Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μέγιστα [190]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μέγιστα


000-00-00 Serial Number=0234094560
Ad Innocentium papam ii Ante [Go Back]  
 [00007]  ∆ιὸ καὶ χάριτας ὑμῖν ἴσμεν πολλὰς, καὶ ἐπιθυμοῦμεν καὶ νιφάδας ὑμῖν πέμπειν γραμμάτων, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
000-00-00 Serial Number=0316679358
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00429]  ∆ύο τὰ μέγιστα κατορθῶν, ἓν μὲν, τῆς αὐτοῦ δυνάμεως τεκμήριον ἀναμφισβήτητον παρέχων ἡμῖν, ὅτι καὶ ἐξ ἀπεγνωσμένων δύναιτ' ἂν εἰς πέρας τὰς ὑποσχέσεις ἀγαγεῖν·
 [00506]  ὅταν δὲ μηδὲν τούτων εἰδότες καὶ οὕτω στέργωμεν εἴκειν ἅπασιν αὐτοῦ τοῖς προστάγμασι, καὶ εἰς ὑπακοὴν γνησίαν καὶ εἰς πίστιν εἰλικρινῆ, μέγιστα τὰς ἡμετέρας ὠφελοῦμεν ψυχάς.
 [00606]  τοῦτο δὲ κέρδος οὐ μικρὸν, ἐξ ὧν ἕτερος ἠδίκηται οὐδὲν, ὠφελεῖσθαι τὰ μέγιστα ἕτερον.
 [00638]  Ἕως δ' ἂν τοῦτο μὴ δύνηται, οὐ μόνον οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ τὰ μέγιστα ὤνησε τῇ σφοδρᾷ συμπλοκῇ σεμνοτέρους ἡμᾶς ποιήσας.
 [00647]  Καὶ ὅτι σε οὐ κολακεύων ταῦτα λέγω νῦν, ἀλλὰ ἀληθῶς τὰ μέγιστα ἀπὸ τῆς θλίψεως ταύτης ἐκαρπώσω, ἀνάσχου μετὰ παῤῥησίας λεγόντων ἡμῶν·
 [00843]  νόμῳ Μωσέως οἱ τὰ μέγιστα ἠδικηκότες καὶ συγγνώμης μείζονα, ταύτην ὑπεῖχον τὴν κόλασιν.
 [01808]  Τὴν γὰρ ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς.
 [01821]  Αὐστηρὸν γὰρ οὖσα καὶ διαβρωτικὸν φάρμακον, καὶ ὡς ἂν εἴποι τις καθαρτήριον τῆς πονηρίας τῆς ἐν ἡμῖν, ὅταν μὲν ἀργούσῃ ψυχῇ καὶ τρυφώσῃ καὶ πολὺν ἐχούσῃ τὸν τῶν ἁμαρτημάτων φορυτὸν παρέχηται, μέγιστα τὸν δεξάμενον ὤνησεν·
000-00-00 Serial Number=0873063147
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00234]  Οὔτε γὰρ τὰ ἁμαρτήματα ἡμῶν ἀναλογιζόμεθα μετὰ ἀκριβείας, οὔτε τὰς τοῦ Θεοῦ εὐεργεσίας ἐξετάζομεν, οὔτε πρὸς τοὺς τὰ μέγιστα κατωρθωκότας ὁρῶμεν.
 [00290]  Ἕως μὲν γὰρ ἂν ἐνθάδε ὦμεν, καὶ ἡμεῖς παρ' ὑμῶν μεγάλα καρπώσασθαι δυνησόμεθα, καὶ ὑμεῖς ἡμᾶς εὐεργετῆσαι τὰ μέγιστα·
000-00-00 Serial Number=0228997231
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00078]  Καθάπερ γὰρ καὶ ὁ τοῦ φωτὸς ἐκτὸς ποιῶν ἑαυτόν, ἐκεῖνο μὲν ἐζημίωσεν οὐδέν, ἑαυτὸν δὲ τὰ μέγιστα, ἐν σκότει κατακλεισθείς, οὕτω καὶ ὁ τῆς παναλκοῦς ἐκείνης δυνάμεως καταφρονεῖν ἐθισθείς, ἐκείνην μὲν οὐδέν, ἑαυτὸν δὲ τὴν ἐσχάτην ἔβλαψεν βλάβην.
 [00705]  Ὁ μὲν γὰρ τῶν ἐλαττόνων μὴ καταφρονῶν, πολλῇ καὶ περὶ τὰ μέγιστα χρήσεται τῇ σπουδῇ, ὁ δὲ ταῦτα παρορῶν καὶ ἐκείνων ἀποστήσεταί ποτε·
000-00-00 Serial Number=0773438632
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00398]  ὅ τε γὰρ ἀπελθὼν οὐδὲν ἐντεῦθεν παραβλάπτεται, ὅ τε ζῶν τὰ μέγιστα ἐντεῦθεν κερδανεῖ, ἐν ἀλλοτρίῳ σώματι οἰκείαν καρπούμενος ὠφέλειαν.
 [00402]  ὅ τε ἔτι ἐν τῷ σκάμματι ὤν, ἀφ' ὧν οὐδὲν ἕτερος ἐβλάβη, τὰ μέγιστα κερδανεῖ.
 [00861]  οἱ δὲ εὐγνώμονες καὶ νήφοντες ἀφ' ὧν ἕτεροι σκανδαλίζονται, ἀπὸ τούτων τὰ μέγιστα ὠφελοῦνται;
 [00908]  οἱ δὲ μέλλοντες ἐξ αὐτῶν τὰ μέγιστα ὠφελεῖσθαι, οὐ τὴν τυχοῦσαν ὑπέμειναν ἂν ζημίαν, εἰ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην καὶ ῥᾳθυμίαν αὐτοὶ μέλλοντες κερδαίνειν τῷ λαβεῖν αὐτάς, ἀπεστερήθησαν τῆς τοιαύτης ὠφελείας.
 [01115]  [22.4] Ἐννόησον τίς ὁρῶν ταῦτα καὶ ἀκούων καὶ τῶν τότε ζώντων καὶ τῶν μετὰ ταῦτα γενομένων, κἂν σφόδρα ἀναπεπτωκὼς ᾖ, νοῦν δέ τινα ἔχων βραχύν, πῶς τὰ μέγιστα κερδάνας ἄπεισι.
 [01145]  Μάθε φιλοσοφεῖν καὶ οὐ μόνον οὐδὲν ἐκ τῶν τοιούτων βλαβήσῃ, ἀλλὰ καὶ τὰ μέγιστα κερδανεῖς.
000-00-00 Serial Number=0240883470
Ad populum Antiochenum Ante [Go Back]  
 [00871]  Φιλοσοφῶμεν τοίνυν ἐν ἅπασιν, ἀγαπητοὶ, καὶ οὐδὲν ἡμᾶς πενία παραβλάψαι δυνήσεται, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, καὶ λαμπροτέρους ἐργάσεται, καὶ πάντων τῶν πλουτούντων εὐπορωτέρους.
 [04958]  ὡς τά γε νῦν γεγενημένα οὐ μόνον οὐδὲν παραβλάψει τὴν πόλιν, ἀλλ' ἐὰν νήφωμεν, καὶ ὠφελήσει τὰ μέγιστα.
 [05011]  Τοῦτο καὶ ἡμᾶς αὐτοὺς ὠφελήσει τὰ μέγιστα·
 [06133]  Οὐ γὰρ δὴ μόνον ἡμᾶς, εἰ μνημονεύοιμεν αὐτῶν διηνεκῶς, ἀλλὰ καὶ τοὺς μεθ' ἡμᾶς γινομένους, τὰ μέγιστα τῶν συμβάντων ἡμῖν ἡ ἱστορία [49.221] ὠφελῆσαι δυνήσεται.
