Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀδίκως [61]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀδίκως


000-00-00 Serial Number=0399382591
Commentaria in Isaiam Ante [Go Back]  
 [00682]  Κατηγορεῖ δὲ τῶν αὐτῶν ὡς ἀρχόντων μέν, ἀδίκως δὲ ἡγουμένων·
 [01313]  Πρόσωπα δὲ θαυμάζοντας τοὺς ἀδίκως κρίνοντας λέγει παρὰ τὸν νόμον τὸν λέγοντα·
 [01474]  Καὶ ταύτην δέ σοι τὴν παιδείαν ἐπήγαγον οὐκ ἀδίκως ἀλλὰ τῶν Αἰγυπτιακῶν ἐπιτηδευμάτων σε εἰσπραττόμενος εὐθύ νας·
 [05880]  Καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, εἰ σωθήσεται;
 [05892]  ἐγὼ δὲ μόνος αὐτὸν εὐπετῶς καταλύσω καὶ τοὺς ἀδίκως ὑπ' αὐτ οῦ κατεχομέν ους σώσ ω.
 [07408]  Καιρὸς γάρ ἐστι καὶ τούτους δοῦναι ὧν ἐτόλμησαν δίκας καὶ τοὺς ἀδίκως αὐτοῖς δεδουλευκότας ἐλευθερίας τυχεῖν.
 [07542]  Ἀγανακτεῖς δὲ καθ' ἡμῶν οὐκ ἀδίκως·
000-00-00 Serial Number=0205641925
De providentia orationes decem Ante [Go Back]  
 [01060]  Οἵ τε γὰρ τὸν πλοῦτον εὖ καὶ καλῶς οἰκονομήσαντες, καὶ μήτε συμφοραῖς ἀλλοτρίαις τοῦτον αὐξή σαντες καὶ κοινωνοὺς τῆς εὐπορίας τοὺς δεομένους λαβόντες, ἀποχρῶσιν εἰς κατηγορίαν τῶν ἀδίκως καὶ πλεονεκτικῶς χρησαμένων τῷ πλούτῳ·
 [02052]  καὶ ἕνα λαβὼν ἀδίκως, πάν των ἐγυμνώθης τῶν ὑπηκόων δικαίως·
 [02067]  τοὺς ἐνδίκως κατεχομένους, ἀδίκως κατασχεθεὶς, τῆς εἱρκτῆς ἀπολύω.
000-00-00 Serial Number=0114195466
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00338]  Πολλῶν [γὰ]ρ τὸ ἔ[θνος] τῶν Ἰσαύρων κατηγορούντων, ὡς ἐρῶσι χρημάτων καὶ φιλόχρυσοι καὶ τοῦ πλείονος ἐφιέμενοι, εὕρομεν τὸν λαμπρότατον Νέωνα, παρ' ἐκείνοις μὲν φύντα καὶ τραφέντα, τὸν πλεονεκτικὸν δὲ βδελυξάμενον βίον, μᾶλλον δὲ οὐ μόνον ἀδίκως τὴν χεῖρα προ τεῖναι μὴ ἀνασχόμενον, ἀλλ' οὐδὲ δικαίως κερδάναι προελόμε νον, τὰ δὲ οἰκεῖα προέμενον εἰς τὴν τῶν πόλεων ἐπιμέλειαν, καὶ παντὶ μὲν ἀδικουμένῳ τὴν ἀκοὴν ὑποσχόντα, ἀδίκοις δὲ καὶ συκοφάνταις ἀποκλείσαντα τὰς τοῦ δικαστηρίου κιγκλίδας.
000-00-00 Serial Number=0594040215
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00106]  Ἡ μὲν θεοσέβεια ὑμῶν δυσχεραίνει καὶ ἄχθεται διὰ τὴν ἀδίκως ἡμῖν καὶ δίχα κρίσεως ἐπενεχθεῖσαν ψῆφον·
 [01319]  οὐδὲ τὸ σκυθρωποῖς τισιν ἀδίκως περιπεσεῖν ὑφορώμενος τοῦτο γὰρ ὡς ἐπίπαν πεπόνθασιν ἅπαντες οἱ τῷ Θεῷ γνησίως δεδουλευκότες , ἀλλὰ τὴν ὑμετέραν μεγαλοφυΐαν πεῖσαι βουλόμενος, ὡς ψευδεῖς καθ' ἡμῶν ὠδίνουσι λόγους οἱ τῶν ἡμετέρων κατηγοροῦντες δογμάτων.
