Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κατασκευάζει [163]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κατασκευάζει


000-00-00 Serial Number=0618474960
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00954]  Καὶ εἰς ταπεινοφροσύνην δὲ ὅταν ἐνάγῃ, ἐντεῦθεν κατασκευάζει τὴν παραίνεσιν, οὕτω λέγων·
000-00-00 Serial Number=0195825756
Ad illuminandos catecheses Ante [Go Back]  
 [00118]  Καὶ γὰρ ἄνωθεν ἡμᾶς δημιουργεῖ καὶ κατασκευάζει, οὐκ ἀπὸ γῆς διαπλάττον πάλιν, ἀλλ' ἐξ ἑτέρου στοιχείου τῆς τῶν ὑδάτων φύσεως δημιουργοῦν.
000-00-00 Serial Number=0201261163
Ad populum Antiochenum Ante [Go Back]  
 [01389]  Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα καὶ πάντοθεν ῥιπίζουσα οὐκ ἀνασπᾷ, ἀλλὰ στεῤῥότερα καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει·
 [05283]  Παρὰ τούτοις οὐκ ἔστιν ἀλοιφὴ μύρων καταγοητεύουσα τὴν διάνοιαν, ἀλλ' ἡ γῆ βοτάνας ἐκφέρουσα παντὸς μυρεψοῦ σοφώτερον αὐτοῖς κατασκευάζει τὴν ποικίλην τῶν ἀνθῶν εὐωδίαν.
000-00-00 Serial Number=0159991562
Catecheses ad illuminandos Ante [Go Back]  
 [00229]  οὐ μόνον γὰρ ἐρήμους ἡμᾶς εἶναι βούλεται τῆς ἀρετῆς καὶ πρὸς τὴν κακίαν νενευκέναι, ἀλλὰ καὶ μῖσος ἡμῖν ἐνθεῖναι κατασκευάζει ὡς καὶ ἀποστρέφεσθαι τοὺς τὴν ἀρετὴν μετιόντας.
000-00-00 Serial Number=0796190500
Commentarius in Job Ante [Go Back]  
 [00658]  ὅρα, δι' ὅσων ἑαυτῷ κατασκευάζει τὴν παραμυθίαν, πρῶτον μέν, ὅτι «οὐκ ἔστιν ἐμά», ἔπειτα, ὅτι «οὐδὲ ἔμελλεν ἔσεσθαι ἐμά·
000-00-00 Serial Number=0037923276
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00243]  τοῦτο ἐλεημοσύνη, τοῦτο φιλανθρωπία, τοῦτο εἰς δόξαν διαβαίνει Θεοῦ, καὶ τὴν τῶν ὁρώντων καὶ τὴν τῶν πασχόντων καὶ τὴν τῶν ποιούντων ὠφέλειαν κατασκευάζει.
000-00-00 Serial Number=0799236178
De Chananaea Ante [Go Back]  
 [00034]  Ὑψηλότερον κατασκευάζει, ῥᾳθυμίαν περικόπτει, συνάγει τὴν ψυχὴν, σωφρονέστερον ποιεῖ τὸν λογισμόν.
 [00133]  Εἰ γὰρ τὸ πῦρ ἐμπῖπτον εἰς τὰς ἀκάνθας, ἀναλίσκει αὐτὰς, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δαπανᾷ καὶ πρόῤῥιζα ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει.
000-00-00 Serial Number=0243263781
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00210]  λαμβάνει αὐτὸν ἡ τοῦ Πνεύματος χάρις εἰς τὴν κολυμβήθραν, καὶ τὸν ἡταιρηκότα υἱὸν Θεοῦ κατασκευάζει, καὶ τὸν νεκρωθέντα ταῖς ἁμαρτίαις ζωογονεῖ.
000-00-00 Serial Number=0164782047
De Lazaro Ante [Go Back]  
 [01496]  Ἵνα δὲ μὴ συντυχίας τινὸς, μηδὲ πραγμάτων περιπετείας τὰ συμβάντα εἶναι νομίζηται, δι' αὐτῶν τῶν ἐναντιουμένων, δι' αὐτῶν τῶν κωλυόντων, αὐτὰ κατασκευάζει τὰ κωλυόμενα ὁ Θεὸς, τοῖς ἐχθροῖς αὐτοῦ πρὸς τὴν εὐδοκίμησιν διακόνοις χρώμενος, ἵνα μάθῃς, ὅτι ἃ ὁ Θεὸς βεβούλευται, οὐδεὶς διασκεδάσει, καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν οὐδεὶς ἀποστρέψει·
000-00-00 Serial Number=0326924026
De jejunio [1] Ante [Go Back]  
 [00007]  Νηστεία γὰρ σωφροσύνην ἐκδιδάσκει, καρτερικὸν κατασκευάζει·
000-00-00 Serial Number=0997907758
De jejunio sermones 1 Ante [Go Back]  
 [00094]  Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς.
000-00-00 Serial Number=0700227559
De paenitentia [1] Ante [Go Back]  
 [01846]  Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος;
000-00-00 Serial Number=0884955168
De perfecta caritate Ante [Go Back]  
 [00044]  Ἡ ἀγάπη ἓν σῶμα τοὺς πολλοὺς ἀπεργάζεται, καὶ Πνεύματος ἁγίου δοχεῖα τὰς τούτων κατασκευάζει ψυχάς·
000-00-00 Serial Number=0143211305
De regressu Ante [Go Back]  
 [00049]  Αὕτη γὰρ ἡ δουλεία διαδήματος βελτίων, αὕτη ἡ δουλεία βασιλείαν οὐρανῶν προξενεῖ, αὕτη ἡ δουλεία ἐλευθερίας ἀμείνων, αὕτη ἡ δουλεία ἐν τῷ βήματι ἐκείνῳ θρόνον μοι κατασκευάζει, αὕτη ἡ δουλεία οὐκ ἀνάγκης, ἀλλὰ γνώμης.
