Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σπουδάζωμεν [62]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σπουδάζωμεν


000-00-00 Serial Number=0769662797
Ad illuminandos catecheses Ante [Go Back]  
 [00177]  κἂν σπουδάζωμεν, ὠφέλειαν ἔχει μόνον, ὄλεθρον δὲ οὐδένα.
000-00-00 Serial Number=0881849647
Ad populum Antiochenum Ante [Go Back]  
 [05016]  Μετὰ δὲ τῆς παρακλήσεως καὶ αὐτοὶ σπουδάζωμεν, μηκέτι τοιούτοις περιπίπτειν ἁμαρτήμασιν, εἰδότες ὅτι λοιπὸν οὐδὲ συγγνώμης ἀπολαῦσαι δυνησόμεθα.
 [05418]  Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα δὲ συγγνώμην, ὅταν ἐκ πρώτης ἡλικίας ἡμεῖς ἄχρις ἐσχάτης πολιᾶς ἐνταῦθα συναγόμενοι καὶ τοσαύτης ἀπολαύοντες διδασκαλίας, ὅμοιοι μένωμεν ἐκείνοις, καὶ μηδὲ ἓν ἐλάττωμα διορθώσασθαι σπουδάζωμεν;
000-00-00 Serial Number=0661927283
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01145]  Καὶ πόσης οὐκ ἄξια ταῦτα ὀργῆς, πόσων σκηπτῶν, ὅταν τὴν μὲν γλῶτταν αὐτοῖς ἐκκαθαίρειν διὰ τῆς ἔξωθεν σοφίας σπουδάζωμεν, τὴν δὲ ψυχὴν ἐν αὐτῷ τῆς ἀσελγείας τῷ βορβόρῳ κειμένην καὶ σηπομένην διαπαντὸς μὴ μόνον περιορῶμεν, ἀλλὰ καὶ ἐγερθῆναι βουλομένην κωλύωμεν;
000-00-00 Serial Number=0409279823
Catecheses ad illuminandos Ante [Go Back]  
 [00679]  ∆ιὰ τοῦτο, παρακαλῶ, σπουδάζωμεν μηδὲν τῶν λυπούντων τὸ Πνεῦμα τὸ ἅγιον διαπράττεσθαι ἀλλὰ κἂν προϊέναι δέῃ, μὴ τὰ ἐπιβλαβῆ συνέδρια ἐπιδιώκωμεν μηδὲ τοὺς συλλόγους τοὺς ἀνοήτους καὶ φλυαρίας γέμοντας ἀλλὰ πρὸ πάντων τῆς τοῦ Θεοῦ ἐκκλησίας καὶ τῶν εὐκτηρίων οἴκων μηδὲν ἡμῖν ἔστω προτιμότερον καὶ τῶν συλλόγων τῶν πνευματικὰς ἐχόντων διαλέξεις.
 [00851]  Ἐὰν γὰρ τὸ ἐν ἡμῖν φῶς, τοῦ Πνεύματος λέγω τὴν χάριν, σπουδάζωμεν διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως φαιδρότερον ἀπεργάζεσθαι ὥστε μηδέποτε κατασβεσθῆναι, διὰ παντὸς τοῦ χρόνου ταύτης ἀπολαύσομεν τῆς προσηγορίας.
 [01025]  τότε γὰρ μάλιστα καὶ ἡ παρ' αὐτῶν προστασία ὠφελῆσαι ἡμᾶς δυνήσεται, ἐὰν μὴ ῥᾳθυμῶμεν ἀλλὰ καὶ αὐτοὶ σπουδάζωμεν τῇ προσεδρείᾳ καὶ τῇ περὶ τὸν βίον ἐπιμελείᾳ τὴν φιλανθρωπίαν ἐφ' ἑαυτοῖς ἐπισπάσασθαι τοῦ δεσπότου.
 [01118]  Τὸ μέντοι τῆς ἀρετῆς ἔνδυμα, ἐὰν τὰ παρ' ἑαυτῶν εἰσφέρειν σπουδάζωμεν, οὔτε ῥύπον ποτὲ δέξεται οὔτε παλαιότητος πεῖραν λήψεται, ἀλλ' ὅσῳ ἂν ὁ χρόνος παρατρέχῃ τοσούτῳ μᾶλλον φαιδρότερον καὶ ἀκμαιότερον τὸ κάλλος καὶ τοῦ φωτὸς τὴν αὐγὴν ἐπιδείκνυσιν.
