Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καταλιπὼν [53]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καταλιπὼν


000-00-00 Serial Number=0261651397
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00595]  ἀλλὰ καὶ ἐπιθυμίας τυραννίδα καὶ νέας ἡλικίας θορύβους καὶ ἀκολάστου γυναικὸς ἐπιβουλὴν καὶ δεσποίνης ἐφόδους καὶ νεότητος ταραχὰς καὶ πάντα ὅσα εἰκὸς ἐκ τῆς ἁφῆς ἐκείνης γενέσθαι καὶ τῆς ὄψεως καὶ τῆς μανίας, μετὰ πολλῆς τῆς εὐκολίας ὑπερβάς, ὥσπερ τις ἀετὸς ὑψηλὸν τείνας τὸ πτερὸν καὶ αὐτὰ ἀποδυσάμενος τὰ ἱμάτια καὶ καταλιπὼν ταῖς ἀκολάστοις χερσίν, ἐξῆλθεν ἱματίων μὲν γυμνός, λαμπρὰν δὲ τῆς σωφροσύνης ἕχων τὴν περιβολὴν καὶ τῆς ἁλουργίδος αὐτῆς περιφανεστέραν.
000-00-00 Serial Number=0048889220
Ad populum Antiochenum Ante [Go Back]  
 [05959]  Ἐπειδὴ γὰρ ἐξῆλθε τῆς πόλεως πάντας ἐν τοσαύτῃ καταλιπὼν ἀθυμίᾳ, πολλῷ δεινότερα ἡμῶν ἔπασχε τῶν ἐν αὐτοῖς ὄντων τοῖς δεινοῖς.
000-00-00 Serial Number=0669292450
Adversus Judaeos Ante [Go Back]  
 [01075]  εἶτα ἴδωμεν τίς τῶν δύο τούτων ἐστὶν ὁ ἐγκαλούμενος, τίς δὲ ὁ εὐδοκιμῶν, ὁ παραβὰς τὸν καιρὸν, καὶ ἐν τῷ τόπῳ ποιήσας, ἢ ὁ τὸν τόπον καταλιπὼν, καὶ τὸν καιρὸν φυλάξας.
 [01076]  Ἂν γὰρ ὁ τὸν καιρὸν μὲν παραβὰς ἵνα εἴσω ποιήσῃ τῆς πόλεως, ἀποδοχῆς ἄξιος ὢν φανῇ, ὁ δὲ τὸν καιρὸν μὲν φυλάξας, καταλιπὼν δὲ τὸν τόπον, ἐγκλημάτων καὶ κατηγορίας ὥσπερ ἀσεβήσας, εὔδηλον, ὅτι καὶ οὗτοι παρανομοῦσιν, ἐν τῷ τόπῳ μὴ ποιοῦντες, κἂν μυριάκις λέγωσι τὸν καιρὸν τηρεῖν.
000-00-00 Serial Number=0549232662
Catecheses ad illuminandos Ante [Go Back]  
 [01202]  «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», αὐτὸς καταλιπὼν τὰ αἰσθητὰ τῶν νοητῶν ἠφίετο.
000-00-00 Serial Number=0623462319
Contra ludos et theatra Ante [Go Back]  
 [00028]  τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν, καὶ ἀδελφῶν σύλλογον, καὶ νηστείας τὸ σεμνὸν, αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην;
 [00120]  Ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενήκοντα ἐννέα διὰ τοῦτο καταλιπὼν πρόβατα, ἐπὶ τὸ ἓν ἔτρεχε, καὶ οὐκ ἐπανῆλθεν ἕως πάλιν αὐτὸ ἐπανήγαγε, καὶ τὸν τῶν ἑκατὸν ἀριθμὸν χωλεύοντα δι' ἐκείνου τὴν ἀποκατάστασιν τοῦ πλανηθέντος ἐπλήρωσε.