000-00-00 Serial Number=0723741829
Ad viduam juniorem Ante [Go Back]  
 [00176]  Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ μὴ προσίεσθαι τὴν παρὰ τῶν πολλῶν δόξαν διαφεύγομεν τὰ κακά, ἀλλὰ καὶ τὰ μέγιστα πάντων κερδανοῦμεν πρὸς τοῖς εἰρημένοις, παιδευόμενοι κατὰ μικρὸν ἀνιέναι καὶ πέτασθαι πρὸς τὸν οὐρανὸν καὶ πάντων καταφρονεῖν τῶν ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0057088137
Adversus Judaeos Ante [Go Back]  
 [00540]  Ἐπεὶ ὅτι μέγιστα τὴν φύσιν ὠφέλησε τὴν ἡμετέραν ὁ νόμος, ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἂν ἀρνηθείην ποτέ.
000-00-00 Serial Number=0398785055
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00011]  ἂν δὲ ἐπιμένῃ τῇ παροινίᾳ, μηδὲν ἀπὸ τῆς τοσαύτης ἀνεξικακίας κερδαίνων, ἑτέρους γοῦν ὀνήσει τὰ μέγιστα, διὰ τῆς εἰς αὐτὸν τιμωρίας παιδεύων μηδέποτε τῆς πρὸς τὸν Θεὸν ἅπτεσθαι μάχης, ὡς οὐκ ἐνὸν τὴν ἀήττητον ἐκείνην χεῖρα διαφυγεῖν.
 [00578]  ἀλλ' ἐνταῦθα μάλιστα οὐ δυνήσεται αὐτὸν λυπῆσαί ποτε, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα.
 [00863]  οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπὸν, ἀλλ' ὥσπερ τινὰ οἰκέτην τὰ μέγιστα προσκεκρουκότα, δι' ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐτὸν κακά·
 [01083]  Τὴν γοῦν ἡταιρηκυῖαν γυναῖκα, καὶ τὸν πεπορνευμένον παῖδα ἂν καλέσῃ τις ἀπὸ τῆς αἰσχίστης πράξεως ταύτης, ἀκατάλλακτος γέγονεν ἐχθρὸς, ἅτε τὰ μέγιστα ἠδικηκώς.
 [01249]  Οὔπω γὰρ οὐδὲν πρὸς φιλονεικίαν φθέγγομαι, ὅτι εἴ τις ὑπὲρ τούτων παρεῖχε θαῤῥεῖν, οὐδὲ κτησαμένους τὴν δύναμιν ταύτην ἐξήγαγον ἂν, ἀλλὰ τότε μάλιστα μένειν ἐκέλευσα, καὶ [47.367] τοὺς φυγαδεύοντας αὐτοὺς οὐκ ἂν ἐπῄνεσα, ἀλλ' ὡς κοινοὺς τῆς πολιτείας ἐχθροὺς ἀπεστράφην ἂν, ὅτι τοὺς λύχνους κρύπτοντες, καὶ τοὺς φωστῆρας ἀπὸ τῆς πόλεως ἐπὶ τὴν ἐρημίαν ἄγοντες, τὰ μέγιστα τοὺς ἔνδον οἰκοῦντας ἐζημίουν ἀγαθά.
 [01327]  οὕτω γὰρ καὶ τοὺς ἡλικιώτας ὠφελήσειν τὰ μέγιστα, καὶ τὸν πατέρα λήσειν.
 [01630]  Οὐ γὰρ ἀπὸ τῆς ὄψεως τῶν [47.381] ἀγαπωμένων μόνον παιδίων εὐφρανθησόμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰ μέγιστα καρπωσάμενοι πρὸς τὴν οἰκίαν ἐπανήξομεν, πολλάκις δὲ αὐτοῖς καὶ παραμενοῦμεν ἁλόντες τῷ τῆς φιλοσοφίας ἔρωτι.
 [01725]  Πάντα οὖν [47.385] πράττωμεν, ὥστε αὐτοῖς ἀφεῖναι τὸν τῆς εὐσεβείας πλοῦτον, τὸν μένοντα, καὶ συναποδημοῦντα, καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ μέγιστα ὀνῆσαι δυνάμενον.
000-00-00 Serial Number=0285986781
Catecheses ad illuminandos Ante [Go Back]  
 [01024]  Εἰ γὰρ ἄνθρωποι πρὸς τὸν ἐπὶ γῆς βασιλέα παρρησίαν ἔχοντες πολλὰ καὶ μεγάλα δύνανται τοὺς ἐπ' αὐτοὺς καταφεύγοντας ὠφελεῖν, πολλῷ μᾶλλον οὗτοι οἱ ἅγιοι οἱ πρὸς τὸν τῶν οὐρανῶν βασιλέα τὴν παρρησίαν κτησάμενοι διὰ τῶν οἰκείων παθημάτων τὰ μέγιστα ἡμᾶς ὀνήσουσι, μόνον ἐὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν·
000-00-00 Serial Number=0075004160
De Anna i Ante [Go Back]  
 [00011]  Οὐ γὰρ δὴ παρουσία νηστείας μόνον, ἀλλὰ καὶ μνήμη νηστείας τὰ μέγιστα ὠφελῆσαι δύναιτ' ἄν.
 [00247]  ὅπερ οὖν καὶ αὕτη πεποίηκε, καὶ τὰ μέγιστα παρὰ τῆς ἐχθρᾶς ἐκαρπώσατο γυναικός.
 [00251]  Ὥστε, ἐὰν νήφωμεν, οὐ μόνον ἡμᾶς οἱ ἐχθροὶ οὐδὲν παραβλάψαι δυνήσονται, ἀλλὰ καὶ ὠφελήσουσι τὰ μέγιστα, πρὸς πάντα ἡμᾶς σπουδαιοτέρους ἐργαζόμενοι, μόνον ἂν μὴ πρὸς λοιδορίας καὶ ὕβρεις, ἀλλὰ πρὸς εὐχὰς ἑαυτοὺς [54.642] ἄγωμεν ἀπὸ τῆς παρ' ἐκείνων ἐγγινομένης ἡμῖν ἀθυμίας.
 [00596]  Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἄνδρες μέγιστα ἀπὸ τῆς ἱστορίας ταύτης καρπώσονται, παιδευθέντες ἡμέρως πρὸς τὰς αὐτῶν διακεῖσθαι γυναῖκας, κἂν ἀπαιδίαν νοσῶσι, καθάπερ ὁ Ἐλκανὰ πρὸς τὴν Ἄνναν διέκειτο.
000-00-00 Serial Number=0793584347
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00700]  Οὕτω καὶ παραγενόμενος τῇ ∆άφνῃ καὶ πάλιν αὐτὴν ἐγκαταλιπὼν τὰ μέγιστα ὀνίνησι.
000-00-00 Serial Number=0068446815
De Chananaea Ante [Go Back]  
 [00543]  Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν παραστῇς δικαστῇ μαινομένῳ, τυραννοῦντι, τὰ μέγιστα ἀπειλοῦντι, καὶ ἄλλοις δημίοις τὰ αὐτὰ ποιοῦσιν, εὖξαι σὺ τῷ Θεῷ, καὶ εὐχομένου σοῦ τὰ κύματα καταστέλλεται.
000-00-00 Serial Number=0889550328
De Christi precibus Ante [Go Back]  
 [00202]  οὕτω δὴ καὶ ὁ τυφλὸς οὐδὲν ἐκ τῆς παρελθούσης παρεβλάβη πηρώσεως, ἀλλὰ καὶ τὰ μέγιστα ἐντεῦθεν ἐκέρδανε, τὸν τῆς δικαιοσύνης ἥλιον πρότερον ἰδεῖν καταξιωθεὶς, καὶ τότε τοῦτον τὸν αἰσθητόν.
