Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κοινωνίας [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κοινωνίας


000-00-00 Serial Number=0695906997
Ad Innocentium papam i Ante [Go Back]  
 [00011]  εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς Κωνσταντινουπόλεως ἐπιβὰς, οὐκ εἰς ἐκκλησίαν εἰσῆλθε κατὰ τὸ εἰωθὸς καὶ τὸν ἄνωθεν κρατήσαντα θεσμὸν, οὐχ ἡμῖν συνεγένετο, οὐ λόγου μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοινωνίας·
 [00023]  Ὁ γὰρ μηδέπω λιβέλλους δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας, κοινωνίας, εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστὰς, καὶ ἐκκλησίαν ἐρημῶν·
000-00-00 Serial Number=0142606795
Ad populum Antiochenum Ante [Go Back]  
 [00304]  Ὁρᾷς ὅτι ἀπὸ τῆς τῶν παθῶν κοινωνίας δείκνυσιν αὐτὸν ἄνθρωπον ὄντα καθ' ἡμᾶς.
 [05503]  οὕτω τὸν ἐχθρὸν ἔχοντα καὶ μνησικακοῦντα, ἀδύνατον ἀπολαῦσαι κοινωνίας ἁγίας·
 [05896]  τοῦτο γάρ ἐστι μετασχεῖν κοινωνίας.
000-00-00 Serial Number=0198686600
Adversus Judaeos Ante [Go Back]  
 [00197]  ∆ιὰ τοῦτο προλαβὼν λέγω νῦν ταῦτα, ἵνα ἕκαστος ὑμῶν ἐπισπάσηται τὸν ἀδελφὸν, κἂν ἀνάγκην ἐπιθεῖναι δέοι, κἂν βίαν ποιῆσαι, κἂν ὑβρίσαι, κἂν φιλονεικῆσαι, πάντα ποίησον, ὥστε ἐξελέσθαι αὐτὸν τῆς τοῦ διαβόλου παγίδος, καὶ τῆς κοινωνίας ἀπαλλάξαι τῶν Χριστοκτόνων.
 [00797]  Ὁ γοῦν κατηχούμενος οὐδέποτε πάσχα ἐπιτελεῖ, καίτοι νηστεύων κατ' ἐνιαυτὸν, ἐπειδὴ προσφορᾶς οὐ κοινωνεῖ, ὥσπερ οὖν καὶ ὁ μὴ νηστεύων, ἂν μετὰ καθαροῦ προσέλθῃ συνειδότος, πάσχα ἐπιτελεῖ, κἂν σήμερον, κἂν αὔριον, κἂν ὁποτεοῦν μετάσχῃ τῆς κοινωνίας.
 [00801]  Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλὰ κἂν ἐν αὐτῷ τῷ Σαββάτῳ προσέλθῃς μετὰ πονηροῦ συνειδότος, ἐξέπεσες τῆς κοινωνίας, ἀπῆλθες οὐκ ἐπιτελέσας τὸ πάσχα·
 [00858]  Εἰρήνην δὲ λέγω, οὐ τὴν ἀπὸ προσρήσεως ψιλῆς, οὐδὲ τὴν ἀπὸ τῆς κοινωνίας τῶν τραπεζῶν, ἀλλὰ τὴν κατὰ Θεὸν εἰρήνην, τὴν ἐκ τῆς συμφωνίας τῆς πνευματικῆς, ἣν πολλοὶ διασπῶσι νῦν, ὑπὲρ ἀκαίρου φιλονεικίας τὰ ἡμέτερα καθαιροῦντες, καὶ τὰ Ἰουδαίων αὔξοντες, ἐκείνους ἀξιοπιστοτέρους διδασκάλους τῶν οἰκείων πατέρων ἡγούμενοι, καὶ τοῖς χριστοκτόνοις περὶ τοῦ πάθους πιστεύοντες·
000-00-00 Serial Number=0529409587
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00152]  κἂν πένης, οὐδὲν ἔλαττον παρὰ τῆς πενίας τὰ τῆς κοινωνίας διακείσεται·
000-00-00 Serial Number=0977853417
De Maccabeis Ante [Go Back]  
 [00190]  ἐφοβεῖτο γὰρ τὴν φειδῶ τοῦ τυράννου, μή ποτε αὐτὸν κατελεήσας ἐξαρπάσῃ τῆς κοινωνίας τῶν ἀδελφῶν·
000-00-00 Serial Number=0498183548
De beato Philogonio Ante [Go Back]  
 [00194]  Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος.
