Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καρτερίαν [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καρτερίαν


000-00-00 Serial Number=0087077141
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00029]  Ἀλλ' ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν ἡμᾶς ἐνοχλήσῃ πάθος, καὶ ἰατροὺς καλοῦμεν, καὶ χρήματα ἀναλίσκομεν, καὶ καρτερίαν ἐπιδεικνύμεθα, καὶ οὐ πρότερον ἀφιστάμεθα, ἅπαντα πράττοντες, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν·
 [00379]  Οὗτοι γὰρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἴ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχὴν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγὴν, ἐπιείκειαν, ταπεινότητα, φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν.
000-00-00 Serial Number=0279277027
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00225]  καὶ ἐγένετο παρόμοιον, ὥσπερ ἂν εἴ τις ἀγωνοθέτης ἀθλητὰς ἔχων δύο, τὸν μὲν καὶ συμπλακῆναι ἕτοιμον τῷ ἀνταγωνιστῇ, καὶ καρτερίαν ἐπιδείξασθαι πολλὴν, καὶ στέφανον ἀναδήσασθαι, τὸν δὲ τῆς ταλαιπωρίας ἐκείνης ἀργίαν προτιμῶντα καὶ τρυφὴν, λαβὼν ἐκ μέσου τὸν ἀνταγωνιστὴν, ἀμφοτέρους ἀπράκτους ἐκπέμψειε παρ' αὐτοῦ.
000-00-00 Serial Number=0483133912
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00432]  καὶ ταῦτα ἅπαντα ὑφίστατο διὰ σὲ καὶ τὴν κηδεμονίαν τὴν σήν, ἵνα τῆς ἁμαρτίας ἡ τυραννὶς ἀναιρεθῇ, ἵνα καθαιρεθῇ τοῦ διαβόλου ἡ ἀκρόπολις, ἵνα τμηθῇ τοῦ θανάτου τὰ νεῦρα, ἵνα ἀνοιγῶσιν ἡμῖν αἱ τοῦ οὐρανοῦ πύλαι, ἵνα ἀφανισθῇ ἡ ἀρά, ἵνα ἡ προτέρα καταδίκη λυθῇ, ἵνα μαθῇς ὑπομονήν, ἵνα παιδευθῇς καρτερίαν, ἵνα μηδέν σε τῶν τοῦ παρόντος βίου λυπῇ, μὴ θάνατος, μὴ ὕβρις, μὴ λοιδορίαι, μὴ σκώμματα, μὴ μάστιγες, μὴ ἐχθρῶν ἐπιβουλαί, μὴ ἐπήρειαι, μὴ ἔφοδοι, μὴ συκοφαντίαι, μὴ ὑπολήψεις πονηραί, μὴ ἄλλο τῶν τοιούτων μηδέν.
000-00-00 Serial Number=0717693627
Ad populum Antiochenum Ante [Go Back]  
 [01359]  Ὥστε εἰ βούλει τρυφᾷν καὶ ἀνέσεως ἀπολαύειν καὶ ἡδονῆς, μὴ ζήτει ἡδονὴν μήτε ἄνεσιν, ἀλλὰ ζήτει ψυχὴν ὑπομονῆς γέμουσαν καὶ καρτερίαν ἐπιδείξασθαι δυναμένην·
 [04370]  πολλὴν τὴν καρτερίαν καὶ τὴν ὑπομονήν.
000-00-00 Serial Number=0913123369
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00182]  Εἶτα τὴν εὐτονίαν καὶ τὴν καρτερίαν·
000-00-00 Serial Number=0317007482
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00137]  καίτοι γε ὁ μακάριος Ἰὼβ οὐκ ἐτόλμησεν ἑαυτῷ τοσαύτην μαρτυρῆσαι δύναμιν καὶ φιλοσοφίαν, ἀλλ' ὁ πᾶσαν ἐπελθὼν ἀρετὴν, καὶ πάντων ὑπερενεχθεὶς τῶν τοῦ διαβόλου δικτύων, καὶ πρῶτος καὶ μόνος τοσαύτην ἐπιδειξάμενος καρτερίαν, καὶ πάντα σίδηρον καὶ ἀδάμαντα τῇ τῆς ψυχῆς παρελθὼν ἐγκρατείᾳ, καὶ κατακόψας τοῦ διαβόλου τὴν ἰσχὺν, οὕτως ἐδεδοίκει τὴν τοιαύτην πάλην, καὶ ἐνόμιζεν ἀδύνατον εἶναι συνοικοῦντα παρθένῳ μένειν ἀσινῆ καὶ καθαρὸν, ὡς μὴ μόνον τῆς συνοικήσεως ταύτης πόρρω καὶ μακρὰν ἑαυτὸν καταστῆσαι, ἀλλὰ καὶ τῆς ὄψεως τῆς ἁπλῶς καὶ ἀπὸ συντυχίας γινομένης, καὶ νενομοθέτηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ, ἁπλῶς εἰς παρθένον μηδὲ ἰδεῖν.