 [01797]  Πρέπει δὲ ὑμῶν τῇ ὁσιότητι μὴ παριδεῖν τοὺς ὁμόφρονας ἀδίκως ἐλαυνομένους, ἀλλὰ παῦσαι τῇ δικαίᾳ βοηθείᾳ τὴν ἀδικίαν, καὶ διδάξαι τοὺς κατὰ τῆς ἀληθείας θρασυνομένους, ὡς οὐ πάντα δρᾶν ἔξεστι τοῖς πᾶν ὁτιοῦν ἀδεῶς ποιεῖν πειρωμέ νοις.
 [01804]  καὶ διαφερόντως τῆς ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθείσης ὑπερμαχῆσαι πίσ τεως, καὶ ἄσυλον τὸν πατρῷον κλῆρον διαφυλάξαι, καὶ τὴν ἐπικειμένην ὀμίχλην ἀποσκεδάσαι, καὶ ἀντὶ τῆς σκοτομήνης καθαρὰν αἰθρίαν ἐργάσασθαι, καὶ τὴν καθ' ἡμῶν ἀδίκως γεγε νημένην ἐξελέγξαι σφαγήν.
000-00-00 Serial Number=0975489855
Eranistes Ante [Go Back]  
 [03053]  Τὴν γὰρ ἀδίκως καταποθεῖσαν ἀπαρχὴν ἀναστήσας, ἀκολουθῆσαι ταύτῃ παρεσκεύασε τὸ γένος.
 [03068]  Ἐπειδὴ γὰρ τιμωρία τῶν ἡμαρτηκότων ὁ θάνατος ἦν, τὸ δὲ σῶμα τὸ κυριακὸν οὐκ ἔχον ἁμαρτίας κηλῖδα ὃ παρὰ τὸν θεῖον νόμον ὁ θάνατος [206] ἀδίκως ἐξήρπασεν, ἀνέστησε μὲν πρῶτον τὸ παρανόμως κατασχεθέν, ἔπειτα δὲ καὶ τοῖς ἐνδίκως καθειργμένοις ὑπέσχετο τὴν ἀπαλλαγήν.
000-00-00 Serial Number=0055689275
Graecarum affectionum curatio Ante [Go Back]  
 [00852]  Ταῦτα καὶ Ῥωμαῖοι παρὰ τούτων μεμαθηκότες, τοὺς σφετέρους βασιλέας μετὰ τὸ τέρμα τοῦ βίου θεοποιΐας ἠξίουν, καὶ οὐ μόνον τοὺς ἐννόμως γε βεβασιλευκότας καὶ τοῦ δικαίου πεφρον τικότας, ἀλλὰ καὶ τοὺς τυραννικῶς τε καὶ ἀδίκως καὶ παρανόμως [3.33] ἰθύναντας τὴν ἀρχήν.
 [02479]  ἐγὼ δὲ οὐκ οἶμαι, ἀλλὰ πολὺ μᾶλλον ποιεῖν ἃ οὗτος νυνὶ ποιεῖ, ἄνδρα ἀδίκως ἐπι χειρῶν ἀποκτιννύναι.
 [02772]  Ὁ μὲν γὰρ φιλόσοφος οὐδὲ τὸν ἀπεκτονότα πατέρα τὴν ἴσην ὑποσχεῖν τιμωρίαν ἐκέλευσεν, ὁ δὲ Σωτὴρ ὁ ἡμέτερος καὶ λοιδορίαν κολάζει παρὰ καιρὸν γινομένην καὶ θυμὸν ἀδίκως κινούμενον·
 [03385]  τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμω [11.26] τήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.