 [00208]  Βασιλέα γὰρ ὑποδέχεσθαι μέλλεις διὰ τῆς κοινωνίας·
000-00-00 Serial Number=0777708292
De consubstantiali Ante [Go Back]  
 [00229]  Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι καὶ αὐτὸς Υἱὸς λέγεται, καὶ ἡμεῖς υἱοὶ, καὶ ἀπὸ τῆς κατὰ τὴν προσηγορίαν κοινωνίας εἰς εὐτέλειαν αὐτὸν ἄγειν ἡμετέραν ἐπιχειροῦντες;
000-00-00 Serial Number=0105088651
De diabolo tentatore Ante [Go Back]  
 [00125]  Εἰ γὰρ καὶ ἐκπεσὼν ἐκείνης τῆς διαίτης, εἰ μόχθῳ καὶ πόνῳ καταδικασθεὶς καὶ τοῦ θανάτου τὴν ἀπειλὴν ἐπηρτημένην ὁρῶν, εἰ τοῦ πατρὸς πρὸ τῶν ὀφθαλμῶν βλέπων τὴν συμφορὰν καὶ ἐν χερσὶν ἔχων ἔτι τῆς ὀργῆς τοῦ Θεοῦ τὰ ἴχνη, καὶ τοσούτοις περιεστοιχισμένος δεινοῖς, εἰς τοσοῦτον ἐξελάκτισε πονηρίας, ὥστ' ἀγνοῆσαι τὴν φύσιν, καὶ ἐπιλαθέσθαι τῆς κοινωνίας τῶν ὠδίνων, καὶ τὸν οὐδὲν ἠδικηκότα σφάξαι, καὶ ἀδελφικοῦ σώματος ἅψασθαι καὶ αἱμάξαι τὴν δεξιὰν, καὶ τοῦ Θεοῦ παραινοῦντος ἡσυχάζειν μὴ ἀνέχεσθαι, ἀλλ' ὑβρίσαι τὸν πεποιηκότα, ἀτιμάσαι τοὺς γεγεννηκότας, εἰ ἐν παραδείσῳ διέτριβεν οὗτος, σκόπει πρὸς ὅσην ἂν ἤλασε κακίαν.
000-00-00 Serial Number=0562583804
De gloria in tribulationibus Ante [Go Back]  
 [00120]  Οὐ μόνον ταῦτα λέγω, ἅπερ εἶπον, φησὶν, οἷον τὸ, ὅτι ἡγιάσθημεν, ὅτι ἐδικαιώθημεν, ὅτι διὰ τοῦ Μονογενοῦς, ὅτι χάριτος ἀπηλαύσαμεν, ὅτι εἰρήνης, ὅτι δωρεᾶς, ὅτι ἁμαρτημάτων ἀφέσεως, ὅτι Πνεύματος ἁγίου κοινωνίας, ὅτι μετ' εὐκολίας ἁπάσης, ὅτι καὶ χωρὶς μόχθων, καὶ χωρὶς ἱδρώτων, ὅτι πίστει μόνῃ, ὅτι τὸν Υἱὸν ἔπεμψε τὸν μονογενῆ, ὅτι τὸ μὲν ἔδωκε, τὸ δὲ ἐπηγγείλατο, δόξαν ἄῤῥητον, ἀφθαρσίαν, σωμάτων ἀνάστασιν, λῆξιν ἀγγελικὴν, τὴν μετὰ Χριστοῦ διαγωγὴν, τὴν ἐν οὐρανοῖς διατριβήν·
000-00-00 Serial Number=0058689654
De incomprehensibili dei natura Ante [Go Back]  
 [00990]  Ὥσπερ γὰρ ἀκούων θρόνον καὶ τὴν ἐκ δεξιῶν καθέδραν, οὐ θρόνον ὑπολαμβάνεις, οὐδὲ τόπον καὶ περιγραφήν, ἀλλ' ἐκ τῆς τοῦ θρόνου προσηγορίας καὶ τῆς κατὰ τὴν καθέδραν κοινωνίας, τὸ τῆς τιμῆς ἀπαράλλακτον καὶ ἴσον, οὕτω καὶ τὸν κόλπον ἀκούων, μὴ κόλπον εἶναι νόμιζε, μηδὲ τόπον, ἀλλ' ἀπὸ τῆς τοῦ κόλπου προσηγορίας τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα καὶ τὴν παρρησίαν ἐκλάμβανε·
000-00-00 Serial Number=0402098179
De paenitentia [1] Ante [Go Back]  
 [01675]  Ὁ δὲ τὸν Κύριον οὐκ ὢν ἄξιος ἰδεῖν, οὐδὲ τῆς κοινωνίας ἄξιός ἐστι τοῦ σώματος τοῦ δεσποτικοῦ.
