Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλοίου [55]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλοίου


000-00-00 Serial Number=0143954217
Ad Innocentium papam i Ante [Go Back]  
 [00012]  ἀλλ' ἀποβὰς τοῦ πλοίου, καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμὼν, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο, καὶ πολλὰ παρα [52.531] καλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ παραγενομένους παρ' ἡμῖν καταχθῆναι καὶ γὰρ ἅπαντα ηὐτρέπιστο, καὶ καταγώγια, καὶ ὅσα εἰκὸς ἦν οὔτε ἐκεῖνοι, οὔτε αὐτὸς ἠνέσχετο.
000-00-00 Serial Number=0736514449
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00172]  Ὥσπερ γὰρ ἄν τις εἰς ἄκρον σκόπελον ἀνελθὼν θεωρῇ τὴν θάλασσαν, καὶ τοὺς ταύτην πλέοντας, τοὺς μὲν ὑπὸ κυμάτων βαπτιζομένους, τοὺς δὲ ὑφάλοις προσαράσσοντας, ἄλλους δὲ ἑτέρωθι μὲν σπεύδοντας, ἑτέρωθι δὲ ἀγομένους, ὥσπερ δεσμίους τῇ τοῦ πνεύματος ῥύμῃ, καὶ πολλοὺς μὲν ὑποβρυχίους γινομένους, ἐνίους δὲ ἐπὶ σανίδος μιᾶς ἢ ἐπί τινος τῶν ἀπὸ τοῦ πλοίου φερομένους καὶ τοὺς μὲν ἀντὶ πλοίου καὶ πηδαλίου ταῖς χερσὶν χρωμένους μόναις, ἄλλους δὲ νεκροὺς ἐπιπλέοντας, πολυειδῆ τινα καὶ πολυπρόσωπον συμφοράν·
000-00-00 Serial Number=0165315688
Ad populum Antiochenum Ante [Go Back]  
 [01925]  καὶ ὅτε μὲν ἐπὶ τοῦ πλοίου καθήμενος ἔπλει, καὶ ναῦται καὶ κυβερνῆται παρῆσαν, καὶ ἅπασα τῆς νηὸς ἡ κατασκευὴ περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν·
 [01934]  ∆ιὰ τοῦτο αὐτὸν οὐκ εὐθέως ἐκ τοῦ πλοίου εἰς τὴν πόλιν ἐχειραγώγησεν ὁ Θεὸς, ἀλλὰ παρέδωκαν οἱ ναῦται τῇ θαλάττῃ, ἡ θάλαττα τῷ κήτει, τὸ κῆτος τῷ Θεῷ, ὁ Θεὸς τοῖς Νινευΐταις, καὶ διὰ μακρᾶς τῆς περιόδου τὸν φυγάδα ἐπανήγαγεν, ἵνα πάντας παιδεύσῃ, ὅτι Θεοῦ χεῖρας φυγεῖν ἀμήχανον, ὅτι ὅπουπερ ἄν τις ἀφίκηται, τὴν ἁμαρτίαν ἐπισυρόμενος, μυρία ὑποστήσεται τὰ δεινὰ, κἂν τῶν ἀνθρώπων μηδεὶς παρῇ, αὐτὴ πανταχόθεν ἡ κτίσις ἀντιστήσεται μετὰ πολλῆς αὐτῷ τῆς σφοδρότητος.