000-00-00 Serial Number=0446122468
De Anna i Ante [Go Back]  
 [00834]  ἢ σὺ ὁ καταλιπὼν τὴν μητέρα, καὶ τοὺς προφήτας ἀτιμάσας, καὶ εἰς τὸν Θεὸν ἐξυβρίσας, καὶ μετὰ τοῦ διαβόλου χορεύσας, καὶ βλασφημούντων ἀκούσας καὶ λοιδορουμένων, καὶ τὸν καιρὸν ἀναλώσας εἰκῆ καὶ μάτην, καὶ μηδὲν οἴκαδε ἔχων ἀπενεγκεῖν, μήτε σωματικὸν, μήτε πνευματικὸν κέρδος ἐκεῖθεν.
000-00-00 Serial Number=0279594660
De Lazaro Ante [Go Back]  
 [01928]  ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐννενηκονταεννέα πρόβατα καταλιπὼν, ἐπὶ τὸ ἓν τὸ πεπλανημένον ἔδραμεν.
000-00-00 Serial Number=0562320173
De baptismo Christi Ante [Go Back]  
 [00232]  Τοῦ Χριστοῦ παρόντος, τῶν ἀγγέλων παρεστώτων, τῆς φρικτῆς ταύτης τραπέζης προκειμένης, τῶν ἀδελφῶν σου μυσταγωγουμένων ἔτι, αὐτὸς καταλιπὼν ἀποπηδᾷς;
000-00-00 Serial Number=0302217364
De beato Philogonio Ante [Go Back]  
 [00021]  ∆ιὸ μάλιστα μακαρίζω τὸν ἅγιον τοῦτον, ὅτι εἰ καὶ μετετάξατο καὶ πόλιν ἀφῆκε τὴν παρ' ἡμῖν, ἀλλ' εἰς ἑτέραν ἀνέβη πόλιν τὴν τοῦ Θεοῦ, καὶ καταλιπὼν τὴν Ἐκκλησίαν ταύτην, εἰς ἐκείνην τελεῖ τὴν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ τὰς ἑορτὰς ταύτας ἀφεὶς, πρὸς τὴν τῶν ἀγγέλων μετέστη πανήγυριν.
000-00-00 Serial Number=0505804598
De caritate [2] Ante [Go Back]  
 [00041]  καὶ πόσης χαρᾶς, μὴ κτησάμενοι τὴν ἀγάπην! Ταύτην Ἰούδας μὴ θελήσας κτήσασθαι, ἐκ μέσου τοῦ χοροῦ τῶν ἀποστόλων ἐξῆλθε, καταλιπὼν τὸ φῶς τὸ ἀληθινὸν, τὸν ἑαυτοῦ διδάσκαλον καὶ τοὺς ἰδίους ἀδελφοὺς μισήσας ἐν τῷ σκότει ἐπορεύθη.
000-00-00 Serial Number=0062706470
De cruce et latrone Ante [Go Back]  
 [00088]  Μετὰ δὲ τὴν ὕβριν τοῦ ὑψίστου Θεοῦ, ὁ Θεὸς ὁ ἐνοικῶν ἐν τῷ ναῷ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐξῆλθεν τοῦ ναοῦ καταλιπὼν τὸν οἶκον ἔρημον·
000-00-00 Serial Number=0576510131
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00204]  καὶ ἐὰν τὴν οἰκείαν τάξιν ἕκαστος καταλιπὼν τὴν ἑτέρου μεταδιώκῃ, τῇ πλεονεξίᾳ τὴν εὐταξίαν διέφθειρεν·
000-00-00 Serial Number=0419071317
De negatione Petri Ante [Go Back]  
 [00111]  ἐπειδὴ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, καὶ ἐλθὼν ἐπὶ τὸ πεπλανημένον·
 [00112]  τουτέστιν, ὁ καταλιπὼν τὰς ἐπουρανίους δυνάμεις, καὶ ἐλθὼν ἐπὶ τὸν πεπλανημένον Ἀδάμ.