000-00-00 Serial Number=0676667035
De Davide et Saule Ante [Go Back]  
 [00267]  Ταύτην οὖν ἕκαστος τὴν ἱστορίαν ἐπὶ τῆς καρδίας ζωγραφείτω τῆς ἑαυτοῦ, καθάπερ χειρὶ τοῖς λογισμοῖς ὑπογράφων διηνεκῶς τὸ σπήλαιον τὸ διπλοῦν, τὸν Σαοὺλ ἔνδον καθεύδοντα, καὶ καθάπερ ἁλύσει τινὶ δεδεμένον τῷ ὕπνῳ, καὶ ὑποκείμενον τῇ δεξιᾷ τοῦ τὰ μέγιστα ἠδικημένου·
000-00-00 Serial Number=0001535177
De Lazaro Ante [Go Back]  
 [00098]  Ὁ διάβολος κατὰ τῆς σωτηρίας ἀεὶ τρέχει τῆς ἡμετέρας, οὐδὲν αὐτὸς κερδαίνων, ἀλλὰ καὶ τὰ μέγιστα βλαπτόμενος ἀπὸ τῆς σπουδῆς·
 [00318]  Πνείτω σου πνευματικῆς εὐωδίας ἡ ψυχὴ, ἵνα καὶ σαυτὸν καὶ τοὺς συγγινομένους σοι ὠφελῇς τὰ μέγιστα.
000-00-00 Serial Number=0655775964
De beato Philogonio Ante [Go Back]  
 [00014]  οὐχ ὡς τῶν ἀπελθόντων, ἀλλ' ὡς τῶν ἐγκωμιαζόντων ταύτῃ τὰ μέγιστα ὠφελουμένων.
000-00-00 Serial Number=0744017959
De cruce et latrone ii Ante [Go Back]  
 [00088]  ∆ύο τὰ μέγιστα κατορθώματα, καὶ τὸν παράδεισον ἀνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγεν·
000-00-00 Serial Number=0513898909
De diabolo tentatore Ante [Go Back]  
 [00174]  Εἰ γὰρ ὁ ∆εσπότης τοῖς δούλοις ἀπολογεῖται, καὶ ταῦτα ἠδικηκόσι, πολλῷ μᾶλλον ἡμᾶς ἀλλήλοις ἀπολογεῖσθαι χρὴ, κἂν τὰ μέγιστα ὦμεν ἠδικημένοι.
 [00699]  Τὴν σαυτοῦ τοίνυν κατόρθωσον γνώμην, καὶ παρ' οὐδενὸς οὐδέποτε δέξῃ βλάβος, ἀλλὰ καὶ τὰ μέγιστα κερδανεῖς, οὐχὶ παρὰ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ παρὰ τῶν πονηρῶν.
000-00-00 Serial Number=0537935257
De gloria in tribulationibus Ante [Go Back]  
 [00152]  Ὅτε δὲ ἐδεσμεῖτο, ὅτε ἐναυάγει, τότε τὰ μέγιστα εἰργάζετο σημεῖα, τότε μειζόνως περιεγένετο τῶν ἀντικειμένων δυνάμεων.
000-00-00 Serial Number=0152288616
De incomprehensibili dei natura Ante [Go Back]  
 [00618]  Ἵν' οὖν μὴ τὰ μέγιστα ἑαυτοὺς παραβλάψωμεν, φεύγωμεν αὐτῶν τὰς συνουσίας, εὐχόμενοι μόνον καὶ παρακαλοῦντες τὸν φιλάνθρωπον Θεόν, τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἀπαλλάξαι μὲν αὐτοὺς τῆς πλάνης καὶ τῆς τοῦ διαβόλου παγίδος, ἐπαναγαγεῖν δὲ ἐπὶ τὸ τῆς γνώσεως φῶς, τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ ζωοποιῷ καὶ παναγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01075]  τούτων γὰρ ἡ φύσις οὐ μόνον ἡμᾶς οὐ παραβλάψει, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, ἂν μετ' εὐχαριστίας αὐτὰ φέρωμεν, καὶ πλείονας ἡμῖν ἐργάσεται τοὺς μισθούς.
000-00-00 Serial Number=0187341332
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00160]  [2.3] Καὶ ὅπλα δὲ αὐτὰ δικαιοσύνης ἐκάλεσε, δεικνὺς ὅτι καὶ ἐντεῦθεν τὰ μέγιστα ἐκαρποῦτο, καὶ τοῖς ἐχθροῖς πάντοθεν ἀχείρωτος ἦν·
 [00632]  Ἐννόησον Παῦλον, καὶ ὄψει ὅτι καὶ ὤνησεν ἡμᾶς τὰ μέγιστα τὸ γενέσθαι θνητούς.
000-00-00 Serial Number=0635344803
De mansuetudine sermo Ante [Go Back]  
 [00085]  Ὅταν οὖν σοι πάσχοντι δεινὸν καὶ ἀφόρητόν τι ὀργὴ παραστῇ καὶ θυμὸς, ἀναμνήσθητι τῆς τοῦ Χριστοῦ πραότητος, καὶ ταχέως ἥμερος ἔσῃ καὶ πρᾶος, οὐκ αὐτὸς μόνος ἐκ τῆς ἡμερότητος τὰ μέγιστα κερδαίνων, ἀλλὰ καὶ τὸν ἐχθρὸν ὠφελῶν καὶ χρηστὸν εἶναι παιδεύων.
000-00-00 Serial Number=0069349527
De paenitentia [1] Ante [Go Back]  
 [00928]  ∆ιὰ τοῦτο καὶ πτώματα τῶν δικαίων ἐστὶν ἡμῖν ἀνάγραπτα, ἵνα οἵ τε κατορθοῦντες, οἵ τε ἁμαρτάνοντες τὰ μέγιστα ἐκ τούτων κερδάνωσιν.
000-00-00 Serial Number=0120789945
De proditione Judae Ante [Go Back]  
 [00353]  Ἐπηρέασε, φησὶ, καὶ τὰ μέγιστα ἐπλεονέκτησε.
 [00725]  Ἐπηρέασέ μοι, φησὶ, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι, τὸν περὶ τοῦ ζῇν ἐπεκρέμασέ μοι κίνδυνον.
000-00-00 Serial Number=0843604922
De prophetiarum obscuritate Ante [Go Back]  
 [00905]  Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ τὰ μέγιστα κερδανεῖ γενναίως φέρων τὴν βλασφημίαν, ὥσπερ οὖν καὶ ὁ τελώνης·
 [00906]  ὁ δὲ κακῶς λέγων, ἄν τε ἀληθῆ κακῶς εἴπῃ τὸν πλησίον, τὰ μέγιστα ἠδίκηται.
000-00-00 Serial Number=0231251299
De sacerdotio Ante [Go Back]  
 [00181]  Καὶ γὰρ ἀπατεὼν ἐκεῖνος ἂν εἴη καλεῖσθαι δίκαιος ὁ τῷ πράγματι κεχρημένος ἀδίκως, καὶ πολλάκις ἀπατῆσαι δέον καὶ τὰ μέγιστα διὰ ταύτης ὠφελῆσαι τῆς τέχνης·
 [00371]  Εἰ μὲν γὰρ ἀπονοίᾳ καὶ φιλοδοξίᾳ, ὡς πολλάκις ἔφης τινὰς διαβάλλειν, ἐπὶ τοῦτο ἦλθον ἐγὼ ψηφίσασθαι τοῖς κατηγόροις, τῶν τὰ μέγιστα ἠδικηκότων ἂν εἴην, ἀνδρῶν καταφρονήσας θαυμαστῶν καὶ μεγάλων καὶ πρὸς τούτοις εὐεργετῶν·
 [00659]  ἐπειδὴ δὲ εἰς τὸ πλῆθος ἦλθον καὶ τὰς τῶν πολλῶν ἀμαθίας ἐπανορθοῦν ἠναγκάσθησαν, οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἤρκεσαν πρὸς τὴν τοσαύτην πραγματείαν, οἱ δὲ βιασθέντες ἐπιμεῖναι, τὴν προτέραν ἀκρίβειαν ῥίψαντες, ἑαυτούς τε ἐζημίωσαν τὰ μέγιστα καὶ ἑτέρους ὤνησαν οὐδέν.
