Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συνηθείας [156]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συνηθείας


000-00-00 Serial Number=0192568243
Ad illuminandos catecheses Ante [Go Back]  
 [00234]  Οὐκοῦν ὅσῳ τῆς συνηθείας οἶδας τὴν δύναμιν, τοσούτῳ τῆς μὲν πονηρᾶς συνηθείας ἀπαλλαγῆναι σπούδασον, πρὸς δὲ τὴν ἑτέραν τὴν χρησιμωτάτην σεαυτὸν μετάστησον.
 [00246]  Πόθεν οὖν ἀπαλλαγείημεν ἐκ τῆς πονηρᾶς ταύτης συνηθείας;
 [00249]  Οὐκ οἶμαι τοὺς σφόδρα νήφοντας καὶ διεγηγερμένους καὶ ὑπὲρ τῆς ἑαυτῶν ἀγρυπνοῦντας σωτηρίας πλέον ἡμερῶν δέκα δεηθήσεσθαι, ὥστε παντελῶς ἀπαλλαγῆναι τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας.
 [00375]  Πρὶν ἢ τοίνυν ἐπελθεῖν τὴν ἀληθῆ τοῦ Πνεύματος βαφὴν, ἐξάλειψον τὰς κακῶς ἐντεθείσας σοι συνηθείας·
000-00-00 Serial Number=0957371593
Ad populum Antiochenum Ante [Go Back]  
 [01165]  Ἂν μάθωσιν οἱ κακήγοροι, ὅτι τῶν διαβαλλομένων μᾶλλον ἡμεῖς αὐτοὺς ἀποστρεφόμεθα, παύσονται καὶ αὐτοί ποτε τῆς πονηρᾶς συνηθείας ταύτης, καὶ διορθώσονται τὸ ἁμάρτημα, καὶ ἐπαινέσονται μετὰ ταῦτα, καὶ ἡμᾶς αὐτοὺς ὡς σωτῆρας αὐτῶν γενομένους καὶ εὐεργέτας ἀνακηρύξουσιν.
 [01278]  οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολὰς, πάντως πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦ [49.60] ναι τὴν φυλακὴν, μετὰ πλείονος τῆς εὐκολίας καὶ ἐπὶ τὰς λοιπὰς ἥξομεν, καὶ πρὸς αὐτὴν ἐλθόντες τῆς φιλοσοφίας τὴν κορυφὴν, καὶ τὸν παρόντα βίον μετὰ χρηστῆς τῆς ἐλπίδος καρπωσόμεθα, καὶ ἐν τῷ μέλλοντι μετὰ πολλῆς παραστησόμεθα παῤῥησίας τῷ Χριστῷ, καὶ τῶν ἀποῤῥήτων ἀπολαύσομεν ἀγαθῶν·
 [01562]  Οὐδὲ γὰρ πόνος τις περιγενέσθαι τῆς τῶν ὅρκων συνηθείας, ἐὰν θελήσωμεν [49.68] μικρὰν γοῦν εἰσενεγκεῖν σπουδὴν, ἀλλήλους ὑπομιμνήσκοντες, νουθετοῦντες, τηροῦντες, δίκην ἀπαιτοῦντες καὶ εὐθύνας τοὺς ἐπιλανθανομένους.
 [01563]  Τί γὰρ ὄφελος ἡμῖν τῆς τῶν βρωμάτων ἀποχῆς, ἐὰν μὴ τὰς πονηρὰς τῆς ψυχῆς συνηθείας ἐξελάσωμεν;
 [01961]  πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας;
 [02317]  Ὅταν γὰρ εἴπῃς, ὅτι ∆υσκόλως ἀφίσταμαι τῆς συνηθείας, δι' αὐτὸ τοῦτο σπούδασον ἀποστῆναι, σαφῶς εἰδὼς, ὅτι ἐὰν ἑτέραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐδενὸς δεήσῃ πόνου λοιπόν.
 [02324]  οὕτω καὶ τότε, κἂν μυρία τις παρακαλῇ, οὐκ ἀποστήσῃ τῆς συνηθείας.
 [02352]  κἂν ἴδω τινὰ ὀμνύοντα, ἅπασιν αὐτὸν τοῖς κατωρθωκόσι ποιήσω φανερὸν, ἵνα ἐπιτιμῶντες, ἐλέγχοντες, διορθοῦντες, ταχέως αὐτὸν τῆς πονηρᾶς ἀπαλλάξωμεν συνηθείας.
 [02511]  Λέγεταί τις τῶν ἔξωθεν ῥητόρων ὑπό τινος συνηθείας ἀλόγου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων, ἀλλ' ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκατέρωθεν ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ τῆς τομῆς σωφρονίσαι τὸ μέλος ἀκαίρως κινούμενον·
 [02522]  Ταῦτ' οὖν εἰδότες ἅπαντα, καὶ τὴν κειμένην τοῖς τε ὀμνύουσι τοῖς τε ἐπιορκοῦσι κόλασιν πρὸ τῶν ὀφθαλμῶν βλέποντες, ἀποστῶμεν τῆς πονηρᾶς συνηθείας, ἵν' ἐντεῦθεν καὶ πρὸς τὰ λοιπὰ βαδίζοντες κατορθώματα, τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02658]  κἂν ἀπὸ συνηθείας προαχθῇ ποτε, πολλοὺς ἔχουσα τοὺς κατηγόρους ἀνασταλήσεται.
 [02939]  Ὅτε δὲ τὸ πλέον τῆς συνηθείας ὑπετμήθη νῦν, καὶ μικρὸν ὑπολέλειπται λοιπὸν, οὐδὲ πόνου χρεία τινὸς, ἀλλὰ μικρᾶς παρατηρήσεως, καὶ βραχείας τινὸς ἀκριβείας δεόμεθα, ἵνα αὐτοὶ κατορθώσαντες καὶ ἑτέροις γενώμεθα διδάσκαλοι, καὶ μετὰ παῤῥησίας τὸ ἱερὸν ἴδωμεν Πάσχα, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς διπλασίονα καὶ τριπλασίονα τῆς εἰωθυίας καρπωσώμεθα τὴν εὐφροσύνην.
 [03184]  Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς, τῇ συνεχείᾳ τῆς παραινέσεως δοκῶν ἐνοχλεῖν, ἀλλ' ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀποστῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας.