000-00-00 Serial Number=0868625998
De sancta pentecoste Ante [Go Back]  
 [00205]  οὐ πρότερον ἅπτεται τῶν προκειμένων, ἕως ἂν ὑμῖν αὐτὸς ἐπεύξηται τὴν παρὰ τοῦ Κυρίου χάριν, καὶ ὑμεῖς ἐπιφθέγξησθε αὐτῷ, Καὶ τῷ Πνεύματί σου, διὰ τῆς ἀποκρίσεως αὐτῆς [50.459] ἀναμιμνήσκοντες αὐτοὺς ὅτι οὐδὲν αὐτὸς ὁ παρὼν πράττει, οὐδὲ ἀνθρωπίνης ἐστὶ φύσεως κατορθώματα τὰ προκείμενα δῶρα, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις παροῦσα καὶ πᾶσιν ἐφιπταμένη τὴν μυστικὴν ἐκείνην κατασκευάζει θυσίαν.
000-00-00 Serial Number=0379332602
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00046]  οὐκ ἀπὸ ζώντων νεκροὺς ἐργάζεται, ἀλλ' ἀπὸ νεκρῶν ζῶντας κατασκευάζει, ἡμερότητος γέμων καὶ πολλῆς τῆς ἐπιεικείας.
000-00-00 Serial Number=0223860741
De studio praesentium Ante [Go Back]  
 [00013]  οὐ γὰρ μείωσίν τινα, ἀλλὰ πλεονασμὸν ἡ κοινωνία αὕτη κατασκευάζει.
000-00-00 Serial Number=0247832477
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02484]  μετὰ γὰρ τῶν δεσμῶν τούτων καὶ δεσμοφύλακα ἔχει χαλεπὸν, τὸν πονηρὸν ἔρωτα τῶν χρημάτων, ὃς οὐκ ἀφίησιν ὑπερβῆναι τοῦτο τὸ δεσμωτήριον, ἀλλὰ μυρίας αὐτῷ κατασκευάζει καὶ πέδας καὶ φυλακὰς καὶ θύρας καὶ μοχλοὺς, καὶ εἰς τὴν ἐνδοτέραν αὐτὸν ἐμβαλὼν φυλακὴν, πείθει καὶ ἥδεσθαι τοῖς δεσμοῖς τούτοις, ἵνα μηδὲ ἐλπίδα τινὰ ἀπαλλαγῆς εὕρῃ τῶν ἐπικειμένων κακῶν.
000-00-00 Serial Number=0440748811
Epistulae Ante [Go Back]  
 [02551]  Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, παρακαλοῦμέν σου τὴν λαμπρότητα, μὴ τῶν ἐπιστολῶν ἀριθμῷ μετρεῖν ἡμῶν τὴν ἀγάπην, ἀλλὰ καὶ σιγώντων καὶ γραφόντων, ἥνπερ καὶ ἔμπροσθεν εἶχες περὶ αὐτῆς ψῆφον, ταύτην ἀκίνητον διατηρεῖν, λογιζόμενον ὡς τὴν σιγὴν ἡμῖν μακροτέραν, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία, ἀλλ' ἡ τοῦ τόπου κατασκευάζει ἐρημία.
000-00-00 Serial Number=0255005181
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00092]  ∆ι' ἡμᾶς γοῦν καὶ μετέστη χωρίον οἰκῶν, ὥστε παντὶ θεραπεῦσαι τρόπῳ, τήν τε οἰκίαν ἡμῖν κατασκευάζει πρὸς χειμῶνα ἐπιτηδείαν πάντα ποιῶν ὑπὲρ τούτου καὶ πραγματευόμενος, καὶ ὅλως οὐδὲν ἐλλέλειπται θεραπείας ἕνεκεν.
 [00798]  οὐδὲ γὰρ ὑποψία ἦν, ἀλλ' ὕβρις ἔργῳ τολμωμένη οὐ μόνον ὁρᾷ, ἀλλὰ καὶ ὅπως τολμηθείη κατασκευάζει καὶ κοῦφον αὐτῷ φαίνεται τοῦτο καὶ φορητόν.
000-00-00 Serial Number=0070719957
Expositiones in Psalmos Ante [Go Back]  
 [02307]  Καὶ ἑτέρῳ δὲ τρόπῳ κατασκευάζει τὸ τοιοῦτον, ὅτε τῶν ἐν τῇ ἐρήμῳ μέμνηται, λέγων οὕτως·
 [02414]  Τοῦτο μεγίστης ἰσχύος, τοῦτο ὑπομονὴν ἐργάζεται, τοῦτο ἰσχυρὰν τὴν ψυχὴν κατασκευάζει, τοῦτο τῶν παθῶν ἀνώτερον ποιεῖ.