000-00-00 Serial Number=0564194381
De virginitate Ante [Go Back]  
 [00808]  Ὅταν γὰρ ἴδωσιν αὐτοὺς συνηθείας τοσαύτης καὶ φιλίας καὶ ὁμιλίας καὶ κοινωνίας τὴν μνήμην οὕτως εὐκόλως ἀπὸ τῆς αὐτῶν ψυχῆς ἐκβάλλοντας, νάρκη τις αὐτοῖς ἀπὸ τούτων καταχεῖται τῶν λογισμῶν καὶ οὐκ ἂν αὐτοὺς μετὰ πάσης προσίοιντο γνησιότητος ὡς εὐκόλους καὶ ἀλλοπροσάλλους.
000-00-00 Serial Number=0438440442
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02016]  Πολλοὶ τὸ βάρος τῶν πρὸς ὑμᾶς εἰρημένων ἐλέγχων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες, ἐδυσχέραινον, ἠγανάκτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς;
 [05346]  ἐννόησον ὅτι ὅμοιός σοι ἐλεύθερός ἐστι, καὶ τῆς αὐτῆς σοι κοινωνίας, καὶ πάντα σοι κοινὰ κέκτηται, καὶ οὐδὲ τῶν κυνῶν τῶν σῶν πολλάκις ἴσον ποιεῖς αὐτόν·
000-00-00 Serial Number=0921598256
In Acta apostolorum Ante [Go Back]  
 [08439]  Τοῦτο δοκεῖ μοι ἐνταῦθα λέγειν, ὅπερ ἀλλαχοῦ ὁ Παῦλός φησιν, ὅτι ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας, μόνον ἵνα τῶν πτωχῶν μνημονεύωμεν.
 [09999]  Ἐνταῦθά μοι δοκεῖ τὴν δεξιὰν αὐτοὺς εἰληφέναι, καθὼς αὐτός φησι, ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας.
000-00-00 Serial Number=0591936827
In Genesim sermo 3 Ante [Go Back]  
 [00207]  εἶδες Πνεύματος ἁγίου κοινωνίας μετέχοντα τὸν Ἀδὰμ, καὶ χάριτος, ἧς ἠξίωται;
000-00-00 Serial Number=0908985078
In Genesim sermones Ante [Go Back]  
 [00849]  Ὁρᾷς πῶς καὶ τὴν προσηγορίαν διὰ τοῦτο ἐπιτίθησιν, ἵνα ἡ προσηγορία διδάσκῃ τὴν κοινωνίαν τῆς φύσεως, καὶ ἡ διδασκαλία τῆς κατὰ τὴν φύσιν κοινωνίας, καὶ ὁ τῆς δημιουργίας τρόπος ὑπόθεσις ἀγάπης ᾖ διηνεκοῦς, καὶ σύνδεσμος [54.607] ὁμονοίας;
000-00-00 Serial Number=0911148429
In Joannem Ante [Go Back]  
 [00289]  ε τῆς πρὸς τὴν κτίσιν κοινωνίας, τῆς κατ' οὐσίαν λέγω, οὐ μὴν τῆς κατὰ τὴν σχέσιν.
 [02193]  καὶ πάλιν, ∆οξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας, καὶ τῇ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς.
 [02281]  Μὴ τοίνυν ὡς ἀπὸ τῆς τῶν ὀνομάτων κοινωνίας, ταὐτότητα πραγμάτων νομίσῃς, ἀλλὰ μηδὲ ἀλλοτρίωσιν.
 [02616]  Τούτου γὰρ τοῦ τρόπου τῆς φιλίας καὶ κοινωνίας ἄλλην μείζονα οἰκείωσιν οὐκ ἄν τις εὕροι ποτέ.