000-00-00 Serial Number=0926971257
De paenitentia sermo 1 Ante [Go Back]  
 [00485]  καὶ μετὰ μικρὸν πάντα ὁμοῦ καταλιπὼν, πορεύσῃ ὅθεν οὐκ ἀναλύσεις, ἀλλ' ἐναρίθμιος ἔσῃ μετὰ τῶν ἀκουόντων·
 [00684]  καὶ σπουδαίως καταλιπὼν τὴν τρυφὴν τὴν μητέρα πάντων τῶν παθῶν καὶ πάσης δυσωδίας, ἐπιλάβου τῆς εὐωδίας, ἤγουν τῆς ἐγκρατείας, τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος, καθὼς ὁ Ἀπόστολος ἐδίδαξε·
000-00-00 Serial Number=0734020948
De patientia sermo 1 Ante [Go Back]  
 [00297]  οὗτος ὁ τοσοῦτος ἐξαίφνης ἀνάρπαστος τῶν ἐμῶν χειρῶν ἐπήρθη, καὶ ὁ πρὸ μικροῦ ὁρώμενος, οὐ πάρεστι θεωρούμενος, ἀλλὰ καταλιπὼν τὸν γεννήσαντα, ἀπῆλθε πρὸς τὸν πλάσαντα·
000-00-00 Serial Number=0008123338
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00121]  Τίς δὲ ἕτερος ἀλλ' ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέκτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρατιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος;
000-00-00 Serial Number=0037561774
De regressu Ante [Go Back]  
 [00014]  Ὁ δὲ σώφρονα ἔχων, ἔξω διάγει, ἀρκοῦντα ἐπίτροπον ἀσφαλείας τὸν τρόπον καταλιπὼν τῆς γυναικός.
000-00-00 Serial Number=0581509650
De sacerdotio Ante [Go Back]  
 [00027]  Ἐὰν δὲ καὶ παιδίον καταλιπὼν ὁ τεθνεὼς ἀπέλθῃ, θῆλυ μὲν ὄν, πολλὴν καὶ οὕτω παρέξει τῇ μητρὶ τὴν φροντίδα, ὅμως δὲ καὶ ἀναλωμάτων καὶ δέους ἀπηλλαγμένην, ὁ δὲ υἱὸς μυρίων αὐτὴν φόβων καθ' ἑκάστην ἐμπίμπλησι τὴν ἡμέραν καὶ πλειόνων φροντίδων·
000-00-00 Serial Number=0490376472
De sancta Droside martyre Ante [Go Back]  
 [00196]  Ἑτέροις τὰ χρήματα καταλιπὼν ἀπῆλθεν, αὐτὸς δὲ τὰ ἁμαρτήματα λαβὼν κατορώρυκται, καὶ πολλοὶ πανταχόθεν κατήγοροι τοῖς ἠδικημένοις συναλγοῦντες, καὶ οἱ μηδὲν πεπονθότες δεινόν.
000-00-00 Serial Number=0829144657
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02461]  τί τὸν πλουτοῦντα παραδραμὼν, τὸν οὐκ ἔχοντα ἐνοχλεῖς, καὶ τὸν ἀποδιδόντα καταλιπὼν, τῷ ἀγνωμονοῦντι συμβάλλεις;
 [04864]  οὐχ ὑπὸ στέγην καθήμενος, ἀλλ' ὡς ξένος καὶ ὁδοιπόρος, ὁ πλούσιος καὶ εὐγενὴς, καταλιπὼν οἰκίαν, γυναῖκα, παῖδας, οἰκέτας, ἐξῆλθεν ἁλιεῦσαι, σαγήνην ἁπλώσας φιλοξενίας, μήπου ξένος, μήπου ὁδοιπόρος, καὶ παραδράμῃ τὴν οἰκίαν.
000-00-00 Serial Number=0554234147
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00008]  οὗτος δὲ τὰ κτίσματα καταλιπὼν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει.
 [00152]  ἀλλ' ἐννόησον τὸν μακάριον Ἰωάννην, ὅπως τὴν σωματικὴν ἁλιείαν καταλιπὼν διὰ τῶν ῥημάτων τούτων πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν ἐσαγήνευσεν.
