Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παραμυθίας [131]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παραμυθίας


000-00-00 Serial Number=0913308859
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00864]  Ἀλλ' ὅμως καὶ τοσαύτης παραμυθίας προπαρασκευασθείσης αὐτῷ, καὶ οὕτως ἠλέγχετο, καὶ πεσὼν ἐβόα λέγων·
 [01307]  ἆρα ἠδυνήθη τέλεον [47.473] ἀπολαῦσαι τῆς παραμυθίας ἐκείνης τῆς ἀπὸ τῆς ἐκδικήσεως γεγενημένης;
000-00-00 Serial Number=0076704919
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00580]  Οὐδὲ γὰρ τῶν οἰκείων κατορθωμάτων μόνον λήψῃ τὸν μισθόν, ἀλλὰ καὶ τῆς ἑτέρων παρακλήσεως καὶ παραμυθίας, ὑπόδειγμα μέγιστον ἐγκείμενος, εἴ ποτέ τις τοιούτοις περιπέσοι κακοῖς, πρὸς τὸ διαναστῆναι πάλιν καὶ ἀνακτήσασθαι ἑαυτόν.
000-00-00 Serial Number=0012481093
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01203]  Εἰ γὰρ ὁ πένητα ἕνα παραδραμὼν τὸν Λάζαρον τοσαύτην ὑπέμεινε δίκην καὶ οὐδεμιᾶς ἔτυχε παραμυθίας, τί πείσονται οὗτοι, τοσούτους διώξαντες καὶ σκανδαλίσαντες;
000-00-00 Serial Number=0114759505
Ad illuminandos catecheses Ante [Go Back]  
 [00195]  καὶ γὰρ βέλτιον αὐτὴν δηχθῆναι τοῖς ὀδοῦσι νῦν ἁμαρτάνουσαν, ἢ τότε ζητοῦσαν σταγόνα ὕδατος καὶ τηγανιζομένην μὴ τυχεῖν τῆς παραμυθίας.
000-00-00 Serial Number=0516603470
Ad populum Antiochenum Ante [Go Back]  
 [00351]  Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ συγχωρεῖ τὰ τοιαῦτα γίνεσθαι πολλάκις, ἀλλὰ μετὰ τοῦ μὴ περιιδεῖν τοὺς μέλλοντας ἀπολαύειν τῆς ἐκ τῶν χρημάτων τούτων παραμυθίας, ἀλλ' ἑτέραν αὐτοῖς ἀντὶ τούτων παρασχεῖν ἀφορμὴν διατροφῆς, καὶ τὸν ὑπομείναντα τὸ ναυάγιον δοκιμώτερον ποιεῖ, καὶ πλείονα αὐτῷ προξενεῖ τὸν μισθόν·
 [02018]  οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ὑποθέσεως ταύτης, ἀλλ' ἕως ἂν μένῃ τὸ ἕλκος τῆς ἀθυμίας, καὶ τὸ φάρμακον τῆς παραμυθίας ἐπιθήσομεν.
 [02194]  [49.87] Καὶ ὅτι τοῦτο ἦν αἴτιον τοῦ μηδεμιᾶς αὐτὸν ἀπολαῦσαι παραμυθίας, ἄκουσον τί φησιν ὁ Ἀβραάμ·
 [02386]  ἀλλ' ὥστε σαφεστέραν τῆς ὑποσχέσεως ἀπόδειξιν παρασχεῖν, τὸ σήμερον ἡμῖν ἀναγνωσθὲν μεταχειριοῦμαι βιβλίον, καὶ εἰ δοκεῖ τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ προοίμιον, ὃ δοκεῖ μάλιστα μηδὲ ἴχνος ἐμφαίνειν παραμυθίας, ἀλλὰ καὶ [49.93] καθόλου παρακλητικῶν ἀλλοτριοῦσθαι λόγων, εἰς μέσον προθεὶς, ὃ λέγω ποιήσω φανερόν.
 [02530]  καὶ γὰρ τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἱστορίας ἐξήγησις ἦν, ἀλλ' ἔδειξεν ὁ λόγος πολλῆς γέμουσαν παραμυθίας τὴν ῥῆσιν·
 [03217]  καὶ γὰρ ἦν μεῖζον παραμυθίας τὸ πάθος.
 [04707]  νυνὶ δὲ καθάπερ παιδία μικρὰ παιδεύει μετὰ παρακλήσεως καὶ παραμυθίας.
 [04711]  Οὐ τοίνυν ἀσφαλείας ἕνεκεν μόνον τῆς ἡμετέρας, ἀλλὰ καὶ ἡδονῆς καὶ παραμυθίας πρότερα ἔταξεν εἶναι τὰ δεινὰ, ἵνα ταῖς ἐλπίσι τῶν μελλόντων κουφιζόμενοι, μηδεμίαν τῶν παρόντων λάβωμεν αἴσθησιν.