000-00-00 Serial Number=0232234061
In Psalmos 101-107 Ante [Go Back]  
 [01217]  εὐφραν θῆναι δὲ ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, ὥστε τῆς κοινωνίας τῶν μυστηρίων ἀπολαῦσαι.
000-00-00 Serial Number=0723750114
In Psalmum 100 Ante [Go Back]  
 [00132]  Μιμησώμεθα οὖν καὶ ἡμεῖς τὸν προφή την, καὶ μισήσωμεν τοὺς ποιοῦντας τὰς παραβάσεις, ἵνα μὴ διὰ τῆς ἀδιαφόρου ἡμῶν κοινωνίας πρὸς αὐτοὺς συν εργοὶ τῆς παραβάσεως αὐτῶν εὑρεθῶμεν.
 [00161]  Οἶδε καὶ τὴν ψυχὴν ἀγριάνασαν ἀπο στῆσαι τῆς ἀδελφικῆς κοινωνίας, καὶ ἐχθρὸν τὸν πρὸ ὀλίγου φίλον ἄνευ αἰτίας ἀποδεῖξαι.
 [00207]  Ἀποφύγωμεν οὖν καὶ τὴν δίαιταν τῶν ὑπερηφά νων καὶ τῶν ἀπλήστων τῇ καρδίᾳ, ἵνα μὴ τῇ συνηθείᾳ τῆς πρὸς αὐτοὺς κοινωνίας μιμηταὶ τῆς κακίας αὐτῶν γενώμεθα.
000-00-00 Serial Number=0572383106
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00015]  Αὐτοῖς μὲν γὰρ οὐδὲ πρὸ τούτου βλάβη τις ἦν ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν ταφήν·
000-00-00 Serial Number=0994440675
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00139]  ὥστε καὶ ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν τράπεζαν, καὶ ἀπὸ τῆς εὐλαβείας τῆς ἀπὸ τοῦ τόπου, καὶ πανταχόθεν τὴν ἀγάπην αὐτοῖς ἐπισφίγγεσθαι, καὶ πολλὴν μὲν τὴν ἡδονὴν, πολλὴν δὲ αὐτοῖς γίνεσθαι τὴν ὠφέλειαν.
000-00-00 Serial Number=0011898339
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05524]  διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ' ὑμῖν.
 [05535]  Καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας.
 [05770]  Ὑμᾶς γὰρ, φησὶν, ἀναμένομεν, ἵν', ὅταν ὑπὸ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωμεν ὑμᾶς καὶ ἐκκαθάρωμεν καὶ ἀποστήσωμεν τῆς ἐκείνων κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων μόνων ἀνίατα νοσούντων ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν γνησίως ἴδωμεν ὑμᾶς ἀποστάντας.
000-00-00 Serial Number=0546134233
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08369]  οὕτω καὶ τότε ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο, οὐχ οὕτω μὲν μετὰ ἀκριβείας, ὥσπερ δέ τις ἀπόῤῥοια τῆς κοινωνίας ἐκείνης ἐναπομείνασα, καὶ εἰς τοὺς μετὰ ταῦτα κατέβη.
 [08620]  Οὐκ ἤκουσας πῶς καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες διαπαντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ, οὐ μέθαις καὶ κώμοις;
 [08621]  Σὺ δὲ πρὶν ἢ μὲν μεταλαβεῖν νηστεύεις, ἵνα ὁπωσδήποτε ἄξιος φανῇς τῆς κοινωνίας·
 [08686]  Ἀλλ' οὐχ οὕτως ὁ Παῦλος ἐκέλευσεν, ἀλλ' ἕνα καιρὸν οἶδε προσόδου καὶ κοινωνίας, τοῦ συνειδότος τὴν καθαρότητα.
000-00-00 Serial Number=0871099889
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02197]  Οἱ ἐν λιμῷ ὄντες, εἰπὲ, ἆρα παραμυθίαν λαμβάνουσι τῶν οἰκείων κακῶν ἐκ τῆς ἑτέρων κοινωνίας;
000-00-00 Serial Number=0050682902
In epistulam ad Ephesios Ante [Go Back]  
 [00843]  Οὐκοῦν καὶ τῆς κοινωνίας ἐκείνης τῆς ἐν ταῖς εὐχαῖς.