 [03397]  Ἐπειδὴ γὰρ τὰ τῶν πλησίον ὀξύτερον βλέπομεν ἢ τὰ ἡμέτερα, ἡμεῖς ἑτέρους φυλάττωμεν, καὶ τὴν ἡμετέραν φυλακὴν ἐπιτρέψωμεν ἐκείνοις, καὶ τὴν καλὴν ἅμιλλαν ταύτην ποιησώμεθα, ἵνα οὕτω περιγενόμενοι τῆς πονηρᾶς ταύτης συνηθείας, μετὰ παῤῥησίας ἐπὶ [49.128] τὴν ἁγίαν ταύτην ἔλθωμεν ἑορτὴν, καὶ τῆς ἁγίας μετάσχωμεν θυσίας μετὰ χρηστῆς ἐλπίδος, καὶ συνειδότος ἀγαθοῦ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04162]  Ὅτι γὰρ σκῆψις ταῦτα καὶ πρόφασις, καὶ οὐ συνηθείας, ἀλλὰ ῥᾳθυμίας ἐστὶν ἡ παρανομία, ἀπὸ τῶν ἤδη συμβάντων ὑμῖν πεῖσαι πειράσομαι.
 [04164]  ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦντες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν.
 [04775]  Οὕτω δὴ καὶ τὸ φεύγειν ὅρκον ἐὰν κατορθώσωμεν, καὶ πείσωμεν τὴν γλῶτταν τὴν ἡμετέραν ἀπέχεσθαι τῆς ὀλεθρίου συνηθείας ταύτης, τὸ μὲν κατόρθωμα ἔσται ἐν βραχεῖ καιρῷ, ἡ δὲ εὐφροσύνη τοῦ κατορθώματος διηνεκῶς καὶ ἀδιαλείπτως.
 [05026]  τοῦτο γὰρ ἡδονῆς ἄξιον, τοῦτό ἐστι τὸ ζητούμενον καὶ δι' ὃ πάντα γίνεται, ἵνα τὰ ἐλαττώματα ἡμῶν διορθώσωμεν, ἵνα μὴ τοιοῦτοι ἐξέλθωμεν ἀπὸ νηστείας, οἷοι εἰσήλθομεν εἰς νηστείαν, ἀλλ' ἀπονιψάμενοι καὶ πάντα ἀποθέμενοι τὰ τῆς πονηρᾶς συνηθείας, οὕτω τὴν ἱερὰν ἀγάγωμεν ἑορτήν·
 [05413]  Ταῦτα οὖν εἰδότες, ἀδελφοὶ, καὶ τὰ εἰρημένα καὶ τὰ πρὸ τούτων λεχθέντα συλλέγοντες, παυσώμεθά ποτε τῆς πονηρᾶς ταύτης συνηθείας, ναὶ δέομαι καὶ ἀντιβολῶ πάντων ὑμῶν.
 [05420]  διὰ γὰρ τοῦτο ἀγανακτῶ καὶ ὀργίζομαι, ὅτι συνηθείας περιγενέσθαι οὐ δυνάμεθα, καὶ εἰ συνηθείας μὴ περιγενώμεθα, πῶς περιεσόμεθα ἐπιθυμίας;
 [05461]  Τὸν υἱόν σου καλέσας φόβησον, καὶ ἀπείλησον αὐτῷ ἐπιθήσειν πληγὰς ὀλίγας, εἰ μὴ κατορθώσειε τὸν νόμον τοῦτον, καὶ ὄψει ὡς εὐθέως ἀποστήσεται τῆς συνηθείας.
 [05821]  Πόσοι ὑπὸ τῆς τῶν ὅρκων ἐκλέπτοντο συνηθείας, καὶ τὸ πρᾶγμα δυσκατόρθωτον εἶναι ἐνόμιζον! ἀλλ' ὅμως διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ μικρὰν ἐπεδείξασθε σπουδὴν, τὸ πλέον ἀπενίψασθε.
 [05837]  Εἶτα οὐκ αἰσχυνόμεθα οὐδὲ ἐρυθριῶμεν, εἰ βαρβάρων ἀνθρώπων ἐν τρισὶν ἡμέραις μόνον πᾶσαν ἀποθεμένων κακίαν, ἡμεῖς ἐν τοσαύταις ἡμέραις ἐνηχούμενοι, διδασκόμενοι, μιᾶς μὴ περιγενοίμεθα πονηρᾶς συνηθείας;
 [05848]  Περιεσόμεθα τῆς συνηθείας κατὰ μικρόν·
 [05892]  οὐδὲ γὰρ ἰσχυρὰ αὕτη ἡ ἀπολογία ἡ διὰ τῆς συνηθείας.
000-00-00 Serial Number=0902646601
Adversus Judaeos Ante [Go Back]  
 [00035]  τοὺς δὲ τὰ Ἰουδαϊκὰ νοσοῦντας, εἰ μὴ νῦν θεραπεύσαιμεν, ὅτε ἐγγὺς καὶ ἐπὶ θύραις εἰσὶν αἱ τῶν Ἰουδαίων ἑορταὶ, δέδοικα μή ποτε ὑπὸ τῆς ἀκαίρου συνηθείας καὶ τῆς πολλῆς ἀγνοίας μετάσχωσί τινες τῆς παρανομίας ἐκείνων, καὶ μάταιοι λοιπὸν οἱ περὶ τούτων ἡμῖν γένωνται λόγοι.
 [01866]  Καὶ γὰρ τὰ εἰρημένα οὐ δι' ὑμᾶς εἴρηται, ἀλλὰ δι' ἐκείνους τοὺς ἀσθενοῦντας, ἵνα παρ' ὑμῶν ἐκεῖνοι μανθάνοντες ταῦτα, καὶ τῆς πονηρᾶς ἀπαλλαγέντες συνηθείας, εἰλικρινῆ καὶ γνήσιον τὸν Χριστιανισμὸν ἐπιδείξωνται, καὶ τὰς πονηρὰς φεύξωνται τῶν Ἰουδαίων διαγωγὰς καὶ συναγωγὰς, τάς τε ἐν τῇ πόλει, τάς τε ἐν τῷ προαστείῳ, τὰ σπήλαια τῶν λῃστῶν, τὰ τῶν δαιμόνων καταγώγια.
