Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πράττομεν [70]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πράττομεν


000-00-00 Serial Number=0769498289
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00113]  Καὶ ταῦτα πράττομεν ἄνθρωποι, μήτε ὀργίζεσθαι, μήτε ἐχθροὺς ἔχειν κελευσθέντες τινὰς, εἰ δέ ποτε καὶ σχοίημεν, ἐφ' ἡμέρας μόνον·
 [00114]  Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν Καὶ οὐδὲ μέχρι τούτου ἱστάμεθα, ἀλλὰ καὶ ἐπιβουλὰς κατ' ἀλλήλων ῥάπτομεν, καὶ δι' ὧν λέγομεν καὶ δι' ὧν πράττομεν δάκνοντες τὰ οἰκεῖα μέλη καὶ κατεσθίοντες·
 [00158]  Τὸ γὰρ βασκαίνειν καὶ φθονεῖν, καὶ δι' ὧν πράττομεν καὶ δι' ὧν λέγομεν τὴν δόξαν αὐτῶν καθαιρεῖν καὶ τὴν εὐδοκίμησιν, τῶν σφόδρα μισούντων καὶ ἀποστρεφομένων ἐστίν.
 [00207]  Ὅταν γὰρ ἃ μὲν ἐπιτάττει ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύει χαλεπώτερα καὶ ἐπίπονα, ἡμεῖς δὲ τὰ προστεταγμένα ἀφέντες, τὰ κεκωλυμένα πράττομεν, ἆρα οὐχ ὡς φιλονεικοῦντας αὐτῷ ταῦτα ἁμαρτάνειν φήσουσιν ἡμᾶς οἱ ἐχθροί;
 [00400]  Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν! νῦν δὲ οὐδὲ ἐκεῖνα πράττομεν ἐν οἷς οὐδὲν τῆς τοῦ σώματος ἐνεργείας δεόμεθα.
 [00403]  καὶ οὐδὲ ταῦτα πράττομεν.
000-00-00 Serial Number=0362323642
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00510]  Πολλὰ ἡμεῖς πράττομεν τῶν τοῖς παισὶ τοῖς ἡμετέροις δοκούντων μὲν εἶναι βλαβερῶν, συμφερόντων δὲ ὅμως·
 [01389]  Καὶ γὰρ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν ὅταν ἐπί τινι λαμβάνωμεν δεινῷ, στρεβλοῦμεν μὲν, καὶ μαστιγοῦμεν, οὐκ ἀναλγητὶ δὲ τοῦτο πράττομεν, ἀλλὰ μετὰ θλίψεως οὐκ ἐλάττονος τῶν πασχόντων αὐτῶν.
000-00-00 Serial Number=0280563891
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00222]  καὶ οὐδὲ τὸ μικρὸν τοῦτο μετὰ προθυμίας τῆς προσηκούσης ἐλευθέροις πράττομεν, ἀλλὰ πρότερον ἐξετάζομεν εἰ μισθὸν ἔχει, καὶ εἰ πολὺν τὸν μισθὸν, καὶ εἰ ἡμῖν αὐτοῖς λογίζεται, ἀνελευθέρων τινῶν καὶ μισθωτῶν φθεγγόμενοι ῥήματα.
000-00-00 Serial Number=0873194218
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00407]  Ὅπου γὰρ νῦν οὐκ οὔσης ἡμῖν τῆς ἐξουσίας ταύτης ἅπαντα πράττομεν καὶ βιαζόμεθα καὶ σκιαγραφίαις καλλύνομεν ἑαυτούς, ἐπειδὴ τῇ ἀληθείᾳ μὴ δυνάμεθα, καὶ χρώμασι καὶ βαφαῖς καὶ συνθέσεσι τριχῶν καὶ ἱματίων περιβολαῖς καὶ στροφαῖς ὀφθαλμῶν καὶ πολλοῖς ἑτέροις μηχανήμασι τὰ τοιαῦτα σοφιζόμεθα κάλλη, τίνα ἂν τῇ ψυχῇ καὶ τοῖς σπουδαίοις σχολὴν ἀπενείμαμεν, εἰ πρὸς τὴν ὄντως αὐτὸ εὐμορφίαν μεταθεῖναι εἴχομεν.