 [01267]  ἐὰν δὲ τῶν πνευματικῶν ἀμελοῦντες περὶ ἐκεῖνα μόνα σπουδάζωμεν καὶ τῆς ψυχῆς οὐδένα ποιούμενοι λόγον περὶ τὰ βιωτικὰ διηνεκῶς στρεφώμεθα, καὶ τούτων ὑπομενοῦμεν τὴν ζημίαν καὶ ἐν ἐκείνοις οὐδὲν πλέον ἕξομεν.
000-00-00 Serial Number=0591965854
De Christi precibus Ante [Go Back]  
 [00301]  Ταῦτ' οὖν ἅπαντα πρὸς ἐκείνους λέγωμεν, καὶ σπουδάζωμεν, τό γε εἰς ἡμᾶς ἧκον, ἀπάγειν αὐτοὺς τῆς πονηρᾶς ἐκείνης αἱρέσεως, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανάγειν.
 [00315]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, μάλιστα μὲν σπουδάζωμεν πρὸς μηδένα ἀπεχθῶς ἔχειν·
000-00-00 Serial Number=0707176805
De Lazaro Ante [Go Back]  
 [02664]  ἵνα ταῦτα μαθόντες ἀκριβῶς, μὴ τὴν εὐρύχωρον ἐκ παντὸς τρόπου διώκωμεν ὁδὸν, μηδὲ διὰ τῆς πλατείας πύλης εἰσέρχεσθαι σπουδάζωμεν, ἀλλὰ τὴν στενὴν πύλην μεταδιώκωμεν, καὶ τὴν τεθλιμμένην ὁδὸν βαδίζωμεν, ἵνα εἰς χρηστὸν καὶ ἀνέσεω, γέμον τέλος καταντῆσαι δυνηθῶμεν.
000-00-00 Serial Number=0559236825
De Maccabeis Ante [Go Back]  
 [00239]  Οὐκοῦν, εἰ δοκεῖ, τὴν διδασκαλίαν πρὸς [50.627] τὸ παρὸν ὑπερθώμεθα, μιμεῖσθαι δὲ σπουδάζωμεν τῶν μαρτύρων τὸν τόνον.
000-00-00 Serial Number=0847478151
De decem millium talentorum debitore Ante [Go Back]  
 [00378]  Οὕτω μηδὲν τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην·
 [00384]  Ἵνα οὖν καὶ ἐνταῦθα πρᾶον καὶ ἤρεμον διάγωμεν βίον, κἀκεῖ συγχωρήσεως καὶ ἀφέσεως τύχωμεν, σπουδάζωμεν καὶ πραγματευώμεθα, ὅσους ἐὰν ἔχωμεν ἐχθροὺς, καταλλάττειν ἡμῖν·
000-00-00 Serial Number=0136990011
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00138]  [1.16] Πόσης οὖν οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειληχότος ἑαυτῷ τὰ καλά, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος μιμήσασθαι αὐτὸν σπουδάζωμεν;
000-00-00 Serial Number=0743246913
De libello repudii Ante [Go Back]  
 [00188]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, σπουδάζωμεν τοῖς προτέροις ἀρκεῖσθαι γάμοις.
000-00-00 Serial Number=0687598765
De perfecta caritate Ante [Go Back]  
 [00016]  Ἕνα γὰρ πλάσας ὁ Θεὸς ἄνθρωπον, ἐξ αὐτοῦ πάντας προσέταξε γενέσθαι, ἵνα πάντες ἀλλήλους ὡς ἕνα νομίζωμεν, καὶ ἐν ἀγάπῃ πρὸς ἀλλήλους διάγειν σπουδάζωμεν.
 [00172]  Ὥσπερ γὰρ, ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα βαρέα κοῦφα ἔσται καὶ ῥᾴδια, οὕτως, ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ φανεῖται δύσκολα ἡμῖν.