000-00-00 Serial Number=0072335124
De Anna i Ante [Go Back]  
 [00333]  ∆ιπλῆν ἐνταῦθα ὁ συγγραφεὺς ἀρετὴν μαρτυρεῖ τῇ γυναικὶ, καὶ τὴν καρτερίαν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὸ τῆς διανοίας ἐγρηγορός·
 [00907]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ᾄδεται ἡ γυνὴ, ἀλλ' ὅτι τοσούτου παρελθόντος χρόνου, οὐ μόνον οὐκ ἐσβέσθη τὰ τῆς εὐφημίας αὐτῆς, ἀλλὰ καὶ αὔξεται καὶ ἐπιτείνεται πολλῷ πλέον, καὶ τὴν φιλοσοφίαν αὐτῆς καὶ τὴν ὑπομονὴν καὶ τὴν καρτερίαν ἅπαντες ἴσασι, καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν στρατοπέδοις, καὶ ἐν πλοίοις, καὶ ἐν ἐργαστηρίοις, καὶ πανταχοῦ τῆς γυναικὸς ἐγκωμιαζομένης ἀκούσῃ ταύτης.
000-00-00 Serial Number=0092912257
De Chananaea Ante [Go Back]  
 [00235]  εἶδες τὴν καρτερίαν;
000-00-00 Serial Number=0609000683
De Christi divinitate Ante [Go Back]  
 [00083]  Εἰ γὰρ σιγῇ τὸν ἄνθρωπον ἐθεράπευσεν, ἐζημιώθημεν ἂν ἡμεῖς ζημίαν τὴν ἐσχάτην, μὴ μαθόντες αὐτοῦ τῆς ψυχῆς τὴν καρτερίαν.
000-00-00 Serial Number=0014775932
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00071]  Ἂν τοίνυν φανῇ Χριστὸς ὁ τὸν νόμον ἐκεῖνον δεδωκὼς, οὐκ εὔδηλον ὅτι ὑπὲρ τοῦ νόμου παθόντες, ὑπὲρ τοῦ νομοθέτου τὴν καρτερίαν ἐπεδείξαντο πᾶσαν ἐκείνην;
000-00-00 Serial Number=0872828603
De Lazaro Ante [Go Back]  
 [01559]  θησαυρὸν οὐχὶ χρυσίον καὶ ἀργύριον καὶ λίθους ἔχοντα πολυτελεῖς, ἀλλὰ φιλοσοφίαν, καὶ ἀνδρείαν, καὶ ὑπομονὴν, καὶ καρτερίαν πολλήν.
 [02156]  τὴν ψυχὴν τὴν ἑαυτοῦ ἀποσμήχων, τὴν καρτερίαν φέρων, τὴν ὑπομονὴν ἐνδεικνύμενος, κείμενος τῷ σώματι, καὶ τρέχων τῇ διανοίᾳ, ἐπτερωμένος τῇ γνώμῃ, τὸ βραβεῖον ἁρπάζων, ἀναδὺς τῶν κακῶν, καὶ τῶν ἀγαθῶν μάρτυς.