000-00-00 Serial Number=0740750015
Ad populum Antiochenum Ante [Go Back]  
 [04576]  κἂν γυναῖκας ἀγώμεθα, κἂν διαθήκας ποιῶμεν, κἂν οἰκέτας ὠνεῖσθαι μέλλωμεν, κἂν οἰκίας, κἂν ἀγροὺς, κἂν ὁτιοῦν ἕτερον ποιεῖν, οὐκ οἰκείᾳ γνώμῃ ταῦτα πράττομεν, ἀλλ' ὅπως ἂν ἐκεῖνοι διατάξωσι, καὶ τὰ ἡμῶν αὐτῶν διαθέσθαι κατὰ γνώμην τὴν ἡμετέραν οὐκ ἐσμὲν κύριοι καθόλου·
000-00-00 Serial Number=0139242291
Admonitiones spirituales Ante [Go Back]  
 [00098]  Ὅλα τὰ πράγματα παθοποιὰ, παροξυντικὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πράττομεν·
000-00-00 Serial Number=0127786458
Catecheses ad illuminandos Ante [Go Back]  
 [01276]  ἡμεῖς δὲ ἀπεναντίας ἐκείνοις πράττομεν καὶ νοητῶν ἐπαγγελίαν ἔχοντες περὶ τὰ αἰσθητὰ κεχήναμεν.
000-00-00 Serial Number=0047590971
De patientia sermo 1 Ante [Go Back]  
 [00110]  Οὐχ ὁρᾷς τί ἐπὶ τοῖς προλαβοῦσι πράττομεν;
000-00-00 Serial Number=0319366395
De perfecta caritate Ante [Go Back]  
 [00100]  ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἔστιν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε [56.283] πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχοντες ἀρχομένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγαῖς ὑποβάλλομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν, ὅπως ἀπαλλάξωμεν αὐτοὺς τῶν κακῶν.
 [00152]  Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλίψιν·
000-00-00 Serial Number=0347973228
De sacerdotio Ante [Go Back]  
 [00045]  εἰ δὲ ἅπαντα πράττομεν ὑπὲρ τοῦ πολλήν σοι παρασκευάσαι σχολὴν εἰς τὴν τοῦ βίου τούτου πορείαν, εἰ καὶ μηδὲν ἕτερον, οὗτος γοῦν κατεχέτω σε παρ' ἡμῖν ὁ δεσμός.
000-00-00 Serial Number=0917853415
De virginitate Ante [Go Back]  
 [00059]  Ὅτι ἐκεῖνοι μὲν ἵνα ἀντινομοθετήσωσι τῷ Θεῷ τὴν παρθενίαν εἵλοντο, ἡμεῖς δὲ ἵνα ἀνύσωμεν αὐτοῦ τὸ θέλημα τοῦτο πράττομεν.
000-00-00 Serial Number=0678610802
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05686]  Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλμῶν ὀκνηρότεροι γινόμεθα περὶ τὰ ἁμαρτήματα πολλάκις, καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράττομεν ἄτοπον, ἐννόησον πόσης ἀπολαυσόμεθα ἀσφαλείας τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχοντες.
 [05892]  Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλῖψιν, ὅταν ἡμεῖς αὐτοὶ ἀπαγώμεθα εἰς αὐτὰ τὰ τῆς γεέννης βασανιστήρια δεδεμένοι, τίνες ἐσόμεθα;
 [09999]  οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων.
000-00-00 Serial Number=0672644794
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00263]  ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἐσμὲν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχοντες ἀρχομένοις, οὔτε νομοθέται νομοθετουμένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγὰς ἐπάγομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν ὅπως καὶ τὸν οἰκέτην ἀπαλλάξωμεν κακίας καὶ τὸν υἱὸν [63.510] πονηρίας.
000-00-00 Serial Number=0799124360
In Acta apostolorum Ante [Go Back]  
 [09999]  ἐκεῖνοι μὲν ὑπὲρ ὧν πάσχουσιν αἰσχύνονται, ἡμεῖς δὲ ὑπὲρ ὧν πράττομεν οὐκ αἰσχυνόμεθα·
 [09999]  οὐ γὰρ οἷς λέγομεν, ἀλλ' οἷς πράττομεν προσέχουσιν ἅπαντες.
000-00-00 Serial Number=0281441033
In Joannem Ante [Go Back]  
 [02416]  ∆ιὸ καὶ πάντα πράττομεν, παρακαλοῦντες, ὀνειδίζοντες, προτρέποντες, ἐπαινοῦντες, ὥστε τὴν ὑμετέραν πραγματεύσασθαι σωτηρίαν.