000-00-00 Serial Number=0002675533
De proditione Judae Ante [Go Back]  
 [00206]  ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ' ἑαυτῶν διαναστῆναι δυνάμεθα.
 [00579]  ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ' ἑαυτῶν δυνάμεθα διαναστῆναι.
000-00-00 Serial Number=0300548255
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00090]  Τοιαύτην τινὰ καὶ ἡμεῖς σπουδάζωμεν, καὶ ζῶντες, καὶ τελευτήσαντες περιβάλλεσθαι στολὴν, εἰδότες, ὅτι χρυσοῖς μὲν ἱματίοις τὸ σῶμά τις καλλωπίσας, οὐδὲν ὤνησεν, ἀλλὰ καὶ πολλοὺς ἐπεσπάσατο κατηγόρους, ὡς οὐδὲ ἐν τελευτῇ κενοδοξίας ἀφιστάμενος·
000-00-00 Serial Number=0615121007
De sancta pentecoste Ante [Go Back]  
 [00400]  Τοῦτο τοίνυν διὰ παντὸς σπουδάζωμεν τοῦ χρόνου, ἵνα ἀπελθόντες ἐκεῖ δυνηθῶμέν τινος συγγνώμης τυχεῖν, καὶ πάντες ἀπαραιτήτους φυγεῖν κολάσεις·
000-00-00 Serial Number=0234329998
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04083]  Μηδὲν τοίνυν οὕτω σπουδάζωμεν, ἀγαπητοὶ, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες, ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην.
 [06330]  πόσης οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειλοχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν;
 [07566]  Πόσης οὖν οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειληχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν;
 [09999]  Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ μὴ ὦμεν ἐνάρετοι, σπουδάζωμεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα, καὶ υἱὸν, καὶ φίλον, ὡς καρπούμενοί τι καὶ δι' αὐτῶν, μικρὸν μὲν, καρπούμενοι δὲ ὅμως.
000-00-00 Serial Number=0125421286
Homilia de capto Eutropio Ante [Go Back]  
 [00285]  σπουδάζωμεν ἐξελθεῖν μετὰ καλῆς ἐλπίδος, μηδὲν ἀφῶμεν ὧδε, ἵνα μὴ ἀπολέσωμεν ἐκεῖ.
000-00-00 Serial Number=0893492639
In Acta apostolorum Ante [Go Back]  
 [05007]  Ἓν μόνον σπουδάζωμεν, ὅπως οὗτος ἡμῖν μὴ ἐχθρὸς γένηται, ὅπως ἡμᾶς μὴ ἀποστραφῇ.
 [07288]  Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ μὴ ὦμεν ἐνάρετοι, σπουδάζωμεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα καὶ υἱὸν, ὡς καρπούμενοί τι καὶ δι' αὐτῶν·
 [08269]  Μὴ τοῦτο σπουδάζωμεν, ὅπως πολλοὶ γένοιντο μόνον, ἀλλὰ πρὸ τούτου, ὅπως δόκιμοι·
 [08296]  Ταῦτα λέγω, ἵνα μή τις τὴν Ἐκκλησίαν θαυμάζῃ διὰ τὸ πλῆθος, ἀλλ' ἵνα σπουδάζωμεν αὐτὸ δόκιμον ἐργάσασθαι·
 [08899]  Μὴ τοίνυν κρύπτωμεν τὰ θαύματα τοῦ Θεοῦ, ἀλλὰ καὶ ὑπὲρ τῆς ἡμετέρας ὠφελείας ταῦτα σπουδάζωμεν ἐκπομπεύειν, καὶ εἰς τὴν τῶν ἄλλων οἰκοδομήν.
 [09999]  Μὴ οὖν ἀναισχύντει, ἀλλ' ἐννοήσωμεν ἐκείνην τὴν νύκτα, τὸ ξύλον, τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν σπουδάζωμεν καὶ ἡμεῖς, καὶ ἀνοίξομεν ἡμῖν οὐχὶ δεσμωτήριον, ἀλλ' οὐρανόν.
 [09999]  Ἀλλ' ἡμεῖς οἱ περὶ τούτων ἀκριβῶς εἰδότες, πράττωμέν τι τῶν χρησίμων, καὶ σπουδάζωμεν οἰκειωθῆναι τῷ Χριστῷ.