000-00-00 Serial Number=0872533977
Adversus Judaeos Ante [Go Back]  
 [02747]  τί δὲ κέρδος, ἐνταῦθά τινος τυγχάνειν παραμυθίας, μέλλοντας εἰς τὸ ἀθάνατον παραπέμπεσθαι πῦρ;
000-00-00 Serial Number=0057855248
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00070]  κἂν πόνοις, κἂν ταλαιπωρίαις, ἀλλ' ὅμως ἐπελθοῦσα ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν·
000-00-00 Serial Number=0930053055
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01398]  οὐ γάρ ἐστιν ἴσον γυναῖκα ἔχοντα, καὶ τοσαύτης ἀπολαύοντα παραμυθίας, κάλλει προσπταῖσαι γυναικὸς, καὶ ἁπάσης ταύτης ἀπεστερημένον τῆς βοηθείας ἁλῶναι τῷ δεινῷ.
 [01483]  Σωφροσύνην μὲν γὰρ ὁ γυναῖκα ἔχων κατορθώσει ῥᾳδίως, ἅτε πολλῆς ἀπολαύων τῆς παραμυθίας·
 [01528]  Χωρὶς δὲ τούτων κἀκεῖνο εἴποιμι ἂν, ὅτι τοὺς μὲν διαπιστοῦντας τῇ ἀναστάσει οὐδὲν ἀπεικὸς ὑπὲρ τούτων θρηνεῖν, ἅτε δὴ ταύτης μόνης καταλειπομένης τῆς παραμυθίας αὐτοῖς·
 [01624]  Πῶς οὖν οὐκ ἐσχάτης βλακείας τοσαύτην τοῖς πνευματικοῖς μὴ παρέχειν σπουδὴν, ὅσην ἐπιδεικνύμεθα περὶ τὰ βιωτικὰ, ἀλλ' ἐκεῖ μὲν οὕτω φιλοσόφως φέρειν τῶν παίδων τὸν χωρισμὸν, ὡς καὶ εὔχεσθαι ἐπιταθῆναι τοῦτον, ὅταν ὑπέρ τινος γένηται χρησίμου, ἐνταῦθα δὲ οὕτω μαλακίζεσθαι καὶ κατακλᾶσθαι πρὸς τὴν ἀποδημίαν, ὡς τοῖς μεγίστοις λυμαίνεσθαι διὰ τὴν μικροψυχίαν ταύτην ἀγαθοῖς, καὶ ταῦτα πλείονας παραμυθίας ἔχοντας, οὐ μόνον τὸ πρὸς μείζονα αὐτοὺς ἀποδύσασθαι, καὶ πάντως ἐπιτεύξεσθαι τοῦ τέλους, καὶ μηδὲν εἶναι τὸ διακόπτον τὰς ἐλπίδας, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν χωρισμόν;
 [01708]  Εἰ γάρ τινες διὰ πατέρας παραμυθίας ἔτυχόν τινος, πολλῷ μᾶλλον διὰ παῖδας πατέρες.
000-00-00 Serial Number=0466474771
Commentarius in Job Ante [Go Back]  
 [01160]  ὅτι εἰ οἱ πολλὰ καλὰ παρ' αὐτοῦ παθόντες, οἷς πενίαν ἔλυσε καὶ χηρείαν συνδιήνεγκε καὶ ὀρφανίαν κουφοτέραν ἐποίησεν, οἷς ἐγένετο λιμὴν καὶ καταγώγιον, τοῦτον ἀκούουσι χειμαζόμενον καὶ οὐδεμιᾶς τυγχάνοντα παραμυθίας, πόσαις εἰκὸς αὐτοὺς τρικυμίαις βάλλεσθαι λογισμῶν, ὥστε τὰ τούτου δεινὰ τοὺς ἑτέρων ἐχείμαζε λογισμούς.
 [01172]  ὅρα μεῖζον τῆς ἀπὸ τοῦ λόγου παραμυθίας τὸ δεινόν.
 [01241]  τί λέγεις, ὅτι ἀσεβὴς καὶ πονηρὸς ἐγώ, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας;
 [01357]  ὅρα γάρ, πῶς οὐ μόνον παραμυθίας ἀπέχει τὰ ῥήματα τὰ παρ' αὐτῶν, ἀλλὰ καὶ πολλὴν τὴν [59] ἀθυμίαν ἐντίθησι καὶ κατηγορίας μακροὺς ἀποτείνει λόγους.
 [02635]  τὸ πάντων δεινότατον τοῦτό ἐστιν, ὅτι ἐν προσχήματι λόγων εὐσεβῶν καὶ τάξει παραμυθίας ὥπλισεν αὐτοὺς ὁ διάβολος τιτρώσκειν αὐτόν.
 [02872]  ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ καὶ συμμαχοῦντας καὶ καθαιροῦντας αὐτοῦ τὴν ἰσχύν.