 [03841]  Ὅτι γὰρ πολὺς αὐτῷ τῶν ἀδικουμένων ὁ λόγος, ἄκουσον πῶς αὐτὸ διὰ τῶν ἑξῆς κατασκευάζει·
 [05604]  Ὅτι γὰρ πολὺς αὐτῷ τῶν ἀδικουμένων ὁ λόγος, ἄκουσον πῶς αὐτὸ διὰ τῶν ἑξῆς κατασκευάζει·
000-00-00 Serial Number=0535623968
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00105]  Τί κατασκευάζει;
 [01520]  Ὅρα πόσα ὁ Θεὸς κατασκευάζει, ὥστε αὐτοῖς ἐνθεῖναι τὸν φόβον, ὅπουγε καὶ ῥήματα ἀναπλάττει παρὰ τῶν πολεμίων ὥσπερ παρόντων, καὶ παρακελευομένων ἀλλήλοις.
 [02403]  Τίς ἑαυτῷ κατασκευάζει Θεόν;
 [02616]  Τοὺς δόλους αὐτῶν καὶ τὰς βουλὰς κατασκευάζει γενέσθαι φανερὰς, ἐκπομπεύων ταῦτα, καὶ τί ἔπραττον, καὶ τί ἔλεγον.
000-00-00 Serial Number=0342266917
Fragmenta in Job Ante [Go Back]  
 [00357]  Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων, ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα, καὶ πάντοθεν ῥιπίζουσα, οὐκ ἀνασπᾷ, ἀλλὰ καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει·
000-00-00 Serial Number=0505773127
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00212]  ταῦτα γὰρ ἅμματα τῆς εὐσεβείας, ταῦτα πτερὰ τῆς φιλοσοφίας, ταῦτα ἰσχυροὺς καὶ ἀχειρώτους κατασκευάζει, ταῦτα πλείονα πρὸς τὸν Θεὸν δίδωσι τὴν παῤῥησίαν, μείζονα ἐπισπᾶται τὴν εὔνοιαν, πολλὴν ἐπισκηνῶσαι ποιεῖ τὴν χάριν.
000-00-00 Serial Number=0702449322
In Acta apostolorum Ante [Go Back]  
 [00285]  οὕτω δὴ καὶ ἐνταῦθα πρότερον μεμεριμνημένην κατασκευάζει τὴν ψυχὴν ὁ Θεὸς, καὶ τότε τὴν χάριν ἐκχεῖ.
 [00402]  Ὁρᾷς, οἷα ὁ διάβολος κατασκευάζει μηχανήματα, ὅσην τὴν αἰσχύνην, ὅσον τὸν γέλωτα;
 [02767]  Ἐνταῦθα τὴν πίστιν τῆς ἀναστάσεως κατασκευάζει.
 [02841]  Τέως κατασκευάζει, ὅτι αὐτοὶ ἐποίησαν τὸ θαῦμα ἐν τῷ εἰπεῖν·
 [04152]  Γινόμενα μὲν γὰρ δήπου τὰ θαύματα οὐκ ἀφίησιν αὐτοὺς ἰδεῖν, ἀφ' ὧν δ' ἂν μάθοιεν, ταῦτα κατασκευάζει·
 [04886]  Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ, καὶ κατασκευάζει δι' ὧν φησιν ἀνυπόπτως, ὅτι τε οὐδέν ἐστιν ὁ ναὸς δήπου αὐτὸς, οὐδὲ τὰ ἔθη, καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος, καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ κατασκευάζει.
 [05265]  Ὅρα διὰ λιμὸν οἷα κατασκευάζει.
 [08071]  μᾶλλον δὲ διὰ τούτων καὶ αὐτὰ κατασκευάζει.
 [09999]  Τάχα θεραπεύων οὕτω τὸν λόγον κατασκευάζει·
 [09999]  Ἐνταῦθα δύο κατασκευάζει, ὅτι τε ἀναπολόγητα αὐτοῖς ἐστίν·
 [09999]  Καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς·
 [09999]  οὐ γὰρ δὴ πάντα αὐτὸς κατασκευάζει, ἀλλὰ πολλὰ καὶ ἀπὸ μόνης γίνεται τῆς νωθείας τῆς ἡμετέρας·
000-00-00 Serial Number=0738336265
In Isaiam Ante [Go Back]  
 [02617]  Εἶτα, ἐπειδὴ μετὰ ταῦτα τοῖς ψευδοπροφήταις πιστεύοντες καὶ ἀρετῆς οὐδένα ποιούμενοι λόγον, ἀλλὰ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐμμένοντες ἐφείλκοντο καὶ τὴν κόλασιν καὶ ἀπὸ τοῦ τέλους καὶ ἡ τῶν προφητῶν ἀλήθεια σαφῶς ἐδείκνυτο καὶ τὸ τῶν ψευδοπροφητῶν ψεῦδος διηλέγχετο, ἕτερον πάλιν κατασκευάζει μηχάνημα πρὸς ἀπώλειαν τῶν ἁλισκομένων.
 [02628]  ὅρα πῶς σαφῶς ἄφυκτον αὐτοῖς κατασκευάζει τὸν ἔλεγχον καὶ τὰ ἀναίσχυντα ἀπορράπτων στόματα.