000-00-00 Serial Number=0785266399
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00517]  Ἐκεῖνα μὲν γὰρ τὰ τοῦ βασιλέως νόμοις τε ὥρισται, καὶ τῆς συνηθείας ἐστί·
000-00-00 Serial Number=0669572532
Catecheses ad illuminandos Ante [Go Back]  
 [00060]  γαλακτοτροφηθεῖσα καὶ θαλαμευομένη κόρη καὶ τοσαύτης παρὰ τῶν τεκόντων ἐπιμελείας καὶ ἀνατροφῆς ἀξιωθεῖσα, ἐπειδὰν εἰς ὥραν ἔλθῃ γάμου, ἀθρόον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῶν ὠδίνων ἐπιλανθάνεται τῶν μητρικῶν καὶ τῆς ἄλλης ἁπάσης θεραπείας καὶ συνηθείας καὶ τοῦ δεσμοῦ τῆς ἀγάπης καὶ πάντων ἁπαξαπλῶς καὶ πᾶσαν αὐτῆς τὴν γνώμην μεθίστησι πρὸς ἐκεῖνον ὃν οὐδέποτε ἐθεάσατο πλὴν ἐκείνης τῆς ἑσπέρας καὶ τοσαύτη λοιπὸν γίνεται τῶν πραγμάτων ἡ μεταβολὴ ὡς ἐκεῖνον αὐτῇ πάντα εἶναι καὶ νομίζειν καὶ πατέρα καὶ μητέρα καὶ νυμφίον καὶ ὅσα ἂν εἴποι τις καὶ οὐδὲ μνήμη τις γίνεται τῶν ἐν τοσούτοις ἔτεσιν ἀναθρεψαμένων, τοσαύτη δὲ αὐτῶν γίνεται ἡ συνάφεια ὡς μηδὲ δύο εἶναι λοιπὸν ἀλλὰ ἕν.
 [00065]  Καὶ ἵνα δείξῃ ἡμῖν ἡ θεία γραφὴ τῆς συνηθείας τὴν ἀκρίβειαν, οὐκ εἶπεν ὅτι ἑνωθήσεται τῇ γυναικί, ἀλλὰ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ.
 [00181]  Ὁ τοῦτον ὑπελθὼν τὸν ζυγὸν πάσης ὀφείλει τῆς παλαιᾶς συνηθείας λήθην ποιήσασθαι καὶ ὀφθαλμῶν ἀκρίβειαν ἐπιδείκνυσθαι·
 [00207]  [1.37] Ἀλλ' ἐπειδὴ πρὸς τὰς γυναῖκάς μοι νῦν ὁ λόγος μάλιστα, βούλομαι καὶ ἕτερά τινα ταύταις παρεγγυῆσαι ὥστε μετὰ τῶν ἄλλων καὶ τῆς ἐπιβλαβοῦς συνηθείας ἀπέχεσθαι τοῦ μὴ κονιᾶν τὸ πρόσωπον μηδὲ ὡς ἐλλιπῶς ἐχούσης τῆς δημιουργίας προστιθέναι καὶ τὴν ὕβριν εἰς τὸν δημιουργὸν ἐκτείνειν.
 [00906]  Πότε γάρ, εἰπέ μοι, ὁ τοιοῦτος δυνήσεται τοῦ παιδὸς τὴν ῥᾳθυμίαν διορθῶσαι καὶ τὸν νέον ἀκοσμοῦντα σωφρονίσαι, αὐτὸς οὐδὲ ὑπὸ τοῦ χρόνου τῆς ἡλικίας σωφρονιζόμενος καὶ μέλλων εὐθύνας ὑπέχειν οὐ μόνον ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέροις ῥᾳθυμίας διδάσκαλος γίνεται, μηδὲ οὕτως ἀπέχεται τῆς πονηρᾶς ταύτης συνηθείας.
000-00-00 Serial Number=0357657552
Commentarius in Job Ante [Go Back]  
 [00655]  «οὐδὲν ἡμῖν συνέβη», φησίν, «τῆς συνηθείας ἐκτός, οὐδὲν παρὰ τὴν φύσιν.
000-00-00 Serial Number=0457892239
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00404]  Εἰ δὲ δοκεῖ τινα δυσκολίαν ἔχειν τὸ συνήθειαν διασπασθῆναι μακρὰν, τῇ δυνάμει τοῦ λογισμοῦ μετὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πᾶν ἐπιτρέψαντες, κἀκεῖνο πείσαντες ἑαυτοὺς, ὅτι, ἂν ἀρχὴν μόνον ἐπιθῶμεν τῷ πράγματι, οὐκέτι ὀψόμεθα δυσχερὲς, οὕτω κατατολμήσωμεν τῆς συνηθείας.
 [00419]  [13] Ταύτην καὶ ὑμεῖς, καὶ ταύτης ὑψηλοτέραν, ἂν ἐθέλητε, ψῆφον οἴσετε περὶ τῆς ἀκαίρου ταύτης ἡδονῆς, ἂν μικρὸν ἑαυτοὺς τῆς πονηρᾶς ἀποστήσητε συνηθείας.
 [00428]  ∆ιὰ σὲ καὶ τὴν δόξαν τὴν σὴν καὶ συνηθείας κατεφρονήσαμεν, καὶ ἡδονῆς ἐκρατήσαμεν, καὶ τὴν ψυχὴν ἐθλίψαμεν τὴν ἡμετέραν, καὶ πᾶσαν φιλίαν ἐκβαλόντες καὶ πρόληψιν, σὲ καὶ τὸν εἰς σὲ πόθον ἀντὶ πάντων προτετιμήκαμεν πραγμάτων.
 [00434]  Εἰ γὰρ ὁ ἕνα ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου ὡς στόμα τοῦ Θεοῦ ἔσται, ὁ καὶ ἑαυτὸν ἐλευθερώσας καὶ μυρίους ἑτέρους ἀπαλλάξας κατηγορίας, ἐννόησον ὅσον λήψεται τὸν μισθὸν, καὶ τῇ τῶν ἐπάθλων ἐλπίδι κουφιζόμενος καταφρόνησον συνηθείας πονηρᾶς, ἵνα κατὰ τὸ τῷ Θεῷ δοκοῦν τὸν παρόντα διαδραμὼν βίον καὶ μετὰ καθαροῦ συνειδότος αὐτὴν ἴδῃς ἐκεῖ, καὶ τῆς ἁγιωτάτης αὐτῆς ἀπολαύσῃς ὁμιλίας.
