγραψε τὸν ψαλμὸν, εἰς ὑπομονὴν καὶ καρτερίαν τοὺς ἀδικουμένους ἀλείφων, καὶ τῆς θείας ψήφου διδάσκων τὸ δίκαιον.
 [01058]  Εἶτα εἰρηκὼς τὰ παρὰ τῶν παρανόμων, εἰς τοὺς ἀδικουμένους καὶ μὴ ἐγκαταλιμπανομένους παρὰ τῆς ἄνωθεν ῥοπῆς μετατίθησι τὸν λόγον ὁ Προφήτης.] ιζʹ.
 [01101]  [Καὶ πολλοὶ τὰ αὐτὰ νοσοῦντες φιλίας δῆθεν περικείμενοι ἐπικάλυμμα πρὸς τοὺς παρ' αὐτῶν ἀδικουμένους φασίν·
 [01413]  οὐκ ἐπι τωθάζων ἐκείνῳ, ἀλλὰ τὴν θείαν ὁρῶν προμή θειαν, παρορᾷν οὐκ ἀνεχομένην τοὺς ὑπ' ἐκείνων ἀδικουμένους.
 [04973]  Μέχρι τίνος, φησὶν, ἀδέ καστον οὐκ ἐκφέρετε ψῆφον, ἀλλὰ τῶν δυνατῶν καὶ παρανόμων ἐλέγχειν παραιτεῖσθε τὴν ἀδικίαν, καὶ παρορᾶτε τοὺς πενίᾳ συζῶντας ἀπὸ τούτων ἀδικουμένους;
000-00-00 Serial Number=0083007991
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01608]  Ἐπειδὴ γὰρ καὶ τοὺς ἀδικουμένους ἠλέει, καὶ τῶν ἀδικούντων ὁ θαυμάσιος Ἰωσίας κατ εψηφίζετο, τὴν περὶ ἐκείνων διήγησιν, εὐφημίαν ἐλέου καὶ κρίσεως προσηγόρευσε.
 [05980]  ὡς ὁ τοὺς ἀδικουμένους οἰκτείρων, τοὺς ἀδι κοῦντας κολάζει.
000-00-00 Serial Number=0483073831
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01882]  Καὶ οὗτοι δὲ, φησὶ, πρὸς λῆμμα βλέποντες, ἀπημπώλουν τὸν δίκαιον, καὶ αἰσχροκερδείᾳ δουλεύοντες, οὐδὲ ὑποδήματα παρῃτοῦντο κερδαίνειν, ἃ τὴν ἐσχάτην χρῆσιν τοῖς ἀνθρώποις παρέχει, προϊέμενοι μὲν τοὺς ἀδικουμένους, αἰκιζόμενοι δὲ τοὺς πενεστέρους, τῶν δὲ ἀτιμοτέρων τὰς δικαιολογίας οὐ προσιέμενοι.
 [03907]  ἐφίεμαι δὲ μα θεῖν, τί δήποτε τοὺς ἀλαζόνας καὶ ἀναλγησίαν νο σοῦντας, εὐπράττειν ἐᾷς, καὶ περιορᾷς ὑπὸ τῶν δυσ σεβούντων τοὺς οὐ τοιούτους ἀδικουμένους.
 [06299]  Ὁμοίως δὲ ταῖς γοητρίαις, φησὶ, καὶ τὰς μοιχευτρίας, καὶ τοὺς ψευδῶς ὀμνύναι τολμῶντας, καὶ τῶν μισθωτῶν τὸν μὲν πόνον καρ πουμένους, τὸν δὲ μισθὸν παρέχειν οὐ βουλομένους, καὶ ἁπαξαπλῶς πάντα δυναστείᾳ χρώμενον κατὰ τῶν ὀρφανίαν καὶ χηρείαν ὀδυρομένων, καὶ τοῖς μετοίκοις καὶ προσηλύτοις κακῶς δικάζειν αἱρουμένων, καὶ τὴν ἐμὴν οὐ δειμαίνοντα κρίσιν, εἰσπράξω ποινὴν, καὶ οὐκ ἀνέξομαι τοὺς ἀδικουμένους περιιδεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»