000-00-00 Serial Number=0690428853
In Joannem Ante [Go Back]  
 [00105]  Καὶ γὰρ ὁ ἔμπορος θέλει πλουτεῖν, ἀλλ' οὐ μέχρι τῆς διανοίας τὸ θέλειν ἵστησιν, ἀλλὰ καὶ πλοῖον κατασκευάζεται, καὶ συνάγει ναύτας, καὶ παρακαλεῖ κυβερνήτην, καὶ τοῖς ἄλλοις ἅπασι κατασκευάζει τὸ πλοῖον, καὶ χρυσίον δανείζεται, καὶ περᾷ πέλαγος, καὶ εἰς ξένην ἄπεισι γῆν, καὶ κινδύνους ὑπομένει πολλοὺς, καὶ τὰ ἄλλα πάντα ἅπερ ἴσασιν οἱ τὴν θάλατταν πλέοντες.
 [02372]  Οὐ γὰρ κατασκευάζει τῷ λόγῳ τὴν ὑπεροχὴν, ἀλλ' ἀπὸ τῶν ὀνομάτων γυμνῶν τὴν διαφορὰν παραδείκνυσι, χάριν καὶ ἀλήθειαν ἀντιθεὶς νόμῳ, καὶ τὸ, Ἐγένετο, τῷ, Ἐδόθη.
 [02958]  Ἐπειδὴ γὰρ ἐμαρτύρησεν ὁ Ἰωάννης οὕτω μέγα τι καὶ θαυμαστὸν, καὶ ἱκανὸν τοὺς ἀκούοντας ἐκπλῆξαι πάντας, οἷον ὅτι τῆς οἰκουμένης ἁπάσης τὰς ἁμαρτίας λαμβάνει μόνος αὐτὸς, καὶ ὅτι πρὸς τοσοῦτον ἀρκεῖ λύτρον τῆς δωρεᾶς τὸ μέγεθος, κατασκευάζει λοιπὸν ταύτην τὴν ἀπόφασιν.
 [04033]  Κἂν γὰρ μικρᾶς ἐπιλάβηταί τινος ἀφορμῆς, εὐρεῖαν ἑαυτῷ κατασκευάζει λοιπὸν τὴν εἴσοδον, καὶ ὅλην εἰσάγει κατὰ μικρὸν τὴν ἑαυτοῦ δύναμιν.
 [04320]  Ἀλλ' ἴδωμεν δὲ πῶς αὐτὸ τοῦτο κατασκευάζει·
 [04767]  καὶ γὰρ καὶ σῶμα λυμαίνεται, καὶ ψυχὴν διαφθείρει, καὶ ἀηδῆ κατασκευάζει καὶ αἰσχρὸν ἰδεῖν·
 [05216]  τοῦτο καὶ αὐτὸς λανθανόντως ἐνταῦθα κατασκευάζει.
 [05825]  Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δένδροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρωμένα βέλη.
 [05835]  δι' ὧν δὲ λέγει, τοῦτο κατασκευάζει.
000-00-00 Serial Number=0842390835
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00210]  Ὢ φθόνος παθῶν πεπληρωμένος, πῦρ μὴ σβεννύμε νον! Καὶ γὰρ καθάπερ σκώληξ τὸ ἔριον διεσθίει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθο νούμενον λαμπρότερον κατασκευάζει.
000-00-00 Serial Number=0799285650
In annuntiationem deiparae Ante [Go Back]  
 [00158]  οἶδεν ὁ Υἱὸς, πῶς ἑαυτῷ κατασκευάζει τὸ πνευματικὸν οἰκητήριον.
000-00-00 Serial Number=0377758920
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00096]  ἀλλ' ἑτέρως αὐτὸ καὶ μεγαλοπρεπέστερον καὶ ἀξιοπιστότερον κατασκευάζει, ἐπαίρων τῇ παραμυθίᾳ τὸ πρᾶγμα, ἵνα μηδὲ ἐρωτῶσι λοιπὸν τὴν αἰτίαν, δι' ἣν ὑστέρησε.
 [01451]  Οὐ τοῦτο δὲ μόνον ἐντεῦθεν κατασκευάζει, ἀλλὰ καὶ τὸ δεῖξαι κοινὴν τὴν βλάβην οὖσαν, εἰ παρακούσαιεν·
 [01994]  αὕτη ἀπὸ νεκροῦ ζῶντα κατασκευάζει τὸν ὑπεύθυνον.
 [02223]  Ὅρα τί κατασκευάζει διὰ τούτων.
 [03012]  Ἐπειδὴ γὰρ τὸν περὶ ἀναστάσεως γυμνάζει λόγον πάλιν, εἰς ἣν μάλιστα ἐνόσουν, προσλαμβάνει καὶ τὴν τῶν ἀκουόντων κρίσιν, καὶ οὕτως αὐτὸν κατασκευάζει·
 [04218]  Καὶ ὅρα πῶς ἀμφότερα κατασκευάζει.
 [04887]  Σκόπει γοῦν καὶ διὰ τῶν ἑξῆς πῶς λανθανόντως αὐτὸ κατασκευάζει.
 [05178]  Τοῦτο γὰρ καὶ ἀσφάλειαν πλείονα, καὶ ἡμῖν ἐπίδοσιν μείζονα κατασκευάζει·
 [05310]  Μετὰ δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἵνα μὴ δόξῃ ἐναντιολογεῖσθαι εἰπὼν περιττὸν, καὶ περὶ αὐτοῦ διαλεγόμενος, πρὸς τῷ περὶ τάχους διαλέγεσθαι καὶ δαψιλείας καὶ προθυμίας, διὰ τούτων κἀκεῖνο κατασκευάζει.