000-00-00 Serial Number=0837538242
De sancta Droside martyre Ante [Go Back]  
 [00092]  Ἔστι καὶ εἰς ἀρετὴν μέγιστα ἀπόνασθαι καὶ εἰς ὑπεροψίαν τῶν παρόντων πραγμάτων ἀπὸ τῶν μαρτύρων.
 [00181]  Ὁρᾷς ὅτι οἱ μὲν προσέχοντες ἑαυτοῖς καὶ καρπώσασθαι τὰ μέγιστα ἀπ' αὐτοῦ δύνανται, οἱ δὲ ἠμελημένοι καὶ ῥᾳθυμοῦντες, οὗτοί εἰσιν οἱ τὸ πρᾶγμα ἐν τάξει καταδίκης δεχόμενοι;
 [00207]  Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ καὶ ἀπελθὼν κερδαίνει τὰ μέγιστα, τῇ τῆς οἰκείας ἀρετῆς μνήμῃ τοὺς ζῶντας ἅπαντας ὠφελῶν, καὶ βελτίους ποιῶν, ὥσπερ οὖν ὁ πονηρὸς καὶ ταύτῃ κολάζεται.
000-00-00 Serial Number=0398499191
De sancta pentecoste Ante [Go Back]  
 [00543]  καὶ γὰρ ἐκεῖνοι μάλιστά εἰσιν οἱ τὰ μέγιστα ζημιούμενοι, καὶ πολὺν ἑαυτοῖς τὸν ὄλεθρον ἐπάγοντες·
000-00-00 Serial Number=0513651013
De sanctis martyribus [1] Ante [Go Back]  
 [00049]  ἕτεροι δὲ σιγῶντες μέγιστα κατώρθωσαν διὰ τὴν τοῦ βίου λαμπρότητα·
000-00-00 Serial Number=0961591542
De virginitate Ante [Go Back]  
 [00516]  [26] Ὅτι τὰ μέγιστα ἀδικεῖ ἑαυτὸν ὁ δυνάμενος παρθενεύειν καὶ γαμῶν.
000-00-00 Serial Number=0675081968
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00598]  ἀλλ' ὥσπερ ἐκείνη τοὺς ἀλλήλων ἀφεστηκότας συνδεῖ, οὕτω καὶ αὕτη τοὺς πόῤῥωθεν ὄντας τὰ μέγιστα ὠφελεῖν δυνήσεται.
 [00980]  Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, τὰ μέγιστα ζημιούμεθα.
 [02656]  τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐεξίαν τὰ μέγιστα συμβάλλεται.
 [02940]  μὴ γεννωμένων μὲν γὰρ ὀδυνᾶται μειζόνως, καὶ καθάπερ πολεμίους καὶ τὰ μέγιστα ἠδικηκότας τοὺς τῆς προτέρας ὁρᾷ, διὰ τῆς ἐκείνων ζωῆς τῆς οἰκείας ἀπαιδίας σαφεστέραν λαμβάνουσα αἴσθησιν·
 [03824]  Τὴν ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, [63.686] ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς.
 [06217]  οὕτως ᾠκονόμησε κατὰ ταὐτὸν ἅπαντας εἶναι, καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς ἀναμεμῖχθαι, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐκκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δείκνυται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, εἰ βούλονται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας.
000-00-00 Serial Number=0050174654
Epistula ad episcopos Ante [Go Back]  
 [00033]  Χαίρετε τοίνυν, σκιρτᾶτε, ἀνδρίζεσθε, κραταιοῦσθε, ἐννοήσατε πόσους ἠλείψατε δι' ὧν ἐπάθετε, πόσων φρονήματα ἀνεστήσατε, πόσους ἐστηρίξατε σαλευομένους, οὐχὶ παρόντας, ἀλλὰ καὶ ἀπόντας, οὐ διὰ τῆς ὄψεως ὧν ὑπομεμενήκατε, ἀλλὰ καὶ διὰ μόνης τῆς ἀκοῆς καὶ τοὺς πόῤῥωθεν τὰ μέγιστα ὠφελήσαντες.
000-00-00 Serial Number=0315704703
Epistulae Ante [Go Back]  
 [00062]  καὶ τοῦτο μανθανέτω διὰ τῆς γλώττης τῆς ὑμετέρας, ὅτι τὴν αὐτὴν ἀγάπην μένομεν διατηροῦντες, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι·
 [00082]  ἀλλ' ἐπειδὴ τοῦτο ἡμᾶς παραιρεῖται τὸ μηδένα συνεχῶς ἡμῖν ἐπιχωριάζειν ἥ τε γὰρ ἐρημία τοῦ χωρίου τούτου, ὅ τε τῶν λῃστῶν φόβος ταύτην ἐπιτείνων, λοιπὸν δὲ καὶ ἡ τοῦ ἔτους ὥρα τὰς ὁδοὺς ἀποτειχίζουσα, πᾶσιν ἄβατον ποιεῖ τὴν Κουκουσὸν, ἀλλ' ἡνίκα ἂν ἐπιτύχωμεν γραμματηφόρων, πληροῦμεν ἡμῶν τὴν ἐπιθυμίαν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [00166]  οὕτως ἂν διὰ τάχους ἡμῖν πέμψῃς γράμματα ἀπαγγέλλοντα ἡμῖν, ὅτι λέλυται τὰ τῆς νόσου, τὰ μέγιστα ἡμῖν χαριῇ.
 [00559]  ἀλλ' ἐπειδὴ πολλὰ τὰ κωλύοντα, τοῦτο μὲν οὐ τολμῶ νῦν ἀπαιτεῖν, ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν τὰ μέγιστα ὠφελεῖν, μετὰ δὲ τῶν εὐχῶν καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα.
 [00665]  Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς διηγήμασι τούτοις, καὶ τῆς πολλῆς σου καὶ ἐπιστήμης καὶ εὐνοίας πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [00681]  Οὕτω γὰρ τὰ μέγιστα καὶ ἐν ἀλλοτρίᾳ διατρίβουσι χαριεῖσθε ταῦτα ἐπιστέλλοντες, ἅπερ συνεχῶς ἐπιθυμοῦμεν μαθεῖν.
 [00743]  Ἐννοῶν τοίνυν τοῦ πράγματος τὴν ἀντίδοσιν, καὶ τοὺς ἐντεῦθεν κειμένους στεφάνους, τὴν προσήκουσαν ἀνδρείαν ἐπιδείξασθαι παρακλήθητι εἰς τοῦτο αὐτὸ, καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι διηνεκῶς, τὰ μέγιστα ἡμῖν χαριζόμενος.
 [00853]  ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες, καὶ τῇ σῇ ψυχῇ συνεχῶς διὰ τῶν γραμμάτων προσαγορεύοντες.
 [00897]  Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες.
 [01107]  Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα, τῆς εὐγενοῦς σου καὶ ἐλευθέρας οὕτω φροντίζοντες ψυχῆς.
 [01222]  καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα σεαυτῷ ἀποτιθέμενος βραβεῖα ἐν τῷ μέλλοντι αἰῶνι.
 [01517]  ἀλλ' ἐπειδὴ πολλὰ τὰ κωλύοντα, τοῦτο μὲν οὐ τολμῶ νῦν ἀπαιτεῖν, ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν τὰ μέγιστα ὠφελεῖν, μετὰ δὲ τῶν εὐχῶν καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα.
 [01623]  Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς διηγήμασι τούτοις, καὶ τῆς πολλῆς σου καὶ ἐπιστήμης καὶ εὐνοίας πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [01639]  Οὕτω γὰρ τὰ μέγιστα καὶ ἐν ἀλλοτρίᾳ διατρίβουσι χαριεῖσθε ταῦτα ἐπιστέλλοντες, ἅπερ συνεχῶς ἐπιθυμοῦμεν μαθεῖν.