000-00-00 Serial Number=0085664213
De Davide et Saule Ante [Go Back]  
 [00486]  Ἐπειδὴ γὰρ πολλοῖς ἐδόκει τὸ πεσεῖν ἀμφοτέρους ἐν ἡμέρᾳ μιᾷ ἀνήκεστον εἶναι κακὸν, αὐτὸ δὴ τοῦτο εἰς ὑπόθεσιν παραμυθίας ἔλαβε.
000-00-00 Serial Number=0480232120
De Lazaro Ante [Go Back]  
 [00403]  Ἡμεῖς μὲν γὰρ κἂν μυρία πάθωμεν κακὰ, ἀλλ' ἔχομεν εἰς ἐκεῖνον ἰδόντες, ἱκανὴν δέχεσθαι παράκλησιν, καὶ πολλῆς ἀπολαῦσαι τῆς παραμυθίας.
 [00512]  Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμενε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν·
 [01045]  Ὅτι δέ εἰσί τινες οἱ ἐνταῦθα μὲν οὐδὲν πάσχοντες δεινὸν, ἐκεῖ δὲ πᾶσαν ὑπομένοντες τιμωρίαν, ἐδήλωσεν ἡμῖν ὁ πλούσιος οὗτος, ἀπαραίτητον ἐκεῖ κόλασιν ὑπομένων, καὶ μηδὲ μικρᾶς ἀπολαύων παραμυθίας διὰ τὸ πᾶσαν ἐκεῖ τηρηθῆναι αὐτῷ τὴν τιμωρίαν.
 [01112]  Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας ταύτης τυχεῖν·
 [01113]  βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς.
 [01459]  οὐ συνεχῆ δὲ οὐδὲ ἐπάλληλον, ἵνα μὴ καταπίπτωμεν, ἀλλὰ ἀνέσεις τινὰς λαμβάνοντες καὶ παραμυθίας ἀναπνέωμεν.
 [01711]  Ὥστε καὶ πρὸ τῆς ἀναστάσεως οὐ μικρὰν ταύτην ἐλάβομεν ἀμοιβὴν, τῷ μὴ καταπίπτειν ἐπὶ μηδενὶ τῶν συμπιπτόντων δεινῶν, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι παραμυθίας ἀπολαύειν πολλῆς.
 [01842]  ∆ιὰ γὰρ τοῦτο καὶ ἐγὼ, καίτοι μηδενὸς ὄντος ἐν ἀθυμίᾳ, νῦν τούτους ἐκίνησα τοὺς λόγους, ἵν', ὅταν ἐμπέσωμεν εἴς τινα τοιαύτην συμφορὰν, μεμνημένοι τῶν εἰρημένων, ἱκανῆς ἀπολαύωμεν παραμυθίας·
 [02707]  Ἵνα γὰρ διδάξῃ αὐτὸν, ὅτι αὐτὸς μὲν τὴν οἰκείαν εὐσπλαγχνίαν περὶ αὐτὸν ἐπιδείκνυσι, καὶ εἰς οἶκτον ἐπικάμπτεται, ὁρῶν αὐτοῦ τῆς κολάσεως τὴν ἐπίτασιν, οὐδὲν δὲ πλέον αὐτῷ εἰς παραμυθίαν ἐνεγκεῖν δύναται, μονονουχὶ ἀπολογούμενος αὐτῷ φησιν, ὅτι Ἐβουλόμην χεῖρά σοι ὀρέξαι, καὶ ἐπικουφίσαι σου τὰς ἀλγηδόνας, καὶ τῶν τιμωριῶν ὑποτέμνεσθαι τὸ σφοδρὸν, ἀλλὰ προλαβὼν αὐτὸς ταύτης ἀπεστέρησας ἑαυτὸν τῆς παραμυθίας·
000-00-00 Serial Number=0727619708
De diabolo tentatore Ante [Go Back]  
 [00905]  ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε.
000-00-00 Serial Number=0129683018
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00296]  ∆ιὸ πολλὰς ἐπενόει παραμυθίας τῆς ἀλγηδόνος ταύτης ἑαυτῷ, ποτὲ μὲν λέγων·
000-00-00 Serial Number=0178314865
De perfecta caritate Ante [Go Back]  
 [00156]  Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν [56.285] ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα.
000-00-00 Serial Number=0205453992
De virginitate Ante [Go Back]  
 [00460]  Οἱ μὲν γὰρ ἰσχυροὶ λίαν καὶ πρὸς τὸν οὐρανὸν ἤδη μεταστάντες οὐδὲν δέονται τῆς ἀπὸ τῶν πολλῶν παραμυθίας ἀλλ' ἀρκεῖ πρὸς πᾶσαν παραμυθίαν αὐτοῖς ὁ παρὰ τοῦ Θεοῦ ἔπαινος.