000-00-00 Serial Number=0101218939
De Anna i Ante [Go Back]  
 [00851]  Ταῦτα πρὸς ὑμᾶς λέγομεν, ἵνα ὑμεῖς πρὸς ἐκείνους λέγοντες, καὶ συνεχῶς τούτοις αὐτοὺς ἐπαντλοῦντες τοῖς ῥήμασιν, ἀφέλκητε πάσης πονηρᾶς συνηθείας, καὶ πείθητε λογισμῷ πάντα ποιεῖν τῷ προσήκοντι.
 [00856]  συνηθείας γάρ ἐστιν, οὐκ εὐλαβείας.
000-00-00 Serial Number=0026646554
De Lazaro Ante [Go Back]  
 [00177]  Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς καθαπτόμενος αὐτοῦ, καὶ τῆς προτέρας ἀναμιμνήσκων συνηθείας.
 [00338]  ἀλλ' ἐγὼ μειζόνως τῆς πονηρᾶς καταγνώσομαι συνηθείας τῆς νῦν κατεχούσης ἡμᾶς.
 [01110]  Ἀλλ' ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶττα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα.
 [02607]  Ταῦτα τοίνυν εἰδότες, μὴ καταφρονῶμεν τοῦ οὕτω φιλανθρώπου ∆εσπότου, ἀλλὰ περιγινώμεθα τῆς συνηθείας τῆς ἐπιβλαβοῦς·
000-00-00 Serial Number=0621640563
De decem millium talentorum debitore Ante [Go Back]  
 [00049]  Ἐκεῖ μὲν γὰρ συνηθείας περιγενέσθαι μόνον ἔδει, ἐπὶ δὲ τῆς ὀργῆς εὐτονωτέρας δεῖ τῆς σπουδῆς·
000-00-00 Serial Number=0910327971
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00492]  κακὸν γὰρ τὸ τῆς συνηθείας·
000-00-00 Serial Number=0260757446
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00600]  καὶ οὐδὲ κίνδυνος ἐπεῖχεν αὐτῆς τὴν φορὰν καὶ τὴν ῥύμην τὴν ἀκάθεκτον, οὐ συνηθείας τυραννὶς παλαιοτάτης, οὐ πατρίων ἐθῶν καὶ νόμων ἰσχύς, οὐ τὸ τῆς διδασκαλίας τῶν νόμων δυσπαράδεκτον, οὐκ ἄλλο τῶν εἰρημένων οὐδέν.
 [00868]  οὐκ ἀκούεις καὶ τῆς ἔξωθεν παροιμίας λεγούσης, ὅτι δευτέρα φύσις ἡ προαίρεσις γίνεται ἐκ συνηθείας;
000-00-00 Serial Number=0247493923
De negatione Petri Ante [Go Back]  
 [00247]  οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ἂν τοιοῦτον σαυτῷ θήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων καθ' ἑκάστην αὐτὸν ἐκπληρώσεις ἡμέραν, ὑπὸ τῆς συνηθείας ἑλκόμενος.
000-00-00 Serial Number=0110709786
De precatione [1] Ante [Go Back]  
 [00051]  Ἅμα τε γὰρ ἔλαβεν αὐτοὺς ἡ προσευχὴ, καὶ δικαίους ἐποίησε, καὶ πόλιν εἰθισμένην ἀκολασίᾳ καὶ πονηρίᾳ καὶ παρανόμῳ βίῳ συζῇν, ἐπανώρθωσεν ὀξέως, παλαιᾶς συνηθείας μεῖζον ἰσχύσασα, τῶν οὐρανίων νόμων πλήρη πεποιηκυῖα τὴν πόλιν, συνεφελκομένη μεθ' ἑαυτῆς καὶ σωφροσύνην, καὶ φιλανθρωπίαν, καὶ πραότητα, καὶ πρόνοιαν πτωχῶν.
000-00-00 Serial Number=0238286316
De sacerdotio Ante [Go Back]  
 [00594]  Τὸ μὲν γὰρ σίτων καὶ ποτῶν καὶ στρωμνῆς καταφρονεῖν ἁπαλῆς, πολλοῖς οὐδὲ ἔργον ὁρῶμεν ὄν, καὶ μάλιστά γε τοῖς ἀγροικότερον διακειμένοις καὶ οὕτως ἐκ πρώτης τραφεῖσι τῆς ἡλικίας, καὶ πολλοῖς δὲ ἑτέροις, τῆς τε τοῦ σώματος κατασκευῆς καὶ τῆς συνηθείας ἐξευμαριζούσης τὴν ἐν ἐκείνοις τοῖς πόνοις τραχύτητα·
000-00-00 Serial Number=0141384363
De virginitate Ante [Go Back]  
 [00808]  Ὅταν γὰρ ἴδωσιν αὐτοὺς συνηθείας τοσαύτης καὶ φιλίας καὶ ὁμιλίας καὶ κοινωνίας τὴν μνήμην οὕτως εὐκόλως ἀπὸ τῆς αὐτῶν ψυχῆς ἐκβάλλοντας, νάρκη τις αὐτοῖς ἀπὸ τούτων καταχεῖται τῶν λογισμῶν καὶ οὐκ ἂν αὐτοὺς μετὰ πάσης προσίοιντο γνησιότητος ὡς εὐκόλους καὶ ἀλλοπροσάλλους.
 [01426]  Ἐκεῖνος μὲν γὰρ ὅσῳ πλείονα τὴν πεῖραν ἔλαβε, τοσούτῳ μείζονα ἔχει τὴν ὁδύνην τῆς πολλῆς συνηθείας ἀφόρητον ποιούσης τὸν χωρισμόν.
000-00-00 Serial Number=0262107313
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01767]  Ὥσπερ γὰρ ὗς ἐγκυλινδούμενος βορβόρῳ ἥδεται, οὕτω καὶ ψυχὴ ὑπὸ κακῆς συνηθείας καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας·
 [02736]  Ἀλλ' ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶσσα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα;
 [03123]  Ἀλλὰ σὺ κατάρξαι σπούδασον, καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συνηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι.
 [03312]  Οὐδὲ γὰρ συγγένειαν οἶδεν ὁ τοιοῦτος, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον ἔχει τινά·
 [03969]  Καὶ γὰρ οἰκίας ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο τοῦτο τὸ πάθος.