000-00-00 Serial Number=0232365966
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00169]  Καὶ ἕτερον δέ τι κατασκευάζει·
000-00-00 Serial Number=0085964262
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00595]  ἄλλως δὲ καὶ ἐκεῖνα ἀπὸ τούτων κατασκευάζει.
 [00634]  Ἀλλ' οὐ λέγει ταῦτα οὕτως, οὐδὲ κατασκευάζει καί φησιν, ὅτι οὐδένα πόνον ἔχει τὸ βαπτίσαι, ἀλλὰ τὸ εὐαγγελίσασθαι·
 [02287]  ∆ιὰ γὰρ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ μὴ ἐπαίρεσθαι κατ' ἀλλήλων.
 [02323]  Ἴδε πῶς καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν κατασκευάζει τὸ προκείμενον ἅπαν.
 [04976]  Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ' οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας.
 [05258]  Εἶτα κατασκευάζει πῶς τοῦτο γίνεται ὁ πορνεύων, οὕτω λέγων·
 [06148]  Καὶ οὐκ ἀφίησιν αὐτὸ νομισθῆναί τι, ἀλλὰ πολὺν κατασκευάζει τὸν λόγον, ὥστε μὴ τοῦτο ὑποπτευθῆναι.
 [06321]  Νῦν μέντοι τὸ πρότερον κατασκευάζει ἀπὸ τῶν καθ' ἑαυτόν·
 [06437]  Οὐ τοῦτο δὲ μόνον διὰ τῶν ὑποδειγμάτων κατασκευάζει, ἀλλὰ καὶ δείκνυσιν ὁποῖον εἶναι χρὴ τὸν ἱερέα.
 [06464]  Καὶ ὅρα πῶς αὐτὸ οὐδὲ κατασκευάζει λοιπὸν, ἅτε φανερὸν ὂν καὶ αὐτόθεν δῆλον.
 [06511]  οὐ κατασκευάζει διὰ τί οὐ πολλῷ μᾶλλον, ἀλλ' ἀφίησιν αὐτῶν τῷ συνειδότι τὸν ἔλεγχον, ὁμοῦ καὶ φοβῆσαι βουλόμενος καὶ ἐντρέψαι μειζόνως.
 [07010]  δι' ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ·
 [07539]  ὃ πανταχοῦ καὶ διὰ πάσης κατασκευάζει ἐπιστολῆς, καὶ ἐν τῇ πρὸς Ῥωμαίους·
 [07911]  ὅταν δὲ ἀμφιβαλλόμενον, κατασκευάζει πρῶτον αὐτὸ, καὶ τότε ἐπιτιμᾷ·
 [08535]  ἡμερώτερον δὲ αὐτὸν κατασκευάζει λέγων·
 [09999]  Οὐδὲν γὰρ πονηρὸν οὐ μόνον οὐ κατασκευάζει, ἀλλ' οὐδὲ ὑποπτεύει κατὰ τοῦ φιλουμένου.
 [09999]  Οὐκ εἶπεν εὐ-θέως, ὅτι Ἀνάστασίς ἐστι τῶν σωμάτων ἡμῶν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο κατασκευάζει, πόῤῥωθεν δὲ καὶ δι' ἑτέρων, λέγων, ὅτι Χριστὸς ἀπέθανε, καὶ μεγά-λην τινὰ κρηπῖδα καὶ θεμέλιον ἀῤῥαγῆ προκαταβαλ-λόμενος τοῦ περὶ τῆς ἀναστάσεως λόγου.
000-00-00 Serial Number=0710411072
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02572]  Εἶτα εἰπὼν, ἐνδύσασθε καὶ περιθέσθε, αὐτὸς κατασκευάζει τὰ ὅπλα λοιπὸν, καὶ δείκνυσιν ὅθεν ἂν τεχθείη πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, καὶ τὰ ὅπλα ἰσχυρότερα γένοιτο, ἐπάγων καὶ λέγων·
000-00-00 Serial Number=0968845546
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00489]  κατασκευάζει δὲ αὐτὸ δι' ἐλεημοσύνης ἡ πνευματικὴ χάρις.
 [00873]  Παρὰ μὲν γὰρ ἡμῖν διῄρηται ἀμφότερα, ἡ δημιουργία, λέγω, καὶ ἡ κτίσις, καὶ ἕτερος μὲν κατασκευάζει καὶ ποιεῖται καὶ ταλαιπωρεῖ, ἕτερος δὲ κρατεῖ.
000-00-00 Serial Number=0735717416
In epistulam ad Colossenses Ante [Go Back]  
 [01210]  ὅρα πόσα κατασκευάζει.
 [02643]  Ὥσπερ δημιουργοὺς αὐτοὺς κατασκευάζει τῶν ἀνθρώπων, τὸν μὲν ῥιπτούντων, τὸν δὲ δεχομένων.
000-00-00 Serial Number=0996075928
In epistulam ad Ephesios Ante [Go Back]  
 [00605]  πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν, ὅσα δύναται, κατασκευάζει, καὶ ἀπὸ τῶν ἤδη ὑπαρξάντων.
 [00626]  Ὥστε ἀπὸ τούτου τὸ πᾶν κατασκευάζει.
 [03063]  Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα.
 [03206]  Ὁ προφήτης προλέγει τὰ μέλλοντα, καὶ αὐτὸς τὰ αὐτὰ κατασκευάζει·
 [06372]  Οὐδέποτε φανερὰ προτίθησι τὰ ἁμαρτήματα, εἰδωλολατρείαν οὐ λέγει, ἀλλ' ἑτέρως αὐτὸ κατασκευάζει μεθοδεύων, τουτέστι, πιθανὸν κατασκευάζων τὸν λόγον, ἐπικαλύμμασι κεχρημένος.