 [00661]  Εἰ γὰρ τοὺς ἐν τῷ γάμῳ διατρίβοντας δέδοικεν ἀποστῆσαι ἐπιπολὺ μή τινα παρείσδυσιν ὁ διάβολος εὕρῃ, πόσων ἂν εἶεν ἄξιαι στεφάνων αἱ μηδὲ παρὰ τὴν ἀρχὴν ταύτης δεηθεῖσαι τῆς παραμυθίας καὶ μέχρι τέλους ἀχείρωτοι διαμείνασαι;
 [01155]  Εἰ γὰρ μηδὲ πρὸς ὀλίγον τοῦτο ποιεῖν ἐπιτέτραπται ἄκοντος ἐκείνου, τίνα ἂν ἔχοι συγγνώμην ἡ διὰ παντὸς αὐτὸν ταύτης ἀφελομένη τῆς παραμυθίας;
 [01445]  Ὅταν γὰρ ἐν τοῖς ἐκεῖ ληψομένοις ἡμᾶς αἰῶσι καὶ πέρας οὐκ ἔχουσι μηδὲν ἀπὸ τούτων δυνηθῶμεν κερδᾶναι μήτε παραμυθίας ἀπολαῦσαί τινος, ἐν ἴσῳ τοῖς οὐ μετασχοῦσι τὸν μετασχόντα θετέον.
000-00-00 Serial Number=0792432606
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02456]  σὺ δὲ ἐν προσχήματι παραμυθίας μείζονα ἐργάζῃ τὴν συμφορὰν, καὶ πωλεῖς φιλανθρωπίαν χρημάτων.
 [02738]  Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ κατ' ἐκείνην τὴν ἡμέραν σταγόνος ἐπιθυμοῦσαν, μὴ δυνηθῆναι τῆς παραμυθίας τυχεῖν, ὡς ἐπὶ τοῦ πλουσίου·
 [03182]  οἱ καὶ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζοντες, καὶ τὰ ἑτέρων ἀδίκως περιβαλλόμενοι, καὶ τὰς τῶν ὀρφανῶν καὶ χηρῶν ἀνατρέποντες οἰκίας, ποίας ἀπολαύσονται παραμυθίας;
 [04398]  ἐκεῖνος δὲ καὶ ταύτης ἔρημος ἦν τῆς παραμυθίας·
 [04449]  ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε.
 [04509]  ἆρα φορητὰ ταῦτα καὶ παραμυθίας ἄξια;
 [05896]  Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα·
 [06581]  ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι.
 [06840]  βέλτιον γὰρ αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ὕδατος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας τυχεῖν.
 [07869]  οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλ' ἀπεστέρηνται πάσης τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος.
 [09720]  ἀλλ' οὐδὲ αἰσθήσεται τῆς παραμυθίας.
 [09728]  ἐμπεσόντας δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον.
 [09999]  Ἂν σπουδάσῃς μὴ πλουτοῦσαν, ἀλλ' εὐλαβῆ γυναῖκα ἀγαγέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραμυθίας·
 [09999]  ἂν σπουδάσῃς μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ' εὐλαβῆ, καὶ θυγάτριον [63.892] σεμνὸν, καὶ ταύτης ἀπολαύσῃ τῆς παραμυθίας.
 [09999]  Ταῦτα εἰδότες, ἐπινοῶμεν ὅσας δυνάμεθα παραμυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δακρύων, ἀντὶ θρήνων, ἀντὶ μνημείων τὰς ἐλεημοσύνας, τὰς εὐχὰς, τὰς προσφοράς·
000-00-00 Serial Number=0463808775
Epistulae Ante [Go Back]  
 [00093]  Οὕτω γὰρ, κἂν πρὸς αὐτὰς ἀπενεχθῶμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ταύτης συνεχῶς ἀπολαύοντες τῆς παραμυθίας.
 [00102]  Ἵν' οὖν ταύτης συνεχῶς ἀπολαύωμεν τῆς παραμυθίας, ὁσάκις ἂν ἐξῇ καὶ δυνατὸν ᾖ, γράφειν ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς μὴ κατόκνει.
 [00775]  Φέρει μέν τι πλέον εἰς παραμυθίας λόγον τοῖς ἀγαπῶσι καὶ ἡ σωματικὴ παρουσία τῶν ἀγαπωμένων.
 [01106]  ἄν τε τὸ δεύτερον, ἑτέραν τινὰ ὁδὸν σύντομον καὶ εὐκολωτέραν ἐπινοήσωμεν, δι' ἧς πάντως πάσης ἀπολαύσῃ παραμυθίας, ὡς ἐν μηδεμιᾷ εἶναι στενοχωρίᾳ.
 [01733]  Φέρει μέν τι πλέον εἰς παραμυθίας λόγον τοῖς ἀγαπῶσι καὶ ἡ σωματικὴ παρουσία τῶν ἀγαπωμένων.
 [02064]  ἄν τε τὸ δεύτερον, ἑτέραν τινὰ ὁδὸν σύντομον καὶ εὐκολωτέραν ἐπινοήσωμεν, δι' ἧς πάντως πάσης ἀπολαύσῃ παραμυθίας, ὡς ἐν μηδεμιᾷ εἶναι στενοχωρίᾳ.
