Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λίθοις [62]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λίθοις


000-00-00 Serial Number=0757412434
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00937]  τολμῶντες ὁδοῦ, εἰ μὴ πρότερον αὐτὴν στορέσαιεν λίθοις, καὶ τὰς ἀπὸ τῶν ῥυάκων χαράδρας ἀναπληρώσαντες ἰσόπεδον οὕτως ἐργάσαιντο.
 [01419]  Ἐπειδὴ γὰρ μετὰ τὸ τοὺς κατασκόπους ἀνελεῖν ἐπεχείρουν, καὶ λίθοις αὐτὸν ἔβαλλον, διαφυγὼν τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν ὑπὲρ αὐτῶν εὐχὴν πάλιν ἐτρέπετο, καὶ τὸν Θεὸν παρεκάλει ἵλεων γενέσθαι τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν·
 [01585]  Τοῦτον διαδέχεται ὁ Σεμεεὶ, μιαρός τις ἀνὴρ καὶ ἀχάριστος, καὶ μυρίοις ὀνείδεσιν ἔβαλλε καὶ λίθοις μετὰ τῶν ῥημάτων ἐκείνων·
000-00-00 Serial Number=0183798492
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00053]  Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτον ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἀτόπου, καὶ τὴν ὑγίειαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθειρεν, καὶ δοῦλος γέγονεν τῶν ἡδονῶν.
000-00-00 Serial Number=0522987485
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01088]  Ὥσπερ οὖν οἱ σκυτοδέψαι τὰ δέρματα λαμβάνοντες στύφουσι πρότερον, κατατείνουσι, παίουσι καὶ τοίχοις καὶ λίθοις προσαράσσοντες καὶ ἑτέραις μυρίαις θεραπείαις αὐτὰ ποιήσαντες ἐπιτήδεια πρὸς τὴν ὑποδοχὴν τῆς βαφῆς, οὕτω τὸ χρῶμα τὸ τίμιον ἐπάγουσιν·
000-00-00 Serial Number=0837879002
Ad populum Antiochenum Ante [Go Back]  
 [00539]  Σιγὴ πανταχοῦ φρίκης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων, οὕτως ἀφωνία τὴν πόλιν κατέχει νῦν, καὶ τοῖς λίθοις ἐοίκασιν ἅπαντες, καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ συμφορᾷ κατεχόμενοι βαρυτάτην κατέχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανησάντων ἐγένετο.
000-00-00 Serial Number=0333328962
Adversus Judaeos Ante [Go Back]  
 [00893]  ἐπειδὰν δὲ λύκων καταδρομὴν αἴσθωνται γινομένην, ταχέως τὸν κάλαμον ῥίψαντες, τὴν σφενδόνην μεταχειρίζονται, καὶ τὴν σύριγγα ἀφέντες, ῥοπάλοις καὶ λίθοις ἑαυτοὺς καθοπλίζουσι, καὶ πρὸ τῆς ποίμνης στάντες, καὶ μέγα καὶ διωλύγιον ὀλολύξαντες, τῇ φωνῇ πολλάκις πρὸ τῆς βολῆς τὸ θηρίον ἀπήλασαν.
 [01926]  οὐ τὸν Μωϋσέα νῦν μὲν λίθοις βάλλοντες, νῦν δὲ ἐλαύνοντες, καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις;
000-00-00 Serial Number=0214105546
Commentarius in Job Ante [Go Back]  
 [04231]  [38,38b] κεκόλληκας δὲ αὐτὸν ὥσπερ κύβον λίθοις;
000-00-00 Serial Number=0407896399
Comparatio regis et monachi Ante [Go Back]  
 [00045]  τὸν βασιλέα δὲ λίθοις τε [47.390] ἀνάγκη καὶ χρυσῷ καλλωπίζεσθαι, τράπεζάν τε παρατίθεσθαι λαμπρὰν, καὶ χρῆσθαι συσσίτοις, εἰ μὲν ἄφρων εἴη, τῆς ἑαυτοῦ κακίας ἀξίοις, εἰ δὲ νοῦν ἔχοι καὶ σωφρονοίη, χρηστοῖς ἴσως καὶ δικαίοις, πολὺ δὲ λειπομένοις τῆς ἐκείνων ἀρετῆς.
000-00-00 Serial Number=0505662024
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00147]  Ἀλλ' οὐ περὶ τῶν σώματα ἐχόντων, ὦ θαυμάσιε, ἀλλὰ περὶ τῶν λίθοις συνοικούντων οὕτω διακεῖσθαι χρή.