 [06742]  ἀλλ' ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀποστῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας.
 [06762]  Βούλει μαθεῖν πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας τοῦ ὅρκου;
 [06788]  Λέγεταί τις τῶν ἔξωθεν ῥητόρων ὑπό τινος συνηθείας ἀλόγου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων·
 [06789]  ἀλλ' ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκατέρωθεν ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ τῆς τομῆς σωφρονίσαι τὸ μέλος κινούμενον.
 [06838]  Ἀλλ' ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶττα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα.
 [06910]  Ἵν' οὖν μὴ καὶ ἡμεῖς τὰ παραπλήσια ἐκείνοις πεισώμεθα, ἀποστῶμεν τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας, ὡς ἂν τοῦ Θεοῦ τὴν εὔνοιαν ἐντεῦθεν ἐπισπασάμενοι, καὶ τὸν παρόντα βίον ἀσφαλῶς διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  λήγει γὰρ ὑπὸ τῆς συνηθείας ἀεὶ, οἵα ἂν ᾖ·
 [09999]  λήγει γὰρ ἀπὸ τῆς συνηθείας, οἵα ἂν ᾗ.
000-00-00 Serial Number=0347387195
Expositiones in Psalmos Ante [Go Back]  
 [06929]  Καὶ τοῦτο ἀπὸ τῆς συνηθείας τῆς ἀνθρωπίνης φησίν.
000-00-00 Serial Number=0936701357
In Acta apostolorum Ante [Go Back]  
 [02626]  συνηθείας γὰρ τὸ πρᾶγμά ἐστι.
 [02657]  Τέως τοὺς ἀπὸ τῆς συνηθείας περίκοπτε.
 [03134]  Ὢ τῆς συνηθείας! ἀπὸ γὰρ ταύτης γέγονεν εὐκαταφρόνητον.
 [03519]  Τοῦτο οἶδεν ἡ χεὶρ καὶ μηδενὸς κελεύοντος ἀπὸ τῆς συνηθείας ποιεῖν.
 [03521]  Οὕτω δὴ καὶ τὸ στόμα, οὐ μετὰ τῆς ψυχῆς φθέγγεται, ἀλλὰ ἀπὸ τῆς συνηθείας, καὶ ἐν τῇ γλώττῃ τὸ πᾶν ἐστι.
 [03561]  ἀλλὰ συγκαταβαίνων ὑμῖν, ἵνα μᾶλλον εἰς τοῦτο ὑμᾶς ἐναγάγω, καὶ τῆς συνηθείας ἀπαγάγω τῆς τυραννικῆς.
 [03571]  Οὐκοῦν ἐπεὶ τοσαύτη τῆς συνηθείας ἡ τυραννὶς, εἰς ἑτέραν αὐτὴν μετάγαγε συνήθειαν.
 [09669]  τοῦτο ποιεῖ κἄν τε ἀκούῃ, κἄν τε μὴ ἀκούῃ παρ' ἡμῶν, ὑπὸ τῆς συνηθείας καὶ τοῦ συνειδότος ἑλκόμενος.
 [09999]  σὺ δὲ οὐδὲ τοῦτο δύνασαι ἰδεῖν, καὶ ὅπερ ἀπὸ τῆς συνηθείας ἔμαθεν ἐκεῖνος, τοῦτο σὺ ἀπὸ λόγου οὐ κατορθοῖς.
 [09999]  καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς.
 [09999]  πῶς τοσαύτης ἐκράτησε συνηθείας;
000-00-00 Serial Number=0070797443
In Joannem Ante [Go Back]  
 [00424]  [59.38.10] καὶ οὐδὲ ἑκόντες μεταβαλοῦνται ῥᾳδίως πρὸς τὸ χεῖρον, τῆς συνηθείας ταύτης ἑλκούσης αὐτοὺς πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν.
 [00686]  Καὶ οὔτε φιλίαν οἶδεν ὁ τούτῳ τῷ νοσήματι περιπεσὼν, οὐ συνηθείας μέμνηται, οὐκ αἰδεῖσθαι οὐδένα ὅλως ἐπίσταται·
 [00908]  Οἰκίας γοῦν ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο ἐν βραχεῖ καὶ ἀκαριαίῳ χρόνῳ.
 [01248]  πόθεν οὖν οὐ δοκεῖ ταῦτα οὕτως εἶναι αἰσχρὰ, ὡς τὸ γυμνοὺς περιπατεῖν, Ἀπὸ τῆς συνηθείας μόνης.
 [01936]  οὐ γὰρ παραιτήσομαι καὶ ἀπὸ τῆς κοινῆς συνηθείας τὸν λόγον πιστώσασθαι.
 [01938]  ὅθεν οὐδὲν κωλύει καὶ ἀπὸ τῆς τῶν πολλῶν συνηθείας αὐτὸ βεβαιῶσαι.
 [04456]  Ἀπόστησον σαυτὸν τῆς κοινῆς συνηθείας·
000-00-00 Serial Number=0649893463
In Lazarum i Ante [Go Back]  
 [00081]  Εἰ γὰρ ἤμην, ὁ πυρετὸς ἐσβέννυτο λόγῳ, καὶ ἔλαττον ἐδείκνυτο τὸ θαῦμα, ἢ συνηθείας τὸ πρᾶγμα ἐνομίζετο·
000-00-00 Serial Number=0905952573
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00118]  ἔργον τῆς σῆς ὑπάρχει δυνάμεως ἐκ συνηθείας τελούμενον·
000-00-00 Serial Number=0345233738
In decollationem sancti Joannis Ante [Go Back]  
 [00064]  οὐκ ἐμνημόνευσε τῆς πρὸς αὐτὸν ἀρχαίας συνηθείας, οὐδ' ὅσα δι' αὐτὸν ἐπίδοξα καὶ καλὰ ἤνθησεν αὕτη.
000-00-00 Serial Number=0842514753
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02489]  Οὐδαμόθεν γὰρ ἑτέρωθεν οὕτω τίκτεται τὸ πονηρὸν τοῦτο νόσημα, ὡς ἀπὸ συνηθείας, καὶ κολακείας ῥημάτων, καὶ σχολῆς καὶ ἀργίας καὶ τοῦ μηδὲν ἔχειν ποιεῖν.