 [02557]  Τὴν αὐτὴν τοίνυν τοῖς δικαίοις ὑπομονὴν ἐπιδειξάμενοι, καὶ τῇ ἀγαθῇ αὐτῶν πολιτείᾳ τὴν καρτερίαν ἰσόῤῥοπον ἐπιδειξάμενοι, ἀπολάβωμεν τὰ ἀγαθὰ τὰ εὐτρεπισμένα τοῖς ἁγίοις τοῖς ἀγαπῶσι τὸν Θεόν·
000-00-00 Serial Number=0260035336
De Maccabeis Ante [Go Back]  
 [00128]  Ταῦτα δὲ πάντα λογισάμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα ὥσπερ ἐπὶ πίνακός τινος τῆς καρδίας ἡμῶν ἀπογράψαντες, διηνεκῆ συμβουλὴν πρὸς τὴν τῶν δεινῶν ὑπεροψίαν τὴν ἐκείνης καρτερίαν ἔχωμεν ἐναποκειμένην ἡμῶν τῇ ψυχῇ, ἵνα ἐνταῦθα μιμησάμενοι τὴν ἀρετὴν τῶν ἁγίων τούτων, κἀκεῖ τῶν στεφάνων δυνηθῶμεν αὐτοῖς κοινωνῆσαι, ὅσην ἐν τοῖς κινδύνοις φιλοσοφίαν ἐπεδείξαντο, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμεῖς καρτερίαν ἐπιδεικνύμενοι, θυμῷ, καὶ ἐπιθυμίᾳ χρημάτων, σωμάτων, δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων.
 [00228]  ὅπου γὰρ ἂν ἀφικώμεθα σκληραγωγίας τε καὶ φιλοσοφίας, προφθάνει τὴν καρτερίαν ἡμῶν τῆς γυναικὸς ἡ φιλοσοφία.
000-00-00 Serial Number=0651820898
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00021]  καὶ αὐτοὺς δὲ τούτους οἴκαδε παραπέμπονται, καὶ μισθοὺς παρέχουσιν ὅτι μάλιστα πλείστους, καὶ καρτερίαν ἐπιδείκνυνται πολλὴν, καὶ τῆς ἐπιπόνου θεραπείας ἀνέχονται, ἵνα τὴν ἐκείνου ὑγείαν ὠνήσωνται·
000-00-00 Serial Number=0503746927
De fato et providentia Ante [Go Back]  
 [00518]  Ἵνα καὶ οὗτος μείζονα λάβῃ τὸν στέφανον, ἂν ὑπομείνῃ, καὶ τὴν καρτερίαν ἐνέγκῃ, κἀκεῖνος μείζω τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἂν μὴ μεταβάληται, καὶ γένηται βελτίων, καὶ τὸν ∆εσπότην ἐπιγνῷ τὸν ἑαυτοῦ.
000-00-00 Serial Number=0803620696
De mutatione nominum Ante [Go Back]  
 [00315]  ἐκεῖνα πρὸ τῆς μεσημβρίας οὐ τολμᾷ ἀναχωρῆσαι οἴκαδε, ἀλλ' ἄρτι τοῦ γάλακτος ἀποσπασθέντα, ἄρτι τῆς θηλῆς ἀποστάντα, οὐδέπω οὐδὲ πέντε ἐτῶν ἡλικίαν ἄγοντα, ἐν νεαρῷ καὶ ἁπαλῷ σώματι πᾶσαν καρτερίαν ἐπιδείκνυται·
000-00-00 Serial Number=0524543822
De patientia sermo 2 Ante [Go Back]  
 [00074]  εἶδες καρτερίαν πένητος;
 [00240]  Εἶδες ὑπομονὴν ἀθλητοῦ, εἶδες καρτερίαν, εἶδες φρόνημα ἀδούλωτον, εἶδες ἄπτωτον ἀγωνιστὴν, εἶδες στεφανίτην σωφροσύνης, εἶδες τὸ πλοῖον τῆς ἁγνείας, εἶδες τὸ πηδάλιον τῶν νέων, εἶδες τὸν χαλινὸν τῶν ἀκμαζόντων, εἶδες τὸν κυβερνήτην τῶν ἡδονῶν, εἶδες αὐτοῦ τὸν ἀγῶνα, εἶδες αὐτοῦ τὴν ἄθλησιν;
000-00-00 Serial Number=0937641144
De resurrectione mortuorum Ante [Go Back]  
 [00198]  σὺ δὲ ἀξιόπιστον τῶν στεφάνων ἔχων ἐγγυητὴν, οὐδὲ οὕτω μιμῇ τὴν ἐκείνων καρτερίαν.
000-00-00 Serial Number=0658249080
De sacerdotio Ante [Go Back]  
 [01380]  τούτους γὰρ οὐδ' εἰς νοῦν βάλλεσθαι δεῖ, ὅταν ἱερέων ἐξέτασις ᾖ, ἀλλ' εἴ τις μετὰ τοῦ πᾶσιν ὁμιλεῖν καὶ συναναστρέφεσθαι δύναιτο τὴν καθαρότητα καὶ τὴν ἀταραξίαν, τήν τε ἁγιωσύνην καὶ καρτερίαν καὶ νῆψιν καὶ τὰ ἄλλα τὰ τοῖς μοναχοῖς προσόντα ἀγαθὰ φυλάττειν ἀκέραια καὶ ἀπαρασάλευτα μᾶλλον τῶν μεμονωμένων ἐκείνων.