 [02092]  Ἐκεῖνος διὰ τοῦ πλοίου προσεδόκησε πτήσεσθαι, καὶ τὸ πλοῖον αὐτῷ δεσμὸς ἐγένετο·
 [03742]  Καθάπερ [49.138] γὰρ ἐκεῖνοι, εἴ ποτε κύματος ἴδοιεν ἐμβολὴν πόῤῥωθεν κορυφουμένην καὶ κατὰ μικρὸν αὐξομένην καὶ μέλλουσαν βαπτίζειν τὸ σκάφος, καὶ πρὶν ἢ πλησίον γενέσθαι τοῦ πλοίου προαποτεθνήκασι τῷ δέει·
 [04525]  Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαινομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυμένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα;
000-00-00 Serial Number=0696966171
Adversus Judaeos Ante [Go Back]  
 [00903]  Καὶ ναῦται, πρὶν ἢ τὸ σκάφος εἰς λιμένα καθελκύσαι, καὶ τρόπιν ἐπισκευάζουσι, καὶ τοίχους ἀνανεοῦσι, καὶ κώπας ἀποξέουσι, καὶ ἱστία ῥάπτουσι, καὶ τὴν ἄλλην ἅπασαν τοῦ πλοίου κατασκευὴν εὐτρεπίζουσιν.
000-00-00 Serial Number=0335352123
De virginitate Ante [Go Back]  
 [00202]  Ἀλλ' ὥσπερ ἐπὶ τοῦ πλοίου τοὺς ἐρέττοντας ἂν ἀφέλῃς τὸ σκάφος κατέδυσας, καὶ ἐπὶ τοῦ πολέμου τοὺς στρατιώτας ἂν ἀποστήσῃς παρέδωκας δεδεμένον τοῖς πολεμίοις τὸν στρατηγόν, οὕτω καὶ ἐνταῦθα ἂν τῆς ἀρίστης τάξεως ἐκβάλῃς τὸν γάμον, τῆς παρθενίας τὴν δόξαν προύδωκας καὶ εἰς ἔσχατον ἤγαγες κακόν.
000-00-00 Serial Number=0657682061
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01135]  Ὁρᾷς πῶς ἐπεμβαίνει τῷ πλοίῳ ὁ μὴ χρῄζων πλοίου, ἵνα τὸν τοῦ πλοίου ∆εσπότην κερδάνῃ;
 [01156]  Ὁ δὲ Ἰησοῦς, Καθίσας, φησὶν, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους·
 [01195]  Συνδραμόντες γὰρ, φησὶ, καὶ οἱ τοῦ ἑτέρου πλοίου, ἔνθα ἦν Ἰάκωβος, καὶ Ἰωάννης, ἤρξαντο τοὺς ἰχθύας συλλέγειν, καὶ ὅσον συνῆγον, τοσοῦτον ἐπληθύνοντο.
 [03885]  ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.
 [09999]  Ἐπεὶ οὐδὲ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαι δυνήσονται λοιπὸν, οὔτε ἰατροὶ, τοῦ κάμνοντος ἀπελθόντος·
000-00-00 Serial Number=0165728867
Expositiones in Psalmos Ante [Go Back]  
 [01480]  Τοῦτο καὶ ἐπὶ πλοίου συμβαῖνον ἴδοι τις ἂν, καὶ τοὺς ναύτας θορυβουμένους, οὐχ ὅταν ἴδωσι τὴν θάλατταν ὑπερέχουσαν, ἀλλὰ καὶ ὅταν μέλλουσαν τοῦτο ποιεῖν.
 [03728]  Τί γὰρ ἵππου ἀχαλινώτου, τί δὲ πλοίου ἀνερματίστου, τί δὲ ἀνθρώπου πεπηρωμένου χαλεπώτερον;
 [05491]  Τί γὰρ ἵππου ἀχαλινώτου, τί δὲ πλοίου ἀνερματίστου, τί δὲ ἀνθρώπου πεπηρωμένου χαλεπώτερον;
000-00-00 Serial Number=0653978586
In Acta apostolorum Ante [Go Back]  
 [01089]  Οὐδὲν πλοίου κλυδωνιζομένου διενήνοχεν ἡ τοῦ ἱερέως ψυχή·
 [08260]  Τοῦτο καὶ ἐπὶ πλοίου εὕροι τις ἂν, βέλτιον εἶναι δύο ναύτας ἐμπείρους, ἢ μυρίον πλῆθος ἀπείρων·
 [09999]  Ὁ δὲ ἑκατόνταρχος βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν ἀποῤῥίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου.
 [09999]  καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν.