 [09999]  Μεγάλη γὰρ ἡ παρὰ τῶν ἁγίων εὐλογία, ἧς ἐπιτυγχάνειν σπουδάζωμεν, ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούμενοι, τῆς παρὰ τοῦ αὐτοὺς ἐνδυναμοῦντος Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Οὐκοῦν ταύτης σπουδάζωμεν ἀπαλλάττειν τοὺς πλησίον καὶ πρὸ τῶν πλησίον ἡμᾶς αὐτούς.
 [09999]  Οὐκοῦν ἀμφότερα φεύγειν σπουδάζωμεν, καὶ ἀργίαν καὶ ἐργασίαν ἀργίας χαλεπωτέραν.
 [09999]  Ἡ τελεία γὰρ αὕτη ἀρετὴ, ὅταν μηδὲ ἀνθρώποις διδῶμεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωμεν εἶναι ἀπρόσκοποι.
000-00-00 Serial Number=0202742934
In Psalmum 145 Ante [Go Back]  
 [00006]  ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμῶμεν, ἐπειδὴ πρὸς τὸν λι μένα κατηντήσαμεν, ἀλλὰ διὰ τοῦτο σπουδάζωμεν μᾶλλον, ἐπειδὴ πρὸς τὸ τέλος ἐφθάσαμεν.
000-00-00 Serial Number=0622098982
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03216]  Ὥσπερ οὖν ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι, κοῦφα ἔσται καὶ ῥᾴδια·
 [03494]  Μὴ φοβώμεθα δὲ μόνον, ἀλλὰ καὶ φεύγωμεν, καὶ τῷ Θεῷ σπουδάζωμεν διηνεκῶς ἀρέσκειν·
000-00-00 Serial Number=0760210037
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00056]  ∆ιὸ, παρακαλῶ, πάντες σπουδάζωμεν πόῤῥω γενέσθαι τοῦ πάθους τούτου, ἵνα μὴ τῷ κρίματι τῷ ἐκείνου περιπέσωμεν, ἵνα μὴ τῆς κολάσεως ὑπεύθυνοι γενώμεθα τῆς αὐτῆς, ἵνα μὴ τῇ τιμωρίᾳ κοινωνήσωμεν τῇ αὐτοῦ.
000-00-00 Serial Number=0844839275
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00155]  Τοῦτο τοίνυν σπουδάζωμεν ἅπαντες·
 [08763]  Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα σπουδὴν, καὶ γαστρὸς κατέχωμεν, καὶ μέθης ἀπαλλαττώμεθα, καὶ τῶν μυστηρίων ἀξίως σπουδάζωμεν μεταλαμβάνειν, καὶ ἐφ' οἷς ἂν πάθωμεν, μὴ ἀλγῶμεν, μήτε ἐφ' ἑαυτοῖς, μήτε ἐφ' ἑτέροις·
 [09999]  Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς ποιῶμεν, καὶ μὴ ὅπως φύγωμεν πενίαν, μηδὲ ὅπως γενώμεθα πλούσιοι σπουδάζωμεν, ἀλλ' ὅπως πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἕκαστον τούτων μεταχειρίσωμεν.
000-00-00 Serial Number=0031564355
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03347]  τουτέστι, Κἂν ὡς οἰκεῖον μέλος ἔχωμέν τινα, μὴ σπουδάζωμεν αὐτῷ δεικνύναι, πλὴν εἰ μὴ ἀνάγκη εἴη.
000-00-00 Serial Number=0337050736
In epistulam ad Colossenses Ante [Go Back]  
 [02956]  Πρὸ τῶν ἄλλων οὖν ἁπάντων ταῦτα σπουδάζωμεν.
000-00-00 Serial Number=0261106730
In epistulam ad Ephesios Ante [Go Back]  
 [03556]  καὶ αὐτοὶ μετὰ τούτων σπουδάζωμεν τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, ἵνα μὴ μόνον λέγοντες, ἀλλὰ καὶ ποιοῦντες διδάσκωμεν.
 [06553]  Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ σπουδάζωμεν ἀνώτεροι γενέσθαι, καὶ μηδαμόθεν παρέχειν αὐτῷ λαβήν.