000-00-00 Serial Number=0554225564
De sanctis martyribus [2] Ante [Go Back]  
 [00033]  καὶ γὰρ ὥσπερ χορεύοντες ἐπὶ τὰς βασάνους ᾔεσαν μεθ' ἡδονῆς, καὶ ὥσπερ πολεμοῦντες οὕτως ἀνδρείαν πᾶσαν καὶ καρτερίαν ἐπεδείξαντο, καὶ τῶν ἐναντίων ἐκράτησαν.
000-00-00 Serial Number=0880395234
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00379]  Μὴ δὴ πρὸς τὴν βραδυτῆτα τῆς τῶν αἰτουμένων δόσεως δυσχεραίνωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλὴν τὴν καρτερίαν καὶ τὴν μακροθυμίαν ἐπιδεικνύμεθα.
 [01783]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν καταλάβῃ πάθος, καὶ ἰατροὺς καλεῖν, καὶ χρήματα ἀναλίσκειν, καὶ καρτερίαν ἐπιδείκνυσθαι, καὶ οὐ πρότερον ἀφίστασθαι ἅπαντα πράττοντας, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν·
 [07791]  Καὶ θέα τὴν καρτερίαν·
000-00-00 Serial Number=0297088861
Epistula ad Cyriacum Ante [Go Back]  
 [00670]  Ἀλλ' ἔμενε διὰ πάντων τὴν οἰκείαν καρτερίαν ἐπιδεικνύμενος.
000-00-00 Serial Number=0548900068
Epistulae Ante [Go Back]  
 [02644]  Καὶ γὰρ ἄνθρωποι πάντες οἱ νοῦν ἔχοντες ἀνακηρύττουσιν ὑμᾶς, καὶ στεφανοῦσιν, ἐκπληττόμενοι τὴν εὐτονίαν ὑμῶν, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν προσεδρείαν.
 [02717]  Καὶ ἔμπροσθεν μὲν ἐξεπληττόμεθα ὑμῶν τὴν σπουδὴν, τὴν προθυμίαν τὴν ὑπὲρ τῆς διορθώσεως τῶν Ἐκκλησιῶν γεγενημένην, τὴν στεῤῥὰν καὶ γνησίαν διάθεσιν, τὴν ἀνδρείαν καὶ ἀπερίτρεπτον γνώμην, τὴν καρτερίαν, ἣν ἐπὶ τοσοῦτον ἐπεδείξασθε
 [03122]  τοῦτο καὶ ἡμῖν πολλὴν παρέχει τὴν παράκλησιν, ὅταν ἀκούωμεν τὴν ἀνδρείαν ὑμῶν, τὴν παῤῥησίαν, τὸ ἀπερίτρεπτον τῆς γνώμης, τὴν εὐτονίαν, τὴν ὑπομονὴν, τὴν καρτερίαν, τὸν ζῆλον τὸν πυρὸς θερμότερον.
000-00-00 Serial Number=0225290179
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00349]  [8.5] Τὴν δὲ ἐπὶ τῆς τραπέζης καρτερίαν τε καὶ ἐγκρά τειαν καὶ τὴν ἐν ταῖς νυξὶν εἴ τις βουληθείη διεξελθεῖν, πόσων δεήσεται λόγων;
 [00350]  Μᾶλλον δὲ οὐδὲ εἴασας αὐτὴν ἐγκράτειαν καλεῖσθαι λοιπὸν οὐδὲ καρτερίαν ἐπὶ σοῦ, ἀλλ' ἕτερον ὄνομα ταύταις ἡμῖν ζητητέον ταῖς ἀρεταῖς πολλῷ μεῖζον.
 [00858]  Καὶ πρὸς τοῦτο ἤδη βαδιοῦμαι τὸν λόγον σφόδρα καὶ σοὶ καὶ πᾶσι χρηστὸν ὄντα καὶ ἱκανὸν εἰς ὑπομονὴν ἀλεῖψαι καὶ πρὸς καρτερίαν διεγεῖραι καὶ μὴ ἀφιέναι πρὸς τοὺς τῶν παθημάτων καταμαλακίζεσθαι ἱδρῶτας.