 [02916]  Μὴ δὴ ταύτης ἡμᾶς ἀποστέρει τῆς παραμυθίας·
 [03532]  Καὶ ταῦτα λέγω οὐκ ἀξιῶν ἐνοχλῆσαί τινα, ὥστε ἡμᾶς μεταστῆσαι ἐντεῦθεν τὸ γὰρ χαλεπώτατον διηνύσαμεν, τῆς ὁδοῦ τὴν ταλαιπωρίαν, ἀλλ' [52.740] ὑμᾶς χάριν αἰτῶ, τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, μηδὲ, ἐπειδὴ ποῤῥωτέρω μετῳκίσθημεν ὑμῶν, καὶ ταύτης ἡμᾶς ἀποστερῆσαι τῆς παραμυθίας.
 [03535]  Οὐ γὰρ ὡς ἔτυχεν ἡμᾶς ἀνακτήσῃ, ἀλλὰ πολλῆς ἡμᾶς παρασκευάσεις ἀπολαῦσαι τῆς παραμυθίας·
 [03647]  Τό τε γὰρ πρᾶγμα δυσκολίαν οὐδεμίαν ἔχει, οὔτε πόνον, ἡ δὲ ἐξ αὐτοῦ εὐφροσύνη πτεροῦσθαι ἡμᾶς ποιεῖ, καὶ πολλῆς παραμυθίας ὑπόθεσις γίνεται.
000-00-00 Serial Number=0840244234
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00062]  οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς παραμυθίας λόγον.
 [00078]  Ταῦτα καὶ τὰ τούτοις ὅμοια οὐ γὰρ διελίπομεν ταῦτά σοι συνεχῶς ἐπᾴδοντες διαλεγομένη πρὸς ἑαυτήν, δέσποινά μου θεοφιλεστάτη, ἀπόθου τὸ βαρὺ τῆς ἀθυμίας φορτίον καὶ δῆλον ἡμῖν τοῦτο ποίησον ἵνα, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, μαθὼν ὅτι γίνεται σοί τι πλέον εἰς παραμυθίας λόγον καὶ ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, συνεχέστερον χρήσωμαι τῷ φαρμάκῳ.
 [00463]  ἄλλως δὲ οὐδὲ ἐγκώμιον προεθέμεθα νῦν εἰπεῖν τῆς ἁγίας σου ψυχῆς, ἀλλὰ παραμυθίας κατασκευάσαι φάρμακον·
 [01503]  καίτοι ἡνίκα αὐτόθι διετρίβομεν, συνεχῶς τούτου δεόμενοι, νῦν δὲ ἐν τοσαύτῃ ἕξει κατέστημεν ὡς μηδὲ ἐπιθυμεῖν τῆς ἐντεῦθεν παραμυθίας, ἀλλὰ καὶ ὑγιεινότεροι ταύτῃ γενέσθαι.
 [01519]  Ἀκόλουθον οὖν καὶ ὑμᾶς μεγίστην ταύτην ἡγεῖσθαι παράκλησιν καὶ κεφάλαιον παραμυθίας.
000-00-00 Serial Number=0476745963
Expositiones in Psalmos Ante [Go Back]  
 [03626]  Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον, τὸ θαῤῥεῖν ἀεὶ περὶ τοῦ τέλους.
 [05389]  Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον, τὸ θαῤῥεῖν ἀεὶ περὶ τοῦ τέλους.
 [06386]  εἰ νοσήματι περιπεσὼν χαλεπῷ παραμυθίας ἔτυχες.
000-00-00 Serial Number=0457316458
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03472]  αὐτὸ ἑαυτοῦ σκοπεῖ, δῆλον ἐκ τῶν προτέρων ἱκεσιῶν, καὶ τῆς τοῦ Θεοῦ παραμυθίας, ἣν οὐκ ἂν ἐποιήσατο πρὸς αὐτὸν, εἰ μὴ σφοδρῶς αὐτὸν ᾔδει ἀντεχόμενον.
 [04283]  Ὅταν μὲν γὰρ αὐτῇ τῇ φύσει πικρὸν ᾖ, πολλὰς ἔνι παραμυθίας εὑρεῖν, καὶ τόπους ἀμείβομεν, καὶ παρὰ τῶν ἐχόντων ἀπολαβόντες, καὶ ἕτερόν τι προσάγομεν.
000-00-00 Serial Number=0282877922
Fragmenta in Job Ante [Go Back]  
 [00930]  Παραγίνονται μὲν γὰρ οἱ τρεῖς φίλοι, ὥστε παραμυθήσασθαι, τὸ δὲ ἐναντίον ποιοῦσι τῆς παραμυθίας·
 [00946]  καὶ γὰρ ἦν μεῖζον τῆς ἀπὸ τοῦ λόγου παραμυθίας τὸ πάθος.