 [01701]  Ἐννοῶν τοίνυν τοῦ πράγματος τὴν ἀντίδοσιν, καὶ τοὺς ἐντεῦθεν κειμένους στεφάνους, τὴν προσήκουσαν ἀνδρείαν ἐπιδείξασθαι παρακλήθητι εἰς τοῦτο αὐτὸ, καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι διηνεκῶς, τὰ μέγιστα ἡμῖν χαριζόμενος.
 [01811]  ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες, καὶ τῇ σῇ ψυχῇ συνεχῶς διὰ τῶν γραμμάτων προσαγορεύοντες.
 [01855]  Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες.
 [02065]  Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα, τῆς εὐγενοῦς σου καὶ ἐλευθέρας οὕτω φροντίζοντες ψυχῆς.
 [02180]  καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα σεαυτῷ ἀποτιθέμενος βραβεῖα ἐν τῷ μέλλοντι αἰῶνι.
 [02446]  Ἡμῖν γὰρ αὐτοῖς τοῦτο ποιοῦντες τὰ μέγιστα χαριούμεθα.
 [03085]  Οὕτω γὰρ τὰ μέγιστα ἡμῖν χαριῇ, καὶ τῆς ἐρημίας πολλὴν παρέξεις παράκλησιν, ἃν τοιαῦτα δεξώμεθα γράμματα.
 [03133]  Ἂν δὲ καὶ δυνατὸν γένηται τῇ εὐλαβείᾳ τῇ σῇ σκυλῆναι ἕως ἡμῶν, τὰ μέγιστα ἡμῖν χαριῇ, καὶ πολλῆς ἡμᾶς ἐμπλήσεις εὐφροσύνης.
 [03257]  Νῦν γοῦν παρακαλῶ, καὶ σαυτῷ καὶ ἡμῖν τὰ μέγιστα χαριζόμενος, διέγειρον αὐτὸν σφοδρότερον, καὶ μὴ ἔα αὐτὸν καθεύδειν, μηδὲ ἀργεῖν.
 [03482]  Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ἡνίκα ἂν ἐξῇ, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι τὴν ὀφειλομένην [52.738] ἀποπληροῦμεν πρόσρησιν, συνεχῶς καὶ διηνεκῶς βουλόμενοι μανθάνειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς εὐθυμίας.
 [03497]  Ἡμεῖς δὲ οὐκ ἀνεχόμεθα ἐπὶ τοῦ μέτρου μένειν τούτου, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν προσθήκας ἐπιζητοῦμεν τῆς περὶ σὲ διαθέσεως, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
000-00-00 Serial Number=0534190238
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00732]  εἰ δυνατὸν καὶ λανθανόντως τὸν Μοδουάριον πρὸς ἡμᾶς ἐκδραμεῖν, μέγιστα ἂν ἠνύετο.
 [01104]  Οὕτω γὰρ καὶ αὐτὴ τὰ μέγιστα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ πολλὴν ἡμῖν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης.
 [01470]  Τοσοῦτον γάρ ἐστιν ἀγαθὸν τοῦτο τοῖς γενναίως φέρουσι ὅτι κἂν τὰ μέγιστα ἡμαρτηκότα τινὰ εὕρῃ, ἀπαλλάττει τοῦ βαρυτάτου τῶν ἁμαρτημάτων φορτίου·
000-00-00 Serial Number=0271006584
Expositiones in Psalmos Ante [Go Back]  
 [01474]  Ὅταν τοίνυν μικρὸν καταδέξῃ πάθος, μὴ τοῦτο ἴδῃς ὅτι μικρὸν, ἀλλ' ἐννόησον, ὅτι τὸ ἐξ αὐτοῦ τρεφόμενον τὰ μέγιστα τίκτει δεινά.
 [01808]  ὁ δὲ τούτων ἀνώτερος τῶν βελῶν, ἔξω τῶν τρικυμιῶν ἕστηκε, καὶ ἑαυτὸν πρὸ ἐκείνου τὰ μέγιστα ὠφελεῖ, ἐν τῷ σπουδάζειν ἐκείνῳ καταλλάττεσθαι, καὶ μὴ πολεμεῖν, ἑαυτὸν ἀπαλλάττων πολέμου καὶ μάχης.
 [06130]  Εἰ γὰρ μὴ καὶ μέγιστα καὶ ἀφόρητα ἡγεῖτο ταῦτα κακὰ, οὐκ ἂν αὐτὰ προὐβάλλετο εἰς παράκλησιν τοῦ Θεοῦ, καὶ πρὸς τὸ ἐπισπάσασθαι τὴν εὐμένειαν αὐτοῦ.
 [06478]  Ἀρκεῖ δὲ ἕκαστος στίχος πολλὴν ἡμῖν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς τὸ τὰ δόγματα διορθῶσαι, καὶ εἰς τὸ βίον ὠφελῆσαι τὰ μέγιστα·
 [06976]  Εἰ γὰρ τὰ μέγιστα πεπόνθαμεν, φησὶ, καὶ ἔγγονοι τῶν τὰ μεγάλα εὐηργετημένων ἐσμὲν, καὶ ἐν ταῖς συμφοραῖς οὐκ ἐξεκλίναμεν, πολλῆς σωτηρίας ἡμῖν ἔσται ἐλπίς.
000-00-00 Serial Number=0571238697
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00061]  Ἡμεῖς δὲ ὡς τὰ μέγιστα ἠδικημένοι οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα·
000-00-00 Serial Number=0075998902
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00009]  καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰκουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά.
000-00-00 Serial Number=0532848656
In Acta apostolorum Ante [Go Back]  
 [02114]  Καὶ διάβολός ἐστι καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μᾶλλον τούτῳ πειθόμεθα ἢ τῷ Χριστῷ, Σωτῆρι ὄντι καὶ εὐεργέτῃ, καὶ τοιαῦτα λέγοντι, ἃ καὶ ἡδίω καὶ ὠφελιμώτερα καὶ χρησιμώτερά ἐστι, καὶ ἡμᾶς καὶ τοὺς συνόντας ἡμῖν ὠφελεῖ τὰ μέγιστα.
 [08776]  καίτοι μυρία παραδείγματα ἔχων καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου, καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν πόλεμον ἤγειρε χαλεπόν.
 [09999]  ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥημάτων μεμνημένοι, δι' ὧν κατῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος.
 [09999]  ἂν δὲ γνῶμεν, πολλὴν ἐπιδειξόμεθα σπουδὴν, καὶ τὰ μέγιστα καρπωσόμεθα.
 [09999]  Ὁρᾷς, ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν;
 [09999]  Καὶ τὰ μέγιστα δὲ ἡμῖν ἁμαρτήματα ἀπὸ πολλῆς ἡδονῆς γεγενημένα ἴδοι τις ἄν.
 [09999]  μᾶλλον δὲ ἐπιβουλεύουσι μὲν, οὐδὲν δὲ βλάπτουσιν, ἀλλὰ καὶ ὠφελοῦσιν ἡμᾶς τὰ μέγιστα·
000-00-00 Serial Number=0686408281
In Isaiam Ante [Go Back]  
 [00500]  ∆ύο ἐνταῦθα ἐπαγγέλλεται μέγιστα αὐτοῖς δῶρα, τό τε δίκην δοῦναι τοὺς ἀπαγαγόντας τό τε αὐτοὺς πολλῆς ἀπολαῦσαι τῆς εὐημερίας, ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ μεγίστην ἱκανὸν παρασχεῖν ἡδονήν·
 [00788]  Ὥσπερ γὰρ ὀφθαλμὸς ἐν αὐτῷ τῷ φωτίζεσθαι κερδαίνει, οὕτω καὶ ψυχὴ ἐν αὐτῷ τῷ πείθεσθαι τῷ νόμῳ τὰ μέγιστα καρποῦται, ἐκκαθαιρομένη καὶ κακίας ἀπαλλαττομένη καὶ πρὸς αὐτὴν ἀναβᾶσα τὴν ἀρετήν·
 [02177]  ὅπερ αὐτοὺς τὰ μέγιστα εἰς θεογνωσίαν ὠφέλει.