000-00-00 Serial Number=0686724901
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03184]  Εἰ γὰρ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ δεδεμένους καὶ πεινῶντας, τοὺς δὲ ἐν σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα ὑπὲρ τοῦ μήποτε ἐμπεσεῖν ἐκεῖσε πράττομεν·
 [03238]  Ταῦτα οὖν εἰδότες, φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν, πάντα πράττομεν ὥστε μὴ δοῦναι ὑμῖν λαβὴν μηδὲ πρόσκομμα μηδὲ ψευδῆ τινα ὑποψίαν πονηρᾶς πράξεως καθ' ἡμῶν.
 [05904]  Οὐ γὰρ εἶπεν, ὅτι Ὡς μεγάλα ἐπιστέλλομεν, μεγάλα καὶ πράττομεν παρόντες·
000-00-00 Serial Number=0601671636
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00387]  πρῶτον ἐννοοῦμεν, εἶτα φθεγγόμεθα, εἶτα πράττομεν.
 [00423]  Τοιγαροῦν διὰ τοῦτο πάντα ἀπόλωλε καὶ διέφθαρται, ὅτι βήματι μὲν ἀνθρωπίνῳ παραστήσεσθαι μέλλοντες περὶ πραγμάτων βιωτικῶν, πάντα κινοῦμεν, πάντας ἀξιοῦμεν, διηνεκῶς περὶ τούτου μεριμνῶμεν, πάντα ὑπὲρ τούτου πράττομεν, εἰς δὲ τὸ βῆμα τοῦ Χριστοῦ μέλλοντες ἥκειν μετ' οὐ πολὺ, οὐδὲν οὔτε δι' ἑαυτῶν, οὔτε δι' ἄλλων πράττομεν, οὐκ ἀξιοῦμεν τὸν δικαστήν.
000-00-00 Serial Number=0401936412
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00226]  Νῦν δὲ μέθης μὲν καὶ τρυφῆς καὶ σπατάλης ἕνεκεν πάντα πράττομεν, καὶ κλίνην κοινὴν, καὶ τράπεζαν κοινὴν, καὶ οἶνον κοινὸν, καὶ ἀνάλωμα κοινὸν ποιοῦμεν·
000-00-00 Serial Number=0553327143
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00711]  Οὐ γὰρ τοῖς λεγομένοις προσέχουσιν, ἀλλ' ἃ πράττομεν ἐξετάζουσι, καί φασι·
 [03046]  ἡμεῖς δὲ κατὰ τὸ παραστὰν ταῦτα πράττομεν.
 [03086]  Πολλὰ δὲ καὶ πράττομεν ἀγαθὰ μὲν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώμης.
 [03098]  Ὅταν οὖν καὶ ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μὴ [61.92] δυνώμεθα ἐγκλημάτων εἶναι καθαροὶ, καὶ ἐν οἷς ἀγαθόν τι πράττομεν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώμης πράττομεν, τιμωρίας ὦμεν ὑπεύθυνοι, ἐννόησον πόση παρὰ ἀνθρώποις ἀπάτη περὶ τὰς κρίσεις.
 [03411]  Τοῦτο γοῦν ἄνω καὶ κάτω πάντα πεποίηκε, τοῦτο συνετάραξε τὴν οἰκουμένην ἅπασαν, ὅτι πρὸς ἀνθρώπους βλέποντες ἅπαντα πράττομεν, κἀν τοῖς ἀγαθοῖς οὐδὲν ἡγούμεθα τὸ τὸν Θεὸν ἔχειν θαυμαστὴν, ἀλλ' ἐπιζητοῦμεν τὴν παρὰ τοῖς ὁμοδούλοις εὐδοκίμησιν·
 [06289]  Οὕτω γὰρ καὶ δαψιλὴς ἡ ἀντίδοσις ἡμῖν ἥξει τῶν ἀγαθῶν, ὅτι μετὰ τοιαύτης ἅπαντα πράττομεν γνώμης, καὶ λαμπροτέρων ἐπιτευξόμεθα στεφάνων·
000-00-00 Serial Number=0880099773
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00388]  Οὐδὲν πρὸς ἀρέσκειαν ἀνθρώπων πράττομεν, φησί·
 [00401]  ἡμεῖς μὲν γὰρ ἀπὸ τοῦ δοκιμάσαι πράττομεν, αὐτὸς δὲ χωρὶς δοκιμῆς.