000-00-00 Serial Number=0612450600
De Maccabeis Ante [Go Back]  
 [00018]  Καὶ καθάπερ στέφανος βασιλικὸς λίθοις ποικίλοις πάντοθεν καλλωπιζόμενος μαρμαρυγὰς διαφόρους ἀφίησιν, οὕτω δὴ καὶ τὰ σώματα τῶν ἁγίων μαρτύρων, ὥσπερ λίθοις τιμίοις τοῖς ὑπὲρ τοῦ Χριστοῦ τραύμασι κατεστιγμένα, παντὸς διαδήματος βασιλικοῦ τιμιώτερα καὶ σεμνότερα φαίνεται.
000-00-00 Serial Number=0779328525
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00180]  ὡς βασίλειον διάδημα, τὸν ἀκανθῶν περιτίθεμαι στέφανον, καὶ ὡς διαυγέσι λίθοις, τοῖς ἐμπτυσμοῖς ἐγκαλλωπίζομαι, ὡς λαμπροτάτῳ κόσμῳ τοῖς ῥαπισμοῖς ἐνσεμνύνομαι.
000-00-00 Serial Number=0754463792
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00057]  Ἀλλ' ὁ Παῦλος οὐ φρέατα λίθοις καταχωννύμενα ὁρῶν, ἀλλὰ τὸ ἑαυτοῦ σῶμα, οὐ παρεχώρει καθάπερ ἐκεῖνος μόνον, ἀλλ' εἰσιὼν τοὺς λίθοις βάλλοντας αὐτὸν εἰς τὸν οὐρανὸν ἀνάγειν ἐφιλονείκει·
 [00061]  Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, νῦν μὲν μάστιγας λαμβάνων, νῦν δὲ λίθοις τὸ σῶμα βαλλόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτός, καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων.
000-00-00 Serial Number=0589250863
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04099]  Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνάντων αὐτὸν πολλῶν, ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοῖς λίθοις ἐξακοντίζοντες, ψηλαφήσας ἑαυτοῦ τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας εἰπεῖν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου ὁρῶ γεγενημένην·
 [04830]  οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, καὶ οὐδὲ παρὰ φίλων τριῶν ἢ τεσσάρων, ἀλλὰ παρὰ πάντων τῶν ἀπιστούντων ὀνειδιζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, καὶ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεινόμενος, καὶ λιμῷ διηνεκεῖ καὶ κρυμῷ τηκόμενος.
 [05582]  Καὶ ἀνήνεγκεν αὐτὸν, φησὶν, Ἰησοῦς εἰς φάραγγα Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς μόσχους αὐτοῦ, καὶ τὰ ὑποζύγια αὐτοῦ, καὶ τὰ πρόβατα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ πάντα ὅσα ὑπῆρχεν αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὰ πᾶς Ἰσραὴλ ἐν λίθοις.
 [07291]  Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντείων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα, τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη.
 [08103]  Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη.
 [08112]  καὶ, εἴτε ὁπλίζεσθαι ἔδει, ἐν χρυσοῖς καὶ λίθοις τιμίοις ὁπλιζόμενος ἐξῄει, εἴτε ἐν εἰρήνῃ προϊέναι, ἁλουργίδα περικείμενος·
 [09172]  Ἀλλ' ὁ Παῦλος οὐ φρέατα λίθοις καταχωννύμενα ὁρῶν, ἀλλὰ τὸ ἑαυτοῦ σῶμα, οὐ παρεχώρει, καθάπερ ἐκεῖνος, μόνον, ἀλλ' εἰσιὼν, τοῖς λίθοις τοὺς βάλλοντας αὐτὸν εἰς τὸν οὐρανὸν εἰσάγειν ἐφιλονείκει.
 [09176]  Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεμνόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτὸς καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων.