000-00-00 Serial Number=0340902746
In Joannem Ante [Go Back]  
 [00221]  Ὁ γὰρ τοῖς ἀλόγοις οὕτω διαλεγόμενος, τὸ τῶν ἀνθρώπων οὐδὲν ὠφέλησε γένος, ἀλλὰ καὶ τὰ μέγιστα ἔβλαψε.
 [01420]  Ἂν γὰρ ἐν τούτοις ὦμεν διαπαντὸς, ἂν εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκωμεν, οὐ μόνον τὰ παρελθόντα ἀπονιψόμεθα πλημμελήματα, ἀλλὰ καὶ εἰς τὸ μέλλον τὰ μέγιστα κερδανοῦμεν.
 [01677]  Ἂν τούτους συνεχῶς παρ' ἑαυτοῖς κινῶμεν τοὺς λογισμοὺς, καὶ τοὺς τὰ μέγιστα κατωρθωκότας ἐπὶ μνήμης ἔχωμεν, οὐ ῥᾳδίως ὁ διάβολος ἐπᾶραι δυνήσεται, κἂν μυρία φιλονεικῇ, ἀλλ' οὐδὲ ὑποσκελίσαι τὴν [59.74] ἀρχήν.
 [03762]  ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν.
 [03797]  ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν.
000-00-00 Serial Number=0969399333
In Joannem theologum Ante [Go Back]  
 [00096]  Ταῦτα τοίνυν τὰ μέγιστα καὶ θεῖα χαρίσματα ἐπιφερόμενος ὁ Ἰωάννης, καὶ τεθαῤῥηκὼς ἐπὶ τὰ ὑψηλὰ ἐπιβὰς, ἔφθασεν εἰς τὸ ἀπέραντον πέλαγος, καὶ τοῖς ἀμιάντοις αὐτοῦ τῆς καρδίας ὀφθαλμοῖς θεασάμενος ἐν τοῖς κόλποις τοῦ ἀνάρχου Πατρὸς τὸν συνάναρχον Λόγον, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥήτως γεννηθέντα, καὶ μηκέτι τὴν ἀνεκλάλητον ἐκείνην χαρὰν ἐν ἑαυτῷ κατέχειν ἐνισχύων τὸ ἅγιον καὶ σεραφικὸν αὐτοῦ στόμα, καὶ μεγάλῃ τῇ φωνῇ ἀνέκραξε λέγων·
000-00-00 Serial Number=0495469630
In Kalendas Ante [Go Back]  
 [00020]  Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται διαστήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια, ἀλλ' ὥσπερ ἐκείνη τοὺς ἀλλήλων ἀφεστῶτας συνδεῖ, οὕτω καὶ αὕτη τοὺς πόῤῥωθεν ὄντας τὰ μέγιστα ὠφε
 [00237]  Οὕτως ὅταν μὴ διὰ τὸν Θεὸν γίνηταί τι, κἂν πνευματικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα βλάψειεν·
 [00238]  ὥσπερ οὖν ὅταν διὰ τὸν Θεὸν γίνηται, κἂν βιωτικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα ὠφελεῖ τὸν μετὰ φιλοθέου γνώμης ποιοῦντα.
000-00-00 Serial Number=0120078564
In Psalmos 101-107 Ante [Go Back]  
 [00758]  Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μυρία τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐτῇ νήχεται.
000-00-00 Serial Number=0325292289
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00234]  Εἰ γὰρ καὶ μηδὲν τὸν πλησίον ἠδίκουν, ἀλλ' ἑαυτοὺς τὰ μέγιστα κατέβλαπτον, πρὸς πλεονεξίαν τῷ τρόπῳ τῆς συλλογῆς ταύτης συνεθιζόμενοι.
000-00-00 Serial Number=0410029531
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00128]  ἀλλὰ χαίροντες, ἀγαλλόμενοι, κερδαίνειν τὰ μέγιστα νομίζοντες, οὕτως ἔφερον τὰ χρήματα, καὶ ἀγαπητὸν εἶναι ἐνόμιζον, εἰ καταξιώσειεν οἱ ἀπόστολοι δέξασθαι.
000-00-00 Serial Number=0242182553
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01440]  Καὶ ὥσπερ ἡνίκα ἐκέλευεν ἀποτεμεῖν, οὔτε ἀφῆκεν αὐτοὺς γενέσθαι κυρίους χαρίσασθαι, εἰπὼν, Ἤδη κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, καὶ ἔλαβε πάλιν κοινωνοὺς αὐτοὺς τῆς ψήφου εἰπὼν, Συναχθέντων ὑμῶν παραδοῦναι αὐτὸν, δύο τὰ μέγιστα κατασκευάζων, καὶ τὸ ἐξενεχθῆναι τὴν ἀπόφασιν, καὶ τὸ μὴ χωρὶς ἐκείνων, ὥστε μὴ δόξαι ταύτῃ πλήττειν, καὶ οὔτε μόνος αὐτὴν ἐκφέρει, ἵνα μὴ νομίσωσιν αὐθάδη εἶναι καὶ ὑπερῶφθαι αὐτοὶ, οὔτε τὸ πᾶν αὐτοῖς ἐπιτρέπει, ἵνα μὴ κύριοι γενόμενοι προδῶσι τὸν ἡμαρτηκότα, ἀκαίρως αὐτῷ χαριζόμενοι·
 [04542]  οὗτος δὲ κἂν ἀκολάστοις ὀφθαλμοῖς ἴδῃς, τὰ μέγιστα ἀπειλεῖ.
 [05132]  Εἴτε ὑπὲρ τῶν ἄλλων, φησὶν, ἀκοῦσαί τι βούλεσθε, καὶ οὗτοι μέγιστα ἔχουσι δικαιώματα συστάσεως τῆς πρὸς ὑμᾶς.
 [06395]  καὶ ὁ μὲν ἀδικηθεὶς, ὠφελεῖτο, ὁ δὲ ἀδικήσας, τὰ μέγιστα βλάπτεται.
000-00-00 Serial Number=0924129248
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00353]  Εἰ γὰρ καὶ λυπεῖ τὸν ἀκροατὴν, ἀλλ' ὠφελεῖ τὰ μέγιστα.
 [01095]  Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλ' ὡς τὰ μέγιστα ἠδικημένοι, οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα.
 [01272]  ἐν τῷ γὰρ ῥυθμίζειν ἐκείνας καὶ ἑαυτοὺς τὰ μέγιστα ὀνήσομεν.
000-00-00 Serial Number=0030571878
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02104]  Τὰ γὰρ ἤδη γεγενημένα καὶ εἰρημένα, ἐνέχυρα μέγιστα τῶν μελλόντων ἐκβήσεσθαι δέδωκε.
 [02860]  Ταῦτ' οὖν συνεχῶς παρ' ἑαυτοῖς γράφοντες, φιλοσοφήσωμεν, καὶ δύο τὰ μέγιστα κερδανοῦμεν·
 [02924]  Καὶ γὰρ οἱ πένητες, εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, μέγιστα ἂν ὑμᾶς ἔβλαψαν, καὶ ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, μᾶλλον δὲ καὶ ἀπώλεσαν, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἠβουλήθησαν·
 [04634]  Ἐμνημόνευσε ῥήσεως ἐν τῇ Παλαιᾷ κειμένης, ὁμοῦ μὲν δεικνὺς, ὅτι καὶ αὐτοὶ τὰ μέγιστα κερδανοῦσιν, ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες χαλεποῦ, ὁμοῦ δὲ δηλῶν, ὅτι οὐ καινοτομία τὸ τοιοῦτον, ἀλλὰ καὶ ἄνωθεν ἐδόκει τοῦτο τῷ νομοθέτῃ τοὺς τοιούτους ἐκτέμνεσθαι·
 [05178]  Ὅτι δὲ οὔτε θνητὸν σῶμα ἐμποδίζει πρὸς ἀρετὴν, ἀλλὰ καὶ σωφρονίζει καὶ τὰ μέγιστα συντελεῖ, δῆλον ἐκεῖθεν.