000-00-00 Serial Number=0342283547
Epistula ad Cyriacum Ante [Go Back]  
 [00493]  Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διατί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα;
000-00-00 Serial Number=0525681734
Epistulae Ante [Go Back]  
 [02375]  Οὐδεὶς γὰρ οἴκοι λοιπὸν μένειν ἀνέχεται, ἀλλ' ἕκαστος τὴν ἑαυτοῦ καταλιπὼν ἀποπηδᾷ.
000-00-00 Serial Number=0020348012
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00834]  Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διὰ τί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα;
000-00-00 Serial Number=0339266658
Expositiones in Psalmos Ante [Go Back]  
 [06308]  ∆ιὰ τοῦτο καὶ περὶ Μωϋσέως λέγων ὁ Παῦλος, ὅτι καταλιπὼν θησαυροὺς, καὶ πλοῦτον, καὶ βασιλείας περιφάνειαν, καὶ τὴν ἄλλην ἅπασαν λαμπρότητα τὴν ἐν Αἰγύπτῳ, εἵλετο μετὰ τῶν Ἰουδαίων κακουχεῖσθαι·
 [06502]  Ἵνα δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλο [55.167] πονωτέροις καταλιπὼν ἑκάστην ἐκλέγειν ὑπακοὴν, καὶ τὴν ἐναποκειμένην αὐτῇ δύναμιν διερευνᾶσθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, ἐκεῖνα παραινέσας ὑμῶν τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ' ὥσπερ μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν, καὶ μελετᾷν οἴκοι διηνεκῶς, καὶ πρὸς φίλους καὶ πρὸς γυναῖκας ἅπαντα ταῦτα λέγειν·
000-00-00 Serial Number=0161258280
In Acta apostolorum Ante [Go Back]  
 [04975]  ἐπεὶ καὶ ὁ πατριάρχης καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ.
000-00-00 Serial Number=0796540737
In Joannem Ante [Go Back]  
 [05595]  Τοῦτο δὲ ἐγένετο, ὥστε πᾶσαν ἐκκοπῆναι Ἰουδαίοις ἀπολογίαν, καὶ ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν, ὅτι καταλιπὼν ἡμᾶς πρὸς τοὺς ἀκροβύστους ἀπῆλθε.
000-00-00 Serial Number=0274421394
In Samaritanam Ante [Go Back]  
 [00251]  ∆ιὰ τοῦτο οὖν ἀμφότερα χαμαὶ καταλιπὼν ἐπὶ τὴν πνευματικωτέραν προσκύνη σιν χειραγωγεῖ τὸ γύναιον, καί φησι·
000-00-00 Serial Number=0627095342
In annuntiationem deiparae Ante [Go Back]  
 [00205]  καὶ πάλιν ἀνῆλθεν ὅθεν κατῆλθε, κάτω καταλιπὼν τὸν ἀποστείλαντα, καὶ πάλιν ἄνω εὑρὼν αὐτὸν ἐν οὐρανοῖς προσκυνούμενον ὑπὸ πάσης ἀγγελικῆς στρατολογίας.