 [00419]  Οἱ τοίνυν, ἐξὸν ζητῆσαι, μὴ ζητήσαντες, καὶ τοῦ κηρύγματος τοῦτο ἀπαιτοῦντος, πῶς δόξης ἕνεκέν τι πράττομεν;
 [00422]  Ἀλλ' ἐκ περιουσίας ἡμεῖς οὐδὲν τούτων πράττομεν, ἵνα τὰ τῶν ἐναντίων ἐμφράξωμεν στόματα.
 [00630]  Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ἡμεῖς μὲν πάντα ἀμέμπτως πράττομεν, ὑμεῖς δὲ ἀνάξια τῆς ἡμετέρας ἀναστροφῆς ἐποιήσατε·
 [02607]  Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν, οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων.
 [03112]  ἀλλ' ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν, πράττομεν αὐτὸ, ἀνάξιοι μὲν ὄντες καὶ παρεστάναι, καὶ τῶν ἐσχάτων μαθητῶν τὸν τόπον ἐπέχειν·
000-00-00 Serial Number=0244447410
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01338]  Μάλιστα μὲν γὰρ καὶ κηδεμονίᾳ καὶ φιλοστοργίᾳ τῇ πρὸς ὑμᾶς τοῦτο πράττομεν·
 [01341]  Οὐ τοίνυν μείζονα ὑμῖν τὴν κόλασιν ἐργάσασθαι βουλόμενοι, τοῦτο πράττομεν, ἀλλὰ τὸ καθ' ἑαυτοὺς ἀποδύσασθαι.
 [01905]  Ὅπως μὲν γὰρ ἔσται τὸ χωρίον καλὸν, πάντα πράττομεν, καὶ ὅπως ἀνδρὶ πιστῷ τοῦτο ἐγχειρίσωμεν, [62.547] καὶ ὀνηλάτην, καὶ ὀρεοκόμον, καὶ ἐπίτροπον, καὶ λογοθέτην εὐνούστατον ἐπιζητοῦμεν·
 [02983]  Καὶ τὸ χαλεπὸν, ὅτι ταύτας μὲν τὰς ἀμάρας τῆς κόπρου προνοούμεθα, ὅπως μὴ ἐμφραγῶσι, καὶ τὴν κόπρον εἰς τὰ ἄνω πέμψωσι, καὶ πάντα ὑπὲρ τούτου πράττομεν, κοντοῖς ὠθοῦντες, μακέλλαις σύροντες·
 [02986]  ∆ιά τοι τοῦτο οὐχ ὡς βασιλέα ἔχοντες κόσμιον, οὕτω πάντα πράττομεν, ἀλλ' ὡς κύνα τινὰ ἀκάθαρτον.
 [04101]  καὶ οὐδὲν κρίσει πράττομεν, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν.
000-00-00 Serial Number=0054907918
In epistulam ad Colossenses Ante [Go Back]  
 [02746]  ∆ιὰ ταῦτα οὐκ εἰσὶ νῦν τοιοῦτοι, ὅτι ἄτιμος ἡμῖν ἐφάνη ἐκείνη ἡ ζωὴ, εἴ γε ὑπὲρ μὲν ἐκείνης οὐδὲν πράττομεν, ὑπὲρ δὲ [62.359] ταύτης οὐδὲν παραιτούμεθα ὑπομένειν.
000-00-00 Serial Number=0100516140
In epistulam ad Ephesios Ante [Go Back]  
 [05936]  Οὐχ ὁρᾷς ἐπὶ τῶν παιδίων ὅτι τοῦτο πράττομεν;
000-00-00 Serial Number=0970222235
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00393]  πρὸς τὸν Θεὸν ἡμῖν ὁ λόγος ἐστὶ, καὶ ὑπὲρ τῶν εὐθυνῶν τῶν ἐκεῖ ἅπαντα πράττομεν, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἤλθομεν ἀθλιότητος, ὡς μέλλοντες ἀπολογεῖσθαι τῷ πάντων ∆εσπότῃ ὑπὲρ ὧν κηρύττομεν, διαφθείρειν τὰ δόγματα.
 [00397]  ἐπειδὴ δὲ ἀντεστράφη ἡ τάξις, καὶ κριταὶ καθέζεσθε, φησὶ, μάθετε ὅτι τῆς μὲν πρὸς ὑμᾶς ἀπολογίας οὐ πολύς μοι λόγος, τὸ δὲ πᾶν διὰ τὸν Θεὸν πράττομεν, καὶ ὥστε ἐκεῖνον περὶ δογμάτων ἀπολογήσασθαι τούτων.