 [06465]  ∆ύο δὲ ἀπὸ τούτων κατασκευάζει, αὐτούς τε προθυμοτέρους ποιῶν πρὸς τοὺς πολεμοῦντας αὐτοῖς, καὶ πρὸς ἐκείνους τὸν θυμὸν ἐγείρων.
000-00-00 Serial Number=0969578028
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00063]  Ἀλλὰ τέως οὐ κατασκευάζει τοῦτο, ἀλλ' ἀγαπᾷ τὰ ἴσα φέρων.
 [00945]  δοκῶν γὰρ ἕτερον λέγειν, ἄλλο κατασκευάζει·
 [01213]  τέως δὲ ἀπὸ τῶν παρελθόντων τὴν ἀφορμὴν κατασκευάζει.
 [01401]  ἔπειτα καὶ κατασκευάζει, οὕτω λέγων·
 [01641]  ἑτέρως δὲ αὐτὸ κατασκευάζει, καὶ ἱστορίαν ἀναμιγνύς.
 [02362]  Εἶτα ἀπολογησάμενος διὰ πάντων σαφῶς, καὶ δείξας, ὡς οὐδὲν εἶπε τῶν εἰρημένων θυμῷ καὶ ἀπεχθείᾳ, ἀλλ' ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺς φιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς εὐχὴν μυρίων γέμουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω λέγων·
000-00-00 Serial Number=0472838819
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00123]  Καὶ χωρὶς τούτων, ἵνα μὴ ἐγκαταλελεῖφθαι νομίσαιεν, δύο ταῦτα κατασκευάζει·
 [00176]  Καὶ εὐθέως μὲν αὐτὸ οὐ τίθησι, διὰ δὲ τῶν ἑξῆς αὐτὸ κατασκευάζει, ὅταν περὶ τῆς ἀνθρωπότητος λέγῃ·
 [00253]  τέως δὲ ὅπως ἂν ᾖ, κατασκευάζει λοιπὸν καὶ δείκνυσιν ὅτι ἄνωθέν ἐστιν.
 [00759]  Ἐνταῦθα δὲ λοιπὸν καὶ ἀφ' ἑτέρου κατασκευάζει.
 [00909]  τέως δὲ ἐπιπολαιότερον αὐτὸ κατασκευάζει, ὕστερον δὲ φανερώτερον, λέγων·
 [00921]  Καὶ δι' ὧν μὲν κατασκευάζει δείκνυσιν ὅτι μείζων ἡ κόλασις.
 [02025]  Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν πόθεν τοῦτο κατασκευάζει.
 [03194]  Καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων οὐ τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν·
000-00-00 Serial Number=0629255176
In epistulam ad Philemonem Ante [Go Back]  
 [00261]  Καὶ ὅρα ἐκ πόσων αὐτὸ κατασκευάζει.
000-00-00 Serial Number=0348909914
In epistulam ad Philippenses Ante [Go Back]  
 [02028]  Ἐπεὶ καὶ ὁ σίδηρος βαρύς ἐστι, καὶ ἡ σφῦρα βαρεῖα, ἀλλὰ κατασκευάζει σκεύη εὔχρηστα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ τὰ διεστραμμένα ὀρθοῖ·
 [02885]  Ἐνταῦθα δὲ καὶ ἕτερον κατασκευάζει, δηλῶν ὅτι καὶ [62.248] αὐτὸς σφόδρα οἶδε, φησὶν, ὅτι ἀγαπᾶται παρ' ὑμῶν.
 [02891]  Ἐνταῦθα καὶ ἄλλο κατασκευάζει, ἀπολογούμενος ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυμίαν, φησὶν, ἀλλὰ τὸν μὲν Τιμόθεον διὰ τὸ μηδένα ἔχειν κατεῖχον·
 [03784]  Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρμακα πολλοῦ ἄξια, καὶ πρῶτος αὐτῶν ἀπογεύεται·
000-00-00 Serial Number=0060734272
In epistulam ad Romanos Ante [Go Back]  
 [01194]  πλὴν ἀλλὰ καὶ ἐφ' ἑτέρων αὐτὸ πλειόνων κατασκευάζει πάλιν, οὕτω λέγων·
 [01278]  ∆ιά τοι τοῦτο καὶ μετὰ πολλῆς αὐτὸ κατασκευάζει τῆς σπουδῆς.
 [01300]  καὶ τοῦτο ἄνωθεν κατασκευάζει.
 [01356]  Ἐνταῦθα δὲ τέως τὸ πρότερον κατασκευάζει.
 [01359]  Εἶδες πῶς ὑπορύττων τοῦ Ἰουδαϊσμοῦ τὴν δόξαν, οὐδεμίαν καθ' ἑαυτοῦ δίδωσι λαβὴν ὡς ἀτιμάζων τὸν νόμον, ἀλλὰ τοὐναντίον, ὡς ἐπαίρων καὶ μέγαν δεικνὺς, οὕτω κατασκευάζει τὸ πᾶν;
 [01377]  Καὶ μὴ θαυμάσῃς, εἰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις αὐτὸ κατασκευάζει.
 [01587]  τοῦτο δὴ κατασκευάζει λοιπόν.
 [02019]  Ὅρα διὰ πόσων κατασκευάζει τὸ εἰρημένον.