 [05932]  Οἵ τε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φόβον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον τῶν δείπνων ἐκείνων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο ποιοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο (οὐδὲ γὰρ μετὰ τῆς αὐτῆς ἐκείνοις γνώμης τῶν προκειμένων ἥπτοντο, ἀλλ' ὡς ἐπ' εἰδωλοθύτων, καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο)·
 [06002]  οὐ λέγω ὅτι μισῶν τὸν πλησίον καὶ ἀπονοούμενος, τὰ μέγιστα σεαυτὸν καταβλάπτεις.
 [06210]  Ὥστε τέσσαρα τὰ ἐγκλήματα καὶ σφόδρα μέγιστα, ὅτι καὶ ἀδελφὸς, καὶ ἀσθενῶν, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα πάντα διὰ βρῶμα ἀπόλλυται.
 [07274]  Ἂν μὲν γὰρ κατὰ τὸν παρόντα βίον ἐπιδειξώμεθα σπουδὴν κἂν τὴν τυχοῦσαν, τὰ μέγιστα κερδανοῦμεν·
 [08344]  καὶ πρὸ τῶν μισθῶν δὲ τὰ μέγιστα [61.224] κερδανεῖς, ἐκείνην τε εὐπειθεστέραν κατασκευάζων, καὶ αὐτὸς ἐπιεικέστερος ταύτῃ γινόμενος.
 [09454]  ἀλλ' ὅμως οὗτοι πάντες ἀλλήλους κοσμοῦσι, κἂν ἐξουθενήσῃ τὸν ἐλάττονα ὁ μείζων, ἑαυτὸν τὰ μέγιστα ἔβλαψεν.
 [09999]  Οὕτω καὶ τὰ μέγιστα ἐντεῦθεν καρπωσόμεθα ἀγαθὰ, καὶ ἐν τῷ παρόντι βίῳ μετὰ ἀσφαλείας καὶ χρηστῆς ζῶντες ἐλπίδος, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μετὰ παῤῥησίας ἱστάμενοι·
000-00-00 Serial Number=0191895843
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02974]  ∆ιὰ γὰρ τοῦτο τὸ τῶν ἀνθρώπων γένος οὕτως ἠθέλησε συνεστάναι, δύο τὰ μέγιστα κατασκευάζων, ἓν μὲν, διδασκάλους ἐφιστῶν τοὺς πατέρας, ἕτερον δὲ, πολλὴν ἀγάπην ἐντίκτων.
000-00-00 Serial Number=0453468382
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03425]  ∆ύο γὰρ ἐγίνετο τὰ μέγιστα, καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὗται διετρέφοντο καλῶς, καὶ ἡ Ἐκκλησία οὐκ ἐβαρεῖτο.
000-00-00 Serial Number=0869617462
In epistulam ad Colossenses Ante [Go Back]  
 [01150]  μᾶλλον δὲ [62.326] οὐ τοῖς μὴ ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς κατωρθωκόσι τὰ μέγιστα·
000-00-00 Serial Number=0706070125
In epistulam ad Ephesios Ante [Go Back]  
 [00551]  ὅσων ἐμέμνητο ἐν ταῖς εὐχαῖς, ὑπὲρ ἁπάντων εὐχαριστῶν τῷ Θεῷ, ὡς αὐτὸς τὰ μέγιστα εὐεργετούμενος.
 [00719]  ∆ύο γὰρ τὰ μέγιστα πεποίηκεν, αὐτός τε εἰς ἔσχατον ταπεινότητος ἦλθε, καὶ τὸν ἄνθρωπον εἰς μέγα ὑψηλότητος ἀνήγαγε.
 [04186]  τὴν δὲ ἐν τῇ ψυχῇ μηδὲν ποιεῖν μηδὲ σπουδάζειν ὥστε κενοῦν, οὐδαμοῦ χρήσιμον οὖσαν, ἀλλὰ καὶ τὰ μέγιστα ἀδικοῦσαν;
 [04305]  Ὥστε ἡ περὶ τὰς θεραπαινίδας φιλοσοφία μέγιστα ὑμᾶς εἰς τὴν τῶν ἀνδρῶν εὔνοιαν ὠφελεῖ.
000-00-00 Serial Number=0879512429
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00738]  νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε.
000-00-00 Serial Number=0498284638
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00563]  ∆ύο τίθησιν ἐνταῦθα τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα·
 [00884]  Ὁρᾷς αὐτοὺς [63.31] διακονοῦντας ἡμῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ μέγιστα διακονοῦντας;
 [03878]  Τοῦτο δὲ λέγων, δύο τὰ μέγιστα κατορθοῖ·
 [06385]  Ἐπειδὴ γὰρ ἡ πίστις τότε διεβάλλετο ὡς ἀναπόδεικτον πρᾶγμα, καὶ ἀπάτης μᾶλλον ὂν, διὰ τοῦτο δείκνυσιν, ὅτι τὰ μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦται.
 [08162]  δύο γὰρ τὰ μέγιστα κατορθοῖ, καὶ ἁμαρτίας ἐξαλείφει, καὶ στεῤῥοὺς ποιεῖ.
000-00-00 Serial Number=0662170649
In epistulam ad Philippenses Ante [Go Back]  
 [04554]  καὶ γὰρ ἐκεῖνοί εἰσιν οἱ τὰ μέγιστα κερδαίνοντες.
000-00-00 Serial Number=0797404706
In epistulam ad Romanos Ante [Go Back]  
 [00779]  Ὥσπερ οὖν ὁ χρήματα πιστευθεὶς βασιλικὰ, καὶ εἰς τὴν τοῦ βασιλέως δόξαν ἀναλῶσαι κελευσθεὶς, ἂν εἰς λῃστὰς καὶ πόρνας καὶ γόητας δαπανήσῃ ταῦτα, καὶ λαμπροὺς τούτους ἀπὸ τῶν τοῦ βασιλέως ποιήσῃ χρημάτων, ὡς τὰ μέγιστα ἠδικηκὼς τὸν βασιλέα κολάζεται·
 [02271]  Τὸ αἷμα τὸ τίμιον ἔδωκεν ὑπὲρ ἡμῶν ἐχθρῶν ὄντων καὶ τὰ μέγιστα ἠδικηκότων.
 [03177]  ἀλλ' ἂν μὲν εὐχαρίστως, κερδανεῖς τὰ μέγιστα, ἂν δὲ ἀποδυσπετῶν καὶ ἀλύων καὶ δυσφημῶν, οὔτε τὴν συμφορὰν ἐλάττω ταύτῃ ποιήσεις, καὶ μεῖζον ἐργάσῃ τὸ κλυδώνιον.
 [03499]  Ἂν γὰρ νήφωμεν, τὰ μέγιστα διὰ τούτων ἁπάντων κερδανοῦμεν·
 [03510]  Ὅ τε γὰρ συκοφαντῶν πολὺν ἡμῖν προξενεῖ τὸν μισθὸν (Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς), ὅ τε ἀληθῆ λέγων πάλιν τὰ μέγιστα ὠφελεῖ, μόνον ἂν πράως ἐνέγκωμεν τὰ λεγόμενα.