 [01027]  Ἀλλ' οὐκ ἐκεῖνος, ἀλλ' ἔμενε διὰ πάντων τὴν οἰκείαν καρτερίαν ἐπιδεικνύμενος.
 [01349]  Ἥσθημεν δὲ ὅτι καὶ δικῶν ἀπαλλαγεῖσα καὶ πραγμάτων, ὥς σοι πρέπον ἦν, οὕτω τῷ πράγματι τέλος ἐπέθηκας τὸ κατὰ τὴν διάλυσιν, οὔτε ἀνάνδρως αὐτὰ προϊεμένη, οὐδ' αὖ κατασχοῦσα πάλιν καὶ ἐμπείρασα σαυτὴν δικαστηρίοις καὶ τοῖς ἐκ τούτων κακοῖς, ἀλλὰ μέσην ὁδεύσασα ὁδὸν καὶ τήν σοι πρέπουσαν ἐλευθερίαν καρπωσαμένη καὶ πολλὴν τὴν σύνεσιν ἐπιδειξαμένη καὶ τὴν μακροθυμίαν καὶ τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν καὶ τὸ ἀνεξαπάτητον δείξασα τῆς σῆς συνέσεως.
 [01399]  Τοιαύτη γὰρ τῶν παλαισ μάτων ἡ φύσις τούτων, καὶ πρὸ τῶν βραβείων, καὶ ἐν αὐτοῖς τοῖς σκάμμασιν ἔχει καὶ τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις, τὴν ἡδονὴν ἣν καρποῦσαι νῦν, τὴν εὐφροσύνην, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν ὑπομονήν, τὸ ἀνάλωτον, τὸ ἀχείρωτον, τὸ πάντων ὑψηλοτέραν εἶναι, τὸ οὕτως ἑαυτὴν ἀσκῆσαι ὡς μηδὲν δύνασθαι παρὰ μηδενὸς παθεῖν δεινόν, τὸ τοσούτων κλυδωνίων γενομένων ἐπὶ τῆς πέτρας ἑστάναι, τὸ τῆς θαλάσσης μαινομένης ἐξ οὐρίας φέρεσθαι μετὰ πολλῆς τῆς γαλήνης.
000-00-00 Serial Number=0088148654
Fragmenta in Job Ante [Go Back]  
 [01260]  Ἀκατάπαυστοι γὰρ ὀδύναι, καὶ ἰχὼρ, καὶ σκώληκες, καρτερίαν ἅμα καὶ ἀνδρείαν ἐδείκνυον.
 [01792]  ἀλλ' ὁ πᾶσαν ἐπελθὼν ἀρετὴν, καὶ πάντων ὑπερενεχθεὶς τῶν τοῦ διαβόλου δικτύων, καὶ πρῶτος, καὶ μόνος τοσαύτην ἐπιδειξάμενος καρτερίαν, καὶ πάντα σίδηρον καὶ ἀδάμαντα τῇ τῆς ψυχῆς παρελθὼν ἐγκρατείᾳ, καὶ κατακόψας τοῦ διαβόλου τὴν ἰσχὺν, οὕτως ἐδεδοίκει τὴν τοιαύτην πάλην, καὶ ἐνόμιζεν ἀδύνατον εἶναι συνοικοῦντα παρθένῳ μένειν ἀσινῆ καὶ καθαρόν·
000-00-00 Serial Number=0260986805
In Acta apostolorum Ante [Go Back]  
 [02299]  Πίστιν γνησίαν, βίον ὀρθὸν, τὴν ἐν ἀκροάσει καρτερίαν, τὴν ἐν εὐχαῖς, τὴν ἐν ἀφελείᾳ, τὴν ἐν εὐφροσύνῃ.
 [09183]  τὰ δὲ τοὐναντίον, τὴν μὲν καρτερίαν πρόσκαιρον, διηνεκῆ δὲ τὴν ἀπόλαυσιν.
 [09999]  τὴν μακρὰν ταλαιπωρίαν, καὶ τὴν πολλὴν σπουδὴν καὶ τὴν καρτερίαν ἐπιδεικνύμενος.
 [09999]  καὶ οὐχ ἁπλῶς εἶπε, Παρὰ Γαμαλιήλου, ἀλλὰ, Παρὰ τοὺς πόδας, τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸς τὸν ἄνδρα αἰδῶ δεικνύς.