000-00-00 Serial Number=0078945994
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01908]  οὔκουν ἀδίκως κολάσει τοὺς δαίμονας, καὶ τὸν ἐκείνων ἡγούμενον.
 [01911]  Εἰ δὲ μήτε φύσιν πονηρὰν ἐδημιούργησεν ὁ Θεὸς, ἀγαθῶν γάρ ἐστιν ὡς ἀγαθὸς ποιητὴς, μήτε ἀδίκως κολάζειν ἀνέχεται, δίκαιος γάρ ἐστι καὶ δι καιοσύνης νομοθέτης, κολάζει δὲ τὸν διάβολον καὶ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας, γνώμῃ ἄρα πονηρὸς ὁ διάβολος καὶ οἱ τῆς ἐκείνου συμμορίας.
000-00-00 Serial Number=0405110896
Historia ecclesiastica Ante [Go Back]  
 [00289]  Κυρίῳ ποθεινοτάτῳ, ἀνθρώπῳ θεοῦ, πιστῷ, ὀρθοδόξῳ Εὐσεβίῳ Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου τοῦ πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν.
000-00-00 Serial Number=0676311016
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00857]  καὶ μαθήσονται διὰ τῆς πείρας αὐτῆς, ὡς οὔτε ἀδίκως, οὔτε ἀνωφελῶς ταύταις αὐτοὺς περιέβαλον ταῖς τιμωρίαις·
 [00944]  Οὐκ ἀδίκως ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ τὰς ἀξίας ἕκαστον ἀπαιτήσω δίκας.
 [01570]  Πειθόμενοι γὰρ τοῖς ὑφ' ὑμῶν λεγομένοις, τοὺς μὲν ἀδίκως διέσωζον, τοὺς δὲ μάτην κατέσφαττον.
 [01579]  Ἀνθ' ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχύσαι χεῖρας ἀνόμου τὸ καθόλου, τοῦ μὴ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πο νηρᾶς, καὶ ζῆσαι αὐτόν.
 [02376]  Ὑμεῖς δέ φησιν ἀδίκως κρίνοντες βούλεσθε τοῦ παρανόμου τὸν υἱὸν τιμωρίαν ὑπὲρ τοῦ πατρὸς ὑπομεῖναι, καὶ ἀλ λήλων πυνθάνεσθε, Τί δήποτε τὰς τοῦ πατρὸς παρα νομίας οὐκ ἔτισεν;
 [03037]  καλεῖ δὲ αὐτὴν πόλιν αἱμάτων, ὡς πολλὰς ἀδίκως ἐργασαμένην σφα γάς·
000-00-00 Serial Number=0801126182
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02209]  Οὐ τὸ οἰκοδομεῖν αἰτιᾶται, ἀλλὰ τὸ ἀδίκως οἰκοδομεῖν·
000-00-00 Serial Number=0548934102
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00455]  Ἀγανακτεῖτε, φησὶ, καὶ δυσχεραίνετε τοὺς ἀδίκως ὑμῖν ἐπανιστα μένους εὐημεροῦντας ὁρῶντες.
 [00569]  Οὐ γὰρ αἰτεῖ διὰ τὴν ἑαυτῆς δικαιοσύνην κατευθυνθῆναι αὐτῇ τὴν ὁδὸν, ἀλλὰ διὰ τοὺς ἐχθροὺς τοὺς δυσσεβείᾳ συζῶντας, τοὺς ἀδίκως αὐτῇ πολεμοῦντας.
 [02037]  Ὁ ταῦτα τοίνυν ἐργασόμενος μακροῖς ὕστερον χρό νοις, ῥύσῃ κἀμὲ τῶν ἀδίκως με πολεμούντων·
 [02539]  Ἀλλ' ὅμως καὶ μηδὲν εὑρὼν ὧν ἐπεζήτει, ἐπεζήτει δὲ τῆς ἁμαρτίας τοὺς μώ μους, ἀναιδῶς καὶ λίαν ἀδίκως τῷ θανάτῳ παρέδω κεν·
 [03088]  Λέγει γὰρ, ὅτι Ἐγὼ μὲν τῆς σωτηρίας ἀνάξιος, ἀλλ' ὅμως ἥκιστα τοὺς νῦν πολεμοῦντας ἠδικηκὼς, ἀδίκως ἐλαύνομαι.