 [04353]  Οὕτω καὶ ἐπὶ τῶν σωμάτων τὰ μέγιστα αὔξεται νοσήματα, ὅταν τὰ μικρὰ καταφρονῆται.
 [05670]  Ὁ μέντοι λῃστὴς σταυρούμενος, προσηλούμενος, λοιδορούμενος, μυρία πάσχων δεινὰ, οὐ μόνον οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ τὰ μέγιστα ἐντεῦθεν ἐκέρδανεν.
 [08511]  ∆ιὰ τοῦτο ἀλγῶ, ὅτι τὰ λεγόμενα ἐπὶ τῶν ἔργων οὐ δεικνύομεν, καὶ ταῦτα μέλλοντες τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν.
 [08513]  Ἄν τε γὰρ κακῶς τις εἴπῃ, σὲ μὲν οὐδὲν, ἑαυτὸν δὲ τὰ μέγιστα ἔβλαψεν·
000-00-00 Serial Number=0448526263
In illud Messis quidem multa Ante [Go Back]  
 [00028]  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν, ὅπερ ἔφθην εἰπὼν, καὶ γῆρας ἔξωρον καὶ νεό της ἄωρος μέγιστα κωλύματα γένοιτ' ἄν·
 [00136]  Καὶ τῶν εἰρημένων μέγιστα παραδείγματα ὅ τε φαρισαῖος καὶ ὁ τελώνης.
000-00-00 Serial Number=0512190402
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00236]  Μὴ τοίνυν αὐτὴν περὶ τὰ μέγιστα ἀδικήσῃς, μηδὲ καιρίαν δῷς τὴν πληγήν.
000-00-00 Serial Number=0707611561
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00209]  Οὐχ ὁρᾶτε ἐν τοῖς σκάμμασι τοὺς παιδοτρίβας, οἳ μετὰ μυρίους ἄθλους ἀτέλειαν λοιπὸν τῶν παλαισμάτων ἀπὸ τῆς ἡλικίας λαβόντες, ἔξω τῶν σκαμμάτων καθήμενοι παρὰ τὴν κόνιν αὐτὴν, τοῖς ἔνδον οὖσι καὶ παλαίουσιν ὑποφωνοῦσιν, ὥστε χεῖρα κατασχεῖν, ὥστε σκέλος ἑλκύσαι, ὥστε λαβεῖν μετὰ τὰ νῶτα, καὶ ἕτερα πολλὰ τοιαῦτα λέγοντες, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, ἐκτενεῖς ῥᾳδίως τὸν ἀνταγωνιστὴν, τὰ μέγιστα συντελοῦσι τοῖς μαθηταῖς;
 [00248]  Βουλόμενος οὖν ἀποπηδῶντας αὐτοὺς, καὶ δυσχεραίνοντας, καὶ ναρκῶντας καὶ πρὸς αὐτὴν τὴν τῶν ἐχθρῶν ὄψιν, πεῖσαι τὰ μέγιστα αὐτοὺς εὐεργετεῖν, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, οὐχ ἵνα ἐκείνους ἐμβάλλῃ εἰς ἀπαραίτητον κόλασιν, ἀλλ' ἵνα τοὺς ἠδικημένους πείσας ἐν τῇ προσδοκίᾳ τῆς κολάσεως εὐεργετεῖν τοὺς ἐχθροὺς, τῷ χρόνῳ λοιπὸν πείσῃ καὶ πᾶσαν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν.
 [00257]  μάλιστα δὲ τοῦ λελυπηκότος καθάπτεται, ἵνα τῷ φόβῳ τῆς κολάσεως ταύτης μὴ μένῃ διαπαντὸς ἐχθρὸς ὢν, ἀλλ' εἰδὼς, ὅτι τὰ μέγιστα αὐτὸν καταβλάψαι δύναιτ' ἂν τὸ ψωμίζεσθαι καὶ ποτίζεσθαι, εἰ μένοι διηνεκῶς ἐπὶ τῆς ἀπεχθείας, καταλύσῃ τὴν ὀργήν.
000-00-00 Serial Number=0649607360
In illud Vidua eligatur Ante [Go Back]  
 [00144]  Μὴ γενομένων μὲν γὰρ ὀδυνᾶται μειζόνως, καὶ διὰ τοῦτο, καθάπερ πολεμίους καὶ τὰ μέγιστα ἠδικηκότας τοὺς τῆς προτέρας ὁρᾷ, διὰ τῆς ἐκείνων ζωῆς τῆς οἰκείας ἀπαιδίας σαφεστέραν λαμβάνουσα αἴσθησιν.
000-00-00 Serial Number=0176342130
In principium Actorum Ante [Go Back]  
 [01355]  Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρόνους διατρίψας μετ' αὐτοῦ, ὁ τραπέζης ∆εσποτικῆς κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέγιστα, ὁ ῥημάτων ∆εσποτικῶν μετασχὼν, καὶ ἰδὼν αὐτὸν ἀναστάντα, οὐ πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα εἶδε·
 [01370]  τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης ἐκπλήττειν εἴωθεν, ἕως ἂν τῷ χρόνῳ μόνιμα γένηται ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς·
000-00-00 Serial Number=0725471318
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00143]  Μάθε τοίνυν τὴν παντευχίαν αὐτῶν τὴν πνευματικὴν, καὶ μέγιστα κερδάνας ἀναχωρήσεις ἐντεῦθεν.
000-00-00 Serial Number=0127583265
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00145]  οὗτος δὲ εἰς τὰ τῆς δύσεως ἀπ ελθὼν μέρη φαιδρότερον ἐκεῖθεν ἀνέτειλε, καὶ τοὺς κατὰ τὴν ὁδὸν ἅπαντας εὐεργετήσας τὰ μέγιστα·
000-00-00 Serial Number=0460248888
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00005]  ἡμῖν δὲ μίαν ἀπένειμεν ὁ Θεὸς τὴν ἐμπορίαν τοῦ Πνεύματος, πολλαπλῆν οὖσαν διὰ πίστεως, καὶ κατορθοῦσαν τὰ μέγιστα κατὰ τὸ γεγραμμένον·
000-00-00 Serial Number=0782747626
Prooemia in Psalmos Ante [Go Back]  
 [00208]  Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ὁπωσοῦν βουλομένῳ προσέχειν ἀρκεῖ καὶ εἷς στίχος πολλὴν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς δόγμα διορθῶσαι, καὶ εἰς βίον ὠφελῆσαι τὰ μέγιστα.
000-00-00 Serial Number=0041264594
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00366]  σὺ δὲ καὶ ἠδίκησας καὶ ὦσας, καὶ οὐ μόνον οὐδὲν ὤνησας, ἀλλὰ καὶ τὰ μέγιστα κατέβλαψας.
 [00367]  Εἰ δὲ αἱ μὴ ὠφελοῦσαι τοσαύτην ἔδοσαν δίκην, καὶ ταῦτα τῆς παρθενίας ἀκεραίου μενούσης, αἱ πρὸς τῷ μηδὲν ὠφελῆσαι καὶ τὰ μέγιστα ἀδικήσασαι ἑαυτὰς καὶ τοὺς συνοικοῦντας καὶ τοὺς σκανδαλισθέντας, καὶ πρὸ τούτων τὸ τοῦ νυμφίου καθυβρίσασαι ὄνομα, ποίαν ὑποστήσονται τιμωρίαν;
000-00-00 Serial Number=0025174141
Visio Danielis Ante [Go Back]  
 [00020]  Ἐδεξιώθη δὲ αὐτοὺς ὁ βασιλεὺς Βύζας πέραν τῆς θαλάσσης ἐν Χαλκηδόνι μετὰ πλείστης θυμηδίας, δέδωκεν δώματα πολλὰ τοῖς συνοῦσιν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ Βυζάντιον καὶ δέδωκεν φιλοτιμίαν μεγάλην καὶ δῶρα μέγιστα κατὰ τὴν βασιλικὴν συνήθειαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»