000-00-00 Serial Number=0241811037
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00040]  ἐγκαλυπτέσθωσαν Ἕλληνες, τῆς ἀκτῖνος φανοτέραν ὁρῶντες τὴν ἀλήθειαν λάμπουσαν, οἱ τοῖς λίθοις παρακαθήμενοι καὶ τὸ σκότος διώκοντες·
000-00-00 Serial Number=0500866354
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Ἔβαλλον αὐτὸν τότε λίθοις ἐκεῖνοι·
000-00-00 Serial Number=0010992885
In Herodem et infantes Ante [Go Back]  
 [00102]  πλοκάμους τῷ ἀέρι διέῤῥιπτον, τοὺς ὀφειλομένους κρύπτεσθαι μαστοὺς ἐδημοσίευον, τὸ στῆθος λίθοις κατήρασσον, τὰς παρειὰς ὡς δήμιοι κατέξεον, τὸν οὐρανὸν ὡς σιωπῶντα κριτὴν ἐμαρτύροντο, ἐντυχίαν ἐποιοῦντο πρὸς τὸν τῶν ὅλων κριτὴν καὶ ∆εσπότην, λέγοντες·
000-00-00 Serial Number=0806235850
In Isaiam Ante [Go Back]  
 [00988]  Ἀσφάλεια γὰρ πόλεων οὐκ ἐν λίθοις καὶ ξύλοις καὶ περιβόλοις, ἀλλ' ἐν τῇ συνέσει τῶν τὴν πόλιν οἰκούντων, οἳ ἡνίκα μὲν ἂν ὦσι, καὶ πολεμίων ὄντων, ἀσφαλέστερον ἁπάντων αὐτὴν τειχίζουσιν·
000-00-00 Serial Number=0881139278
In Joannem Ante [Go Back]  
 [00239]  Οὐ γὰρ πέντε ἔτη κελεύων τοὺς προσιόντας σιγᾷν, καθάπερ ἐκεῖνος, οὐδὲ ὡς ἀναισθήτοις παρακαθῆσθαι λίθοις, οὕτως ἐδίδασκεν, οὐδὲ ἐν ἀριθμοῖς εἶναι τὸ πᾶν διοριζόμενος ἐμυθολόγει·
 [01591]  Οἱ δὲ ἐξ ἐθνῶν τούτων μὲν οὐδενὸς ἀπολαύσαντες, οὔτε θείων ποτὲ λογίων ἀκούσαντες, οὐδὲ ὅσον ὄναρ εἰπεῖν, ἀλλ' ἀεὶ τοῖς τῶν παραπαιόντων ἐνστρεφόμενοι μύθοις (τοῦτο γὰρ ἡ τῶν ἔξωθεν φιλοσοφία), καὶ ποιητῶν λήρους ἀνελίττοντες, καὶ ξύλοις καὶ λίθοις προσηλωμένοι, καὶ οὔτε δογμάτων οὔτε πολιτείας ἕνεκεν εἰδότες τι χρηστὸν καὶ ὑγιὲς (καὶ γὰρ ὁ βίος αὐτοῖς τῶν δογμάτων ἀκαθαρτότερος ἦν καὶ ἐναγέστερος.
 [01940]  Βασιλέα πολλάκις σφόδρα κεκοσμημένον ὁρῶντές τινες, καὶ τιμίοις ἀπαστράπτοντα λίθοις πάντοθεν, ἐπειδὰν πρός τινας διηγῶνται τὸ κάλλος ἐκεῖνο, τὸν κόσμον, τὴν δόξαν, λέγουσι μὲν ὅσαπερ ἂν δυνηθῶσι, τῆς ἁλουργίδος τὸ ἄνθος, τῶν λίθων τὸ μέγεθος, τὴν λευκότητα τῶν ἡμιόνων, τὸν περὶ τὸ ζεῦγος χρυσὸν, τὴν στρωμνὴν παριστῶντες τὴν στίλβουσαν.
 [05771]  Ὅτε δὲ τοῦ Ἀβραὰμ ἐμνημόνευσε, καὶ λίθοις βάλλειν αὐτὸν ἐπεχείρουν.
000-00-00 Serial Number=0962032020
In Psalmos 101-107 Ante [Go Back]  
 [00101]  Εἴποις δ' ἂν χοῦν εἶναι τῆς νενοημέ νης ἡμῖν Σιὼν ἤτοι τοὺς χοϊκώτερον μὲν βιοῦντας, τοῖς δὲ λίθοις τῆς οἰκοδομῆς συναριθμουμένους·
000-00-00 Serial Number=0740044713
In Psalmum 100 Ante [Go Back]  
 [00128]  [55.633] καὶ μηδὲ ἀνθρώπους ἡγεῖσθαι τοῖς δαίμοσιν ἑαυτοὺς παραδεδωκότας, καὶ ἀψύχοις λίθοις, καὶ ξύλοις τὴν ἑαυ τῶν ζωὴν ἀνατεθεικότας.