 [09999]  συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα.
 [09999]  Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρώρας μελλόντων ἀγκύρας ἐκτείνειν, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις·
 [09999]  Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας [60.368] οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
 [09999]  Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, φησὶν, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
 [09999]  ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία [60.369] ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.
 [09999]  ὅτι οὐκ ἀνθρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χειρὸς χωρὶς πλοίου σωζούσης.
 [09999]  Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν.
 [09999]  [60.371] τοῦτο γάρ ἐστι, Τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν.
000-00-00 Serial Number=0839559019
In Isaiam Ante [Go Back]  
 [01022]  Οὐδὲν γάρ, οὐδὲν ἀναρχίας χαλεπώτερον, ὥσπερ οὖν οὐδὲ πλοίου τι σφαλερώτερον γένοιτ' ἂν κυβερνήτην οὐκ ἔχοντος.
000-00-00 Serial Number=0269328952
In Kalendas Ante [Go Back]  
 [00006]  Ἀλλ' ἐπὶ μὲν τοῦ χοροῦ καὶ τοῦ πλοίου πολὺ καὶ τοῦ κόσμου καὶ τῆς ἀσφαλείας ἡ τῶν προεστώτων ἀπουσία παρασπᾶται πολλάκις·
000-00-00 Serial Number=0207985461
In catenas sancti Petri Ante [Go Back]  
 [00171]  [34] Οὗτος καὶ τοῦ πλοίου τὸν διδάσκαλον ἀπεπέμπετο τῷ ὑπερβάλλοντι τοῦ θαύματος ὑπερεκπληττόμενος, καὶ τῆς ἐκβολῆς αἰτίαν, τὸ ἑαυτὸν ἁμαρτωλὸν εἶναι προβαλλόμενος.
000-00-00 Serial Number=0145617008
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02983]  ἐπεὶ οὐδὲ οἱ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαί τι δύναιντ' ἂν λοιπόν·
 [04946]  ὥσπερ ἂν εἴ τις εἰς πέλαγος ἐλθὼν, ἔνθα καὶ ναυτῶν καὶ πλοίου καὶ μυρίας χρεία κατασκευῆς, εὔχοιτο μηδενὸς ὅλως ἐν χρείᾳ γενέσθαι.
000-00-00 Serial Number=0759419143
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01630]  Καὶ ταυτὸν συνέβαινεν, οἷον ἂν εἴ τις σοφίᾳ κυβερνητικῇ κεχρημένος, ἐπηγγέλλετο πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶτα ἐπειρᾶτο λογισμοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν·
 [08354]  Καὶ ἡμεῖς τοίνυν πάντα πράττωμεν, ὥστε τὴν κοινωνὸν τῆς τοῦ βίου πραγματείας ἡμῖν καὶ τοῦ πλοίου τούτου μετὰ πάσης ἔνδον κατέχειν τῆς εἰρήνης.
000-00-00 Serial Number=0575422406
In epistulam ad Colossenses Ante [Go Back]  
 [02522]  Καὶ ὃν τρόπον ἐπὶ πλοίου, κἂν μεγάλα ᾖ τὰ σκεύη, τὰ δὲ ὑποζώματα μὴ ᾖ, οὐδὲν ὄφελος·
000-00-00 Serial Number=0342683613
In epistulam ad Ephesios Ante [Go Back]  
 [05208]  Ὅτι τοῦ μὲν κοίλου τὸ σῶμα ὅλον βαπτίζεται ἐπὶ τῶν ὑδάτων, καθάπερ ἐπὶ τοῦ πλοίου·
 [06105]  Ὥσπερ γὰρ τῆς ἀπὸ τοῦ πλοίου κατασκευῆς καὶ κυβερνήτου καὶ πληρώματος τῶν ναυτῶν οὐχ οὗτος δεῖται ὁ διαπαντὸς ἐπὶ λιμένος ἑστὼς, ἀλλ' ὁ θαλαττεύων ἀεί·
000-00-00 Serial Number=0832587004
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03455]  Ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου, οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μυρίοι παρασαλεύωσιν ἄνεμοι, ἀλλ' ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ·
 [09694]  Ὥσπερ γὰρ, ἂν χοροῦ τὸν κορυφαῖον ἀνέλῃς, οὐχὶ κατὰ μέλος καὶ κατὰ τάξιν ὁ χορὸς ἔσται, καὶ φάλαγγος στρατοπέδου τὸν στρατηγὸν ἂν ἀποστήσῃς, οὐκ ἔτι ῥυθμῷ καὶ τάξει τὰ τῆς παρατάξεως ἔσται, καὶ πλοίου τὸν κυβερνήτην ἐὰν περιέλῃς, καταδύσεις τὸ σκάφος·
000-00-00 Serial Number=0675315797
In epistulam ad Romanos Ante [Go Back]  
 [05104]  ∆ιὸ οὐδὲ ἁπλῶς εἶπεν, Ὅσοι γὰρ Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ', Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, δεικνὺς ὅτι οὕτω βούλεται αὐτὸ κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων.