000-00-00 Serial Number=0145731628
In centurionem Ante [Go Back]  
 [00191]  Τάχα που ὁ ἑκατόνταρχος καὶ διὰ τοῦτο κέκληται ἑκατόνταρχος, ὡς ἄρχων καὶ αὐτοκράτωρ τῶν παθῶν, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμῖν καρτερίαν ἐπιδεικνύμενος·
000-00-00 Serial Number=0219219327
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00457]  καὶ τῇ Χαναναίᾳ δὲ μετὰ τὴν πολλὴν προσεδρίαν ἐκείνην καὶ καρτερίαν τότε ἐχαρίσατο τῆς θυγατρὸς τὴν σωτηρίαν, καίτοι γε ἀπὸ ἐλέου αὐτὴν ἔσωσεν.
000-00-00 Serial Number=0003089726
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06731]  Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, καὶ οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τὴν διηνεκῆ δουλείαν αὐτῶν καὶ τὴν καρτερίαν διὰ τούτων ἐνδείξασθαι βουλόμενος.
000-00-00 Serial Number=0075978041
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08929]  οὗτος διὰ καρτερίαν πρῶτος, ἐκεῖνος διὰ ῥᾳθυμίαν ὕστερος.
000-00-00 Serial Number=0271314561
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00054]  εἴδετε τῶν ἀποστόλων ὑπομονὴν καὶ καρτερίαν;
 [00132]  ἡ δὲ θλίψις νήφειν παρασκευάζουσα, ἀξιοῦσθαι ποιεῖ καὶ τῆς ἄνωθεν ῥοπῆς, καὶ μάλιστα, ὅταν διὰ τὴν εἰς τὸν Θεὸν ἐλπίδα τὴν ὑπομονὴν ἐπιδεικνύμεθα καὶ τὴν καρτερίαν ἐν πάσαις ταῖς ἐπαγομέναις θλίψεσι.
000-00-00 Serial Number=0380800605
In martyres Aegyptios Ante [Go Back]  
 [00071]  Μὴ, παρακαλῶ, μὴ οὕτω κακῶς περὶ ἑαυτῶν καὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας, ἀλλ' εἰς τοὺς ἁγίους τούτους ὁρῶντες, τοὺς γενναίους καὶ καρτερικοὺς ἀθλητὰς, τοὺς ἀντὶ φωστήρων δεδομένους ἡμῖν, πρὸς τὴν τούτων καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύνωμεν βίον, ἵνα ταῖς εὐχαῖς αὐτῶν δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτοὺς καὶ ἀσπάσασθαι, καὶ πρὸς τὰς οὐρανίους αὐτῶν καταταχθῆναι σκηνάς·
000-00-00 Serial Number=0153355658
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00006]  εὑρήκαμεν θησαυρὸν οὐχὶ ἀργύριον ἔχοντα καὶ χρυσίον καὶ λίθους τιμίους, ἀλλὰ καρτερίαν καὶ φιλοσοφίαν καὶ ὑπομονὴν [51.49] καὶ πολλὴν τὴν πρὸς τὸν Θεὸν ἐλπίδα, ἣ παντὸς χρυσίου καὶ πάσης εὐπορίας ἐστὶ τιμιωτέρα.
 [00082]  Οὐ μόνον γὰρ, φησὶ, πειρασμὸν ὑπὲρ δύναμιν οὐκ ἀφίησιν ἐπενεχθῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατὰ δύναμιν ἐπαγομένῳ πάρεστι διαβαστάζων [51.52] ἡμᾶς καὶ συγκροτῶν, ὅταν ἡμεῖς πρότερον τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, οἷον προθυμίαν, ἐλπίδα τὴν εἰς αὐτὸν, εὐχαριστίαν, καρτερίαν, ὑπομονήν.
000-00-00 Serial Number=0970150948
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00117]  ἡ δὲ ψυχὴ ἑτέραν ἐπεζήτει χεῖρα πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν καρτερίαν ἐπιδείξασθαι.
000-00-00 Serial Number=0803883731
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00280]  καὶ πάλιν ὁ ∆ανιὴλ ἡγεῖται τοῦ πράγματος, καὶ χρόνον αἰτεῖ παρεσκευασμένον πρὸς πολλὴν καρτερίαν καὶ εὐχήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»