000-00-00 Serial Number=0654893339
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00287]  Ἐπεὶ οὖν καθαρισμὸν ἐποίησε τῶν ἁμαρτιῶν ἡμῶν, μένωμεν καθαροὶ, καὶ μηδεμίαν δεξώμεθα κηλῖδα, ἀλλὰ τὸ κάλλος, ὅπερ ἡμῖν ἐνέθηκε, καὶ τὴν εὐπρέπειαν διαφυλάττειν οὕτω σπουδάζωμεν ἀμόλυντον καὶ καθαρὰν, ὥστε μηδένα σπῖλον ἔχειν ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.
 [01540]  Φέρωμεν τοίνυν τὴν ἐπίπληξιν, καὶ σπουδάζωμεν τὸ μὴ ἁμαρτάνειν·
 [09256]  Ναὶ δέομαι καὶ ἀντιβολῶ, τοῦτο σπουδάζωμεν.
 [09585]  οὐ γὰρ ἁπλῶς ἔξω πύλης ἔπαθεν, ἀλλ' ἵνα καὶ ἡμεῖς τὸν σταυρὸν αὐτοῦ αἴρωμεν, καὶ ἔξω κόσμου μένωμεν, καὶ εἶναι σπουδάζωμεν.
 [09611]  Οὐκοῦν σπουδάζωμεν εὐχαριστίαν ὑπὲρ ἁπάντων ἀναφέρειν, καὶ γενναίως ἅπαντα φέρωμεν τὰ συμπίπτοντα.
000-00-00 Serial Number=0913169742
In epistulam ad Philippenses Ante [Go Back]  
 [04311]  Ἀλλ' ἐπεὶ πρὸς τὸ μὴ ταύτης διαμαρτεῖν χρεία συντόνου σπουδῆς καὶ ἀδιαλείπτων εὐχῶν, σπουδάζωμεν, παρακαλῶ·
 [04312]  ἂν γὰρ σπουδάζωμεν, καὶ εὐχόμενοι ἀνύομεν·
000-00-00 Serial Number=0006931841
In epistulam ad Romanos Ante [Go Back]  
 [04290]  ἐὰν δὲ σπουδάζωμεν, καὶ κοῦφον ἡμῖν ἔσται καὶ εὔκολον.
000-00-00 Serial Number=0557371616
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00028]  Ἐπεὶ οὖν ἔγνωμεν ὅσον τῆς ὀφειλῆς ταύτης τὸ κέρδος, καὶ ὅτι ἐν τῷ ἀποδίδοσθαι μᾶλλον αὔξεται, φέρε, καὶ ἡμεῖς τὴν ὀφειλὴν, ἣν ὀφείλομεν ὑμῖν, οὐκ ἀπὸ ῥᾳθυμίας οὐδὲ ἀπὸ ἀγνωμοσύνης τινὸς, ἀλλ' ἀπὸ τῆς συμβάσης ἀῤῥωστίας, σήμερον, καθ' ὅσον οἷόν τε, ἐκτῖσαι σπουδάζωμεν, μικρά τινα διαλεχθέντες πρὸς τὴν ὑμετέραν ἀγάπην, ὑπόθεσιν τῆς διαλέξεως ποιησάμενοι αὐτὸν τοῦτον τὸν θαυμαστὸν τῆς οἰκουμένης διδάσκαλον·
000-00-00 Serial Number=0098374069
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00787]  Ἵν' οὖν καὶ ἡμεῖς τῶν τότε τιμωμένων γενώμεθα, σπουδάζωμεν καταλαβεῖν τοὺς ἁγίους ἐκείνους.
000-00-00 Serial Number=0835901380
In illud Vidua eligatur Ante [Go Back]  
 [00253]  καὶ σπουδάζωμεν μὴ χρήματα αὐτοῖς καταλιμπάνειν τὰ ἀπολλύμενα, ἀλλὰ εὐσέβειαν τὴν μένουσαν καὶ μὴ δαπανωμένην.
000-00-00 Serial Number=0729215443
Non esse desperandum Ante [Go Back]  
 [00187]  Τοῦτο δὴ πρὸ τῶν ἄλλων ἁπάντων σπουδάζωμεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»