000-00-00 Serial Number=0235993922
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00803]  ὅτι Γνόντες τὴν χάριν τοῦ Κυρίου τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας.
 [00804]  Καὶ οὐκ εἶπεν, ὅτι ἀκούσαντες, ἀλλὰ, Γνόντες, τουτέστι, καταμαθόντες δι' αὐτῶν τῶν πραγμάτων, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας.
000-00-00 Serial Number=0945380688
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00084]  ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, τοῦτο λέγει.
 [08803]  Πῶς γὰρ οὐκ ἄτοπον, ὑπὲρ μὲν τροφῆς συσσίτια ποιεῖν καὶ συμπόσια, καὶ ἡμέραν ἔχειν τακτὴν ὥστε συγκροτεῖσθαι ἀλλήλους, καὶ τὸ ἑκάστῳ λεῖπον καθ' ἑαυτὸν ὄντι ἀναπληροῦσθαι διὰ τῆς κοινωνίας, οἷον, εἴτε εἰς ἐκφορὰν ἀπιέναι δέοι, εἴτε εἰς ἄριστα, εἴτε συμπρᾶξαι ἔν τινι τῷ πλησίον·
 [09493]  Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε.
 [09595]  Τῆς εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε·
000-00-00 Serial Number=0708760917
In epistulam ad Philippenses Ante [Go Back]  
 [04833]  οὕτω δὴ καὶ τότε, τῆς κοινωνίας τῶν παθημάτων καὶ τῶν θλίψεων συναπτούσης αὐτοὺς, πολλὴν εἶχον πρὸς ἀλλήλους ἀγάπην.
000-00-00 Serial Number=0681498647
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00358]  Καὶ γὰρ εἰ κοινὸν ἦν αὐτῷ καὶ πρὸς τὴν κτίσιν τοῦτο, οὐκ ἂν ἔγνωμεν τὸν δηλούμενον, τῆς κοινωνίας σύγχυσιν ἐμποιησάσης τῇ διανοίᾳ τῶν ἀκροατῶν.
000-00-00 Serial Number=0162150204
In ramos palmarum [1] Ante [Go Back]  
 [00037]  Ἐπεὶ οὖν προετρά πημεν, καὶ δεξιὰς ἡμῖν ἔδωκαν οἱ παῖδες κοινωνίας, δεῦρο, ἀγαπητοὶ, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν ἀποστόλων ὁδοιποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, καὶ ἐφ' ὑποζύγιον, ὡς εὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0961101294
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00078]  [21] Κεφαλὴν οὖν σὺν τοῖς ποσὶ λέγων προδιαμαρτύρεται τοῖς Ἰουδαίοις ὅτι τὴν ἄδοξον παρουσίαν τοῦ κυρίου μὴ χωρίσητε τῆς ἐνδόξου, ἵνα μὴ τῆς κοινωνίας χωρισθῆτε τῆς πρὸς αὐτὸν ἀπιστήσαντες·
000-00-00 Serial Number=0529030740
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00014]  Ἀνέγνωμεν ὑμῖν πρώην τὸν Παύλου νόμον περὶ τῆς τῶν μυστηρίων κοινωνίας κείμενον τοῖς μεμυημένοις ἅπασιν.
 [00056]  Καὶ ταῦτα οὐχ ἁπλῶς ἀποδύρομαι νῦν ἀλλ' ἐπειδὴ πολλοὶ τὸ βάρος τῶν εἰρημένων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες ἐδυσχέραινον, ἠγανάκτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς.
000-00-00 Serial Number=0868394256
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00016]  Πόθεν γὰρ, εἰπέ μοι, λοιπὸν δυνησόμεθα τὴν τοιαύτην παρθένον τῆς τάξεως ἐξελέσθαι τῆς ἐκείνων καὶ τῆς κοινωνίας, ὅταν καὶ αὐτὴ τὸ αὐτὸ ποιῇ ἐκείναις νέων ἐξάπτεσθαι καρδίας, ὅταν ἀνεπτερωμένη ᾖ καὶ ἄσωτος, ὅταν τὰ αὐτὰ φάρμακα τρίβῃ, καὶ τὰ αὐτὰ κεραννύῃ ποτήρια, καὶ τὸ αὐτὸ κατασκευάζῃ κώνειον;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»