 [02491]  Μεγάλη γὰρ, μεγάλη τῆς συνηθείας ἡ τυραννὶς, καὶ τοσαύτη, ὡς εἰς φύσεως ἀνάγκην καθίστασθαι.
 [02496]  Τί οὖν ὅταν συνηθείας χωρὶς ἀπὸ πρώτης τῆς ὄψεως ἁλῶ;
 [02514]  Καὶ ταῦτα μὲν ἡμῖν τὰ τῆς συνηθείας πρὸς τοὺς νέους εἰρήσθω·
 [02713]  ὅταν τε καὶ τοιαῦτά τις καινοτομῇ, χαλεπώτερον τὸ πρᾶγμα γίνεται, ὅταν ἀναμοχλεύῃ παλαιᾶς συνηθείας θεμέλια, ὅταν ἐκ βάθρων ἀνασπᾷ νόμους.
 [03459]  Καὶ τοῦτο καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἔστιν ἰδεῖν.
000-00-00 Serial Number=0592798173
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00994]  Τὸ μὲν γὰρ συνηθείας ἦν βασιλέα ἰδεῖν ἐπὶ ζεύγους καθήμενον λευκοῦ·
 [01568]  Μεγάλη γὰρ καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς τῆς συνηθείας ἡ τυραννίς·
 [01570]  Ἐν συνηθείᾳ πολλοὶ κατέστησαν τοῦ σφραγίζειν ἑαυτοὺς συνεχῶς, καὶ οὐκέτι δέονται τοῦ ὑπομιμνήσκοντος, ἀλλὰ καὶ τοῦ νοῦ πολλάκις ἀλλαχοῦ ῥεμβομένου, καθάπερ ὑπό τινος ἐμψύχου διδασκάλου τῆς συνηθείας, ἡ χεὶρ αὐτόματος ἕλκεται πρὸς τὸ σημεῖον ἐργάσασθαι.
000-00-00 Serial Number=0553068519
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00699]  Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράμματος, ἐκ Παλαιστίνης τῆς χώρας μακρὰν κειμένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσάμενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ μετὰ κινδύνων πολλῶν, δήμων, βασιλέων ἀντιπιπτόντων, τῆς φύσεως αὐτῆς μαχομένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀντιπαλαιούσης σφοδρῶς, δαιμόνων ὁπλιζομένων, διαβόλου παραταττομένου καὶ πάντα κινοῦντος, βασιλέας, ἄρχοντας, δήμους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογράφους, νόμους, δικαστήρια, κολάσεις ποικίλας, θανάτους μυρίους καὶ παντοδαπούς.
 [00707]  Τοῦ γὰρ γυμνὸν μὴ τρωθῆναι, πολλῷ παραδοξότερον τὸ τὸν ἰδιώτην καὶ ἀγράμματον καὶ ἁλιέα τοσαύτης δεινότητος περιγενέσθαι, καὶ μήτε ὑπὸ τῆς ὀλιγότητος, μήτε ὑπὸ τῆς πενίας, μήτε ὑπὸ τῶν κινδύνων, μήτε ὑπὸ τῆς συνηθείας τῆς προκατειληφυίας, μήτε ὑπὸ τῆς τοσαύτης αὐστηρότητος τῶν πραγμάτων ὧν ἐπέταττον, μήτε ὑπὸ τῶν καθημερινῶν θανάτων, μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀπατηθέντων, μήτε ὑπὸ τοῦ ἀξιώματος τῶν ἀπατησάντων διακωλυθῆναι.
 [01980]  Ἴστε γὰρ ὡς οὐδὲν οὕτως ἰσχυρὸν παρὰ ἀνθρώποις, ὡς συνηθείας παλαιᾶς τυραννίς.
 [01990]  Ἐπὶ δὲ τῶν Ἑλλήνων μεγάλη τῆς συνηθείας ἦν ἡ τυραννίς.
 [01992]  Καὶ γὰρ εἰ καὶ δέκα ἐτῶν μόνον, οὐ λέγω χρόνου τοσούτου, καὶ εἰ ἀνθρώπων ὀλίγων, οὐ λέγω τῆς οἰκουμένης ἁπάσης, ὑπὸ συνηθείας προκατειλημμένων ἐπῆλθον οὗτοι, καὶ οὕτω δύσκολος ἦν ἡ μετάστασις·
 [02001]  Καὶ ἵνα μάθῃς πόση τῆς συνηθείας ἐστὶν ἡ ἰσχὺς, τῶν τοῦ Θεοῦ προσταγμάτων πολλάκις ἐκράτησε.
 [02011]  Καὶ τὸ αἰσχύνεσθαι δὲ μετὰ τῆς συνηθείας ἱκανὸν ἦν ἐμποδίσαι, καὶ τὸ δοκεῖν ἐν ἐσχάτῳ γήρᾳ μεταμαθεῖν, καὶ παρὰ τῶν ἀσυνετωτέρων.
 [02014]  Οὐ γὰρ ἁπλῶς ἀπὸ συνηθείας εἰς συνήθειαν εἷλκον, ἀλλ' ἀπὸ συνηθείας ἄδειαν ἐχούσης εἰς πράγματα κινδύνους ἀποτελοῦντα.
 [02017]  ὅπου δὲ ἀπὸ συνηθείας ἐπὶ καινοτομίαν, καὶ ταῦτα προσῆν τὰ δεινὰ, ἐννόησον πόσον ἦν τὸ ἐμπόδισμα.
 [02019]  Μετὰ γὰρ τῆς συνηθείας καὶ τῶν κινδύνων, καὶ ταῦτα τὰ ἐπιτάγματα φορτικώτερα ἦν, καὶ ὧν ἀπῆγον, ῥᾴδιά τε καὶ εὔκολα.
 [03425]  Καὶ ἐπὶ τῶν κακῶν τὸ αὐτὸ τοῦτο πάσχοντες πά [61.101] λιν, οὐκ ὄντα οὖν τινα ἀγαθὰ καὶ καλὰ εἶναι δοκοῦντα τοῖς πολλοῖς, ὡς ἀγαθὰ ἀπὸ τῆς αὐτῆς συνηθείας διώκομεν·
 [03516]  Ὑπὸ γὰρ τῆς συνηθείας οἱ πολλοὶ κατεχόμενοι καὶ παραλογιζόμενοι, οὐδὲ διαγινώσκουσιν αὐτῶν τὸ ἄτοπον, ἀλλ' ἑτέρων δέονται τῶν διδασκόντων.