000-00-00 Serial Number=0531433880
In annuntiationem deiparae Ante [Go Back]  
 [00008]  καὶ περιελὼν αὐτοῦ τὸ ἔνδυμα τῆς ὑποκρίσεως, ὡς λύκον ἅρπαγα τοῦτον ἐστηλίτευσε, καὶ τὸ νομιζόμενον πρόβατον εἶναι, τοῖς προφητικοῖς καὶ ἀποστολικοῖς λόγοις, ὡς λίθοις, χρησάμενος, τὸν θῆρα κατέλευσε.
000-00-00 Serial Number=0218484640
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02103]  Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐν τετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην·
 [02136]  Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις.
 [02142]  ἢ ὅτι πολλὴν ἐμπνεῖ τὴν ἀπειλὴν τὰ γράμματα, καὶ ἀπειλὴν οὐδὲ ἀφανισθῆναι δυναμένην, ἀλλὰ διαπαντὸς μένουσαν, ἅτε λίθοις ἐγκεκολαμμένην.
 [02144]  Εἰπὼν γὰρ, Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ἐπήγαγεν, Ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως·
 [06844]  Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς τῶν Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ τούτου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ καὶ ῥίπτει χαμαὶ, καὶ τοὺς ἐναντίους πρὸς αὐτὸν μεθίστησι.
000-00-00 Serial Number=0661177576
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00925]  Εἴτε ὁπλίζεσθαι ἔδει, χρυσῷ καὶ λίθοις τιμίοις ὁπλιζόμενος ἔξεισιν·
000-00-00 Serial Number=0759063125
In epistulam ad Colossenses Ante [Go Back]  
 [00633]  Κἂν τὰς μεγάλας μοι δείξῃς οἰκίας, κἂν αὐτὰ τὰ βασίλεια λάμποντα πολλῷ τῷ χρυσῷ καὶ τοῖς λίθοις, οὐδὲν οἰήσομαι διαφέρειν καλιᾶς χελιδόνων·
000-00-00 Serial Number=0375013411
In epistulam ad Ephesios Ante [Go Back]  
 [00538]  Πολλοὶ πολλάκις εἰς τόπους, οὓς οὐδὲ εἶδον, κίοσι καὶ λίθοις πολυτίμοις οἰκοδομήματα ἐξαστράπτοντα κατεργάζονται (τί γὰρ οὐκ ἐμηχανήσαντο;) καὶ οὐδὲ αὐτοὶ ἀπέλαυσαν, οὐδὲ ἄλλοι τινές·
000-00-00 Serial Number=0235841751
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02342]  κἂν πλούσιοι, κἂν πένητες ὦσι, κἂν σκώπτῃ τις, κἂν ἐπαινῇ, κἂν ὑβρίζῃ, κἂν λίθοις βάλλῃ, κἂν τὴν οἰκίαν διαρπάζῃ, κἂν παῖδας ἴδῃ, κἂν γυναῖκα, κἂν ὁτιοῦν, οὐδαμῶς ἐπιστρέφεται, ἀλλ' ἑνὸς γίνεται μόνου, τοῦ τρέχειν, τοῦ λαβεῖν τὸ βραβεῖον.
000-00-00 Serial Number=0214819133
In epistulam ad Philippenses Ante [Go Back]  
 [03778]  Καὶ γὰρ καὶ πυρετὸς ἠνώχλει, τοῦτο γὰρ ἐπιθυμία πονηρὰ, καὶ φλεγμοναὶ ἐπέκειντο, τοῦτο γὰρ ἡ ἀπόνοια, καὶ ἡ βουλιμία τις ἡ λεγομένη κατεῖχε, τοῦτο γὰρ ἡ πλεονεξία, καὶ σηπεδόνες πάντοθεν, τοῦτο γὰρ ἡ πορνεία, καὶ πήρωσις ὀφθαλμῶν, τοῦτο γὰρ εἰδωλολατρεία, καὶ κώφωσις καὶ παραπληξία, τοῦτο γὰρ τὸ προσκυνεῖν λίθοις καὶ ξύλοις καὶ ἐκείνοις προσφθέγγεσθαι, καὶ δυσείδεια πολλὴ, τοῦτο γὰρ κακία·
000-00-00 Serial Number=0530999780
In epistulam ad Romanos Ante [Go Back]  
 [00777]  δόξαν ξύλοις περιέθηκαν καὶ λίθοις.
