Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀὴρ [14]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀὴρ


000-00-00 Serial Number=0298384249
De providentia orationes decem Ante [Go Back]  
 [00230]  Τούτου χάριν ὁ τῆς ζωῆς ἡμῶν συνεργὸς ἀὴρ, ὃν ἀναπνέοντες διαζῶμεν ἅπαντες, ὁ κοινὸς οὗτος θησαυρὸς, καὶ πενομένων καὶ ἐπὶ πλούτῳ βρενθυομένων, οἰκετῶν καὶ δεσποτῶν, ἰδιωτῶν καὶ βασιλέων, ὃν οὐ μᾶλλον τοῦ πένητος ἀναπνέουσιν οἱ τῇ ἁλουργίδι κοσμούμενοι, ἀλλὰ τῇ ἰσομοιρίᾳ κατὰ τὴν τούτου χρείαν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τετίμηται, οὐ μόνον ἡμᾶς εὐφραίνει ταῖς ἀναπνοαῖς, καὶ ταῖς αὔραις, καὶ τῇ τοῦ ὑετοῦ χορηγίᾳ, ἀλλὰ καὶ ἀνιᾷ τῷ κρυμῷ, διδάσκων ἡμᾶς, ὡς οὐκ ἀρκεῖ μόνος εἰς ζωογονίαν, καὶ τῶν ζώντων τὴν θερα πείαν.
 [00316]  ἀὴρ, ἀναπνεόμενος μὲν, τὴν ἔμφυτόν σου καταψύχει θερμότητα·
 [00520]  Ἀλλὰ φω νῆς μὲν ἐκεῖθεν φερομένης, ἣν ποιεῖ πνεῦμα διὰ τῆς ἀρτηρίας ὠθούμενον ἐπὶ τὸ στόμα, καὶ λόγος γλῶτ ταν ἐναρμονίως τοῖς ὀδοῦσι προσφέρων, καὶ χείλη πτυσσόμενα, καὶ ἀὴρ πλησσόμενος, καὶ τὴν ἀντιτυ [83.608] πίαν ἐργαζόμενος, οὐδεὶς τῶν καθ' ἡμᾶς ἀκήκοε πώποτε ἀνθρώπων.
 [01913]  Οὐδὲ γὰρ οὕτως αὐτοῦ δείκνυσι τὴν ἀμέτρητον ἀγαθότητα οὐρανὸς, καὶ γῆ, καὶ θάλαττα, καὶ ἀὴρ, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρες, καὶ πᾶσα ἡ ὁρωμένη καὶ ἀό ρατος κτίσις, λόγῳ μόνῳ δημιουργηθεῖσα, μᾶλλον δὲ ἅμα τῷ βουληθῆναι τῷ λόγῳ φανεῖσα, ὡς τὸ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, (τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, τὸ ἀπαύγασμα τῆς δόξης, τὸν χαρακτῆρα τῆς ὑποστάσεως, τὸν ἐν ἀρχῇ ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν ὄντα, δι' οὗ τὰ πάντα ἐγέ [83.748] νετο), τὴν τοῦ δούλου λαβόντα μορφὴν, ἐν ὁμοιώματι ἀνθρώπου γενέσθαι, καὶ σχήματι ἀνθρώπου εὑρεθῆ ναι ὡς ἄνθρωπον, καὶ ἐπὶ τῆς γῆς ὀφθῆναι, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, καὶ τὰς ἀσθενείας ἡμῶν λαβεῖν, καὶ τὰς νόσους βαστάσαι.
000-00-00 Serial Number=0411530018
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02607]  Εἰ γὰρ ὁ ἀὴρ ὅλος δι' ὅλου τὸ φῶς εἰσδεχόμενος οὐκ ἀπόλλυσι τὸ εἶναι ἀήρ, οὔτε μὴν τοῦ φωτὸς διαφθείρει τὴν φύσιν, ἀλλὰ τοῖς μὲν ὀφθαλμοῖς ὁρῶμεν τὸ φῶς, τῇ δὲ ἁφῇ τὸν ἀέρα γινώσκομεν ἢ γὰρ ψυχρὸς ἡμῖν, ἢ θερμός, ἢ ὑγρός, ἢ ξηρὸς προσπελάζει ἀνοίας ἐσχάτης σύγχυσιν ἀποκαλεῖν τὴν τῆς θεότητος καὶ τῆς ἀνθρω πότητος ἕνωσιν.