 [04028]  Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως·
 [04443]  καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.
000-00-00 Serial Number=0126250088
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00913]  κρῖνόν μοι τοίνυν καὶ τοῖς πολεμοῦσιν ἀδίκως.
 [01444]  ἀπαλλαγῆναι γὰρ τῶν ἀδίκως πολεμούντων ἱκέτευσεν.
 [02142]  Οὐκ ἀδίκως, φησὶ, κατεκρίθην δουλεύειν, ἀλλὰ διὰ τὴν ὑπ' ἐμοῦ πάλαι τολμηθεῖ σαν ἀσέβειαν·
 [02709]  Ἀλλ' ὅμως καὶ μηδὲν εὑρὼν, ἀδίκως τῷ θανάτῳ παρ έδωκε.
 [02730]  Ἐπειδὴ γὰρ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα, τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει τῷ λόγῳ, καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς, καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους.
 [02893]  Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως.
 [03258]  καὶ φροῦδοι γένοιντο, ἀδίκως τὸν ἐμὸν τε [80.1424] κταίνοντες ὄλεθρον.
 [05361]  καὶ οἱ μὲν ἀδίκως ἐπίασιν·
000-00-00 Serial Number=0369582891
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00943]  Πολλοὶ τῶν Ἰουδαίων, καὶ ἄρχοντες καὶ βασιλεῖς, τὴν παρανομίαν ἠγάπησαν, καὶ δικά ζοντες ἀδίκως ἐξῆγον τὴν ψῆφον, καὶ μιαιφονίας ἐτόλμων, δώροις ἀπεμπολοῦντες τῶν ἀθώων τὸ αἷμα.
 [01529]  Εἶτα διδάσκει, ὡς οὐκ ἀδίκως ταύτης αὐτοῖς μετεδίδου χάριτος.
 [02248]  ∆ιδάσκει δὲ καὶ κατὰ ταυτὸν, καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν.
 [02443]  οὐ γὰρ ἀδίκως τοῦτο γε νέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦν τας παιδεύων, καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν.
 [02469]  Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρώην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι' ὧν Ἰουδαίοις ἐνομο θέτησε, φεύγειν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν.
 [02792]  Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν·
 [03432]  Οὐκ ἀδίκως δὲ, ἀλλὰ καὶ λίαν ἐνδίκως ταῦτα εἰργάσατο.
 [04563]  Αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνό μησαν εἰς ἐμέ·
 [05118]  Ἱκετεύω, φησὶ, τῶν ἀδίκως ἐπιβουλευόντων καὶ δολεραῖς κεχρημέ νων ἀπάταις ἀπαλλαγῆναι.
 [06301]  Ἀποκτενεῖς δὲ αὐτοὺς, φησὶν, οὐκ ἀδίκως, ἀλλ' ἐπειδὴ μάτην τὰς πόλεις οἰκήσουσιν, ὄνησιν οὐδε μίαν ἐκ τῶν σῶν νόμων καρπούμενοι.
 [07003]  τοὺς δὲ ἀδίκως αὐτοῖς ἐπιόν τας παραπέμπει θανάτῳ.
000-00-00 Serial Number=0401242197
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00702]  ἐπειδὴ δὲ τὸν ἀδίκως ἀνῃρημένον ἐδέξατο πρῶτον, σφαλερὸν τὸ θεμέλιον ἔχει.
 [03407]  διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλεύθερος, ὡς ἀδίκως ὑπομείνας τὸν θάνατον.
000-00-00 Serial Number=0958791137
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01101]  ὁ δὲ τὰ πάντα ἄριστος βασιλεὺς, καὶ τὸν ἀδίκως ἀνῃρημένον ἐθρήνησε, καὶ τὸν ἀδίκως ἀνῃρηκότα πολλαῖς ὑπ έβαλε καὶ παντοδαπαῖς ἀραῖς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»