 [00988]  ἀσεβὴς ἐγὼ καὶ πονηρός, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας;
 [01154]  Καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ καὶ αὑτοῖς συνίσασι τὰ δεινὰ, δι' ἃ ἔχοιεν ἂν ἑαυτοὺς αἰτιᾶσθαι (οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ), ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε.
 [01241]  Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι, κἂν δεσμωτήριον οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λωβὴν σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ, κἂν πόνοις καὶ ταλαιπωρίαις, ἐπελθοῦσα, ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν.
 [01537]  Ἕως τίνος ἔγκοπονποιήσητε ψυχήν μου;» Ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ, καὶ συμμαχοῦντας, καὶ καθαιροῦντας τοῦ δικαίου τὴν ἰσχύν·
 [01548]  οἵ τε γὰρ συνόμιλοί μου προϊόντα βλέποντες, καὶ τῆς αὐτῶν δεόμενον παραμυθίας, ὥσπερ ἀποτρόπαιον ἔφυγον·
000-00-00 Serial Number=0191874683
In Acta apostolorum Ante [Go Back]  
 [00228]  Εἰ γὰρ παρόντος αὐτοῦ, ὁ μὲν ἀπῆλθεν, ὁ δὲ ἔμεινεν, οὐκ ἂν ἦν τοσαῦτα τὰ τῆς παραμυθίας·
 [03467]  μὴ μέχρι τέρψεως τὰ λεγόμενα ἔστω, μηδὲ μέχρι παραμυθίας τινός.
 [07290]  Ἂν σπουδάσῃς, μὴ πλουτοῦσαν, ἀλλ' εὐλαβῆ γυναῖκα ἀγαγέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραμυθίας.
 [07291]  Ὁμοίως ἂν σπουδάσῃς, μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ' εὐλαβῆ, καὶ θυγάτριον σεμνὸν, καὶ οὕτω ταύτης ἀπολαύσῃ τῆς παραμυθίας.
 [07330]  Ταῦτα εἰδότες, ἐπινοῶμεν ὅσας δυνάμεθα παραμυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δακρύων, ἀντὶ θρήνων, ἀντὶ μνημείων, τὰς ἐλεημοσύνας, τὰς εὐχὰς, τὰς προσφορὰς, ἵνα κἀκεῖνοι καὶ ἡμεῖς [60.172] τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παραμυθίας, καὶ μάλιστα οἱ ἐξ ἐθνῶν, ὀφείλοντες πολλὰ διδάσκεσθαι.
 [09999]  μείζονος γὰρ ἡ μανία αὕτη δεῖται παραμυθίας.
 [09999]  Ψυχὴ γὰρ βαπτισθεῖσα μυρίοις κακοῖς, ὥσπερ τινὰς παραμυθίας ταύτας ἐπινοεῖν ἑαυτῇ πειρᾶται, ἵνα μὴ λυπῆται λογιζομένη, ὅτι κρίσις ἐστὶ, καὶ ὅτι ἐφ' ἡμῖν κεῖται τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας.
000-00-00 Serial Number=0245340943
In Heliam et viduam Ante [Go Back]  
 [00201]  Σὺ μὲν γὰρ κἂν ἅπαντα κενώσῃς τὰ χρήματα, κἂν γυμνώσῃς τῆς περιουσίας σαυτὸν, δύνασαι πρὸς τὰς ἑτέρων θύρας ἀπελθεῖν καὶ τυχεῖν παραμυθίας·
000-00-00 Serial Number=0931072533
In Isaiam Ante [Go Back]  
 [01452]  πυρὰν δὲ τὴν μετὰ τῆς παραμυθίας περιφάνειαν προσγινομένην.
000-00-00 Serial Number=0772986650
In Joannem Ante [Go Back]  
 [04940]  Ἀλλ' ἐροῦμεν τὰ αὐτὰ τῷ πλουσίῳ, τῷ διηνεκῶς μὲν τηγανιζομένῳ, παραμυθίας δὲ μηδεμιᾶς τυγχάνοντι.
000-00-00 Serial Number=0237417638
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00140]  Οἵ τε γὰρ πένητες παραμυθίας ἀπέλαυον οὐ τῆς τυχούσης, καὶ οἱ πλουτοῦντες πολλὴν εὔνοιαν καὶ παρὰ τῶν τρεφομένων, καὶ παρὰ τοῦ Θεοῦ, δι' ὃν ταῦτα ἐποίουν, καρπωσάμενοι πολλὴν τὴν χάριν, οὕτως ἀπῄεσαν οἴκαδε.
000-00-00 Serial Number=0811104655
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00286]  Εἰπὼν μίαν καὶ πρώτην παρακλήσεως καὶ παραμυθίας ἀφορμὴν (αὕτη δὲ ἦν τὸ τῷ Χριστῷ κοινωνεῖν), τίθησι καὶ δευτέραν ταύτην ἥν φησιν.
 [01873]  Καὶ τίθησιν αὐτὸ πάλιν ἐκεῖ σφοδρῶς, καὶ μετὰ πλείονος παραμυθίας.