000-00-00 Serial Number=0350351989
Graecarum affectionum curatio Ante [Go Back]  
 [01350]  ∆ιά τοι τοῦτο καὶ ἡ γῆ μεμένηκεν, οἵαπερ ἐξ ἀρχῆς ἐγεγόνει, καὶ ἡ θάλαττα οὔτε σμικρύνεται οὔτε αὔξεται, καὶ ὁ ἀὴρ ἣν ἐξ ἀρχῆς ἔλαχε φύσιν, ἄσυλον διετήρησε, καὶ ὁ ἥλιος δὲ τήκειν οὐ δύναται καὶ διαλύειν, ὃ διαθέει στερέωμα, οὔτε μὴν τὸ στερέωμα, ὑγρὸν ὄν, θερμὸν ὄντα τὸν ἥλιον σβέννυσιν·
 [02056]  καὶ ἀὴρ καὶ θάλαττα καὶ ποταμοὶ καὶ πηγαὶ καὶ νεφῶν ὠδῖνες καὶ δρόσοι καὶ αὖραι, καὶ μέντοι καὶ φυτὰ κάρπιμά τε καὶ ἄκαρπα καὶ ζῷα χερσαῖά τε καὶ πτηνὰ καὶ νηκτὰ καὶ ἀμφίβια καὶ βοτανῶν γένη μυρία καὶ ὕλαι μεταλλικαὶ τῷ γένει τῶν ἀνθρώ [6.76] πων τὴν χρείαν προσφέρουσιν.
000-00-00 Serial Number=0636608243
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00346]  οὐ γὰρ μόνον ἐστὶ γῆ, οὐδὲ ὕδωρ αὐτὸ καθ' αὑτὸ, οὔτε πῦρ, οὔτε ἀὴρ, ἀλλ' ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται·
000-00-00 Serial Number=0657172978
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04329]  Ὁ λεπτότατος ἀὴρ μᾶλ λον τῶν ἡμετέρων καθικνεῖται σωμάτων.
000-00-00 Serial Number=0394978285
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01835]  Καθάπερ γὰρ, φησὶ, τῇ πυκνότητι τῶν νε φῶν ζοφώδης γινόμενος ὁ ἀὴρ τῆς ἀστραπῆς ἐκπέμπει τὴν αἴγλην, οὕτως ἀόρατος ὢν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἀφίησι, καὶ τῷ κολαστικῷ πυρὶ κολάζει τοὺς πο νηρίᾳ συζῶντας·
000-00-00 Serial Number=0470563829
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00191]  καὶ γὰρ ἐν σαβ βάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται
 [01262]  καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται, καὶ ἡ τοῦ ἀνθρώπου κατὰ τὴν ἡλικίαν προκοπὴ ἐν τούτῳ τῷ ἀριθμῷ λαμ βάνει τὴν ἐπίδοσιν, ὀδόντων μὲν φυομένων τῷ ἑβδόμῳ μηνί, τῷ δ' αὐτῷ ἔτει ἀλλασσομένων τούτων, διπλασιασθέντων δὲ πάλιν, σπερματικὴν προσκτωμένου δύναμιν.
 [01536]  Εἰ διὰ τὴν ἡμετέραν χρείαν κατ' ἀρχὰς ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύεται, οἷον κτήνη μὲν καὶ θηρία καὶ πετεινὰ φθείρεται, οὐρανὸς δὲ καὶ γῆ φθορᾶς ἀπαλλάσσεται, καὶ τὰ μὲν φθείρεται, ὡς ἀνενδεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δηλωθέντα μένει στοιχεῖα, [ὡς] τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν, ἀὴρ καὶ θάλαττα πῶς οὐκ ἄχρηστα, εἰ τότε μένοιεν ἄφθαρτα, οὔτε εἰς πνοὰς οὔτε ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας [ἕνεκα] χρῃζόντων ἡμῶν ἐξ αὐτῶν διὰ τὸ ἀνενδεές, ὡς ἔφην, τοῦ σώματος;
000-00-00 Serial Number=0314302802
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04279]  Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοιμὸν ἐμποιεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»