000-00-00 Serial Number=0397625744
In catenas sancti Petri Ante [Go Back]  
 [00305]  [54] Σὺ δέ μοι Πέτρε, Χριστοῦ ἐκκλησίας πέτρα καὶ στήριγμα, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, ὁ τοῦ Χριστοῦ γνήσιος καὶ διάπυρος μαθητὴς, ὁ πλέον τῶν ἄλλων τῇ πρὸς αὐτὸν παρρησίᾳ χρώμενος, ὁ Θεοῦ Υἱὸν Ζῶντος τοῦτον ἀνακηρύξας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν βασιλείας ἐγχειρισθεὶς, καὶ δεσμεῖν καὶ λύειν ἐν οὐρανοῖς τὰ ὑπὸ σοῦ ἐν γῇ καὶ δεσμούμενα καὶ λυόμενα, ὁ τῆς ἐνανθρωπήσεως Χριστοῦ μεγαλοφωνότατος κήρυξ, ὁ τοὺς ἐκ περιτομῆς νομικῆς πρὸς τὴν ἀκροβυστίαν τῆς τοῦ Θεοῦ ἐπιγνώσεως μεταθέμενος, ὁ πάντα διὰ Χριστὸν καταλιπὼν καὶ αὐτὸν μόνον ἀντὶ πλούτου παντὸς κτησάμενος, ὁ θανατοῦν καὶ ζωογονεῖν τὴν ἐνέργειαν εἰληφὼς παρ' αὐτοῦ, δι' ἃς ἐκεῖνος αἰτίας σοι ἀπεκάλυψεν, ὁ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατεταμένος στῦλος καὶ ὁδηγῶν τοὺς πρὸς τὰς ἐκεῖσε μονὰς ἐπισπεύδοντας, ὁ διὰ τῆς λευϊτικῆς ἰδιωτείας τὴν ἑλληνικὴν τεχνολογίαν ἀπομωράνας, ὁ ἐν Πνεύματι θείῳ φθεγγόμενος, καὶ τῷ ῥήματι μόνον πρὸς τὸ δοκοῦν μετατρέπων τὰ ὑποκείμενα, ὁ τὴν ἐπώδυνον ἐκείνην καθυποστὰς σταύρωσιν, ἵν' ἐν μηδενὶ καθυστερῇς τῶν τοῦ διδασκάλου παθῶν, ὁ τὰς ἁλύσεις ταύτας δίκην κακούργου φορέσας καὶ ἰαμάτων πηγὴν ταύτας ἀποτελέσας, πάρεσο σήμερον συμπαθῶς, ἐπιδήμησον ἐνταυθοῖ ἀοράτως, ἐπίστηθι, τῷ θαυματουργῷ σου τούτῳ τεμένει καὶ τῇ σῇ ἁγίᾳ κλήσει διαφερόντως [φ.
000-00-00 Serial Number=0037877798
In duodecim apostolos Ante [Go Back]  
 [00033]  Ἡγείσθω τοίνυν τοῦ λόγου Πέτρος, ἐπειδὴ καὶ πρότερος εἰς τὸν ἀμπελῶνα τοῦ Κυρίου μεμίσθωται, Πέτρος τῆς τοῦ καλοῦ ποιμένος [59.496] ἀγέλης τὸ πρωτότοκον πρόβατον, Πέτρος ὁ ἀπὸ λίμνης εἰς οὐρανὸν ἀναβὰς, ὁ τοὺς ναύτας ἀφεὶς, καὶ συλλαλεῖν ἀγγέλοις ἀξιωθεὶς, ὁ τὴν ὁλκάδα καταλιπὼν, καὶ τὴν Ἐκκλησίαν παραλαβὼν εἰς κυβέρνησιν·
000-00-00 Serial Number=0949091852
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02095]  καὶ, ὅτι Ὁ καταλιπὼν πατέρα ἢ μητέρα ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει.
 [09999]  Ἀλλ' ἤκουσε, φησὶν, ὅτι ὕψωσα τὴν φωνὴν, καὶ κατα-λιπὼν τὰ ἱμάτια αὐτοῦ, ἀπῆλθε.
 [09999]  Οὕτω γάρ με, φησὶν, ἀγαπᾷν ἐδί-δαξεν ὁ Χριστὸς, ὁ τὴν καλὴν ἐντολὴν καταλιπὼν τὴν περὶ τῆς ἀγάπης, καὶ ἣν αὐτὸς διὰ τῶν ἔργων ἐπλή-ρωσε.
000-00-00 Serial Number=0657039046
In epistulam ad Ephesios Ante [Go Back]  
 [03917]  μὴ καταλιπὼν ἐχθροὺς ὑμᾶς ὁ ἥλιος ἀπέλθοι.
000-00-00 Serial Number=0395929396
In epistulam ad Romanos Ante [Go Back]  
 [05809]  Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν τῶν ἀκροατῶν, τῇ μαρτυρίᾳ ἀρκεῖται μόνῃ, καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώματα γίνεται, καὶ οὐ δεῖ θορυβεῖσθαι, οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως οἰκονομήσαντος.