 [03188]  Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν·
000-00-00 Serial Number=0376603663
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00631]  Μὴ γάρ μοι Παῦλον ἐννοήσῃς τὸν ἀθλητὴν, τὸν ἄμαχον καὶ ἀκαταγώνιστον, ἀλλὰ ἄλλον τινὰ τῶν πολλῶν, ὃς εἰ μὴ ἔτυχε πολλῆς παραμυθίας, πολλῆς παρακλήσεως, οὐκ ἂν ἴσως ἔστη, οὐκ ἂν ἠγωνίσατο.
 [02419]  καὶ πᾶσα δὲ ἡ ἐπιστολὴ παραμυθίας ἐστὶ πλήρης, καὶ ὡσανεὶ διαθήκη τίς ἐστι.
 [02595]  οὐχ ὡς τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιχαιρόντων ἁπλῶς, ἀλλ' ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραμυθίας.
000-00-00 Serial Number=0257926464
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08448]  ἀλλ', Ἵνα οἱ δόκιμοι ὄντες φανεροὶ γένωνται, δηλῶν ὅτι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ' ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ παραμυθίας ἀπολαύοντες τῆς παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο·
 [09075]  Τὸ φάρμακον τὸ καθολικὸν τῆς παραμυθίας, τὸ ἐκ τῆς αὐτῆς ῥίζης, ἐκ τῶν αὐτῶν θησαυρῶν, ἐκ τῶν αὐτῶν ναμάτων πάντας λαμβάνειν.
 [09534]  Ἀλλὰ μηδένα γέ-νοιτο τότε εὑρεθῆναι ταύτης ἔρημον τῆς παραμυθίας, [61.258] ἀλλὰ πάντας δαψιλῆ τὴν φιλανθρωπίαν ἐπιφερομέ-νους, καὶ φαιδρὰς ἔχοντας τὰς λαμπάδας, συνεισελ-θεῖν τῷ νυμφίῳ·
 [09618]  Ἐπειδὴ γὰρ μυρίας παρα-μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα-βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν·
 [09909]  ἢ καὶ ἕτερόν τι μετὰ τούτων κατασκευάζων εἰς παραμυθίας λόγον πάλιν.
000-00-00 Serial Number=0567998588
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02205]  Εἰπέ μοι, παρακαλῶ, εἴ ποτε ἐν πυρετῷ γεγόναμεν σφοδρῷ, οὐχὶ πάντα τὰ τῆς παραμυθίας ἡμῖν ἐξέλιπεν;
 [02866]  Εἶτα παραμυθεῖται αὐτὴν, ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτό ἐστι χήραν μάλιστα εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὖσα τύχῃ·
000-00-00 Serial Number=0713160634
In epistulam ad Ephesios Ante [Go Back]  
 [01126]  ἀλλ' οὐδὲ αἰσθήσεται τῆς παραμυθίας.
 [01135]  ἐμπεσόντα δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα ὁ κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον.
 [02498]  Τὸ γὰρ διὰ Χριστόν τι παθεῖν, πάσης παραμυθίας ἥδιον.
000-00-00 Serial Number=0239039242
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01735]  Τουτέστι, Γνῶτε τίς ἐστιν ὁ ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως.
 [05944]  ἱκανὸν γὰρ καὶ τοῦτο ἐπιστρέψαι παραμυθίας οὐχ ἧττον.
 [08965]  Τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, καί φησιν ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν·
 [09840]  τουτέστι, τῆς παραμυθίας, τῆς προτροπῆς.
000-00-00 Serial Number=0214809179
In epistulam ad Philippenses Ante [Go Back]  
 [01037]  οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλὰ ἀπεστέρηνται πάσης τῆς τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος.
 [01443]  Εἰ ἔστι, φησὶ, τυχεῖν παρακλήσεως παρ' ὑμῶν, εἰ ἔστι τυχεῖν ἀπὸ τῆς ἀγάπης ὑμῶν παραμυθίας τινὸς, εἰ ἔστιν ὑμῖν κοινωνῆσαι ἐν πνεύματι, εἰ ἔστι κοινωνῆσαι ὑμῖν ἐν Κυρίῳ, εἰ ἔστιν ἐλεηθῆναι παρ' ὑμῶν καὶ οἰκτειρηθῆναι, πάντων τούτων τὴν ἀντίδοσιν ἐν τῇ ἀγάπῃ δείξατε·
 [02803]  Ἴσως ἂν ὑπώπτευσαν τὰ πρότερα παραμυθίας ἕνεκεν εἰρῆσθαι.
000-00-00 Serial Number=0314782083
In epistulam ad Romanos Ante [Go Back]  
 [02390]  ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι.
 [07387]  Εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται, καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων ὡμολογημένων;
 [07530]  Ὅπερ γὰρ ἔφθην εἰπὼν, σκιάν τινα παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν.