 [03519]  ὅπερ γὰρ ἔφθην εἰπὼν, πολὺς τῆς συνηθείας ὁ παραλογισμός·
 [07086]  καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ τέθεικεν·
 [07480]  Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλία πολλοῖς πολλάκις πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκομένης;
 [08200]  Ὅπερ ἀεὶ ποιεῖ, κοινοὺς λογισμοὺς τιθεὶς, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἐπὶ τὴν κοινὴν συνήθειαν καταφεύγων, καὶ σφόδρα ἐντρέπων τοὺς ἀναμένοντας ταῦτα μανθάνειν παρ' αὐτοῦ, ἃ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας δυνατὸν [ἦν] μανθάνειν·
 [09999]  Καὶ πανταχοῦ τοιοῦτον εὕ-ροις ἂν αὐτοῦ τὸν τρόπον ὄντα, οὐκ ἀπὸ τῶν θείων Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἐντρέποντα.
 [09999]  Πρῶτον μὲν γὰρ ἀπὸ τοῦ νόμου τοῦτο κατεσκεύασε τοῦ Θεοῦ, ἔπειτα ἀπὸ κοινοῦ λο-γισμοῦ καὶ τῆς συνηθείας, ὥσπερ καὶ, ἡνίκα περὶ κόμης αὐταῖς διελέγετο, ἔλεγεν·
000-00-00 Serial Number=0226395667
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01707]  Ἀλλὰ τὸν χωρισμὸν οὐ φέρεις, οὐδὲ τὴν τῆς συνηθείας διακοπήν;
 [01795]  Ὁρᾷς ὅτι οὐκ ἀπὸ συνηθείας, ἀλλ' ἀπὸ ἀπιστίας ὁ θρῆνος γίνεται;
000-00-00 Serial Number=0981499672
In epistulam ad Colossenses Ante [Go Back]  
 [00183]  ὁ ἀπὸ συνηθείας ἀδιάσπαστος ὢν, πάλιν τῆς συνηθείας διακοπείσης, ἔσβεσε τὴν φιλίαν.
 [03150]  Ἐνταῦθα ἔστι μέν τι καὶ φίλτρον, ἀλλ' οὐκέτι φυσικὸν, καθάπερ ἄνω, ἀλλὰ συνηθείας, καὶ ἀπ' αὐτῆς τῆς ἀρχῆς, καὶ ἀπὸ τῶν ἔργων.
000-00-00 Serial Number=0078431308
In epistulam ad Ephesios Ante [Go Back]  
 [00806]  Ὢ τῆς συνηθείας! ὢ τῆς προλήψεως! εἰκῆ θυσία καθημερινὴ, εἰκῆ παρεστήκαμεν τῷ θυσιαστηρίῳ, οὐδεὶς ὁ μετέχων.
 [04896]  Οὐκοῦν ἀπὸ ἀσθενείας ἐπεισήχθη ψυχῆς, ἀπὸ συνηθείας ἀλόγου, ἀπὸ ἀμετρίας.
 [05488]  Μέχρι τοῦ πρώτου μηνὸς καὶ τοῦ δευτέρου, ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ' ὑπὸ τῆς συνηθείας τὸ θαῦμα μαραίνεται·
 [06187]  οὐ συνηθείας φιλίᾳ, οὐκ ἄλλῳ οὐδενί.
000-00-00 Serial Number=0638405442
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02138]  λήγει γὰρ ὑπὸ τῆς συνηθείας ἀεὶ, οἵα ἂν ᾖ·
 [04914]  Ὁ τοίνυν Παῦλος τὴν τοιαύτην ὑπόνοιαν ἐκ περιουσίας ἀνατρέπων, τοῦτο τίθησι τὸ ὑπόδειγμα, ἀπὸ τῆς κοινῆς συνηθείας λαβών.
 [04956]  Οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ Παλαιᾷ συμβεβηκότων·
 [06370]  Οὐ γὰρ ἔστιν ἑτέρως γενέσθαι πιστὸν, ἂν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς.
 [08502]  Εἶτα πάλιν καὶ ἀπὸ τῆς κοινῆς συνηθείας.
000-00-00 Serial Number=0593675911
In epistulam ad Philippenses Ante [Go Back]  
 [04617]  Ἀπὸ τῆς κοινῆς αὐτὸ συνηθείας ἔλαβεν.
000-00-00 Serial Number=0259785891
In epistulam ad Romanos Ante [Go Back]  
 [09440]  τί δὲ οὐκ ἀπάγεις τῆς τοιαύτης συνηθείας καὶ ὑπολήψεως μετ' ἐξουσίας ἁπάσης, ἵνα μὴ ποιῇ αὐτὸ κοινόν;
 [09999]  καὶ [60.668] ὁδῷ προβαίνοντες τῇ ἀπὸ πονηρᾶς ταύτης συνηθείας, πολλὰ καὶ τῆς Καινῆς περιέκοψαν.
000-00-00 Serial Number=0353191793
In illud Domine non est in homine Ante [Go Back]  
 [00137]  Τάχα πέρα τοῦ μέτρου ἐξέτεινα τὸν λόγον, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ἵνα τῆς πονηρᾶς ὑμᾶς ἀπαγάγω συνηθείας.
000-00-00 Serial Number=0735266566
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00839]  οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης, ἂν τοῦτον σαυτῷ ἐπιθήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων αὐτὸν καθ' ἑκάστην ἐκπληρώσεις ἡμέραν ὑπὸ τῆς συνηθείας ἑλκόμενος.
000-00-00 Serial Number=0789664805
In illud In faciem ei restiti Ante [Go Back]  
 [00355]  Συνέβαινε δὲ εἶναι καὶ ἐν Ἀν τιοχείᾳ Ἰουδαίους, οἵτινες πιστεύσαντες τῷ Χριστῷ, διὰ τὸ τῶν Ἱεροσολύμων εἶναι πόῤῥω, καὶ πολλοὺς ὁρᾷν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἀδεῶς καὶ χωρὶς Ἰουδαϊκῶν παρατηρήσεων βιοῦντας, ἠρέμα καὶ κατὰ μικρὸν ἐνήγοντο καὶ αὐτοὶ τῆς Ἰουδαϊκῆς ἀφίστα σθαι συνηθείας, καὶ καθαρὰν καὶ ἀνόθευτον ἔχειν τὴν τῆς πίστεως διδασκαλίαν.