 [02146]  Καὶ ὅρα τῆς Παύλου δυνάμεως τὴν ὑπερβολὴν, καὶ μεθ' ὅσης κατασκευάζει περιουσίας ἃ βούλεται.
 [02440]  Πλὴν ἀλλὰ καὶ ἐκ τῶν προκειμένων αὐτὸ κατασκευάζει, κατὰ ἐρώτησιν προάγων τὸν λόγον, ὅπερ ἀεὶ ποιεῖν εἴωθε σαφηνείας τε ἕνεκεν καὶ τοῦ θαῤῥεῖν τοῖς λεγομένοις.
 [02519]  ὃ δέ ἐστι τοῦ πιστοῦ προτέρημα, τοῦτο δι' ἐγγράφου μαρτυρίας κατασκευάζει, λέγων·
 [03038]  Εἶτα ἐπειδὴ ἐδόκει ξένον εἶναι καὶ παράδοξον τὸ εἰρημένον, εἰ τὸν λιμῷ παλαίοντα, καὶ ἐν ἁλύσει καὶ ἐν βασάνοις ὄντα, καὶ ὑβριζόμενον καὶ ὀνειδιζόμενον καυχᾶσθαι δεῖ, κατασκευάζει λοιπὸν αὐτό·
 [03096]  λοιπὸν δὲ καὶ ἀπὸ τοῦ θανάτου καὶ τῆς ἡμετέρας κακίας τῆς ἔμπροσθεν τοῦτο κατασκευάζει.
 [03216]  Εἰπὼν γὰρ, ὅτι ἐδικαιώθημεν, καὶ δείξας ἀπὸ τοῦ πατριάρχου καὶ ἀπὸ τοῦ Πνεύματος καὶ ἐκ τοῦ ἀποθανεῖν τὸν Χριστὸν (οὐδὲ γὰρ ἂν ἀπέθανεν, εἰ μὴ ἔμελλε δικαιοῦν), κατασκευάζει λοιπὸν καὶ ἑτέρωθεν τὰ διὰ τούτων ἀποδειχθέντα, καὶ ἀπὸ τῶν ἐναντίων συνιστὰς τὸ προκείμενον, τουτέστιν, ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρ [60.474] τίας, πῶς καὶ τίνι τρόπῳ ζητεῖ, καὶ πόθεν εἰσῆλθεν ὁ θάνατος, καὶ πῶς ἐκράτησε.
 [03275]  ὅτι δὲ καὶ ἀναγκαῖον, ἐκ τῶν ἑξῆς κατασκευάζει.
 [03276]  Πῶς οὖν τοῦτο κατασκευάζει;
 [03297]  Πῶς οὖν αὐτὸ κατασκευάζει, Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, φησὶν, ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
 [03607]  Καὶ σκόπει πάλιν αὐτοῦ τὴν φιλονεικίαν, καὶ πῶς ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει.
 [03678]  Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς τοῦτο κατασκευάζει λέγων, Ὡς ἐκ νεκρῶν ζῶντας.
 [03903]  δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, οὐδὲ ὅσον ἐχρῆν τὸν τοσαύτης ἀπολαύσαντα δωρεᾶς, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει, καί φησιν, Ἀνθρώπινον λέγω·
 [03918]  Ἐπειδὴ γὰρ ἁπλῶς οὕτω λεγόμενον οὐκ ἐδόκει πιστὸν εἶναι οὐδὲ εὐπαράδεκτον, οὐδὲ ἠνείχετό τις ἀκοῦσαι, ὅτι οὐ δουλεύει τοσοῦτον τῷ Χριστῷ, ὅσον ἐδούλευσε τῷ διαβόλῳ, διὰ τῶν ἑξῆς αὐτὸ κατασκευάζει καὶ ποιεῖ πιστὸν, τὴν δουλείαν ἐκείνην ἄγων εἰς μέσον, καὶ λέγων πῶς ἐδούλευσαν.
 [04615]  Εἶτα γὰρ ἑτέρως αὐτὸ κατασκευάζει διὰ τῶν ἑξῆς λέγων·
 [04990]  ὅ τε χρημάτων ἐρῶν, ὅσῳπερ ἂν περιβάληται πλείω, τοσούτῳ μᾶλλον ἀνάπτει τῆς ἐπιθυμίας τὴν φλόγα, καὶ χαλεπώτερον αὑτῷ κατασκευάζει τὸ δίψος.
 [05055]  Καὶ πανταχοῦ τοῦτο κατασκευάζει, δεικνὺς ὅτι τὰ μὲν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα οὐκ ὀφειλῆς ἦν, ἀλλὰ γυμνῆς χάριτος·
 [05099]  Οὐ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶ, τὸ κατόρθωμα τοῦ Πνεύματος, ὅτι τῶν παρελθόντων ἀφῆκεν ἡμᾶς ἁμαρτημάτων, ἀλλ' ὅτι καὶ πρὸς τὰ μέλλοντα ἀχειρώτους κατασκευάζει, καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου.
 [05116]  κατασκευάζει λοιπὸν ὅσον τὸ μέσον ἐκείνης καὶ ταύτης τῆς τιμῆς.
 [06384]  Καὶ οὐ μικρὰν δὲ καὶ ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν.
 [06550]  ὅρα τί κατασκευάζει.