000-00-00 Serial Number=0870515227
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00322]  Ἐμοὶ γὰρ καὶ ἰατρῶν χειρῶν χρησιμώτερον, καὶ πάσης τῆς ἐκεῖθεν παραμυθίας λυσιτελέστερον, τὸ τῆς ὑμετέρας ἀπολαύειν ἀγάπης·
000-00-00 Serial Number=0823860228
In illud Ne timueritis Ante [Go Back]  
 [00488]  Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τοῦ σταδίου κατεφρονήθη, ἐν τῷ καιρῷ τοῦ στεφάνου οὐδεμιᾶς παραμυθίας αὐτὸν ἠξίωσε.
000-00-00 Serial Number=0539691925
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00274]  ∆ιπλοῦν [51.218] γὰρ ἐνταῦθα καὶ τριπλοῦν τὸ ἔγκλημα γίνεται, ὅτι τε παραμυθίας ἀπολαύοντες, ἀπεσκίρτησαν εἰς τὴν ἀσέλ γειαν ἐκείνην, καὶ ὅτι τὸ πρᾶγμα οὐχὶ πορνεία μό νον, ἀλλὰ καὶ μοιχεία λογίζεται, ὃ πάσης ἁμαρτίας ἐστὶ χαλεπώτερον.
000-00-00 Serial Number=0352096736
In martyres Aegyptios Ante [Go Back]  
 [00017]  Εἰ γὰρ οἱ τὰ μεγάλα κατωρθωκότες ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, ὀνόματα προβαλλόμενοι ἁγίων ἀνδρῶν, καὶ ἐπὶ τὴν προσηγορίαν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καταφεύγοντες, ἔτυχόν τινος παραμυθίας, καὶ μεγάλην ἀπὸ τῆς μνήμης τῶν ὀνομάτων τούτων ἐκαρποῦντο τὴν ὠφέλειαν, πολλῷ μᾶλλον ἡμεῖς, ὅταν μὴ ὀνόματα μόνον προβαλλόμενοι, ἀλλὰ καὶ αὐτὰ τὰ ἀθλήσαντα σώματα, δυνησόμεθα τὸν Θεὸν ἵλεων ἔχειν καὶ ἥμερον καὶ προσηνῆ.
000-00-00 Serial Number=0972682595
In ramos palmarum [2] Ante [Go Back]  
 [00155]  Ἐὰν γὰρ σὺ μὴ εὐποιήσῃς εἰς τὸν ὁμόδοξόν σου πένητα, τὸν χρείαν παραμυθίας ἔχοντα, ἐκεῖνος δὲ ἀπὸ ἀνάγκης παρὰ σοῦ μὴ εὐεργετηθεὶς, προσέλθῃ αἱρετικῷ, κἀκεῖνος αὐτῷ παραμυθήσηται, γέγονεν ἐκεῖνος σοῦ φιλανθρωπότερος.
000-00-00 Serial Number=0125024140
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00008]  οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον ἡμῖν·
000-00-00 Serial Number=0063202143
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00249]  ὁ πένης οὗτος ὡς οὐδεὶς ἕτερος πένης ὤν, καὶ οὐχὶ πένης μόνον ἀλλὰ καὶ ἀσθενὴς καὶ μηδένα ἔχων τὸν προστησόμενον καὶ παρακαλέσοντα, ἀλλὰ ἐν μέσῃ τῇ πόλει καθάπερ ἐν ἐσχάτῃ κείμενος ἐρημίᾳ καὶ λιμῷ τηκόμενος πικροτάτῳ καὶ πάντα ὁρῶν ἐκείνῳ καθάπερ ἐκ πηγῶν ἐπιρρέοντα καὶ ἀνθρωπίνης μὲν οὐδεμιᾶς ἀπολαύων παραμυθίας, ταῖς δὲ τῶν κυνῶν γλώσσαις προκείμενος τράπεζα διηνεκής οὕτω γὰρ ἦν τὸ σῶμα παρειμένος καὶ διαλελυμένος, ὡς μηδὲ ἐκείνους ἀποσοβεῖν δύνασθαι τί οὐκ ἂν ἔπαθεν εἰ μὴ σφόδρα γενναῖος καὶ φιλόσοφος ἦν;
000-00-00 Serial Number=0750560224
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00406]  Ἐπειδὴ γὰρ οὐ δεδοίκασι τὸν ἀκοίμητον ὀφθαλμὸν, ἀλλ' οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων τοῦτο φόβος αὐτοῖς, φέρε καὶ ταύτης αὐτοὺς ἀποστερήσωμεν τῆς παραμυθίας, ἃ κρύπτουσι τοῖχοι καὶ συσκιάζουσι, ταῦτα εἰς μέσον ἀγαγόντες, καὶ τὰς θύρας ἀναπετάσαντες τοῖς βουλομένοις ὁρᾶν, ἀπὸ τῆς εὐνῆς αὐτοὺς πρῶτον ἐγείραντες·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»