 [00452]  Τί τὰ ἔθνη, φησὶν, ἀναγ κάζεις ἰουδαΐζειν, ἵνα τῷ δοκεῖν τῶν ἰδίων ἀντιποιεῖ σθαι μαθητῶν, καὶ προσχήματι τῆς ὑπὲρ τῶν ἐθνῶν κηδεμονίας, πείσῃ τοὺς Ἰουδαίους ἀποστῆναι τῆς παλαιᾶς συνηθείας.
000-00-00 Serial Number=0462102413
In illud Messis quidem multa Ante [Go Back]  
 [00045]  Ἐννόησον ὅση τῷ Θεῷ πραγματεία ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, καὶ μὴ καταφρονήσῃς μηδενὸς ἀν θρώπου, ἀλλὰ διαλυθέντος τοῦ θεάτρου τούτου τοῦ πνευ ματικοῦ, ἀναζήτησον τὸν ἀπολειφθέντα, καὶ μὴ πρότε ρον ἀποστῇς ἕως ἂν αὐτὸν ἐπαγάγῃς, καὶ τῇ μητρὶ συνάψῃς, καὶ τῆς πονηρᾶς ἀπαγάγῃς συνηθείας, καὶ τὸν αἰχμάλωτον διασώσῃς καὶ τὸν καταποντι σθέντα ἀνιμήσῃ, καὶ τὸν θηριάλωτον τῶν χαλεπῶν ἀπαλλάξῃς θηρίων.
 [00097]  Καὶ πῶς ἂν γένοιτο δυνατὸν ἕνδεκα ὄν τας (ὁ γὰρ εἷς θηριάλωτος γέγονεν), ἰδιώτας, ἀγραμ μάτους, πένητας, ἀσήμους, γυμνοὺς, μονοχίτωνας, ἀνυποδέτους, μὴ ζώνην, μὴ ῥάβδον, μὴ ὀβολὸν ἐπιφερομέ νους, διιέναι τὴν οἰκουμένην ἅπασαν τὴν οὕτω διακει μένην, καὶ τῆς μὲν παλαιᾶς ἀποσπᾷν συνηθείας, εἰς τὰ τῆς νέας δὲ δόγματα εἰσάγειν αὐτοὺς, καὶ ξένην τινὰ διδασκαλίαν αὐτοῖς ἐνηχεῖν;
 [00105]  πῶς καταλύ σομεν τυράννων θυμὸν, δήμων ἐπαναστάσεις, φιλοσόφων κατασκευὰς, ῥητόρων δεινότητα, προλήψεως τυραννίδα, συνηθείας παλαιᾶς ἰσχὺν, δαιμόνων ἐπιβουλὰς, ψυχὰς μυρίοις νοσήμασι προκατειλημμένας;
000-00-00 Serial Number=0625392616
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00267]  Οὐδὲν γὰρ ἐκείνης τῆς συνηθείας πικρότερον, οὐδὲν τῆς συνουσίας ἀηδέστε ρον, οὐδὲν τῶν τρόπων μιαρώτερον.
000-00-00 Serial Number=0531212926
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00479]  ∆ιὰ δὴ ταῦτα ἀντιβολῶ, καὶ παραινῶ, καὶ δέομαι, ταύτης ἀποστῆναι τῆς πονηρᾶς συνηθείας.
000-00-00 Serial Number=0814179242
In natalem Christi diem Ante [Go Back]  
 [00134]  Ἐπειδὴ γὰρ ἀπατηθεὶς ὁ ἄνθρωπος ὄργανον γέγονε τοῦ διαβόλου, διὰ τοῦτο αὐτὸν τὸν ὑποσκελισθέντα ἔμψυχον ἀνελάμβανε ναὸν, ἵνα διὰ τὴν πρὸς τὸν πεποιηκότα συνάφειαν ἐκ τῆς τοῦ διαβόλου αὐτὸν ἀποστήσῃ συνηθείας.
000-00-00 Serial Number=0401498556
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00061]  ἀλλ' ἄνειμι προσεύξασθαι, τῆς συνηθείας τὸ χρέος ἀποδιδοὺς, ὅπερ οἱ πρόγονοί μου ἐπετέλουν.
000-00-00 Serial Number=0018385828
Quales ducendae sint uxores Ante [Go Back]  
 [00143]  ἀλλ' ὁρῶντες τὴν θυγατέρα ἀπαγομένην, οὐ συνηθείας μέμνηνται, οὐκ ἀλγοῦσιν, οὐ δάκνονται, ἀλλὰ καὶ εὐχαριστοῦσι, καὶ εὐχῆς ἔργον εἶναι νομίζουσι τὸ καὶ τὴν θυγατέρα ἰδεῖν τῆς οἰκίας ἐξαγομένην, καὶ πολλὰ μετ' ἐκείνης χρήματα.
 [00144]  Ταῦτα οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος, ὅτι τοὺς γονεῖς ἀφέντες ἀμφότεροι ἀλλήλοις συνδεσμοῦνται, καὶ χρόνου τοσούτου συνηθείας ἡ τότε συντυχία τυραννικωτέρα γίνεται, καὶ συνιδὼν, ὅτι οὐκ ἔστι τοῦτο ἀνθρώπινον, ἀλλ' ὁ Θεὸς τοὺς ἔρωτας τούτους ἐγκατέσπειρε, καὶ τοὺς ἐκδιδόντας καὶ τοὺς ἐκδιδομένους μετὰ χαρᾶς τοῦτο ποιεῖν παρεσκεύασε, φησίν·
000-00-00 Serial Number=0968688369
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00210]  Ἡμεῖς δὲ τὰ προστεταγμένα πανταχοῦ ταράττοντες, καὶ εἰδότες ὅτι μεγίστην τούτων τίσομεν δίκην, οὐδὲ συνηθείας ἀκαίρου καὶ ψυχρᾶς ὑπεριδεῖν ἀνεχόμεθα·
 [00484]  Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τῆς πονηρᾶς συνηθείας, καὶ τῶν ἐπὶ κακῷ συνοικούντων, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
 [00491]  Ἄκουσον, ψυχή μου, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τῆς πονηρᾶς σου συνηθείας, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»