000-00-00 Serial Number=0028562546
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00031]  Ὥστε εἰ βούλει θέατρον ἰδεῖν, καταλιπὼν ἐκεῖνο τὸ σατανικὸν, ἐλθὲ ἐπὶ τοῦτο τὸ πνευματικόν·
000-00-00 Serial Number=0270250499
In illud Memor fui dei Ante [Go Back]  
 [00460]  ὅτι μὴ καταλιπὼν τὰ ἄνω, δι' ἡμᾶς ἐπὶ γῆς κατῆλθεν·
000-00-00 Serial Number=0063924432
In illud Ne timueritis Ante [Go Back]  
 [00334]  Ὁ χρήματα περιελόμενος καταλιπὼν οἰκίαν, γυναῖκα, παῖδας, οἰκέτας, καίτοι τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων, καταλιπὼν ἅπαντας, ἐξῆλθεν ἁλιεῦσαι, σαγήνην ἥπλωσε φιλοξενίας, μήπου ὁδοιπόρος, μήπου ξένος, καὶ παραδράμῃ τὴν οἰκίαν.
000-00-00 Serial Number=0314189255
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00036]  Ἀλλ' ἵνα μὴ πάλιν φορτικώτερον ποιήσω τὸν λόγον καὶ ἀναξάνω τὸ ἕλκος, καταλιπὼν ὑμῶν τῷ συνειδότι ταῦτα, τὰ λειπόμενα τῶν πρῴην ὑμῖν εἰρημένων ἀποδοῦναι πειράσομαι.
000-00-00 Serial Number=0107034922
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00160]  Ὅτε γοῦν ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος, καταλιπὼν τὰ πρό βατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατ επτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους ὁρῶν·
000-00-00 Serial Number=0785077512
In natalem Christi diem Ante [Go Back]  
 [00021]  Βασιλεῖς μὲν γὰρ ἦλθον, τὸν ἐπουράνιον βασιλέα θαυμάζοντες, ὅτι πῶς ἐπὶ γῆς ἦλθεν οὐκ ἀγγέλους ἔχων, οὐκ ἀρχαγγέλους, οὐ [56.387] θρόνους, οὐ κυριότητας, οὐ δυνάμεις, οὐκ ἐξουσίας, ἀλλὰ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδὸν, ἐξ ἀγεωργήτου προῆλθε γαστρὸς, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας αὐτοῦ καταλιπὼν, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει τῆς οἰκείας θεότητος ἐκστάς·
000-00-00 Serial Number=0518710971
In principium Actorum Ante [Go Back]  
 [00090]  Τίνος ἕνεκεν τὴν πλουσίαν ταύτην τράπεζαν ἀφεῖς, εἰς ἑτέραν φορτικωτέραν ἑαυτὸν μετήγαγες, καὶ τὸν λιμένα καταλιπὼν, ταραχὴν ἀντικαταλλάττῃ γαλήνης;
000-00-00 Serial Number=0202026904
In proditionem Judae [1] Ante [Go Back]  
 [00009]  ∆ιὸ τὸν προδότην καταλιπὼν τὸν εὐεργέτην ὑμνῶ, οὐχ ὅσον ἐστὶν ἄξιος, ἀλλ' ὅσον εἰμὶ δυνατὸς ἀνυμνῶ.
000-00-00 Serial Number=0936930180
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00141]  ἐρωτᾷ τοίνυν αὐτὸν, τί δήποτε ἀφιγμένος εἴη τοσαύτην ὁδὸν, καὶ καταλιπὼν πόλεις καὶ δήμους, τὴν ἔρημον ἀσπάζεται, οὐχ ἵνα αὐτὸς μάθῃ, (πῶς γὰρ ὁ πάντα εἰδώς;) ἀλλ' ἵνα ἡμᾶς διδάξῃ διὰ τῆς [63.466] ἀποκρίσεως ἐκείνου τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ, καὶ ὅτι εἰκότως ἀφῆκεν αὐτὸν ὑπὸ τοῦ φόβου διασεισθῆναι, καὶ εἰς δειλίαν ἐμπεσεῖν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»