000-00-00 Serial Number=0029011667
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06547]  τί οὐ πράττομεν;
 [06932]  ἡμέρας οὔσης, τὰ τῆς νυκτὸς πράττομεν ἅπαντα, καθεύδοντες, ὀνείρατα βλέποντες, φαντασίαις ἐντρυφῶντες·
 [06935]  μᾶλλον δὲ οὐδὲ ἀναμένομεν ἑτέρους τοῦτο ποιεῖν, ἀλλ' αὐτοὶ τοῦτο πράττομεν κεντοῦντες ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν καὶ πλήττοντες, ἀσχημόνως κείμενοι, καὶ γεγυμνωμένοι πάσης εὐδοξίας, πάσης τιμῆς, καὶ τὰ αἰσχρὰ ἡμῶν ἔργα οὔτε αὐτοὶ συγκαλύπτοντες, οὔτε ἑτέροις ἐπιτρέποντες τοῦτο ποιεῖν, ἀλλ' εἰς μέσην ἀσχημοσύνην τοῖς ὁρῶσι καὶ παριοῦσι προκείμενοι εἰς γέλωτα, εἰς σκώμματα μυρία.
 [08260]  Ὁρᾷς ὅτι οὐ δι' αἰσχύνην, ἀλλὰ διὰ κενοδοξίαν πάντα πράττομεν;
 [08277]  τί δὲ ἡμεῖς πράττομεν;
 [09492]  πολλάκις γὰρ καὶ ἀνθρώπους αἰσχυνόμενοι, πολλὰ οὐ πράττομεν τῶν πονηρῶν.
000-00-00 Serial Number=0786420226
In epistulam ad Philippenses Ante [Go Back]  
 [00086]  Ἐὰν γὰρ ἴδωσιν, ὅτι πάντας ἐλεοῦμεν, καὶ ἐκεῖνον ἐπιγραφόμεθα διδάσκαλον, εἴσονται ὅτι αὐτὸν μιμούμενοι τοῦτο πράττομεν.
 [04780]  οὕτω καὶ προθυμοτέρους ἐργασόμεθα, ἂν διδάσκωμεν, ὅτι οὐχ ἡμῶν ἕνεκεν ταῦτα πράττομεν.
000-00-00 Serial Number=0900363982
In epistulam ad Romanos Ante [Go Back]  
 [01091]  Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλμῶν, ὀκνηρότεροι γινόμεθα περὶ τὰ ἁμαρτήματα, πολλάκις δὲ καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράττομεν ἄτοπον, ἐννόησον πόσης ἀπολαύσομεν ἀσφαλείας, τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχοντες.
 [08864]  ἀλλ' ἐπειδὴ λοιπὸν ἄπεισιν, ἐπειγόμεθα λοιπὸν λέγοντες ἀλλήλοις, ὅτι Ἡμέρα γέγονε, καὶ τὰ τῆς ἡμέρας ἅπαντα πράττομεν, ἐνδυόμενοι καὶ ὀνείρων ἀπαλλαττόμενοι καὶ ὕπνον διακρουόμενοι, ἵνα παρεσκευασμένους ἡ ἡμέρα εὕρῃ, καὶ μὴ ἀνισχούσης ἀκτῖνος τότε ἀρξώμεθα ἀνίστασθαι καὶ διατείνεσθαι.
000-00-00 Serial Number=0837524414
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00093]  Καὶ γὰρ ὅπερ ἐὰν ποιῶμεν οἱ Χριστιανοὶ, τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ τὸ ὄνομα αὐτοῦ ὀνομάζοντες πράττομεν·
000-00-00 Serial Number=0876568019
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00084]  Οὐδὲ γὰρ ἐκεῖνα ὑποστησόμεθα ἁμαρτά [56.250] νοντες, οὐδὲ τούτων ἀπολαύσομεν κατορθοῦντες, εἴ γε μηδὲν ἀφ' ἑαυτῶν πράττομεν.
000-00-00 Serial Number=0145362496
In principium Actorum Ante [Go Back]  
 [01130]  Πάλιν τῶν ἀργυρίων ἡ χρῆσις πᾶσαν ἡμῶν συγκροτεῖ τὴν ζωὴν, καὶ συμβολαίων ἁπάντων ὑπόθεσις γίνεται, κἂν ἀγοράσαι τι, κἂν πωλῆσαι δέῃ, διὰ τούτων ἅπαντα πράττομεν.
000-00-00 Serial Number=0368703187
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00238]  Πολλὰ μεθ' ἡμέραν οὐχ ὡς βουλόμεθα πράττομεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»