000-00-00 Serial Number=0147312522
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00065]  λεπρῶν χαλαζώματα δίκην πλοίου τῷ λόγῳ ἀπέξεσε, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν.
000-00-00 Serial Number=0918273032
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00021]  Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
 [00063]  Ὁρᾷς πῶς ἐμβαίνει πλοίῳ ὁ μὴ χρῄζων πλοίου, ἵνα τὸν τοῦ πλοίου δεσπότην κερδάνῃ.
 [00100]  Τοῦ δὲ Σίμωνος ἐπαναγαγόντος τῇ ἐλπίδι τῆς μισθαποληψίας, καθίσας ὁ Ἰησοῦς ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
 [00159]  Συνδραμόντες δὲ καὶ οἱ τοῦ ἑτέρου πλοίου, ἔνθα ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἤρξαντο τοὺς ἰχθύας συλλέγειν, καὶ ὅσον συνῆγον, τοσοῦτον ἐπληθύνοντο.
 [00194]  ἔξελθε ἀπὸ τοῦ πλοίου, καὶ εἴσελθε εἰς τὴν Ἐκκλησίαν.
000-00-00 Serial Number=0482039452
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00024]  καὶ ὅπουπερ ἂν ἀπέλθῃς, ὥσπερ πλοίου μεγάλου καταποντισθέντος, ὁ μὲν τὴν σανίδα, ὁ δὲ τὴν κώπην, ὁ δὲ τὸ ἱστίον, ὁ δὲ μέρος τι τῶν ἀγωγίμων διασώσαντες ἔχουσι καὶ περιφέρουσιν·
000-00-00 Serial Number=0848296344
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00046]  Πάσης οὖν τῆς ἀνθρωπότητος, καθὼς ἔφαμεν ὑπὸ τῆς τοῦ διαβόλου κακίας χειμαζομένης, θεωρήσας ὁ τοῦ Θεοῦ Λόγος, ἐλθὼν εἰς τόνδε τὸν βίον, εἰσέρχεται εἰς τὴν κοιλίαν τοῦ πλοίου τῆς Παρθένου Μαρίας·
 [00049]  ἀπέρχεται ὁ Ἰωνᾶς εἰς τὸ πλοῖον, καὶ εἰς τὴν κοίλην τοῦ πλοίου καθεύδει, καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐν ἐννέα μησὶν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου Μαρίας σχεδὸν ἐκάθευδε σιωπῶν τοῖς ἀνθρώποις.
000-00-00 Serial Number=0514357209
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00023]  κἀγὼ ὡς κυβερνήτης ἐν μεγάλῳ κλύδωνι, καθέζομαι ἐπὶ τὰς δύο πρύμνας τοῦ πλοίου, ἤγουν ἐπὶ τὴν Παλαιὰν καὶ Νέαν ∆ιαθήκην, καὶ ταῖς κώπαις ἀπωθοῦμαι τὴν ζάλην·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»