 [00784]  Τὴν περὶ αὐτοῦ γνῶσιν ἐξ ἀρχῆς τοῖς ἀνθρώποις ἐνέθηκεν ὁ Θεὸς, ἀλλὰ ταύτην τὴν γνῶσιν οἱ Ἕλληνες ξύλοις περιθέντες καὶ λίθοις, ἠδίκησαν τὴν ἀλήθειαν, τό γε αὐτῶν μέρος·
 [02214]  Εἰ πῦρ καὶ δίκελλάν τις λαβὼν, τοῦτον καθῄρει καὶ ἐνεπίμπρα τὸν οἶκον καὶ τουτὶ κατέσκαπτε τὸ θυσιαστήριον, οὐκ ἂν λίθοις ἕκαστος αὐτὸν ἔβαλλε τῶν παρόντων ὡς ἐναγῆ καὶ παράνομον;
 [03804]  διόπερ οὐδὲ ἀπαλλάττεσθαι δύνανται, ἀλλὰ σκωλήκων γέμοντες, ὥσπερ λίθοις τιμίοις καλλωπιζόμενοι, οὕτως ἐναβρύνονται.
 [07259]  Τοὺς γὰρ τοιούτους, κἂν ὄνοις, κἂν λίθοις τις παραβάλοι, οὐδὲν οὐδέπω τῆς ἀνοίας αὐτῶν καὶ τῆς ἀναισθησίας ἄξιον ἐρεῖ, οὐδ' ἂν εὕροι τις εἰκόνα τὴν μανίαν αὑτῶν παραστῆσαι δυναμένην, καὶ τὴν παραφροσύνην.
000-00-00 Serial Number=0010619462
In illud Vidi dominum Ante [Go Back]  
 [00229]  Ἀνήνεγκε, φησίν, αὐτὸν Ἰησοῦς εἰς φάραγγα Ἄχαρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα ὅσα ὑπῆρχεν αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὰ πᾶς Ἰσραὴλ ἐν λίθοις.
000-00-00 Serial Number=0724775553
In principium Actorum Ante [Go Back]  
 [00499]  Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέμων ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης·
000-00-00 Serial Number=0810761869
In sanctum Stephanum Ante [Go Back]  
 [00056]  Ἔδει λίθοις κοσμηθῆναι μόνοις τὸν Στέφανον, καὶ δέξασθαι τῆς ἀληθείας τὴν χάριν ἐκ τῆς τῶν λίθων προσθήκης.
000-00-00 Serial Number=0804939151
In sanctum Stephanum i Ante [Go Back]  
 [00014]  Ἐκείνης τοίνυν τῆς θείας φωνῆς μεμνημένος τῆς ἀλειφούσης αὐτὸν εἰς τὰ παλαίσματα, οὕτως ἀπεδύσατο πρὸς τοὺς ἀγῶνας ὁ ἀθλητὴς, καὶ τῇ γλώσσῃ τιτρώσκων τοὺς τὸ σῶμα τοῖς λίθοις κατατοξεύοντας, ἐδείκνυτο τοῖς λόγοις τῶν ἐκείνων βελῶν δυνατώτερος·
 [00017]  οἱ μὲν γὰρ λίθοις τὸ σῶμα κατεχώννυον, ὁ δὲ τοῖς παρὰ τοῦ Πνεύματος ἑαυτῷ χορηγουμένοις ῥήμασι τῆς ἐκείνων καρδίας κατεστοχάζετο·
000-00-00 Serial Number=0253498614
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00228]  ὁ Ναβουθὲ λίθοις ἀνῃρέθη, καὶ οὐδαμοῦ ὁ ἔκδικος τούτου·
 [00261]  ἐν τῇ Μεσοπο [59.506] ταμίᾳ, ὅπου ξοάνοις ἀνεπέμπετο σέβας, ὅπου ξύλοις καὶ λίθοις τὸ πανάγιον ἐνετίθεσαν ὄνομα, ἐκεῖ αὐτῷ ὤφθη.
 [00315]  Ἔνθα τὸν βασιλέα ἐσταύρωσαν, ἐκεῖ καὶ τὸν στρατιώτην βάλλουσι λίθοις.
000-00-00 Serial Number=0052046299
Laus Diodori episcopi Ante [Go Back]  
 [00067]  Καθάπερ γὰρ τότε ἡ τῶν σαλπίγγων ἠχὴ, πυρὸς σφοδρότερον τοῖς λίθοις προσπίπτουσα, πάντα ἀνήλισκε καὶ ἐδαπάνα·
000-00-00 Serial Number=0911225021
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00269]  ὅτι λίθοις ἐβάλλετο;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»