 [06828]  Καὶ οὐ λέγει μὲν οὕτω, κατασκευάζει δὲ τοῦτο κατὰ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον τῷ κατὰ ἀντίθεσιν καὶ [60.572.50] λύσιν ἅπαν ὑφᾶναι τουτὶ τὸ χωρίον.
 [06879]  ∆ιὸ πρότερον αὐτὸ κατασκευάζει, καί φησιν·
 [06990]  Ἀλλὰ τοῦτο μὲν αὐτὸς οὐ λέγει, καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων τῷ συνειδότι τῶν ἀκουόντων αὐτὸ συλλογίσασθαι, καὶ πάλιν αὐτὸ καὶ διὰ τῶν ἑξῆς κατασκευάζει μετὰ τῆς εἰωθυίας αὐτῷ σοφίας.
 [07113]  Εἶδες πῶς δι' ὅλου ἐκεῖνο κατασκευάζει, τὸ, Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ, δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία, καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσὶ, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ·
 [07118]  Καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχὺν, καὶ ἀεὶ τοὺς μὲν σωζομένους, τοὺς δὲ ἀπολλυμένους.
 [07534]  Πάλιν ἐν τάξει ἀντιθέσεως τὸ ἐναντίον τῷ προτέρῳ κατασκευάζει, δεικνὺς ὅτι καὶ τὰ μικρῷ ἔμπροσθεν εἰρημένα οὐχὶ προηγουμένως ἔλεγεν, ἀλλὰ ἐφελκόμενος αὐτούς.
 [07586]  Εἶτα καὶ ἐκ τῶν παρελθόντων αὐτὸ κατασκευάζει, καὶ οὐκ ἀπὸ τῶν μελλόντων μόνον·
 [07608]  Εἰπὼν γὰρ, ὅτι Καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, καὶ οὗτοι ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ, μεγάλας τοῖς Ἰουδαίοις ὑφαίνων ἐλπίδας, εἰ βουληθεῖεν.
 [08044]  ὅταν δὲ λέγῃ, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται, ἐκεῖνο κατασκευάζει, τὸ μὴ δεῖν ἐπαίρεσθαι τοὺς εἰληφότας, πάντοθεν παραμυθούμενος αὐτῶν τὸ πάθος·
 [08577]  Ἀλλ' οὐ λέγει οὕτως, οἷον ὅτι τῷ Θεῷ πείθεται ὁ τοῖς ἄρχουσιν ὑπακούων, ἀλλ' ἀπὸ τοῦ ἐναντίου φοβεῖ καὶ ἀκριβέστερον αὐτὸ κατασκευάζει λέγων, ὅτι ὁ μὴ ὑπακούων ἐκείνῳ, τῷ Θεῷ πολεμεῖ τῷ ταῦτα νομοθετήσαντι.
 [09172]  Οὐ τοῦτο δὲ μόνον διὰ τούτων κατασκευάζει, ἀλλὰ καὶ τὸν ἐπειγόμενον εἰς τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει μακροθυμεῖν, δεικνὺς ὅτι ἀμήχανον τὸν Θεὸν καταφρονῆσαι αὐτῶν, ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται.
 [09703]  Καὶ πρῶτον μὲν ἀπὸ τοῦ καταγγείλαντος τοῦτο κατασκευάζει, ἔπειτα καὶ ἀπ' αὐτῶν τῶν καταγγελθέντων·
 [09925]  Καὶ μετὰ τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ.
 [09999]  Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως, διὰ δὲ τούτων καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, καὶ σπουδαιοτέρους ποιῆσαι·
000-00-00 Serial Number=0000395477
In epistulam ad Titum Ante [Go Back]  
 [01403]  ἑαυτῷ δὲ μυρία σκάνδαλα καὶ κωλύματα κατασκευάζει.
000-00-00 Serial Number=0893509030
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00325]  Ὥσπερ δὲ τὸ σκότος δοκεῖ μὲν τοῖς ἀνοήτοις εἶναι κακὸν, οὐκ ἔστι δὲ, ἀλλὰ πρὸς τὴν ἡμέραν ἡμῖν συν τελεῖ, καὶ πρὸς τὰς ἐργασίας ἐν αὐτῇ τοὺς ἀναπαυ σαμένους ἐπιτηδειοτέρους κατασκευάζει·
000-00-00 Serial Number=0265376866
In illud Messis quidem multa Ante [Go Back]  
 [00206]  Ὅταν δὲ ἀκούσῃς, ὅτι ὄρη ταπεινοῖ, καὶ θερισμὸν ἐργάζεται, καὶ ὥριμον ποιεῖ τὸν καρπὸν, καὶ πολλὴν κατασκευάζει τὴν εὐκολίαν, μὴ ἀποστε [63.524] ρήσῃς τοὺς πιστεύοντας τῶν μεγίστων κατορθωμάτων·
000-00-00 Serial Number=0433647871
In illud Ne timueritis Ante [Go Back]  
 [00656]  Αὕτη καὶ ἀθυμίαν ἀποκρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική.
000-00-00 Serial Number=0764711320
In sanctam Pelagiam Ante [Go Back]  
 [00006]  ἅπας μὲν οὖν μάρτυς ξιφῶν καὶ βασάνων δεικνὺς τὸ σῶμα φιλονεικότε ρον, μέγαν τῶι διαβόλωι κατασκευάζει θεατρισμόν, τὸν ἀσώματον νικῶν διὰ σώματος καὶ πρὸς σίδηρον ἐρίζων διὰ σαρκός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»